ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΛΟΥΚΑ (ΕΞ ΙΔΙΑΙΤΕΡΑΣ ΦΥΛΛΑΔΟΣ)

18 ΟΚΤΩΒΡΙΟΥ 2012

† Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγ­γε­λιστοῦ.

 Τ ΤΕΤΑΡΤ  ΕΣΠΕΡΑΣ (17/10/12)

 

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  • ·         Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • ·       Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • ·       Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’(103)

  • ·       Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
  • ·       Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
  • ·       Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
  • ·       Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
  • ·       Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • ·       Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • ·       Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
  • ·       Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • ·       Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
  • ·       Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
  • ·       Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
  • ·       Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • ·       Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
  • ·       Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • ·       Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
  • ·       Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
  • ·       Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • ·       Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
  • ·       Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
  • ·        Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
  • ·        Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • ·       Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
  • ·       Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
  • ·       Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
  • ·       Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • ·       Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • ·       Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
  • ·       Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
  • ·       Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
  • ·       Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
  • ·       Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • ·       Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • ·       Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
  • ·       Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
  • ·       ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
  • ·      Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
  • ·       Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • ·       Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
  • ·       Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

ΔξαΠατρίΚανν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ·       ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
  •          ὁ α’ χορός: Κύριε ἐλέησον….
  • ·       Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (το δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
  • ·       Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • ὁ α’ χορς: Σοὶ Κύριε.

τι πρπει σοι, πσα δξα, τιμ κα προσκνησις, τ Πατρ κα τ Υἱῷ κα τγίῳ Πνεματι, νν καε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορς: μήν.

Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α’ στάσιν.

ὁ α’ χορός

Ἦχος πλ. β’

  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

  • Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

ὁ β’ χορός

  • Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

ὁ α’ χορός

  • Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

ὁ β’ χορός

  •  Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

ὁ α’ χορός

  • τι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

ὁ β’ χορός

  •  Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

ὁ α’ χορός

  • τι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

ὁ β’ χορός

  •  Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

ὁ α’ χορός

  •  Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

  • Ψαλμὸς ρμα’ (141)

ὁ β’ χορός

  • Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

ὁ α’ χορός

  •  κχεῶ  ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

ὁ β’ χορός

  • Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ὁ α’ χορός

  • ν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

ὁ β’ χορός

  •  Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ  οὐκ  ἦν ὁ ἐπιγινώσκων με.

ὁ α’ χορός

  •  πώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

ὁ β’ χορός

  •  κέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

ὁ α’ χορός

  •  Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

ὁ β’ χορός

  • ῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
  • ὁ α’ χορός
  •  ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
  • ὁ β’ χορός
  •  μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.

ὁ α’ χορός

Ἦχος πλ. β´.

Στίχ. κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Ὅλην ἀποθέμενοι.

λην τὴν ἀνταύγειαν, τῆς τρισηλίου ἀκτῖνος, φεγγοβόλοις λάμψεσι, Παύλου τοῦ παμμάκαρος εἰσδεξάμενος, ὡς ἀστὴρ πάμφωτος, καὶ πυρσὸς ἄδυτος, ἐν τῷ κόσμῳ ἀνατέταλκας, καὶ κατελάμπρυνας, ταῖς μαρμαρυγαῖς τῶν δογμάτων σου, καὶ τοῖς ἀχράντοις κάλλεσι, τοῦ ὑπερκοσμίου κηρύγματος, ἅπασαν τὴν κτίσιν, εἰδώλων διαλύσας τὴν ἀχλύν, Λουκᾶ οὐράνιε ἄνθρωπε, ἀποστόλων σύμφυτε.

ὁ β’ χορός

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Παύλῳ προσεπέλασας, καὶ παρ᾿ αὐτῷ μαθητεύσας, μυητὴς παγκόσμιος τῆς ἀνθρώπων γέγονας ἀναπλάσεως, σὺν αὐτῷ πᾶσαν γάρ, κτίσιν διαθέεις, διασπείρων ἐν τοῖς πέρασι, γνῶσιν τὴν ἔνθεον, οἷα γεωργὸς ἐμπειρότατος, καὶ ἐκριζῶν ἀπόστολε, τῆς παρανομίας τὴν ἄκανθαν, ὅθεν καρποφόρον, τὴν ἄκαρπον πρὶν δείξας ἀληθῶς, νῦν Ἐκκλησίαν ἀπείληφας, τὸν μισθὸν τῶν πόνων σου.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Κάλαμος θεόγραφος, ἡ θεοῤῥήμων σου γλῶσσα, τοῦ Ἁγίου Πνεύματος, Λουκᾶ παμμακάριστε ἐχρημάτισεν, ἀκριβῶς ἅπασι, τὴν δι᾿ εὐσπλαγχνίαν, τοῦ Σωτῆρος συγκατάβασιν, καὶ τὰ ζωήῤῥυτα, πάθη καὶ τὴν θείαν ἀνάστασιν, καὶ τὴν σεπτὴν ἀνάληψιν, διατεθειμένη σαφέστατα, καὶ καλλιγραφούσα τῶν σῶν συναποστόλων εὐκλεῶς, τὰ εὐαγῆ κατορθώματα, καὶ τὰς πράξεις ἔνδοξε.

 ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κλῆμα εὐφορώτατον, τῆς ζωηφόρου ἀμπέλου, φοῖνιξ εὐθαλέστατος, ὡς καρποὺς τὰς χάριτας προβαλλόμενος, ἀκεστὴρ ἔνθεος, χαρακτὴρ γνήσιος, κοινωνὸς καὶ ὁμοδίαιτος, Παύλου τοῦ μάκαρος καὶ ἀγαπητὸς ἐχρημάτισας, ἀπόστολε θεόληπτε, Εὐαγγελιστὰ θεαυγέστατε, λύχνε φαεσφόρε, καὶ ἔσοπτρον τῆς δόξης τοῦ Θεοῦ, τοῦ κενωθέντος καὶ σώσαντος, τοὺς σὲ μακαρίζοντας.

ὁ α’ χορός

Ἦχος πλ. δ´.

 Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὶὑμᾶςκαλέσωμεν

Τί σε ὀνομάσω, ἀπόστολε; οὐρανὸν ὅτι τὴν δόξαν διηγήσω τοῦ Θεοῦ; ἀστραπὴν ὅτι τὸν κόσμον καταυγάζεις φωτισμῷ; νεφέλην ἐπομβροῦσαν θεῖα νάματα; Κρατῆρα τῆς σοφίας ἐνθεώτατον; οἶνον ἡμῖν ἀναβρύοντα, τὸν τὰς καρδίας εὐφραίνοντα; Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Τί σε νῦν προσείπω θεόληπτε; Ποταμὸν ἐκ Παραδείσου προερχόμενον ἡμῖν; κιβωτὸν τῆς Διαθήκης ἣν διέθετο Χριστός; φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα; λυχνίαν, Ἐκκλησίαν καταυγάζουσαν; ἄρτον ζωῆς, θείαν τράπεζαν, ποτήριον θείου Πνεύματος. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Τί σε νῦν θεόπτα καλέσωμεν; Λειτουργὸν τῶν μυστηρίων δραστικώτατον Χριστοῦ; τῆς σκηνῆς τῆς νοουμένης ἀρχιτέκτονα σοφόν; τὰς πλάκας, λατομοῦντα τὰς τῆς χάριτος; τὸν νόμον, γεγραφότα τὸν καινότατον; τὸν ἐκ Σιὼν προερχόμενον καὶ διὰ σοῦ κηρυττόμενον. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τί σε νῦν καλέσωμεν ἔνδοξε, θησαυρὸν τῶν οὐρανίων χαρισμάτων ἀσφαλῆ; Ἰατρὸν καὶ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἀκριβῆ; τοῦ Παύλου, συνεργάτην καὶ συνέκδημον; τὰς πράξεις, ἀποστόλων ἐκτιθέμενον; Πολλὰ Λουκᾶ τὰ ὀνόματα, ἡ ἀρετή σοι πεποίηκεν. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 ὁ α’ χορός

Δξα Πατρί…Ἦχος πλ. β’  

Ἀνατολίου

πόστολε Χριστοῦ, καὶ τῶν θείων δογμάτων Συγγραφεῦ, καί τῆς Ἐκκλησίας ἑδραίωμα· σὺ ὡς ἀληθῶς, τὰς ἐν ζόφῳ τῆς ἀγνωσίας καρδίας, εἰσδυσάσας ἐν τῷ βυθῷ τῆς ἀπωλείας, ἑλκύσας θεηγορίαις, διέσωσας ὡς ἐκ σάλου τρικυμίας, ὀπαδὸς γενόμενος τοῦ σκεύους τῆς ἐκλογῆς Παύλου, ἀλλὰ καὶ μιμητής. Ὅθεν αἰτοῦμέν σε, Λουκᾶ ἀξιάγαστε, τῶν Ἀντιοχέων τὸ ἐγκαλλώπισμα. Πρέσβευε τῷ Σωτῆρι καὶ Θεῷ ὑπὲρ τῶν πίστει ἐκτελούντων τὴν ἀεισέβαστον μνήμην σου.

             ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον Ἦχος πλ. β’  

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Τετάρτῃ ἑσπέρας

Ἦχος β’

ὁ α’ χορός

Θεός, ἐν τῷ ὀνόματι σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

ὁ β’ χορός

Θεός, ἐν τῷ ὀνόματι σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

ὁ α’ χορός

Στχ. Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.  ἐνώτισαι τά ρήματα τοῦ στόματός μου.

Θεός, ἐν τῷ ὀνόματι σου σῶσον με, καν τ δυνμει σου κρινες με.

 

 καὶ τὰ ἀναγνώσματα.

Καθολικῆς Α´ ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα. (Α΄, 13-20)

γαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ σὺ σχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἁγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται: Ἅγιοι γένεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας χρόνον ὑμῶν ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἡ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.

Καθολικῆς Α´ ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα. (Δ΄ 20-Ε´ 5)

 

γαπητοί, ἐὰν τίς εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστί· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακε, τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον, καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰμὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;

Καθολικῆς ἐπιστολῆς Ἰακώβου τὸ ἀνάγνωσμα. (Γ΄ 1-12)

δελφοί, μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα· πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα· ἴδε τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν, πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. Ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ σκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται. Οὕτως καὶ ἡ γλῶσσα, μικρὸν μέλος ἐστὶ καὶ μεγαλαυχεῖ. Ἰδοὺ ὀλίγον πῦρ, ἡλίκην ὕλην ἀνάπτει! Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. Οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ, τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι, ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ πατέρα καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς καθ᾿ ὁμοίωσιν Θεοῦ γεγονότας ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρῇ, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἡ ἄμπελος σῦκα; οὕτως οὐδεμία πηγὴ ἀλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.

ὁ διάκονος:

  •         Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
  • Κύριε ἐλέησον. (ἅπαξ)
  • ·       Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  •  Κύριε ἐλέησον. (ἅπαξ)
  •         Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  •         Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
  •  Κύριε ἐλέησον (ἐκ τρίτου)
  •         Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
  •  Κύριε ἐλέησον (ἐκ τρίτου)
  •        Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει ἢ νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • ·       Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • ·       Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Κύριε ἐλέησον (ἅπαξ)

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

 

Ὁ Προεστὼς ἢ ὁναγνστης:

μήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • · Ὁ διάκονος:
  •        Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
  • Κύριε ἐλέησον.
  • ·      ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
  • Κύριε ἐλέησον.
  • ·       Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  •     Σοὶ Κύριε.

τι γαθς κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τγίῳ Πνεματι, νν καε κα ες τοὺς αἰῶνας των αἰώνων.

Χορς: μήν.

Εἰρήνη πᾶσι.

Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Σοί, Κύριε.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εἰς τὴν Λιτήν,

Ἰδιόμελα.

 ὁ α’ χορός

Ἦχος α´.

πέφανε σήμερον ὡς οὐρανὸς ἔμψυχος, Λουκᾶς ὁ Ἀπόστολος, καὶ ταῖς τοῦ Πνεύματος χάρισιν ὡς ἐν ἀστράσι θείοις, τὸ τῆς Ἐκκλησίας στερέωμα λαμπρύνει. Δεῦτε οὖν τῶν εὐσεβῶν τὰ πληρώματα, ἐν καθαρᾷ διανοίᾳ, τῶν τούτου δωρεῶν ἐμφορηθῶμεν, ἀστράπτει γὰρ ῥήματα ζωῆς τοῖς ἐν κακίᾳ νεκρωθεῖσιν, ὕδωρ προῤῥέει τὸ ἁλλόμενον, ἐξ ὑπερῴων τῆς θείας χρηστότητος, τοῖς ἐν αὐχμῷ ἀπιστίας τηκομένοις καὶ τὸν τῆς δικαιοσύνης ἥλιον, τὸν ἐξ ὕψους ὡς ἀνατολὴν κόσμῳ φανέντα, τοῖς ἐν σκιᾷ καὶ χώρᾳ τοῦ θανάτου εὐαγγελίζεται, καὶ πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἱερὰν αὐτοῦ πανήγυριν.

 ὁ β’ χορός

Ἦχοςαὐτός.

ξ εἰδωλικῆς ἀχλύος, πρὸς ἀποστολικὴν περιωπήν, ὡς ἄστρον πολύφωτον, Λουκᾶ ἀνέλαμψας, καταυγασθεὶς γὰρ ταῖς τοῦ Παύλου ἀκτῖσι, τὴν τοῦ Λόγου συγκατάβασιν, ἀκριβῶς ἐμυήθης, ὅθεν καὶ τοῖς πανσόφοις σοῦ δόγμασι, τὴν οἰκουμένην κατεφώτισας, τὴν ἀγνωσίαν ἐμείωσας. Καὶ νῦν τῶν καθαρῶν ἐπιλάμψεων, θεωρὸς τυγχάνων, τὰς καρδίας ἡμῶν φώτισον, τὰ τοῦ Κυρίου ποιεῖν θελήματα.

 ὁ α’ χορός

Ἦχος β´.

Τοῦ Παύλου συνέκδημος, καὶ συνεργάτης ἀγαπητός, περιουσία πίστεως, Λουκᾶ Ἀπόστολε γέγονας, σὺν αὐτῷ γὰρ περιελθὼν τὴν κτίσιν, τῶν δεσμῶν αὐτοῦ ἐκοινώνησας, καὶ τοὺς δεσμευθέντας τῇ πλάνῃ ἠλευθέρωσας, τῆς γὰρ ἐλευθέρας Σιών, τὰ ἀγαθὰ εὐαγγελιζόμενος, ἐν δυνάμει λόγου ἐβόας· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος, παιδεύουσα ἡμᾶς, πρὸς καταρτισμὸν τελειότητος.

 ὁ β’ χορός

Ἦχος γ´.

.

Λουκᾶ ἀπόστολε τίσιν ἐπαίνοις ἀξίοις, πρὸς εὐφημίαν σου χρησώμεθα, οὗ ὁ ἔπαινος ἐξ ἔργων, ἐν πάσαις ταῖς Ἐκκλησίαις ἤστραψε; Σὺ γὰρ τῷ σκεύει τῆς ἐκλογῆς μαθητευθείς, τῶν θεϊκῶν μυστηρίων ὑφηγητής, καὶ ὀξυγράφος γραμματεὺς ἀναδέδειξαι. Ὅθεν τὸ τῆς εἰρήνης διαχαράξας Εὐαγγέλιον, τὴν τοῦ Χριστοῦ οἰκονομίαν διετράνωσας τοῖς πέρασι. Καὶ νῦν ἀπαύστως δυσώπει. ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 ὁ α’ χορός

Ἦχος δ΄

.

Τῷ τῆς σοφίας ἀλιευτικῷ καλάμῳ, τῆς νοητῆς θαλάσσης τὸν βυθὸν ἀνιχνεύων, ἐκ θανατηφόρου βυθοῦ τὰς τῶν πιστῶν ψυχὰς ἐζώγρησας, Λουκᾶ παμμακάριστε. Ὅθεν τῷ Παύλῳ μαθητευθείς, ὅλην ἐκάθηρας τὴν σαυτοῦ καρδίαν, τῇ ἐπιλάμψει τοῦ Πνεύματος. Καὶ τοῖς δόγμασί σου τὰ ἔθνη φωτίσας, τὰ τῶν παθῶν νοσήματα τοῖς θαύμασιν ἰάτρευσας, Χριστὸν τὸν Θεόν, ὑπὲρ ἡμῶν ἀεὶ δυσωπῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 ὁ β’ χορός

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε πᾶσα κτίσις, τὸν ἀληθῶς ἰατρὸν πνευματικὸν, καὶ τοῦ Σωτῆρος μαθητήν, Λουκᾶν τὸν ἀοίδιμον, ἐν ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ ἀθεΐας τὴν νόσον, τῷ ἐπιχρίσματι τῆς Χριστοῦ κολυμβήθρας ἐθεράπευσε, καὶ ποταμοὺς θεοβρύτων ναμάτων ἐκ στόματος, ἐμψυχωμέναις χώραις, τοῦ Εὐαγγελίου κατήρδευσεν, ὅθεν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ προφητικῶς, εἰς τὴν οἰκουμένην καὶ πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 ὁ α’ χορός

Καὶ νῦν. Θεοτοκίον.

 Ἦχος πλ. δ΄.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


ΕἰςτὸνΣτίχον, ΣτιχηρὰΠροσόμοια.

 

Ἦχος πλ. α’ 

ὁ α’ χορός

 Χαίροιςἀσκητικῶν 

Χάρις τοῖς  χείλεσί σου Λουκᾶ, πυρίνῃ γλώσσῃ ἐξεχύθη Ἀπόστολε, καὶ γλῶσσα πυρὸς ἐδείχθης, λόγους ἐκπέμπων φωτός, τοῖς  φωτὸς ἀξίοις τῷ κηρύγματι, βολίδας φλεγούσας δέ, τοῖς  τὸ σκότος ποθήσασι, γράφων διδάσκων, τὸ σεπτὸν Εὐαγγέλιον, καὶ ὀσμὴ ζωῆς, τοῖς  ζωὴν ὄντως θέλουσιν, ὤφθης ὡς Παῦλος ἔφησεν, ὃν ἔσχες διδάσκαλον· ὀσμὴ θανάτου δὲ πάλιν, τοῖς  μὴ ζωὴν ἀγαπήσασιν. Ἀλλ’ ἡμῖν εἰρήνην, καὶ ζωὴν καὶ φῶς παράσχου, καὶμέγαἔλεος.

 ὁ β’ χορός

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

 γνωμεν ἐκ τῶν λόγων τῶν σῶν, καθάπερ ἔφης τὴν τῶν λόγων ἀσφάλειαν, ὧν ἔθου ἐνθέως Μύστα· ἐπείπερ γράψαι ἡμῖν, περὶ τῶν πραγμάτων ἐπεχείρησας, ὧν πεπληροφόρησαι, καὶ καθὼς σοι παρέδωκαν, οἱ πρὶν αὐτόπται, ὧν καὶ σὺ ἴσος γέγονας, ὑπηρέτης τε, τῆς τοῦ Λόγου σαρκώσεως, ὃν μετὰ τὴν Ἀνάστασιν, εἰς Ἐμμαοὺς ἔβλεψας, καὶ καιομένῃ καρδίᾳ, μετὰ Κλεόπα συνέφαγες. Αὐτοῦ θείας θέρμης, καὶ ἡμῶν τῶν σὲ τιμώντων, τὰςψυχὰςπλήρωσον.

         ὁ α’ χορός

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

 Χαῖρε ὁ μόνος γράψας ἡμῖν, τὸ Χαῖρε χαίρων τῆς Ἁγνῆς Εὐαγγέλιον, καὶ ταύτην Κυριοτόκον, εἰπόντα τὸν Βαπτιστήν, ἐκ γαστρὸς οὗ γράφεις, καὶ τὴν σύλληψιν· καὶ Λόγου τὴν σάρκωσιν, πειρασμοὺς καὶ τὰ θαύματα, λόγους καὶ πάθη, τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἔγερσιν, ἣν περ εἶδες, καὶ ἄνοδον, Πνεύματός τε τὴν κάθοδον, κηρύκων τὰς πράξεις τε, καὶ ἐξαιρέτως τοῦ Παύλου, οὗ περ ἐδείχθης συνέκδημος, ἀκέστορ καὶ Μύστα, καὶ φωστὴρ τῆς Ἐκκλησίας, ἣνφρούρειπάντοτε.

         ὁ β’ χορός

Δόξα… Ἦχος πλ. β’

Πάνσοφε Ἁλιεῦ, Ἅγιε Μαθητά, ἐργάτα τοῦ Σωτῆρος, καὶ θρίαμβε τῶν αὐτοῦ παθημάτων·ὁ τὴν κτίσιν τῇ πίστει διαδραμὼν, καὶ τῆς πλάνης τὰ ἔθνη συναγαγὼν, καὶ Θεῷ προσενέγκας, ὡς θυμίαμα καλόν, εἰς οὐρανοὺς εὐωδώθης. Διὸ παριστάμενος τῷ Κριτῇ, πρέσβευε ῥυσθῆναι ἡμᾶς, τῶν ἀνομιῶν ἡμῶν, καὶ ἐν ἡμέρᾳ κρίσεως, λυτρωθῆναι κολάσεως.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

 Ἦχος πλ. β’

ποιητὴς καὶ λυτρωτής μου πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νυδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε, διό σοι πάναγνε, ὡς τοῦ Θεοῦ μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως τὸ χαῖρε τοῦ ἀγγέλου. Χαῖρε δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

ὁ προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ναγνστης: γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).

Δξα Πατρί… Κα νν…

  • ·       Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
  • ·       Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
  • ·       Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
  • ·       γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
  • ·       ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δξα Πατρί… Κα νν…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ ἱερεύς:

τι σοῦ στν βασιλεα κα δναμις κα δξα τοῦ Πατρς κα τοῦ Υο κα τοῦ γου Πνεματος, νν καε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορὸς

πολυτκιον. Ἦχος δ´.

Ταχὺ προκατάλαβε.

κέστωρ σοφώτατος ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος τῆς Θεοτόκου Μητρός, ἐδείχθης Ἀπόστολε, ἔγραψας μάκαρ λόγους, διὰ Πνεύματος θείου, ἔδωκας ἐννοῆσαι συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας, διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

ὁ β’ χορός

Ἦχος δ´.

Δόξα,.

Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

πόλυσις

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

 17 ΟΚΤ12 ΕΣΠΕΡΙΝΟΣ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΛΟΥΚΑ (ΕΞ ΙΔΙΑΙΤΕΡΑΣ ΦΥΛΛΑΔΟΣ)

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s