Αρχείο κατηγορίας ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

«Ἀνέτειλε τὸ ἔαρ» ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δοξαστικὸν
Ἦχος πλ. α’
Θεοφάνους
Ἀνέτειλε τὸ ἔαρ, δεῦτε εὐωχηθῶμεν, ἐξέλαμψεν ἡ Ἀνάστασις Χριστοῦ, δεῦτε εὐφρανθῶμεν ἡ τοῦ Ἀθλοφόρου μνήμη, τοὺς πιστοὺς φαιδρύνουσα ἀνεδείχθη· διὸ φιλέορτοι, δεῦτε μυστικῶς αὐτὴν πανηγυρίσωμεν· οὗτος γὰρ ὡς καλὸς στρατιώτης, ἠνδρίσατο κατὰ τῶν τυράννων, καὶ τούτους κατῄσχυνε, μιμητὴς γενόμενος τοῦ πάθους τοῦ Σωτῆρος Χριστοῦ, οὐκ ἠλέησε τὸ σκεῦος τὸ πήλινον τὸ ἑαυτοῦ, ἀλλὰ γυμνὸν ἀνεχάλκευσεν, ἐν βασάνοις αὐτὸ προσαμειβόμενος, αὐτῷ βοήσωμεν· Ἀθλοφόρε ἱκέτευε, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

«Πᾶσα γλῶσσα κινείσθω» ΗΧΟΣ ΠΛ. Δ΄ΔΟΞΑ..ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΑΓΙΑ ΕΥΦΗΜΙΑΣ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δοξαστικὸν 
Ἦχος πλ. δ’ 
Πᾶσα γλῶσσα κινείσθω πρὸς εὐφημίαν, τῆς πανευφήμου Εὐφημίας, ἅπαν γένος καὶ ἡλικία πᾶσα, νεανίσκοι καὶ παρθένοι, τὴν Χριστοῦ παρθενομάρτυρα, ἐγκωμίοις καταστέψωμεν· νομίμως γὰρ ἀνδρισαμένη, καὶ τὸ χαῦνον τοῦ θήλεος ἀπορρίψασα, δι’ ἀθλητικῶν πόνων, τὸν τύραννον ἐχθρὸν καταβέβληκεν, οὐρανίῳ δὲ καὶ θείῳ στέφει κοσμηθεῖσα, αἰτεῖται τῷ νυμφίῳ καὶ Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

«Χίλια χρόνια να ψάλλετε το ίδιο Εωθινό θα λέτε»

Η συνέντευξη του αείμνηστου Πρωτοψάλτου Θρασυβούλου Στανίτσα στο Τηλεοπτικό Κανάλι ΡΙΚ στον δημοσιογράφο Νίκο Σπανό.

«Τὴν σήμερον μυστικῶς»ΔΑΝ.ΚΑΡΑΜΠΑΣΗΣ/ ΘΡ.ΣΤΑΝΙΤΣΑΣ/ΛΥΚ. ΑΓΓΕΛΟΠΟΥΛΟΣ

Δόξα…
Ἦχος πλ. β’
Τὴν σήμερον μυστικῶς, ὁ μέγας Μωϋσῆς προδιετυποῦτο λέγων· Καὶ εὐλόγησεν ὁ Θεός, τὴν ἡμέραν τὴν ἑβδόμην· τοῦτο γάρ ἐστι τὸ εὐλογημένον Σάββατον· αὕτη ἐστίν ἡ τῆς καταπαύσεως ἡμέρα, ἐν ᾗ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας, τῇ σαρκὶ σαββατίσας, καὶ εἰς ὃ ἦν, πάλιν ἐπανελθών, διὰ τῆς Ἀναστάσεως, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

«Τὴν ὑψηλόφρονα γνώμην»  Ἦχος πλ. δ’ ΔΟΞΑ..ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ Γ΄ΝΗΣΤΕΙΩΝ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

 

Δόξα… Ἦχος πλ. δ’
Τὴν ὑψηλόφρονα γνώμην τῶν κακίστων Φαρισαίων ὁ πάντων Κύριος παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε καὶ μὴ ὑψηλοφρονεῖν, παρ’ ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν ὑπογραμμὸς καὶ τύπος ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσεν. Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν, ὁ παθὼν ὑπὲρ ἡμῶν καὶ ἀπαθής διαμείνας Θεὸς τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

«Ἡ χάρις ἐπέλαμψε τῆς ἀληθείας» ΔΟΞΑ..ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δόξα… Ἦχος β’ 
Ἡ χάρις ἐπέλαμψε τῆς ἀληθείας, τὰ προτυπούμενα πάλαι σκιωδῶς νῦν ἀναφανδὸν ἐκτετέλεσται· ἰδοὺ γὰρ ἡ Ἐκκλησία, τὴν ἔνσωμον Εἰκόνα Χριστοῦ, ὡς ὑπερκόσμιον κόσμον ἐπαμφιέννυται, τῆς σκηνῆς τοῦ μαρτυρίου τὸν τύπον προϋπογράφουσα, καὶ τὴν Ὀρθόδοξον Πίστιν κατέχουσα, ἵνα ὃν σεβόμεθα, τούτου καὶ τὴν Εἰκόνα διακρατοῦντες μὴ πλανώμεθα. Ἐνδυσάσθωσαν αἰσχύνην, οἱ οὕτω μὴ πιστεύοντες· ἡμῖν γὰρ δόξα τοῦ Σαρκωθέντος ἡ μορφή, εὐσεβῶς προσκυνουμένη, οὐ θεοποιουμένη. Ταύτην κατασπαζόμενοι, πιστοὶ βοήσωμεν· Ὁ Θεὸς σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου. 

«ΜΗ ΠΡΟΣΕΥΞΩΜΕΘΑ» ‘Φαρισαῖος κενοδοξίᾳ νικώμενος» ΗΧΟΣ Α΄ ΙΔΙΟΜΕΛΑ ΤΟΥ ΤΡΙΩΔΙΟΥ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ / ΧΟΡΩΔΙΑ «ΓΕΩΡΓΙΟΣ ΚΑΡΑΚΑΣΗΣ»

Ἦχος α’
Ἰδιόμελα  τοῦ Τριῳδίου
Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ταπεινωθῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νηστείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς.

Ἦχος α’
Φαρισαῖος κενοδοξίᾳ νικώμενος, καὶ Τελώνης τῇ μετανοίᾳ κλινόμενος, προσῆλθόν σοι τῷ μόνῳ Δεσπότῃ, ἀλλ’ ὁ μὲν καυχησάμενος, ἐστερήθη τῶν ἀγαθῶν, ὁ δὲ μὴ φθεγξάμενος, ἠξιώθη τῶν δωρεῶν. Ἐν τούτοις τοῖς στεναγμοῖς, στήριξόν με Χριστὲ ὁ Θεὸς ὡς φιλάνθρωπος.

 

 

 

 

 

 

«Σοφίας ἐραστὴς γενόμενος Ὅσιε» Ἦχος πλ. δ’ ΔΟΞΑ.. ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δοξαστικὸν 
Ἦχος πλ. δ’ 
Ἀνατολίου 
Σοφίας ἐραστὴς γενόμενος Ὅσιε, καὶ πάντων τῶν ὄντων, τὴν πρὸς Θεὸν προκρίνας συμβίωσιν, μελέτην θανάτου, εἰκότως τῷ βίῳ κατέλιπες· τὰ γὰρ σαρκὸς πάθη, ἐγκρατείας πόνοις, σεαυτῷ περιελόμενος, καὶ θείου μελέτῃ Νόμου, ἀδούλωτον τῆς ψυχῆς τηρήσας τὸ ἀξίωμα, ἀρετῆς περιουσίᾳ, ὅλον τῆς σαρκὸς τὸ φρόνημα, καθυπέταξας τῷ πνεύματι· διὸ σάρκα μισήσας, καὶ κόσμον καὶ κοσμοκράτορα, παριστάμενος τῷ Χριστῷ, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

«Αἷμα καὶ πῦρ»Ἦχος πλ. δ’ ΔΟΞΑ..ΑΙΝΩΝ ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ ΔΑΝΙΗΛ ΚΑΡΑΜΠΑΣΗΣ/ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δοξαστικὸν 
Ἦχος πλ. δ’ 
Ἀνατολίου 
Αἷμα καὶ πῦρ, καὶ ἀτμίδα Καπνοῦ, τέρατα γῆς, ἃ προεῖδεν Ἰωήλ, αἷμα τὴν Σάρκωσιν· πῦρ τὴν Θεότητα· ἀτμίδα δὲ καπνοῦ, τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ἐπελθὸν τῇ Παρθένῳ, καὶ κόσμον εὐωδιάσαν. Μέγα τὸ μυστήριον, τῆς σῆς ἐνανθρωπήσεως, Κύριε δόξα σοι.

 

«Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος» Ἦχος πλ. δ’ ΔΟΞΑ..ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ ΓΕΡ. ΠΡΕΒΕΖΙΑΝΟΣ/ ΦΩΤΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ / ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ ΛΕΩΝΙΔΑΣ ΑΣΤΕΡΗΣ

Δοξαστικὸν, Τῶν Πατέρων 
Ἦχος πλ. δ’ 
Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν Γέννησιν, τοῖς πρὸ τοῦ νόμου τὴν Χάριν εὐαγγελιζομένοις, ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν· ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὔσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως. Κύριε δόξα σοι.

Συνέχεια ανάγνωσης «Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος» Ἦχος πλ. δ’ ΔΟΞΑ..ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ ΓΕΡ. ΠΡΕΒΕΖΙΑΝΟΣ/ ΦΩΤΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ / ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ ΛΕΩΝΙΔΑΣ ΑΣΤΕΡΗΣ

«Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν» Ἦχος βαρὺς  ΔΟΞΑ…ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ ΠΑΝ. ΝΕΟΧΩΡΙΤΗΣ/ΛΕΩΝ. ΑΣΤΕΡΗΣ/ ΧΑΡ. ΤΑΛΙΑΔΩΡΟΣ /ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δοξαστικὸν, Τῶν Ἁγίων Προπατόρων 
Ἦχος βαρὺς 
Γερμανοῦ 
Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην, τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν, τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν τῷ Δανιὴλ εὐφημήσωμεν, τῶν Προφητῶν τὰς προρρήσεις ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν· ἰδοὺ ἡ Παρθένος, ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ· ὃ ἐστι μεθ’ ἡμῶν ὁ Θεός.