Αρχείο κατηγορίας ΟΡΘΟΔΟΞΗ ΛΑΤΡΕΙΑ

ΕΣΠΕΡΙΝΟΣ ΜΕΤΑ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (7 ΑΥΓΟΥΣΤΟΥ 2019)

8 ΑΥΓΟΥΣΤΟΥ 2019

Μνμη το γου Αμιλιανο, πισκπου Κυζκου.

Τ ΤΕΤΑΡΤ ΕΣΠΕΡΑΣ (7/8/19)

Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΜΕΤΑ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (7 ΑΥΓΟΥΣΤΟΥ 2019)

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΩΝ ΚΥΡΙΛΛΟΥ ΚΑΙ ΜΕΘΟΔΙΟΥ (11 ΜΑΪΟΥ)

Ποιηθεῖσα ἐν Ἁγίῳ Ὄρει ὑπὸ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ ἐκδοθεῖσα προνοίᾳ τοῦ Σεβ. Μητροπολίτου Θεσσαλονίκης κ. Παντελεήμονος κατόπιν ἐγκρίσεως τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος».

Τῌ ΙΑ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ

    Μνήμη τῶν Ἁγίων, ἐνδόξων ἰσαποστόλων καὶ αὐταδέλφων Κυρίλλου καὶ Μεθοδίου, τῶν Θεσσαλονικέων, φωτιστῶν τῶν Σλάβων καὶ ἁπάσης Εὐρώπης.

Συνέχεια ανάγνωσης ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΩΝ ΚΥΡΙΛΛΟΥ ΚΑΙ ΜΕΘΟΔΙΟΥ (11 ΜΑΪΟΥ)

«Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως» Ἦχος πλ. δ’ ΙΔΙΟΜΕΛΟΝ ΤΟΥ ΣΤΑΥΡΟΥ ΦΩΤΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ

Ἦχος πλ. δ’
Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῷ Σταυρῷ προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται· χολῆς καὶ ὄξους γεύεται ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, στέφανον ἐξ ἀκανθῶν περιβάλλεται ὁ καλύπτων οὐρανὸν τοῖς νέφεσι , χλαῖναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνῃ χειρὶ ὁ τῇ χειρὶ πλάσας τὸν ἄνθρωπον,τόν νῶτον φραγγελοῦται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται ὀνειδισμοὺς καὶ κολαφισμοὺς, καὶ πάντα ὑπομένει δι’ ἐμὲ τὸν κατάκριτον ὁ Λυτρωτής μου καὶ Θεὸς ἵνα σώσῃ Κόσμον ἐκ πλάνης ὡς εὔσπλαγχνος

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ (25 ΔΕΚΕΜΒΡΙΟΥ 2018)

25 ΔΕΚΕΜΒΡΙΟΥ 2018

+Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Αποτέλεσμα εικόνας για γεννηση του χριστου

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ (25 ΔΕΚΕΜΒΡΙΟΥ 2018)

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΜΕΘΟΔΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΑΤΑΡΩΝ (20 ΙΟΥΝΙΟΥ)

Ἱερομάρτυρος ΜΕΘΟΔΙΟΥ Ἐπισκόπου Πατάρων

Αποτέλεσμα εικόνας για ΑΓΙΟΣ ΜΕΘΟΔΙΟΣ

Ἀκολουθία Ἱερομάρτυρος ΜΕΘΟΔΙΟΥ Ἐπισκόπου Πατάρων

Ψαλλομένη τῇ 20η Ἰουνίου

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Συνέχεια ανάγνωσης ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΜΕΘΟΔΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΑΤΑΡΩΝ (20 ΙΟΥΝΙΟΥ)

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΤΟΥ ΘΩΜΑ) (2018)

15 AΠΡΙΛΙΟΥ 2018

+ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ

υριακ δευτρ π το Πσχα, τ γκανια ορτζομεν τς Χριστο ναστσεως, κα τν το γου ποστλου Θωμ ψηλφησιν.

Αποτέλεσμα εικόνας για ΚΥΡΙΑΚΗ ΤΟΥ ΘΩΜΑ

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΤΟΥ ΘΩΜΑ) (2018)

«ΣΤΙΧΗΡΑ ΑΙΝΩΝ» ΣΑΒΒΑΤΟΝ ΑΓΙΟΥ ΛΑΖΑΡΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΚΑΙ ΓΙΩΡΓΟΣ ΜΠΙΛΑΛΗΣ

Στιχηρὰ Ἰδιόμελα
Ἦχος α’
Ἀνάστασις καὶ ζωὴ τῶν ἀνθρώπων, ὑπάρχων Χριστέ, ἐν τῷ μνήματι Λαζάρου ἐπέστης, πιστούμενος ἡμῖν τὰς δύο οὐσίας σου μακρόθυμε, ὅτι Θεὸς καὶ ἄνθρωπος, ἐξ ἁγνῆς Παρθένου παραγέγονας· ὡς μὲν γὰρ βροτός, ἐπερώτας, ποῦ τέθαπται; ὡς δὲ Θεὸς ἀνέστησας, ζωηφόρῳ νεύματι, τὸν τετραήμερον.
Ἦχος α’
Λάζαρον τεθνεῶτα, τετραήμερον ἀνέστησας ἐξ ᾍδου Χριστέ, πρὸ τοῦ σοῦ θανάτου, διασείσας τοῦ θανάτου τὸ κράτος, καὶ δι’ ἑνὸς προσφιλοῦς τὴν πάντων ἀνθρώπων προμηνύων, ἐκ φθορᾶς ἐλευθερίαν· διὸ προσκυνούντές σου, τὴν παντοδύναμον ἐξουσίαν, βοῶμεν· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.
Ἦχος α’
Μάρθα καὶ Μαρία, τῷ Σωτήρι ἔλεγον· Εἰ ᾖς ὧδε Κύριε, οὐκ ἂν τέθνηκε Λάζαρος, Χριστὸς δὲ ἡ ἀνάστασις τῶν κεκοιμημένων, τὸν ἤδη τετραήμερον, ἐκ νεκρῶν ἀνέστησε. Δεῦτε πάντες οἱ πιστοὶ τοῦτον προσκυνήσωμεν, τὸν ἐρχόμενον ἐν δόξῃ, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος α’
Τῆς Θεότητός σου Χριστέ, παρέχων τοῖς Μαθηταῖς σου τὰ σύμβολα, ἐν τοῖς ὄχλοις ἐταπείνους σεαυτὸν ἀποκρύψαι ταύτην βουλόμενος· διὸ τοῖς Ἀποστόλοις, ὡς προγνώστης καὶ Θεός, τοῦ Λαζάρου τὸν θάνατον προηγόρευσας, ἐν Βηθανίᾳ δὲ παρὼν τοῖς λαοῖς, τοῦ φίλου σου τὸν τάφον ἀγνοῶν, μαθεῖν ἐζήτεις ὡς ἄνθρωπος· ἀλλ’ ὁ διὰ σοῦ τετραήμερος ἀναστάς, τὸ θεῖόν σου κράτος ἐδήλωσε, Παντοδύναμε Κύριε δόξα σοι.
Ἦχος δ’
Τεταρταῖον ἤγειρας τὸν φίλον σου Χριστέ, καὶ τὸν τῆς Μάρθας καὶ Μαρίας θρῆνον ἔπαυσας, ὑποδεικνύων τοῖς πᾶσιν, ὅτι αὐτὸς εἶ ὁ τὰ πάντα πληρῶν, θεϊκῇ δυναστείᾳ, αὐτεξουσίῳ θελήματι, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος εἶ ὁ ἐπὶ πάντων Θεός, δόξα σοι.
Ἦχος δ’
Μάρθα τῇ Μαρίᾳ ἐβόα· ὁ Διδάσκαλος πάρεστι, καὶ φωνεῖ σε, πρόσελθε. Ἡ δὲ δρομαία ἐλθοῦσα, ὅπου ἦν ἑστὼς ὁ Κύριος, ἰδοῦσα ἀνεβόησε· πεσοῦσα προσεκύνησε, καὶ τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα ἔλεγε· Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός.
Ἦχος πλ. δ’
Λάζαρον τεθνεῶτα, ἐν Βηθανίᾳ ἤγειρας τετραήμερον· μόνον γὰρ ὡς ἐπέστης τῷ μνήματι, ἡ φωνὴ ζωὴ τῷ τεθνεῶτι γέγονε, καὶ στενάξας ὁ ᾍδης, ἀπέλυσε φόβῳ. Μέγα τὸ θαῦμα! Πολυέλεε Κύριε δόξα σοι.
Ἦχος πλ. δ’
Καθὼς εἶπας Κύριε τῇ Μάρθᾳ· Ἐγώ εἰμι ἡ ἀνάστασις, ἔργῳ τὸν λόγον ἐπλήρωσας, ἐξ ᾍδου καλέσας τὸν Λάζαρον, κᾀμὲ φιλάνθρωπε, νεκρὸν τοῖς πάθεσιν, ὡς συμπαθής ἐξανάστησον, δέομαι.

«Ἀπεστάλη ἐξ οὐρανοῦ» ΗΧΟΣ ΠΛ. Β΄ ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΔΗΜ. ΠΑΪΚΟΠΟΥΛΟΣ

Ἦχος πλ. β’ 
Ἰωάννου Μοναχοῦ 
Ἀπεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος, εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλληψιν· καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἑλογίζετο ἐν ἑαυτῷ, τῷ θαῦμα ἐκπληττόμενος· ὅτι, Πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὤν, ἐκ παρθένου τίκτεται! ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ἐν μήτρᾳ χωρεῖται γυναικός! ᾧ τὰ Ἑξαπτέρυγα καὶ Πολυόμματα ἀτενίσαι οὐ δύνανται, λόγῳ μόνῳ ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε, Θεοῦ ἐστι Λόγος ὁ παρών. Τὶ οὖν ἵσταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ; Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ, χαῖρε ἁγνὴ Παρθένε, χαῖρε Νύμφη ἀνύμφευτε, χαῖρε Μήτηρ τῆς ζωῆς, εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.

«Ὥσπερ ἀλάβαστρον » ΗΧΟΣ ΠΛ. Α΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΧΑΡΑΛΑΜΠΟΥΣ ΝΙΚ.ΠΑΠΑΔΗΜΗΤΡΙΟΥ/ ΧΑΡ.ΣΥΜΕΩΝΙΔΗΣ

 

Δοξαστικὸν
Ἦχος πλ. α’
Ὥσπερ ἀλάβαστρον πλῆρες, ἡ τιμία σου κάρα θεσπέσιε, προχέει οἷόν τι μύρον πολύτιμον, τὰ ἰάματα, τούς τε πιστοὺς εὐωδιάζει θαυμασίως, καὶ τοὺς μετὰ πίστεως αὐτῇ προσιόντας, τῶν δεινῶν πάντων ῥύεται, τὴν δυσώδη τε πλάνην, καὶ νόσους παντοίας· καὶ τὴν πανώλην λοιμικὴν καταπαύουσα, εὐρωστίαν δωρεῖται πᾶσι, καὶ εἰρήνην καὶ μέγα ἔλεος.

«Τὴν λύραν τοῦ Πνεύματος» ΗΧΟΣ Α΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΘΕΟΛΟΓΟΥ / ΓΡ.ΑΝΑΣΤΑΣΙΟΥ

Ἦχος α’ 
Ἀνατολίου 
Τὴν λύραν τοῦ Πνεύματος, τὸ τῶν αἱρέσεων θέριστρον, καὶ ὀρθοδόξων ἥδυσμα, τὸν δεύτερον Ἐπιστήθιον, τὸν τοῦ Λόγου αὐτόπτην, τοῖς δόγμασι γενόμενον, τὸν σοφόν Ἀρχιποίμενα, τῆς Ἐκκλησίας τὰ θρέμματα, θεολογικοῖς ὕμνοις προσείπωμεν. Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ὁ δοὺς σεαυτὸν Γρηγόριε, ὡς ὁ Διδάσκαλος Χριστός, ὑπὲρ ἡμῶν, καὶ σὺν Παύλῳ χορεύεις, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν