Tag Archive | ORTHODOX

«Ὁ ἔνσαρκος ἄγγελος»ΗΧΟΣ Δ΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ

Ἦχος δ’ Ταχὺ προκατάλαβε  Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

«Δεῦτε τῶν ὀρθοδόξων τὸ σύστημα» «Προφῆτα κήρυξ Χριστοῦ» ΗΧΟΣ ΠΛ. Β’ ΔΟΞΑΣΤΙΚΑ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ

«Τῶν Προφητῶν τοὺς ἀκραίμονας» ΗΧΟΣ ΠΛ.Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ

Ἦχος πλ. δ’  Τῶν Προφητῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἠλίαν καὶ Ἐλισαῖον καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Προφητῶν σου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. 

Η Μητρόπολη Αιτωλίας και Ακαρνανίας για το περιστατικό με το «κάστανο του αγίου Παΐσίου»

Θέση στο ζήτημα που ανέκυψε, μετά το περιστατικό στο Αγρίνιο, όπου οι ιερείς του ναού του Αγίου Δημητρίου παρουσίασαν στο εκκλησίασμα, κατά την πανήγυρη του Αγίου Παΐσιου, ένα κάστανο που φέρεται να ανήκε στον αγιορείτη γέροντα πήρε η Μητρόπολη Αιτωλίας και Ακαρνανίας. Διαβάστε τη σχετική ανακοίνωση:

«ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ» ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΜΑΡΙΝΗΣ ΗΧΟΣ ΠΛ. Δ΄ΧΟΡΟΣ ΨΑΛΤΩΝ ΧΙΟΥ

Ἦχος πλ. δ’  Ὢ τοῦ παραδόξου θαύματος  Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἐπηρμένην ὀφρύν, τοῦ τὴν γῆν καὶ τὴν θάλασσαν, ἐξαλείφειν φάσκοντος, πρὸς τὴν γῆν ἐταπείνωσεν, ἁπαλὴ κόρη καὶ παναμώμητος, τὰς πανουργίας αὐτοῦ νικήσασα. Ὢ τῆς δυνάμεως, τοῦ Σταυροῦ καὶ χάριτος! ἥτις ἡμῶν, πᾶσαν ὑπεστήριξε, σαφῶς ἀσθένειαν.  Μάρτυς Μαρῖνα Πανεύφημε, οὔτε βασάνων τὸ πῦρ, οὐ […]

«Ἀθλητικὴν ὁδεύσασα ὁδόν» ΗΧΟΣ ΠΛ.Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΜΑΡΙΝΗΣ ΧΟΡΟΣ ΨΑΛΤΩΝ ΧΙΟΥ

Δοξαστικὸν Ἦχος πλ. β’ Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Μαρῖνα πανσεβάσμιε, καὶ ὡς μὲν παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἀπελαύνειν πᾶσαν νόσον ἐξ ἀνθρώπων. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

«Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα» ΗΧΟΣ ΠΛ.Α’ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΜΑΡΙΝΗΣ

Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον. Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες, καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος· τὸν γὰρ ἀόρατον ἐχθρὸν κατεπάτησας στερρῶς ὀφθέντα σοὶ Ἀθληφόρε. Καὶ νῦν πηγάζεις τῷ κόσμῳ τῶν ἰαμάτων τὰ δωρήματα.