Εορτάζοντες την 1ην του μηνός Ιουλίου

https://i0.wp.com/pigizois.net/sinaxaristis/07/01.jpg


  • ΟΙ ΑΓΙΟΙ ΚΟΣΜΑΣ και ΔΑΜΙΑΝΟΣ, οι Ανάργυροι

  • Ο ΟΣΙΟΣ ΠΕΤΡΟΣ του Πατρικίου εν τοις Ευάνδρου

  • ΟΙ ΑΓΙΟΙ 2000 ΜΑΡΤΥΡΕΣ

  • Ο ΑΓΙΟΣ ΜΑΥΡΙΚΙΟΣ

  • ΟΙ ΑΓΙΟΙ 25 ΜΑΡΤΥΡΕΣ, οι εν Νικομηδεία

  • Ο ΟΣΙΟΣ ΒΑΣΙΛΕΙΟΣ, κτήτορας της Μονής Βαθέος Ρύακος.

  • Ο ΑΓΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΣ, ο Θαυματουργός και οι συν αυτώ.

  • Ο ΟΣΙΟΣ ΛΕΩΝ, ο ερημίτης

  • Ο ΑΓΙΟΣ LEONORUS (Ουαλός)

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 1ην του μηνός Ιουλίου

Advertisements

«Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν Πέτρον καὶ Παῦλον» ΣΤΙΧΗΡΟ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ ΗΧΟΣ Β΄ ΧΟΡΩΔΙΑ ΧΑΝΙΩΝ

Ἦχος β’ Αὐτόμελον

Ἀνδρέου Πυροῦ

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν Πέτρον καὶ Παῦλον; τοὺς διῃρημένους τοῖς σώμασι, καὶ ἡνωμένους τῷ Πνεύματι, τοὺς θεοκηρύκων πρωτοστάτας, τὸν μέν, ὡς τῶν Ἀποστόλων προεξάρχοντα, τὸν δέ, ὡς ὑπὲρ τοὺς ἄλλους κοπιάσαντα· τούτους γὰρ ὄντως ἀξίως, ἀθανάτου δόξης, διαδήμασι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

«ΠΟΙΟΙΣ ΕΥΦΗΜΙΩΝ» «ΠΟΙΟΙΣ ΥΜΝΩΔΙΩΝ» ΗΧΟΣ Β΄

Ἦχος β’ Αὐτόμελον

Ἀνδρέου Πυροῦ

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν Πέτρον καὶ Παῦλον; τοὺς διῃρημένους τοῖς σώμασι, καὶ ἡνωμένους τῷ Πνεύματι, τοὺς θεοκηρύκων πρωτοστάτας, τὸν μέν, ὡς τῶν Ἀποστόλων προεξάρχοντα, τὸν δέ, ὡς ὑπὲρ τοὺς ἄλλους κοπιάσαντα· τούτους γὰρ ὄντως ἀξίως, ἀθανάτου δόξης, διαδήμασι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν Πέτρον καὶ Παῦλον, τῆς θεογνωσίας τὰς πτέρυγας, τὰς διαπτάσας τὰ πέρατα, καὶ πρὸς οὐρανὸν ἀνυψωθείσας, τὰς χεῖρας, Εὐαγγελίου τοῦ τῆς χάριτος, τοὺς πόδας, τῆς ἀληθείας τοῦ κηρύγματος, τοὺς ποταμοὺς τῆς σοφίας, τοῦ Σταυροῦ τὰ κέρατα, δι’ ὧν δαιμόνων ὀφρύν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος.

«Ἡ πάνσεπτος τῶν Ἀποστόλων, ἐπεδήμησεν ἑορτή» ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ ΗΧΟΣ ΠΛ. Β΄ ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΠΡΙΓΓΟΣ

Δόξα… Ἦχος πλ. β’

Κοσμᾶ Μοναχοῦ

Ἡ πάνσεπτος τῶν Ἀποστόλων, ἐπεδήμησεν ἑορτή, τῇ Ἐκκλησίᾳ Χριστοῦ, προξενοῦσα σωτηρίαν ἡμῖν, μυστικῶς οὖν κροτήσαντες τούτοις προσείπωμεν· Χαίρετε φωστῆρες τῶν ἐν σκότει, τοῦ ἡλίου ἀκτῖνες ὑπάρχοντες. Χαίρετε Πέτρε καὶ Παῦλε, δογμάτων τῶν θείων θεμέλιοι ἀρραγεῖς, φίλοι τοῦ Χριστοῦ, σκεύη τίμια. Πάρεστε μέσον ἡμῶν ἀοράτως, καταξιοῦντες δωρεῶν ἀΰλων, τοὺς τὴν ἡμῶν ἑορτήν, εὐφημοῦντας ᾄσμασι.

«Ἑορτὴ χαρμόσυνος, ἐπέλαμψε τοῖς πέρασι σήμερον» ΔΟΞΑΣΤΙΚΟ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ ΗΧΟΣ ΠΛ. Β΄ ΧΟΡΟΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ

 

Δόξα… Ἦχος πλ. β’

Ἐφραὶμ Καρίας

Ἑορτὴ χαρμόσυνος, ἐπέλαμψε τοῖς πέρασι σήμερον, ἡ πάνσεπτος μνήμη τῶν σοφωτάτων Ἀποστόλων, καὶ κορυφαίων Πέτρου καὶ Παύλου· διὸ καὶ Ῥώμη συγχαίρει χορεύουσα. Ἐν ᾠδαῖς καὶ ὕμνοις ἑορτάσωμεν καὶ ἡμεῖς ἀδελφοί, τὴν πανσεβάσμιον ταύτην ἡμέραν, βοῶντες πρὸς αὐτούς· Χαῖρε, Πέτρε Ἀπόστολε, καὶ γνήσιε φίλε, τοῦ σοῦ διδασκάλου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Χαῖρε Παῦλε παμφίλτατε, καὶ κήρυξ τῆς πίστεως, καὶ διδάσκαλε τῆς οἰκουμένης, Ὡς ἔχον παρρησίαν, ζεῦγος ἁγιόλεκτον, Χριστὸν τὸν Θεόν ἡμῶν ἱκετεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

«ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ» ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἦχος δ’.
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῆ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Εορτάζοντες την 29ην του μηνός Ιουνίου

https://i0.wp.com/pigizois.net/sinaxaristis/06/29g.jpg


  • ΟΙ ΠΡΩΤΟΚΟΡΥΦΑΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΠΕΤΡΟΣ και ΠΑΥΛΟΣ

  • ΜΝΗΜΗ ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΛΕΣΒΩ ΑΓΙΩΝ

  • [Ο ΑΓΙΟΣ ΚΥΡΙΛΛΟΣ, μάρτυρας]

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 29ην του μηνός Ιουνίου