Ο ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ (2018)

ΘΕΟΦΑΝΕΙΑ 2018

Αποτέλεσμα εικόνας για ΒΑΠΤΙΣΙΣ ΤΟΥ ΧΡΙΣΤΟΥ

Ο ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ

Αποτέλεσμα εικόνας για Ο ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ

Ἰδιόμελα ΄.

Σωφρονίου Πατριάρχου Ἱεροσολύμων

ὁ α΄ χορός

Ἦχος πλ. δ

Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ.

ὁ β΄  χορός

Σήμερον τῶν ὑδάτων, ἁγιάζεται ἡ φύσις, καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον.

ὁ α  χορός

ς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τάς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.

ὁ  β΄χορός

Δόξα… Καὶ νῦν… ὁ αὐτὸς

Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει δοῦλος τὸν Δεσπότην; ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἲρων τοῦ κόσμου τὴν ἁμαρτίαν.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 35, 1-10)

Τάδε λέγει Κύριος· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἑξανθήσει, καὶ ὑλοχαρήσει, καὶ ἀγαλλιασεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, καὶ εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ· Ἰσχύσατε καὶ μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται, ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις ποιμνίων καὶ καλάμη καὶ ἕλη. Καὶ ἔσται ἐκεῖ ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾽ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων, οὐ μὴ ἀναβῇ εἰς αὐτήν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ· ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ Κυρίου. Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ᾽ εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.

 Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 55, 1-13)

Τάδε λέγει Κύριος· οἱ διψῶντες πορεύεσθε ἐφ᾽ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγεσθε, καὶ πίεσθε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ, ἵνα τὶ τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθεῖτε ταῖς ὁδοῖς μου, εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν Διαθήκην αἰώνιον, τὰ ὅσια Δαυῒδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν Ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἐν Ἔθνεσιν. Ἰδοὺ Ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σε καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, καὶ τοῦ Ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτόν, ἐπικαλέσασθε, ἡνίκα δ᾽ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τάς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τάς βουλὰς αὐτοῦ, καὶ ἐπιστράφητε πρὸς Κύριον, καὶ ἐλεηθήσεσθε, καὶ κράξεσθε, ὅτι ἐπὶ πολὺ ἀφήσει τάς ἁμαρτίας ὑμῶν. Οὐ γὰρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδ᾽ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλ᾽ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ὡς γὰρ ἂν καταβῇ ὑετός, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρὸς με κενόν, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τάς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἑξαλοῦνται, προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντί, δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη, καὶ ἔσται Κυρίῳ εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 12, 3-6)

Τάδε λέγει Κύριος· Ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς Ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν, ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ Ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.

ΑΠΟΣΤΟΛΟΣ

Προκείμενον Ἦχος γ΄

Κύριος φωτισμός μου καὶ Σωτήρ μου.

Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου

(Κεφ. 10, 1-4)

δελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ὅτι οἱ Πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον. Καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ. Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον. Καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.

Ἀλληλούϊα.(γ) Ἦχος δ᾽

Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.

Θεὸς τῆς δόξης ἐβρόντησεν ἐπὶ τῶν ὑδάτων.

 Εὐαγγέλιον κατὰ Μᾶρκον

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρέτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ᾽αὐτόν. Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ Υἰός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.

 Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ εὐθὺς ὁ Διάκονος Τὰ Εἰρηνικά. Ἐν ὅσῳ δὲ λέγονται ταῦτα ὑπὸ τοῦ Διακόνου, ὁ Ἱερεὺς λέγει μυστικῶς τὴν ἑξῆς Εὐχήν· Κύριε Ἰησοῦ Χριστέ, κλπ.

Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν. ……..

Τῆς Παναγίας, ἀχράντου,…

ΧΟΡΟΣ: Σοί, Κύριε.

ὁ ἱερεὺς τὴν Εὐχὴν μυστικῶς

Κύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ……

Καὶ εἰπὼν καθ᾽ ἑαυτὸν τό, Ἀμήν, τοῦ Διακόνου ἤδη πεπληρωκότος τὴν Συναπτήν, ἄρχεται ὁ ἱερεὺς μεγαλοφώνως τῆς Εὐχῆς ταύτης.

Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων

Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, …….

Μετὰ δὲ τὴν συμπλήρωσιν, λέγει γεγονωτέρᾳ φωνῇ.

Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου.

Δόξα σοι Κύριε, δόξα σοι.

 Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου.

Δόξα σοι Κύριε, δόξα σοι.

Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου.

Δόξα σοι Κύριε, δόξα σοι.

Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα …..

ΑΜΗΝ

Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο.

ΑΜΗΝ

Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο.

ΑΜΗΝ

Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον …

Αὐτὸς καὶ νῦν, Δεσπότα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ.

ΑΜΗΝ

Αὐτὸς καὶ νῦν, Δεσπότα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ.

ΑΜΗΝ

Αὐτὸς καὶ νῦν, Δεσπότα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ.

ΑΜΗΝ

Δὸς πᾶσι, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, ..

ΑΜΗΝ

Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ Πνεύματί σου.

Τάς κεφαλὰς ἡμῶν……

ΧΟΡΟΣ: Σοί, Κύριε.

Καὶ ἡ Εὐχὴ μυστικῶς

Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν, ……..

Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων……. Ἀμήν.

 Καὶ εὐθύς, εὐλογῶν τὰ ὕδατα σταυροειδῶς, βαπτίζει τὸν τίμιον Σταυρόν, ὄρθιον αὐτὸν κατάγων ἐν τῷ ὕδατι καὶ ἀνάγων, ψάλλων καὶ τὸ παρὸν:

 Ἦχος α΄ Ο ΙΕΡΕΥΣ

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

ὁ α χορός

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ………

ὁ ΄β΄ χορός

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε……………….

Καὶ ῥαντίζει πάντα τὸν Λαὸν ἐκ τοῦ ὕδατος,

Εἰσερχόμενοι δὲ ἐν τῷ Ναῷ, ψάλλομεν τὸ πάρον Ἰδιόμελον εἰς Ἦχον πλ. β΄

νυμνήσωμεν οἱ πιστοί, τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ οἰκονομίας τὸ μέγεθος· ἐν γὰρ τῷ ἡμῶν παραπτώματι, γενόμενος ἄνθρωπος, τὴν ἡμῶν κάθαρσιν καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ἁγιάζων ἐμὲ καὶ τὰ ὕδατα καὶ τάς κεφαλὰς τῶν δρακόντων, συντρίβων ἐπὶ τοῦ ὕδατος. Ἀντλήσωμεν οὖν ὕδωρ, μετ᾽ εὐφροσύνης ἀδελφοί· ἡ γὰρ χάρις τοῦ Πνεύματος, τοῖς πιστῶς ἀντλοῦσιν, ἀοράτως ἐπιδίδοται, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἠιμών.

πόλυσις

https://agioskosmasoaitolos.wordpress.com

 ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ 2018

 

Advertisement

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s