Ἦχος δ’
Γερμανοῦ
Πάτερ Χρυσόστομε, ὡς ποταμὸς θεόβρυτος, ἐκ τῆς Ἐδὲμ μυστικῶς ἐξερχόμενος, εἰς ἀρχὰς τέσσαρας διαδραμών, σοῖς λόγοις τῆς γῆς τὰ πέρατα, πάντα πιστὸν κατήρδευσας, τῇ παγχρύσῳ διδασκαλίᾳ σου, διὸ τὴν ἐπάνοδον, σοῦ τῶν θείων λειψάνων, ἡμῖν σαφῶς πολιτογραφήσας, πρεσβεύεις σωθῆναι, τὰς ψυχὰς Ἰωάννη, τῶν ἀνυμνούντων σε.
VIDEO
Ἦχος πλ. β’
Ὅσιε τρισμάκαρ, Ἁγιώτατε Πάτερ, ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν πανεύφημε, Ἰωάννη Χρυσόστομε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον
Ἦχος πλ. δ’
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΘΕΟΤΟΚΙΟΝ Ἦχος πλ. δ’.
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον, δέξαι τὴν Τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον
Ἦχος δ’
Κοσμᾶ
Οὐκ ἔδει σε Χρυσόστομε, τὴν Βασιλίδα κοταλείψαντα, παροικεῖν ἐν Κομάνοις· ὅθεν θεόθεν ἠγμένη, ἡ Ἀνακτορικὴ πανδαισία, πάλιν σε ἐπανήγαγεν ἐν τοῖς βασιλείοις· εὐφράνθη δὲ ἡ Ἐκκλησία ἰδοῦσά σε, ἀνθομολογουμένη καὶ λέγουσα. Μεγαλύνει ἡ δόξα μου τὸν Κύριον, ἀποδόντα μοι τὸν νυμφαγωγόν, καὶ τὸ στήριγμα τῆς πίστεως, τὴν ὑπόληψιν τῶν ἀξιωμάτων μου, καὶ ἀνάπαυσιν τῶν ἐμῶν κροτάφων· τὸ ὕψος τῆς ταπεινοφροσύνης, καὶ βάθος τῆς ἐλεημοσύνης, καὶ πλοῦτον τῆς ἐμῆς πτωχείας, καὶ μῆκος τῆς μετανοίας. Διὸ αἰτοῦμέν σε Ὅσιε Πάτερ, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.