17 ΙΟΥΛΙΟΥ 2014
+Τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος δ’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον -Ἦχος πλ. α’ Τόν συνάναρχον.
Τοῦ ἐχθροῦ τάς ἐνέδρας ῥύμῃ διέφυγες, καϊ αὐτῷ προσπλακεῖσα ὑπερηκόντισας, καί ἐκ Θεοῦ τήν δαψιλῆ χάριν ἀπείληφας, ἀποσοβεῖν ἐκ τῶν πιστῶν, νόσους τάς λυμαινώδεις. Δι’ ὅ πρέσβευε τῷ Κυρίῳ ὑπέρ ἡμῶν, Μαρίνα, ἔνδοξε.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες, καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος• τὸν γὰρ ἀόρατον ἐχθρὸν κατεπάτησας στερρῶς ὀφθέντα σοὶ Ἀθληφόρε. Καὶ νῦν πηγάζεις τῷ κόσμῳ τῶν ἰαμάτων τὰ δωρήματα.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον ὁ αὐτὸς
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
Μετὰ τὴν α’ Στιχολογίαν
Κάθισμα τῆς Ἁγίας
ὁ α’ χορός
Ἦχος δ’ – Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι’ ἁγνείας τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὥσπερ ἄμωμος νύμφη, ὅθεν σε ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων Μαρίνα πανεύφημε.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Μετὰ τὴν β’ Στιχολογίαν
Κάθισμα τῆς Ἁγίας
ὁ α’ χορός
Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ
Ὡς ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ, συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς ἀθλήσεως, σεαυτὴν ὡραΐσασα, ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ἰατρεύουσα τὰ ἀῤῥωστήματα πάντα, δυνάμει τοῦ Πνεύματος.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα, σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα)
ΚΑΝΟΝΕΣ
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠδὴ α’ Ἦχος πλ. δ’
ὁ α’ χορὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν.
ὁ β’ χορὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,…
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Κανὼν πρῶτος τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.
Χριστοῦ Παρθενομάρτυρα νύμφην ᾄσμασι μέλπω.
Ποίημα Θεοφάνους.
ᾨδὴ α’ Ἦχος πλ. δ’
Ὑγρὰν διοδεύσας
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χορεύουσα Mάρτυς περὶ Θεόν, καὶ τῶν λαμπηδόνων, πληρουμένη τῶν παρ’ αὐτοῦ, αἴγλην μοι παράσχου φωτοφόρον, ταῖς σαῖς πρεσβείαις καλλιπάρθενε.
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥεόντων τὸ ἄστατον καὶ φθαρτὸν σοφῇ διανοίᾳ, κεχρημένη Μάρτυς Χριστοῦ, παρεῖδες ἐμφρόνως καὶ δικαίως, κατηξιώθης τῆς ἄνω λαμπρότητος.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκέτης προσέρχομαι σοὶ σεμνή, ταῖς σαῖς ἱκεσίαις, τῶν τοῦ βίου με δυσχερῶν, διάσωσον Μάρτυς ἀθληφόρε, καὶ τῶν παθῶν μου κατεύνασον τάραχον.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τὴν τρίβον ὑπέδειξας τῆς ζωῆς, ζωὴν οὐσιώδη συλλαβοῦσα καὶ σαρκικῶς, κυήσασα ταύτην Θεομῆτορ, καὶ τὰ δεσμὰ τοῦ θανάτου διέῤῥηξας.
Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ θ’ ᾨδῇ.
Ἰωσήφ.
ᾨδὴ α’ Ἦχος δ’
Θαλάσσης, τὸ ἐρυθραῖον
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μαρτύρων, περιφανῶς λαμπρότησι, περιαστράπτουσα, περὶ Θεὸν χορεύεις ἱερῶς, θεουμένη Πανεύφημε, καὶ φωτισμὸν πρεσβείαις σου, παρεχομένη τοῖς ὑμνοῦσί σε.
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀθλήσει, τὴν ψυχικὴν νεώσασα, θεόφρον ἄρουραν, τοῦ μαρτυρίου στάχυν γεωργεῖς, γεωργῷ συντηρούμενον, τῷ τὴν ἰσχύν σοι πνεύσαντι, Παρθενομάρτυς ἀξιάγαστε.
ὁ α’ χορός
Δόξα Πατρί…
Πoρφύραν, σῶν ἐξ αἱμάτων βάψασα, καὶ στολισθεῖσα φαιδρῶς, περιφανῶς τὰ ἄνω κατοικεῖς, ὡς παρθένος βασίλεια, καὶ θεϊκαῖς λαμπρότησι, μάρτυς Mαρίνα κατηγλάϊσαι.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Δοχεῖον, χωρητικὸν γεγένησαι τῆς θείας χάριτος, Θεογεννῆτορ ἄχραντε· διό, σε Μαρίνα ποθήσασα, παρθενικῶς ὀπίσω σου, τῷ σῷ Υἱῷ προσαπενήνεκται.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠδὴ γ’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
ὁ β’ χορὸς
Οὐρανίας ἁψῖδος,…
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν Ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
ᾨδὴ γ’
Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Οὐ πῦρ οὐδὲ μάστιγες, οὐδὲ ξίφους ἀκμή, οὐ τυράννων ὠμότητες, οὐδὲ θάνατος, οὐ θηρῶν ἀγριότης, τῆς θείας ἐχώρισεν, ἀγάπης σε Πανόλβιε.
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπῆρξας ἄσειστος καὶ ἀσάλευτος, ἐν καιρῷ περιστάσεως, πύργος πανένδοξε, εὐσεβείας κρηπῖδα, θεμένη τῆς πίστεως, ἐν πέτρᾳ Παμμακάριστε.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Παρθένος ἐν μάρτυσιν ἐχρημάτισας, ἐν παρθένοις ἀήττητος, Μάρτυς γεγένησαι, τῷ Χριστῷ νυμφευθεῖσα, διπλοῦν σοι παρέχοντι, τὸν στέφανον πανόλβιε.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ῥωσθέντες τῇ χάριτι, Θεοτόκον σε ὁμοφρόνως δοξάζομεν, σάρκα γενόμενον, τὸν τὸ εἶναι τοῖς πᾶσι· διδοῦντα γὰρ τέτοκας, καὶ κόσμον ἀνεκαίνισας.
Ἕτερος
Εὐφραίνεται ἐπὶ σοὶ
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸ πάθος τοῦ ἀπαθοῦς, τοῦ νεκρωθέντος δι’ ἡμᾶς νέκρωσιν, Μάρτυς σεμνὴ στέργουσα, τὸν μαρτυρικὸν θνῄσκεις θάνατον.
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μεγίστων ἐπιτυχεῖν, ἐφιεμένη δωρεῶν Πάνσεμνε, πόνους σαρκὸς ἔφερες, ὡς ἐν ἀλλοτρίῳ τῷ σώματι.
ὁ α’ χορός
Δόξα Πατρί…
Αἱμάτων σου σταλαγμοῖς, τῆς ἀθεΐας τὴν πυρὰν ἔσβεσας, καὶ τῶν πιστῶν ἤρδευσας, ὦ Μαρίνα μάρτυς τὸ φρόνημα.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα Πανάμωμε.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…
ὁ β’ χορὸς
Κάθισμα Ἦχος δ’
Κατεπλάγη Ἰωσὴφ
Μαρίνα μάρτυς τοῦ Χριστοῦ, ἀνευφημοῦμέν σε πιστοί, ὅτι τὸν τύραννον ἐχθρόν, ἐν τῇ δυνάμει τοῦ Σταυροῦ, ἐν τοῖς ποσὶ κατεπάτησας γενναιοφρόνως, καὶ γέγονας ἡμῖν, ἀνδρεία πίστεως, πᾶσαν τοῦ ἐχθροῦ, πατοῦσα δύναμιν· καὶ οὐρανόθεν ἔλαβες τὸν στέφανον, τῇ κoρυφῇ σου ἀοίδιμε, Χριστὸν δυσώπει, σωθῆναι πάντας, τούς τελοῦντας τὴν μνήμην σου.
ὁ α’ χορὸς
Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον
Κατεπλάγη, Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠδὴ δ’
ὁ β’ χορὸς
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
ὁ α’ χορὸς
Εἰσακήκοα, Κύριε, …
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
ᾨδὴ δ’
Σύ μου ἰσχὺς Κύριε
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θεοπρεπής, γέγονεν ὄντως ὁ βίος σου, τοῖς Ἀγγέλοις, ὤφθη ποθεινότατος, τῶν δὲ δαιμόνων τῇ στρατιᾷ, καὶ τοῖς ὑπηρέταις, ἐκείνων τῆς ἀγριότητος, ἀπρόσιτος ἐδείχθη· τῷ Χριστῷ γὰρ ἐβόας, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐπὶ τῆς γῆς, ἠγωνισαμένη πανόλβιε, καὶ προσκαίρους, πόνους ὑπομείνασα, ἐν οὐρανοῖς, νῦν τὰς ἀμοιβάς, παρὰ τοῦ Δεσπότου, κομίζῃ Μάρτυς ἀοίδιμε, ἀπείρους εἰς αἰῶνας, σὺν Ἀγγέλοις βοῶσα, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νῦν ἐπὶ σοί, χαίρει Παρθένων τὸ καύχημα, νῦν Μαρτύρων, ὅμιλος εὐφραίνεται, νῦν καὶ τὸ πλῆθος τῶν εὐσεβῶν, ἐπισυναχθέντες, χορεύουσιν ἀγαλλόμενοι, βοῶντες τῷ Δεσπότῃ, ἐν φωναῖς ἀσιγήτοις, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
ὁ α’ χορός
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Μόνη ἁγνή, καὶ μετὰ τόκον διέμεινας· σὺ γὰρ Λόγον, μόνη ἐνυπόστατον, τὸν τῷ Πατρί, σύνθρονον Υἱόν, ἐκ σοῦ σαρκωθέντα, γεγέννηκας Θεονύμφευτε, καὶ φέρεις ἐν ἀγκάλαις, τὸν ἀχώρητον πᾶσι, καὶ τὸν πάντων τὸ κράτος κατέχοντα.
Ἕτερος
Ἐπαρθέντα σε ἰδοῦσα
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μαρτυρίου διαλάμπουσα λαμπηδόσι, καὶ ἀφθαρσίας στέφανον, ἀναδησαμένη, χαίρουσα παρίστασαι, Χριστῷ τῷ νυμφίῳ σου, ὦ Μαρίνα μάρτυς πανεύφημε.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν πτερνίσαντα ἀπάτῃ τὴν πρώτην Εὔαν, μαρτυρικαῖς ἐνστάσεσι, τρέψασα καθεῖλες, δείξασα ἀνίσχυρον, καὶ χαίρουσα ἔκραζες· Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Σὲ τὴν ἄσπιλον ἀμνάδα καθάπερ λύκοι, οἱ δυσμενεῖς σπαράττοντες, Μάρτυς ταῖς αἰκίαις, ἄμωμον ὁλόκληρον, Θεοῦ ἀπετέλεσαν, θεῖον ἱερεῖον καὶ σφάγιον.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ἡ πανάμωμος καὶ μόνη ἁγιωτέρα, τῶν Χερουβὶμ φανεῖσα, τὰς ψυχὰς ἡμῶν σῶσον, πάσης περιστάσεως, τῶν πίστει ὑμνούντων σε…
ὁ β’ χορὸς
…ἄχραντε Παρθένε Θεόνυμφε.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠδὴ ε’
ὁ α’ χορὸς
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
ὁ β’ χορὸς
Φώτισον ἡμᾶς,…
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἒμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ ε’
Ἵνα τί με ἀπώσω
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀθλητῶν ἐν σταδίῳ, δρόμον συντονώτατον κόρη διήνυσας· ὁ γὰρ θεῖος πόθος, τὸ τοῦ θήλεος χαῦνον ἐπτέρωσε, προφανῶς δεικνύων, τὸν λογισμὸν τῶν παθημάτων, αὐτοκράτορα Μάρτυς ὑπάρχοντα.
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥανίδες σῶν αἱμάτων, Μάρτυς ἀποστάζουσαι χλαίναν πολύτιμον, καὶ τῆς ἀκηράτου, εὐφροσύνης χιτῶνα ἐξύφαναν, ὄνπερ νῦν θεόφρον, ἐν οὐρανοῖς ἐνδεδυμένη, νοητῷ σου νυμφίῳ παρίστασαι.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τοῖς δεσμοῖς τῶν εὐχῶν σου, Κόρη τὸν μεγάλαυχον ὄφιν ἐδέσμευσας, καὶ ὀφρὺν τὴν πρώην, ἐπηρμένην πρὸς γῆν ἐταπείνωσας· ἐκτελεῖν γὰρ οἶδεν, ὡς ἀγαθὸς ὁ παντεπόπτης, τῶν αὐτὸν φοβουμένων τὸ θέλημα.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ῥυπτομένην ὁρῶντες, τῷ τῆς παρθενίας σου τόκῳ Πανάμωμε, τῶν βροτῶν τὴν φύσιν, τῆς κατάρας τῆς πρώην δοξάζομεν, τὸν ἐκ σοῦ τεχθέντα, μόνη ἁγνὴ δι’ εὐσπλαγχνίαν, ὃν δυσώπει Παρθένε σωθῆναι ἡμᾶς.
Ἕτερος
Σὺ Κύριέ μου φῶς
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φῶς γέγονας φωτί, τῷ μεγάλῳ τρανότερον, ἐγγίζουσα καὶ φωτίζεις, φωτοφόρον τὴν μνήμην, τὴν σὴν τοὺς ἑορτάζοντας.
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σοῦ μόνου καλλοναῖς, ὡς παρθένος ἐνήδομαι, σὲ Κύριε ἀγαπῶσα, σφαγιάζομαι ξίφει, Μαρίνα ἀνεκραύγαζε.
ὁ α’ χορός
Δόξα Πατρί…
Ῥοῦν Μάρτυς δυσσεβῶν, ἀθεΐας ἐξήρανας, τοῖς ῥεύμασι τῶν αἱμάτων, τῶν ἀδίκως χυθέντων, καὶ πῦρ ἀπάτης ἔσβεσας.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ῥοῦς ἔστη τῆς φθορᾶς· ἡ Παρθένος ἀφθόρως γάρ, γεγέννηκε τὸν τὴν φύσιν, τῶν ἀνθρώπων φθαρεῖσαν,…
ὁ α’ χορός
…φθορᾶς ἐλευθερώσαντα.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠδὴ ς’
ὁ β’ χορὸς
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
ὁ α’ χορὸς
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, …
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
ᾨδὴ ς’
Ἱλάσθητί μοι Σωτὴρ
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπόθετον τῷ Χριστῷ, ἐφάνης κάλλος καὶ ἄσπιλον, καὶ ὡς πηγὴ διαυγής, καὶ κῆπος πολύκαρπος, Μαρίνα πανένδοξε, καὶ γνησία νύμφη, καὶ Παράδεισος ἀσύλητος.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νεᾶνις πανευπρεπής, ὀπίσω σου ἠκολούθησε, δραμοῦσα πρὸς τὴν ὀσμήν, τῶν μύρων σου Δέσποτα, τὸ ἄχραντον Πάθος σου, διὰ καρτερίας, μιμουμένη τὸ σεβάσμιον.
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπέμεινας ἀνδρικῶς, ἀγῶνας Μάρτυς πολύαθλε, καὶ τὸν πρὶν φρενοβλαβῶς, μεγάλα καυχώμενον, μετ’ ἤχου ἀπώλεσας, Σταυροῦ τῇ δυνάμει, ὦ Μαρίνα κυριώνυμε.
ὁ α’ χορός
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Μαρία τὸ καθαρόν, καὶ πάνσεπτον ἐνδιαίτημα, τοῦ πάντων Δημιουργοῦ, ψυχῆς καθαρτήρια, παράσχου μοι δάκρυα, καὶ ἐπάκουσόν μου, τῆς δεήσεως πανάμωμε.
Ἕτερος
Θύσω σοι, μετὰ φωνῆς
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Αἱμάτων, τῇ πλημμύρᾳ θαλάσσας ἐξήρανας, κακοπιστίας, Χριστοῦ δέ, τὴν σεπτὴν κατήρδευσας Ἐκκλησίαν, ὦ Μαρίνα ἀθληφόρε, παρθένων τὸ καύχημα.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀβρόχως, τῶν βασάνων διῆλθες κλυδώνιον· ἀκαταπόντιστος ὅθεν, εἰς λιμένα ἄκλυστον καθωρμίσθης, καὶ τῆς ὄντως, ἀπολαύεις γαλήνης, Ἀοίδιμε.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Τύπτεσθαι, ἀνηλεῶς καὶ ῥάβδοις συντρίβεσθαι, τὴν τοῦ Κυρίου ἀμνάδα, πονηρὸς διώκτης προσέταττέ σε, τεταμένην, πρὸς Χριστὸν τὴν διάνοιαν ἔχουσαν.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Θάλασσαν, σπαργανώσας ὁμίχλῃ βουλήματι, κυοφορεῖται ὁ Κτίστης, ἐκ Παρθένου Κόρης ἀπειρογάμου, ὥσπερ βρέφος, καὶ σπαργάνοις ἀῤῥήτως εἱλίσσεται.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ βασιλεύς…
Κοντάκιον Ἦχος γ’
Ἡ Παρθένος σήμερον
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, μαρτυρίου στίγμασι, στεφανωθεῖσα Mαρίνα, αἵμασιν ἀθλητικοῖς τε ῥεραντισμένη, θαύμασι καταλαμφθεῖσα τῶν ἰαμάτων, εὐσεβῶς Μάρτυς ἐδέξω, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.
Ὁ Οἶκος
Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΖ’ τοῦ αὐτοῦ μηνός, Mνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.
Στίχοι
• Χεὶρ δημίου τέμνει σε Μαρίνα ξίφει,
• Χεὶρ Κυρίου χάριτι θείᾳ δὲ στέφει.
• Ἑβδομάτῃ δεκάτῃ Μαρίνα δειροτομήθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων Σπεράτου καὶ Bερονίκης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Εὐφράσιου ἐπισκόπου Ἰωνοπόλεως
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακομιδῇς τοῦ Ἱεροῦ Λειψάνου τοῦ Ὁσίου Λαζάρου τοῦ Γαλησιώτου
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ’. ᾨδὴ α’
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ὁ β’ χορός
ᾨδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…
ὁ α’ χορός
…στεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾨδὴ δ’
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
ᾨδὴ ε’
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ὁ β’ χορός
ᾨδὴ ς’
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾨδὴ ζ’
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾨδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
ἦχος γ’
Ὁ οὐρανὸν τοῖς ἄστροις
Μαρίνα μάρτυς Κυρίου, καὶ καλλιπάρθενε νύμφη, ῥῦσαι λαόν σου καὶ πόλιν, ἐκδυσωποῦσα τὸν Θεόν, ὅπως ῥυσθῶμεν οἱ πάντες, φθορᾶς ὀργῆς καὶ κινδύνων.
ὁ β’ χορός
Θεοτοκίον
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος δ´
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορὸς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὡς γενναῖον ἐν Mάρτυσι
Πολυώδυνα βάσανα ὑποστῆναι πανένδοξε, ἀνδρικῷ φρονήματι ηὐτομόλησας, καὶ τῶν Ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας, καὶ τὸν τύραννον ἐχθρόν, ἀθληφόρε πανεύφημε τὸν καυχώμενον, ὑπεράνωθεν ἄστρων θρόνον θεῖναι, σὺ κατῄσχυνας Mαρίνα, καὶ τοὺς λαοὺς κατεφώτισας.
ὁ β’ χορὸς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Πολυώδυνα βάσανα…
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τὸν ἀρχέκακον δράκοντα, τὸν τὴν Εὔαν γυμνώσαντα, παραβάσει πρότερον, Μάρτυς ἔνδοξε, διὰ Σταυροῦ ἀπενέκρωσας, ἀγῶσι δεσμεύσασα, τοῖς σεπτοῖς σου εὐσεβῶς, Χριστὸν δύναμιν ἔχουσα, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
ὁ β’ χορὸς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὥσπερ προῖκα πολύτιμον, τῷ νυμφίῳ προσήγαγες, Ἀθληφόρε ἔνδοξε δῆμον ἅγιον, τοῖς θαυμασίοις πιστεύσαντα, οἷς πίστει ἐτέλεσας, ἀνωτέρα καὶ ποινῶν, καὶ πυρός καταφλέγοντος, καὶ στρεβλώσεων, ἐν Χριστῷ δεικνυμένη τῷ τὴν νίκην, οὐρανόθεν σοι παρθένε, θεουργικῶς χορηγήσαντι.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ. β’
Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Μαρίνα πανσεβάσμιε, καὶ ὡς μὲν παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἀπελαύνειν πᾶσαν νόσον ἐξ ἀνθρώπων. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῆς Ἀθληφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
• • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
• • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
• • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
ὁ β’ χορός
• • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
• • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
• • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
• • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
• • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
• • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
• • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
• • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
• • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
Ἀπολυτίκιον -Ἦχος πλ. α’ Τόν συνάναρχον.
Τοῦ ἐχθροῦ τάς ἐνέδρας ῥύμῃ διέφυγες, καϊ αὐτῷ προσπλακεῖσα ὑπερηκόντισας, καί ἐκ Θεοῦ τήν δαψιλῆ χάριν ἀπείληφας, ἀποσοβεῖν ἐκ τῶν πιστῶν, νόσους τάς λυμαινώδεις. Δι’ ὅ πρέσβευε τῷ Κυρίῳ ὑπέρ ἡμῶν, Μαρίνα, ἔνδοξε.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
ὁ α’ χορός
Ἦχος β´.
Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα…
ὁ β’ χορός
Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
ὁ β’ χορός
Ἦχος πλ. α’
Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Δόξα Πατρί…
ὁ α’ χορός
Καὶ νῦν…
ὁ β’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ’
ὁ α’ χορός
Στίχ α’. ῾Υπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.
Ἀπολυτίκιον -Ἦχος πλ. α’ Τόν συνάναρχον.
Τοῦ ἐχθροῦ τάς ἐνέδρας ῥύμῃ διέφυγες, καϊ αὐτῷ προσπλακεῖσα ὑπερηκόντισας, καί ἐκ Θεοῦ τήν δαψιλῆ χάριν ἀπείληφας, ἀποσοβεῖν ἐκ τῶν πιστῶν, νόσους τάς λυμαινώδεις. Δι’ ὅ πρέσβευε τῷ Κυρίῳ ὑπέρ ἡμῶν, Μαρίνα, ἔνδοξε.
ὁ β’ χορός
Στίχ. β´. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατηύθυνεν τά διαβήματά μου.
Τοῦ ἐχθροῦ τάς ἐνέδρας ῥύμῃ διέφυγες……
Εἰσοδικὸν
ὁ α’ χορός
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…
ὁ β’ χορὸς
…ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον -Ἦχος πλ. α’ Τόν συνάναρχον.
Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες, καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος• τὸν γὰρ ἀόρατον ἐχθρὸν κατεπάτησας στερρῶς ὀφθέντα σοὶ Ἀθληφόρε. Καὶ νῦν πηγάζεις τῷ κόσμῳ τῶν ἰαμάτων τὰ δωρήματα.
ὁ β’ χορὸς
Τοῦ Ναοῦ
ὁ α’ χορός
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Ἦχος β’
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Τρισάγιον.
Ἀπόστολος (Γαλ. γ´ 23 – δ´ 5)
Τῆς ῾Αγίας·
Προκείμενον ἦχος δ’
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ.Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα .
Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾽Ιησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· οὐκ ἔνι ᾽Ιουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾽Αβραὰμ σπέρμα ἐστέ, κατ᾽ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
Ἀλληλούϊα ( γ’) Ἦχος δ΄
Ὑπομένων ὑπέμεινα τὸν Κύριον.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Μάρκον (Μάρκ. ε´ 24-34.)
῾Ομοίως·
ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
ὁ α’ χορὸς
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό, Ἐξαιρέτως
ὁ α’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ὁ β’ χορός
ἦχος πλ. α’
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»
17 ΙΟΥΛ14 ΕΟΡΤΗ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΙΝΗΣ ΤΗΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ
Ανέβασε την ακολουθία της Αγίας Παρασκευής