«ΤΩΝ ΠΡΟΦΗΤΩΝ ΤΟΥΣ ΑΚΡΑΙΜΟΝΑΣ» ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΠΛ. Δ΄ΧΟΡΟΣ ΨΑΛΤΩΝ ΜΟΝΗΣ ΚΑΡΑΚΑΛΛΟΥ

 

Δόξα… Ἦχος πλ. δ’

Τῶν Προφητῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἠλίαν καὶ Ἐλισαῖον καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Προφητῶν σου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

«ΔΕΥΤΕ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΤΟ ΣΥΣΤΗΜΑ» ΔΟΞΑΣΤΙΚΟ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΠΛ. Β΄ ΦΕΡΕΝΤΙΝΟΣ ΓΕΩΡΓΙΟΣ

Δόξα… Ἦχος πλ. β’

Βυζαντίου

Δεῦτε τῶν ὀρθοδόξων τὸ σύστημα, συναθροισθέντες σήμερον, ἐν τῷ πανσέπτῳ ναῷ τῶν θεηγόρων Προφητῶν, ψαλμικῶς ᾄσωμεν ἐναρμόνιον μέλος, τῷ τούτους δοξάσαντι, Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει ἀναβοήσωμεν· Χαίροις ἐπίγειε ἄγγελε, καὶ οὐράνιε ἄνθρωπε, Ἠλία μεγαλώνυμε. Χαίροις ὁ διπλῆν τὴν χάριν παρὰ Θεοῦ κομισάμενος, Ἐλισαῖε πανσεβάσμιε· Χαίρετε ἀντιλήπτορες θερμοί, καὶ προστάται καὶ ἰατροί, τῶν ψυχῶν καὶ τῶν σωμάτων τοῦ φιλοχρίστου λαοῦ, ἀπὸ πάσης προσβολῆς ἐναντίας καὶ περιστάσεως, καὶ παντοίων κινδύνων λυτρώσασθε, τοὺς πιστῶς ἐκτελοῦντας, τὴν πανέορτον μνήμην ὑμῶν.

Εορτάζοντες την 20ην του μηνός Ιουλίου

 

 

  • Ο ΠΡΟΦΗΤΗΣ ΗΛΙΑΣ, ο Θεσβίτης

  • ΕΓΚΑΙΝΙΑ ΤΟΥ ΝΑΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΠΡΟΔΡΟΜΟΥ ΤΗΣ ΜΟΝΗΣ ΣΤΟΥΔΙΟΥ

 

 

 

 

Αναλυτικά

  Συνέχεια ανάγνωσης Εορτάζοντες την 20ην του μηνός Ιουλίου