ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ Ε΄ΝΗΣΤΕΙΩΝ 2014

6 ΑΠΡΙΛΙΟΥ 2014

ΚΥΡΙΑΚΗ ΕʹΤΩΝΝΗΣΤΕΙΩΝ.

Μαρίας ὁσίας τῆς Αἰγυπτίας, Εὐτυχίου

πατριάρχου Κωνσταντινουπόλεως

Ἦχος πλ. δʹ. Ἑωθινὸν Ηʹ

.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος πλ. δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν, εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ. α’.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ. β’. Πάντα τὰἔθνη ἐκύκλωσάν με, καὶ τῷὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶἔστι θαυμαστὴἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν… 

 

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος πλ. δ´.

Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρί… Ἦχος πλ.δ’

Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα, λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου, διὸ καὶ μετὰ  Ἀγγέλων συναγάλλεται Ὁσία Μαρία τὸ πνεῦμα σου.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις

  τι σν τ κρτος…

Μετὰ τὴν α’ Στιχολογίαν

ΚΑΘΙΣΜΑΤΑ

ὁ α’ χορός

Ἦχος πλ. δ’.

Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ὁ β’ χορός

Δόξα Πατρί… Τὴν σοφίαν καὶ Λόγον

Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο, ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν, τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.   

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον,ὅμοιον.

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον Τόκον σου.

Μετὰ τὴν β’ Στιχολογίαν.

ὁ β’ χορός

Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών, Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ὁ β’ χορός

 Καὶ νῦν… Θεοτοκίον.

Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν, τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

Ἦχος πλ. α’

  • ·       Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

  • ·       Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις΄ Ἴδετε ὑμεῖς τὸν τάφον καὶᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

  • ·       Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἒδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁἌγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

  • ·       Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δόξα Πατρί… Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸἍγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁἐκ σοῦ σαρκωθείς Θεὸς καὶἄνθρωπος.

ὁ α’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοιὁ Θεός.

ὁ β’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοιὁ Θεός.

ὁ α’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοιὁ Θεός.

Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις

 Ὅτι ηλγητα σου…

 Ἡ Ὑπακοή.Ἦχος πλ. δ’.

Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α´

ὁ α’ χορός

Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος, συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.

ὁ α’ χορός
Δόξα Πατρί…Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτῷ καὶ τῷ Λόγῳ.

Ἀντίφωνον Β´

ὁ β’ χορός

Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.

ὁ α’ χορός

Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκώς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, πᾶς τιςθεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων, εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.

Ἀντίφωνον Γ´

ὁ α’ χορός

Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ᾂρῃς με, ἀπὸ τῶν ἐνθένδε.

 

 ὁ β’ χορός

Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἡ γέρα τῶν βεβιωμένων.

ὁ α’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.

Ἀντίφωνον Δ´

ὁ β’ χορός

Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.

ὁ α’ χορός

Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως΄ Θεὸς τοῦτο γὰρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον

ὁ α’ χορός

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

ὁ β’ χορός

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

ὁ α’ χορός

Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, …

ὁ β’ χορός

… εἰς γενεὰν καὶ γενεάν. 

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἦχος β’.

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

 

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’). 

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς:

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

ΕΩΘΙΝΟΝ Η’( Ἰωάν. 20,11-18)

ὁ Ἱερεὺς:Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω, ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τί κλαίεις;  λέγει αὐτοῖς΄ Ὅτι ᾖραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν, καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ΄ Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ αὐτὸν ἔθηκας, κἀγὼ αὐτὸν ἀρῶ, λέγει αὐτῇ ὁ Ἰησοῦς, Μαρία, στραφεῖσα ἐκείνη λέγει αὐτῷ, Ῥαββουνί, ὃ λέγεται Διδάσκαλε, λέγει αὐτῇ ὁ Ἰησοῦς, Μή μου ἅπτου,  οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου, πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

ὁ α’χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦἄλλον οὐκ οἴδαμεν, τὸὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’

  • Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸἀνόμημά μου.
  • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
  • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶἡἁμαρτία μου ἐνώπιόν μουἐστὶ διὰ παντὸς.
  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
  • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
  • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
  • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶὑπὲρ χιόνα λευκανθήσομαι.
  • Ἀκουτιεῖς μοιἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
  • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
  • Μὴἀποῤῥίψῃς μεἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸἅγιον μὴἀντανέλῃς ἀπ’ ἐμοῦ.
  • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶἀσεβεῖς ἐπὶ σὲἐπιστρέψουσιν.
  • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
  • Ὅτι εἰἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
  • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶὁλοκαυτώματα.
  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

Καὶ μετὰ ταῦτα, ψάλλομεν τὰ παρόντα Ἰδιόμελα.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ. δ’

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον. Ἦχος ὁ αὐτός.

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

ὁ α’ χορός

Ἦχος πλ. β’

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαῤῥῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος εἰς δ´

                                                                          ὁ α’ χορός      

ᾠδὴ α’.
Ἦχος πλ. δ’.Ὁ Εἱρμός.

Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει· Ἐξηγέρθη ὁ Κύριος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε, διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.  

καὶ τοῦ Τριῳδίου.
 ὁ α’ χορός

Εἰς τὸν Πλούσιον καὶ εἰς τὸν πτωχὸν Λάζαρον.

Ἦχος πλ. δ’

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ὑγρὰν διοδεύσας

Παρεῖκάς με πλούτῳ τῶν ἡδονῶν τῷ εὐφραινομένῳ καθ’ ἡμέραν ἐν τῇ τρυφῇ, Πλουσίῳ, διό σε ἱκετεύω, Σῶτερ πυρός με ὡς Λάζαρον λύτρωσαι.

ὁ β’ χορός

 Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἠμφίεσμαι Σῶτερ ταῖς ἡδοναῖς ὥσπερ ὁ τὴν βύσσον, περιθέμενος καὶ χρυσόν, χρυσῆν τε ἐσθῆτα, ἀλλὰ μή με ἐν τῷ πυρὶ ὡς ἐκεῖνον ἐκπέμψειας.

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Εὐφραίνετο πλούτῳ καὶ τῇ τρυφῇ ὁ Πλούσιος πάλαι ἐν τῷ βίῳ τῷ φθαρτικῷ, διό περ βασάνοις κατεκρίθη, ὁ δὲ πτωχὸς ἐδροσίζετο Λάζαρος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν ἀνύμφευτε Μῆτερ εὐφημοῦσιν ἀνελλιπῶς, τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

ὁ α’ χορός

Ἕτερος Κανὼν τῆς Ὁσίας Μαρίας.  

Ἦχος πλ. β’.

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κύματι θαλάσσης

Πόθῳ τὴν φωσφόρον, καὶ θείαν σου μνήμην πανηγυρίζοντι, φῶς μοι κατάπεμψον, παρισταμένη Ὁσία, τῷ φωτὶ τῷ ἀπροσίτῳ Χριστῷ, πειρασμῶν παντοίων με τοῦ βίου διασώζουσα.

ὁ β’ χορός

 Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ τοῖς Αἰγυπτίοις, σαρκὶ ἐνδημήσας, ὁ ἀπερίγραπτος καὶ προαιώνιος, ὁλοφαῆ σε ἀστέρα ἐξ Αἰγύπτου ἀναδείκνυσιν, ὁ γινώσκων Κύριος τὰ πάντα πρὶν γενέσεως.

ὁ α’ χορός

Δόξα Πατρί…

Θείων ἐνταλμάτων σεμνὴ ἀγνοοῦσα θεῖον εἰκόνισμα, Θεοῦ ἐῤῥύπωσας, θείᾳ προνοίᾳ δὲ πάλιν ἀπεκάθηρας πανεύφημε, θεωθεῖσα πράξεσιν, Ὁσία ταῖς ἐνθέοις σου.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Ὢ τῆς σῆς Θεέ μου, πολλῆς εὐσπλαγχνίας καὶ τῆς ἀφάτου σου, συγκαταβάσεως! ὅπως τὴν πρότερον Πόρνην, ταῖς Μητρός σου παρακλήσεσιν ὡς ἁγνὴν καὶ ἄμωμον Ἀγγέλοις καθωμοίωσας.

ᾠδὴ γ’.
Ἦχος πλ. δ’.Ὁ Εἱρμός.

ὁ α’ χορός

Ὁ στερεώσας κατ’ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ, αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε, σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε, διὸ πιστοὶ σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

 Καὶ τοῦ Τριῳδίου.

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

  Σὺ εἶ τὸ στερέωμα

Λάζαρον ὡς ἔσωσας, ἐκ τῆς φλογὸς Χριστέ, οὕτω με ἐκ τοῦ πυρός, ῥῦσαι τῆς γεέννης τὸν ἀνάξιον δοῦλόν σου.

ὁ β’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Πλούσιος τοῖς πάθεσι καὶ ἡδοναῖς εἰμι Κύριε, Λάζαρος δὲ πένης τῇ στερήσει ἀρετῶν, ἀλλὰ σῶσόν με.

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Κόκκινον καὶ βύσσινον ἐνεδιδύσκετο πλούσιος, ταῖς ἡδοναῖς καὶ ταῖς ἁμαρτίαις, διὰ τοῦτο φλογίζεται.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Δὸς ἡμῖν βοήθειαν ταῖς ἱκεσίαις σου Πάναγνε τὰς προσβολὰς ἀποκρουομένη τῶν δεινῶν περιστάσεων.

Τῆς Ὁσίας

ὁ α’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σὲ τὸν ἐπὶ ὑδάτων

Πύλαις τῆς ἀπωλείας ἐγγισάσῃ πράξεσι ταῖς ἀτόποις πύλας ὁ πρὶν τοῦ ᾅδου συντρίψας σθένει θεότητος πύλας τῆς μετανοίας σοι ἀνοίγει Πάνσεμνε, πύλη τῆς ζωῆς ὑπάρχων αὐτός.

ὁ β’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὅπλον τῆς ἁμαρτίας μακρόθυμε τὴν πρὶν γεγενημένην ὅπλῳ Σταυροῦ τοῦ θείου, τῇ προσκυνήσει ἀνέδειξας ὅπλα δαιμόνων ἅπαντα καὶ πανουργεύματα ὅλως τροπουμένην εὔσπλαγχνε.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Λύτρον ὑπὲρ ἁπάντων τὸ ἴδιον ὁ πρὶν ἐκχέας Αἷμα λουτρῷ τῷ τῶν δακρύων σὲ καθαρὰν ἀπεργάζεται λέπραν δεινὴν νοσήσασαν κακίστης πράξεως, ὅλως ὁ τὸ εἶναι πᾶσι διδούς.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Λόγου παντὸς ὑπάρχει, ἀνώτερον τὸ ἐπὶ σοὶ Παρθένε, Λόγος Πατρὸς ἐν σοὶ γὰρ θεοπρεπῶς κατεσκήνωσε, λύσιν πταισμάτων ἅπασι τοῖς ἁμαρτάνουσι λόγῳ μόνῳ παρεχόμενος.

Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις

 Ὅτι σ ε Θες μν,…   

 Κοντάκιον  Ἦχος γ’. Ἡ Παρθένος σήμερον (χῦμα)

Ἡ πορνείαις πρότερον, μεμεστωμένη παντοίαις Χριστοῦ Νύμφη σήμερον τῇ μετανοίᾳ ἐδείχθης, Ἀγγέλων, τὴν πολιτείαν ἐπιποθοῦσα, δαίμονας Σταυροῦ τῷ ὅπλῳ καταπατοῦσα, διὰ τοῦτο βασιλείας ἐφάνης νύμφη Μαρία ἔνδοξε.

Ὁ Οἶκος

Τὴν ἀμνάδα Χριστοῦ καὶ θυγατέρα, ᾄσμασιν εὐφημοῦμέν σε νῦν, Μαρία παναοίδιμε τὴν τῶν Αἰγυπτίων ἀναφανεῖσαν θρέμμα τὴν πλάνην δὲ τούτων πᾶσαν φυγοῦσαν, καὶ καλῶς προσενεχθεῖσαν τῇ Ἐκκλησίᾳ βλάστημα τίμιον δι’ ἐγκρατείας καὶ δεήσεως, ἀσκήσασαν ὑπὲρ μέτρον τῆς ἀνθρωπίνης φύσεως, διὸ καὶ ὑψώθης ἐν Χριστῷ, διὰ βίου καὶ πράξεως, Βασιλείας Οὐρανοῦ φανεῖσα νύμφη Μαρία πάνσεμνε.

ὁ β’ χορός

Κάθισμα. Τοῦ Τριῳδίου

Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον

Τὰ σκιρτήματα πάντα τὰ τῆς σαρκός, χαλινώσασα πόνοις ἀσκητικοῖς ἀνδρεῖον ἀπέδειξας, τῆς ψυχῆς σου τὸ φρόνημα, τὸν γὰρ Σταυρὸν ποθήσασα Κυρίου θεάσασθαι ἱερῶς ἀοίδιμε τῷ Κόσμῳ ἐσταύρωσαι, ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας προθύμως διήγειρας σεαυτὴν παμμακάριστε΄ Διὰ τοῦτο γεραίρομεν τὴν μνήμην σου Μαρία πιστῶς τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι τοῦ δωρηθῆναι πλουσίως ὑμῖν ταῖς πρεσβείαις σου.

ὁ α’ χορός

Δόξα Πατρί…Καὶ νῦν…Θεοτοκίον  Ὅμοιον

Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν, καὶ οὐκ ἔστιν ὑπόστασις ἐν ἐμοί, δεινῶς γὰρ κατεπόντισε, καταιγὶς τῶν πταισμάτων με, ἀλλ’ ἡ τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον ἐπ’ ἐμὲ ἐπίβλεψον΄ Παρθένε καὶ ῥῦσαί με πάσης ἁμαρτίας καὶ παθῶν ψυχοφθόρων καὶ πάσης κακώσεως τοῦ δεινοῦ πολεμήτορος ἵνα ψάλλω γηθόμενος΄ Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς καταφεύγουσι πίστει τῇ σκέπη σου Ἄχραντε.

ᾠδὴδ’

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος, διὸ σὺν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω΄ Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴἀνηνάμενος, καὶ μείνας ἐν τῷὕψει, τῆς ἀχράντου σου δόξης τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τὶς καθορᾶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾍδην πλούτου κενούμενον΄ Τῆς θείας δυναστείας, σοῦ τοῦἐσταυρωμένου, τὸἐξαίσιον ἔργον φιλάνθρωπε.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνὴν σε γινώσκοντας.

τοῦ Τριῳδίου. 

ᾠδὴ δ’.  

ὁ β’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Εἰσακήκοα Κύριε

Κατετρύφα ὁ πλούσιος βρώσει καὶ ἐνδύμασι εὐφραινόμενος, ὁ δὲ Λάζαρος χορτάζεσθαι ἐπεθύμει τούτου τῶν τραπέζης ψιχίων.

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Οἱ μὲν κύνες ἀπέλειχον γλώττῃ τοῦ πτωχοῦ Λαζάρου τοὺς μώλωπας συμπαθέστεροι γινόμενοι τῆς Πλουσίου γνώμης εἰς τὸν πένητα.

ὁ β’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Τῷ πυλῶνι ἐβέβλητο πάλαι τοῦ πλουσίου Σῶτερ ὁ Λάζαρος τιμωρούμενος ταῖς μάστιξι τῆς πενίας, ὅθεν νῦν δοξάζεται.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὃν ἐκύησας Ἄχραντε, πρέσβευε σωθῆναι τοὺς ἀνυμνοῦντάς σε ἐκ δουλείας τοῦ ἀλάστορος ὅτι μόνη πέλεις προστασία ἡμῶν.

Τῆς Ὁσίας

ὁ β’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν

Ὡς πλαστουργὸς βροτείας φύσεως ὡς ἐλέους πηγὴ καὶ εὐσπλαγχνίας πλοῦτος ᾠκτείρησας φιλάνθρωπε πρόσφυγα τὴν σήν, καὶ ἀφήρπασας ταύτην τοῦ ὀλεθρίου θηρός.

ὁ α’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σταυρὸν ἰδέσθαι ἐπισπεύδουσα σταυρικῷ φωτισμῷ Μαρία κατηυγάσθης Σταυρῷ τοῦ ὁμιλήσαντος, νεύσει θεϊκῇ σταυρωθεῖσα τῷ Κόσμῳ ἀξιοθαύμαστε.

ὁ β’ χορός

 Δόξα Πατρί…

Ἡ τῶν κακῶν αἰτία πρότερον ἡδονῇ πονηρᾷ πολλοῖς γεγενημένη ἡλίου δίκην λάμψασα πᾶσιν ὁδηγὸς ἡ Ὁσία ἐδείχθη τοῖς ἁμαρτάνουσι.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

Νοῦν ὑπερέβης καὶ οὐράνιον νοητὲ οὐρανὲ τοῦ πάντων Βασιλέως, νομίμων γὰρ τῆς φύσεως ἄνευθεν Ἁγνὴ νομοδότην…

ὁ β’ χορός

… καὶ Κτίστην πάντων ἐκύησας.

ᾠδὴε’

  ὁ α’ χορός

Ὁ Εἱρμὸς

Ἵνα τί μεἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸἄδυτον, καὶἐκάλυψέ με, τὸἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ Πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως. 

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶἀπαστράπτουσαν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

τοῦ Τριῳδίου.   

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἵνα τί με ἀπώσω

Ἀβραὰμ ἐν τοῖς κόλποις Λάζαρον ὁ Πλούσιος ὡς ἐθεάσατο, ἐν φωτὶ καὶ δόξῃ εὐφραινόμενον Πάτερ, ἐκραύγαζεν, Ἀβραὰμ ἐλέησόν με τὸν ἐν πυρὶ κατακριθέντα καὶ τὴν γλῶτταν δεινῶς φλογιζόμενον.

ὁ β’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Κατετρύφησας πλούτῳ, βίου εὐφραινόμενος Ἀβραὰμ ἔφησε, τῷ Πλουσίῳ, ὅθεν, τετιμώρησαι ὧδε αἰώνια, ἐν πυρὶ ὑπάρχων΄ Ὁ δὲ πτωχὸς ἐν εὐφροσύνῃ, τῇ ἀλήκτῳ ἀγάλλεται Λάζαρος.

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Τῇ τοῦ βίου ἀπάτῃ, πλούσιος γεγένημαι ὥσπερ ὁ Πλούσιος ὁ τὸν βίον ὅλον ἡδοναῖς δαπανήσας Φιλάνθρωπε, ἀλλὰ δέομαί σου, τῶν οἰκτιρμῶν τοῦ λυτρωθῆναι, τοῦ πυρὸς ὥσπερ σέσωσται Λάζαρος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε συγγενοῦς προνοίας τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Τῆς Ὁσίας

ὁ α’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Θεοφανείας σου Χριστέ

Μωσῆς δεδόξασταί ποτε, ἐν τῷ Σινᾷ Θεοῦ τὰ ὀπίσθια, μυστικῶς θεώμενος΄ Ὁ ἔνδοξος ὑπογράφων ξένον μυστήριον, μανναδόχον δὲ στάμνον νῦν, Εἰκόνα ἄχραντον, θερμῶς προσπεσοῦσα Μαρία Ἀγγελικὸν βίον κομίζεται.

ὁ β’ χορός

Στίχ.  Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ναοῦ εὐπρέπειαν τοῦ σοῦ ἐπιποθοῦσα, ψαλμικῶς θεάσασθαι, νοερόν τε σκήνωμα τῆς δόξης σου ἡ τὸν σὸν ναὸν βεβηλώσασα νοεραῖς πρεσβείαις Χριστὲ τῆς ἀπειράνδρου σου ναοῦ γενομένης ναόν με τοῦ παντουργοῦ, ποίησον Πνεύματος.

ὁ α’ χορός

 Δόξα Πατρὶ…

Ἡ τῷ ἀγκίστρῳ τῆς σαρκός, δι’ ὀφθαλμῶν τοὺς πολλοὺς ζωγρήσασα ἡδονῇ βραχείᾳ τε κατάβρωμα διαβόλου τούτους ποιήσασα, ἠγκιστρεύθη, παναληθῶς τῇ θείᾳ χάριτι Σταυροῦ τοῦ τιμίου ἡδύτατον τῷ Χριστῷ ὄψον ὑπάρξασα.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Μεμυημένος ὁ χορός, τῶν Προφητῶν, τὸ ἐν σοὶ μυστήριον, μυστικαῖς θεηγορίαις Ἄχραντε σὲ ποικιλοτρόπως προέλεγε, μανναδόχου στάμνου ἰδὲ νῦν Εἰκόνα ἄχραντον αὐτῇ προσπεσοῦσα Μαρία, ἡ ἐγγυήτρια,…

ὁ α’ χορός

… ἁμαρτωλῶν πρὸς Θεόν.  

ᾠδὴς’
ὁΕἱρμὸς

ὁβ’ χορός 

ἹλάσθητίμοιΣωτήρ, πολλαὶγὰραἱἀνομίαιμου, καὶἐκβυθοῦτῶνκακῶν, ἀνάγαγε, δέομαι, πρὸςσὲγὰρἐβόησα, καὶἐπάκουσόνμου, ὁΘεὸςτῆςσωτηρίαςμου.

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁἀρχέκακος, αὐτὸς δὲἀναρτηθείς, Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲἀνέστησας.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺὢκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦἐκ σοῦἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

τοῦ Τριῳδίου.   

ὁ β’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἱλάσθητί μοι Σωτὴρ

Ὁ πλούσιος ἑαυτὸν φλογὶ πυρὸς κατεδίκασε, τῇ ἐνηδόνῳ ζωῇ, ὁ πένης δὲ Λάζαρος, πτωχείαν ἑλόμενος, ἐν τῷδε τῷ βίῳ, ἠξιώθη τῆς ἀλήκτου χαρᾶς.

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι

Ἐν κόλποις τοῦ Ἀβραὰμ ὁ Λάζαρος κατηξίωται, τῆς αἰωνίου ζωῆς, Χριστὲ ἐμφορούμενος, πυρὶ δὲ ὁ Πλούσιος, καὶ ψυχὴν καὶ σῶμα, κατεκρίθη τιμωρούμενος.

ὁ β’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι

Κατεδικάσθη εἰς πῦρ, ὁ Πλούσιος διὰ Λάζαρον, μὴ κατακρίνῃς ἐμέ, τὸν δείλαιον δέομαι φιλάνθρωπε Κύριε, ἀλλ’ ὡς Λάζαρόν με, τοῦ φωτός σου καταξίωσον.

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεοκυῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Τῆς Ὁσίας

ὁ β’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἄβυσσος ἐσχάτη

Χαίρουσι Μαρία τὰ τῶν Ἀγγέλων στρατεύματα, τὸν ἐφάμιλλον Ὁσία βίον, τὸν ἐν σοὶ καθορῶντες καὶ δόξαν τῷ Κυρίῳ κραυγάζοντες.

ὁ α’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Φρίττουσι δαιμόνων τῶν ζοφερῶν τὰ συστήματα τὸ τῆς σῆς καρτερικὸν ἰσχύος, ὅτι γυνὴ παραδόξως καὶ γυμνή, καὶ μόνη τούτους ᾔσχυνας.

ὁ β’ χορός

 Δόξα Πατρί…

Ἔλαμψας ἡλίου δίκην Μαρία πανεύφημε, καὶ τὴν ἔρημον ταῖς φρυκτωρίαις πᾶσαν ἐφώτισας, ὅθεν κἀμὲ τῷ σῷ φωτὶ καταλάμπρυνον.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

Ἄγγελοι περιλαμφθέντες, τῇ δόξῃ τοῦ τόκου σου ἐν τῇ γῇ εἰρήνην πᾶσιν ἡμῖν, καὶ εὐδοκίαν ἀνθρώποις, Παρθένε κεκράγασιν. 

Συναπτὴ μικράκαὶἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον Ἀναστάσιμον.
Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.

Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.

Ὁ Οἶκος

Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου πολυέλεε.

Συναξάριον

Τῇ ΣΤ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐτυχίου, Πατριάρχου Κωνσταντινουπόλεως.

Στίχοι

  • Εὐτύχιον θανόντα τιμῶν τοῖς λόγοις,
  • Ἐμαυτὸν αὐτὸς εὐτυχέστατον κρίνω.
  • Ψυχῇ Εὐτυχίοιο πύλῃ πόλου οἴγεται ἕκτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑκατὸν εἴκοσι Μαρτύρων τῶν ἐν Περσίδι.

Στίχοι

  • Ἂν ἐξαριθμῇς οὓς τὸ πῦρ Πέρσας φλέγει,
  • Εὕροις ἔχοντας τετράκις τὸ τρὶς δέκα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Πλατωνίδος.

Στίχοι

  • Πόλου πλάτη φέρουσι τὴν Πλατωνίδα,
  • Ταῖς ἀρεταῖς λάμψασαν εἰς τὰ γῆς πλάτη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δύο Μαρτύρων τῶν ἐν Ἀσκάλωνι ἄχρις ὀσφύος χωσθέντων καὶ τελειωθέντων.

Στίχοι

  • Ἀνηρότως σοι γῆ φύει καρπόν, Λόγε.
  • Ὁ καρπὸς ἄνδρες, ἄχρις ὀσφύος, δύο.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πέμπτῃ τῶν Νηστειῶν, διετάχθημεν μνήμην ποιεῖσθαι τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας.

Στίχοι

  •        Ἀπῆρε πνεῦμα, σάρξ ἀπεῤῥύη πάλαι.
  •        Τὸν ὄστινον, γῆ, κρύπτε νεκρὸν Μαρίας.

 

Ταῖς αὐτῶν πρεσβείαις, Χριστέ ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ’. ᾠδὴ α’ 

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

…στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾠδὴ δ’

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας΄ Δόξα Χριστὲ τῇ δυνάμει σου.

ὁ α’ χορός

ᾠδὴ ε’ 

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾠδὴ Ϛ’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾠδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰἔργα, καὶὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ.Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴθ’.

Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.  

ὁ β’ χορός

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

Ὅτι ἅγιος ἐστι.

ὁ α’ χορός

Ἐξαποστειλάριον Η’

Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦἸησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν , τὸν Σωτῆρα ἤκουσε, Μή μου ἄπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου.

ὁ β’ χορός

Τῆς Ὁσίας τὸ παρὸν. Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις

Ὑπόδειγμα μετανοίας σὲ ἔχοντες πανοσία Μαρία Χριστὸν δυσώπει, ἐν τῷ καιρῷ τῆς Νηστείας, τοῦτο ἡμῖν δωρηθῆναι, ὅπως ἐν πίστει καὶ πόθῳ, σὲ ᾄσμασιν εὐφημῶμεν.

ὁ α’ χορός

Θεοτοκίον  Ὅμοιον

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρὰ Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι,…

ὁ β’ χορός

… τῶν αἰωνίων βασάνων.

ΑΙΝΟΙ

 ὁ α’ χορός

Ἦχος πλ.δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁα’ χορός

Αἰνεῖτεαὐτόν, ἥλιοςκαὶσελήνη, αἰνεῖτεαὐτόν, πάντατὰἄστρακαὶτὸφῶς.

ὁβ’ χορός

Αἰνεῖτεαὐτόν, οἱοὐρανοὶτῶνοὐρανῶν, καὶτὸὕδωρτὸὑπεράνωτῶνοὐρανῶν.αἰνεσάτωσαντὸὄνομαΚυρίου.

ὁα’ χορός

Ὃτιαὐτὸςεἶπε, καὶἐγενήθησαν, αὐτὸςἐνετείλατο, καὶἐκτίσθησαν.

ὁβ’ χορός

Ἔστησεναὐτὰεἰςτὸναἰῶνα, καὶεἰςτὸναἰῶνατοῦαἰῶνος, πρόσταγμαἔθετο, καὶοὐπαρελεύσεται.

ὁα’ χορός

ΑἰνεῖτετὸνΚύριονἐκτῆςγῆς, δράκοντεςκαὶπᾶσαιἄβυσσοι.

ὁα’ χορός

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμακαταιγίδος, τὰποιοῦντατὸνλόγοναὐτοῦ.

ὁβ’ χορός

Τὰὄρηκαὶπάντεςοἱβουνοί, ξύλακαρποφόρα, καὶπᾶσαικέδροι.

ὁα’ χορός

Τὰθηρίακαὶπάντατὰκτήνη, ἑρπετὰκαὶπετεινὰπτερωτά.

ὁα’ χορός

Βασιλεῖςτῆςγῆςκαὶπάντεςλαοί, ἄρχοντεςκαὶπάντεςκριταὶτῆςγῆς.

ὁβ’ χορός

Νεανίσκοικαὶπαρθένοι, πρεσβύτεροιμετὰνεωτέρων, αἰνεσάτωσαντὸὄνομαΚυρίου, ὅτιὑψώθητὸὄνομααὐτοῦμόνου.

ὁα’ χορός

Ἡἐξομολόγησιςαὐτοῦἐπὶγῆςκαὶοὐρανοῦ, καὶὑψώσεικέραςλαοῦαὐτοῦ.

ὁβ’ χορός

Ὕμνοςπᾶσιτοῖςὁσίοιςαὐτοῦ, τοῖςυἱοὶςἸσραήλ, λαῷἐγγίζοντιαὐτῷ.

 

ΨΑΛΜΟΣΡΜΘ’ (149)

ὁα’ χορός

ᾌσατετῷΚυρίῳᾆσμακαινόν, ἡαἴνεσιςαὐτοῦἐνἐκκλησίᾳὉσίων.

ὁβ’ χορός

ΕὐφρανθήτωἸσραὴλἐπὶτῷποιήσαντιαὐτόν, καὶυἱοὶΣιὼνἀγαλλιάσθωσανἐπὶτῷβασιλεῖαὐτῶν.

ὁα’ χορός

Αἰνεσάτωσαντὸὄνομααὐτοῦἐνχορῷ , ἐντυμπάνῳκαὶψαλτηρίῳψαλάτωσαναὐτῷ.

ὁβ’ χορός

ὍτιεὐδοκεῖΚύριοςἐντῷλαῷαὐτοῦ, καὶὑψώσειπραεῖςἐνσωτηρίᾳ.

ὁα’ χορός

Καυχἠσονταιὅσιοιἐνδόξῃ, καὶἀγαλλιάσονταιἐπὶτῶνκοιτῶναὐτῶν.

ὁβ’ χορός

ΑἱὑψώσειςτοῦΘεοῦἐντῷλάρυγγιαὐτῶν, καὶῥομφαῖαιδίστομοιἐνταῖςχερσὶναὐτῶν.

ὁα’ χορός

Τοῦποιῆσαιἐκδίκησινἐντοῖςἔθνεσιν, ἐλεγμοὺςἐντοῖςλαοῖς.

ὁβ’ χορός

Τοῦδῆσαιτοὺςβασιλεῖςαὐτῶνἐνπέδαις, καὶτοὺςἐνδόξουςαὐτῶνἐνχειροπέδαιςσιδηραῖς

ὁ α’ χορός

Στιχηρὰ Ἀναστάσιμα δ’.

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ’ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ’ ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε, διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη, Θεός ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.

ὁ α’ χορός

Ἦχος πλ. β’. 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὅλην ἀποθέμενοι

Σὲ μὲν διεκώλυε, τῆς τῶν σεπτῶν ἐποπτίας, μολυσμῶν τῶν πρότερον, τὸ ἐπισυρόμενον μιαντήριον, ἡ δὲ σὴ αἴσθησις, καὶ τῶν σοὶ θεόφρον, πεπραγμένων, ἡ συνείδησις, τὴν πρὸς τὰ κρείττονα, σοὶ ἐπιστροφὴν ἐνειργάσατο΄ Εἰκόνι γὰρ προσβλέψασα, τῆς εὐλογημένης θεόπαιδος, πάντων καταγνοῦσα, πταισμάτων σου πανεύφημε τῶν πρίν, ἐν παῤῥησίᾳ τὸ τίμιον, Ξύλον προσεκύνησας.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Σὲ μὲν διεκώλυε, τῆς τῶν σεπτῶν ἐποπτίας,…

ὁ α’ χορός

Στίχ.Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι  καί εἰσήκουσε τῆς δεήσεώς μου.

Τόπους προσκυνήσασα, περιχαρῶς τοὺς ἁγίους, ἀρετῆς ἐφόδιον, σωτηριωδέστατον, ἔνθεν γέγονας, καὶ σφοδρῶς ἔδραμες τὴν καλὴν πορείαν, καὶ τὸ ῥεῖθρον ἐκπεράσασα, τὸ Ἰορδάνειον, τὸ τοῦ Βαπτιστοῦ ἐνδιαίτημα, προθύμως κατεσκήνωσας, καὶ τὴν τῶν παθῶν ἀγριότητα, διὰ πολιτείας, ἠμαύρωσας λεπτύνασα σαρκός, ἐν παῤῥησίᾳ ἀείμνηστε, Μῆτερ τὰ οἰδήματα.

ὁ β’ χορός

Στίχ. Καὶἔστησεν ἐπὶπέτραν τοὺς πόδας μουκαί κατηύθυνε τά διαβήματά μου.

Ἔρημον οἰκήσασα, τῶν σῶν παθῶν τὰς εἰκόνας, ἐκ ψυχῆς ἀπήλειψας, τὸ θεοειδέστατον ἐξεικόνισμα, ἐν ψυχῇ γράψασα, ἀρετῶν ἰδέας, καὶ τοσοῦτον ὑπερέλαμψας, ὡς καὶ τοῖς ὕδασι κούφως ὑπερβαίνειν μακάριε, καὶ γῆθεν ὑπεραίρεσθαι, ἐν ταῖς πρὸς Θεόν σου ἐντεύξεσι, καὶ νῦν ἐν παῤῥησίᾳ, πανένδοξε Μαρία τῷ Χριστῷ, παρισταμένη δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος α’. Ἰδιόμελον

Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ ἄσκησις, σὺν ἁγιασμῷ, ὅθεν οὐδὲ πλούσιοι εἰσελεύσονται ἐν αὐτῇ, ἀλλ’ ὅσοι τοὺς θησαυρούς αὐτῶν ἐν χερσὶ πενήτων ἀποτίθενται. Ταῦτα καὶ Δαυΐδ ὁ Προφήτης διδάσκει λέγων. Δίκαιος ἀνὴρ ὁ ἐλεῶν ὅλην τὴν ἡμέραν, ὁ κατατρυφῶν τοῦ Κυρίου καὶ τῷ φωτὶ περιπατῶν ὃς οὐ μὴ προσκόψῃ, ταῦτα δὲ πάντα, πρὸς νουθεσίαν ἡμῶν γέγραπται ὅπως νηστεύοντες, χρηστότητα ποιήσωμεν, καὶ δῴη ἡμῖν Κύριος ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’ (πάντοτε)

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. 

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. δ΄ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • ·        Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶἍγιον Πνεῦμα.

ὁ β’ χορός

  • ·        Κύριε ὁ Θεός, ὁἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • ·        Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • ·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • ·        Καταξίωσον, Κύριε, ἐν τῇἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • ·        Γένοιτο, Κύριε, τὸἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Κύριε, καταφυγὴἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ.Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶὁ Θεός μου.

ὁ β’ χορός

  • ·        Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • ·        Παράτεινον τὸἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος πλ. δ΄

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

ὁα’ χορός

Ἦχοςβ´.

Στίχ. Α´. Εὐλόγειἡψυχήμου, τὸνΚύριον, καὶπάντατὰἐντόςμουτὸὄνοματὸἅγιοναὐτοῦ.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου, Σῶτερσῶσονἡμᾶς.

ὁ β’ χορός

Στίχ.Β´. Εὐλόγει, ἡψυχήμου, τὸνΚύριον, καὶμὴἐπιλανθάνουπάσαςτὰςἀνταποδόσειςαὐτοῦ.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου…

ὁα’ χορός

Στίχ.Γ´. Κύριοςἐντῷοὐρανῷἡτοίμασετὸνθρόνοναὐτοῦ, καὶἡβασιλείααὐτοῦπάντωνδεσπόζει.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου…

ὁβ’ χορός

Στίχ. Δ΄ΕὐλογεῖτετὸνΚύριον, πάντατὰἔργααὐτοῦ, ἐνπαντὶτόπῳτῆςδεσποτείαςαὐτοῦ.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου…

 

ὁα’ χορός

ΔόξαΠατρί…

ὁβ’ χορός

 Καὶνῦν.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου…

 

ἈντίφωνονΒ’

ὁβ’ χορός

Ἦχοςβ´.

Στίχ.Α´. Αἴνει, ἡψυχήμουτὸνΚύριον, αἰνέσωΚύριονἐντῇζωῇμουψαλῶτῷΘεῷμουἕωςὑπάρχω.

Σῶσονἡμᾶς, ΥἱὲΘεοῦ, ὁἀναστὰςἐκνεκρῶν, ψάλλοντάςσοιἈλληλούϊα.

ὁα’ χορός

Στίχ. Β´. Μακάριος, οὗὁΘεὸςἸακὼββοηθὸςαὐτοῦ, ἡἐλπὶςαὐτοῦἐπὶΚύριοντὸνΘεὸναὐτοῦ.

Σῶσονἡμᾶς, ΥἱὲΘεοῦ, ὁἀναστὰςἐκνεκρῶν…

ὁβ’ χορός

Στίχ. Γ´.Τὸνποιήσαντατὸνοὐρανὸνκαὶτὴνγῆν, τὴνθάλασσανκαὶπάντατὰἐναὐτοῖς·

Σῶσονἡμᾶς, ΥἱὲΘεοῦ, ὁἀναστὰςἐκνεκρῶν…

ὁα’ χορός

Στίχ.  Δ´.  Βασιλεύσει  Κύριος  εἰςτὸν  αἰῶνα,  ὁΘεόςσου, Σιών, εἰςγενεὰνκαὶγενεάν.

Σῶσον, ἡμᾶς, ΥἱὲΘεοῦ, ὁἀναστὰςἐκνεκρῶν…

ὁβ’ χορός

ΔόξαΠατρὶ…

ὁα’ χορός

Καὶνῦν…

ὁβ’ χορός

ὉμονογενὴςΥἱὸςκαὶΛόγοςτοῦΘεοῦ, ἀθάνατοςὑπάρχων, καὶκαταδεξάμενος, διὰτὴνἡμετέρανσωτηρίαν, σαρκωθῆναιἐκτῆςἁγίαςΘεοτόκουκαὶἀειπαρθένουΜαρίας, ἀτρέπτωςἐνανθρωπήσας, σταυρωθείςτε, ΧριστὲὁΘεός, θανάτῳθάνατονπατήσας, ΕἷςὢντῆςἁγίαςΤριάδος, συνδοξαζόμενοςτῷΠατρὶκαὶτῷἁγίῳΠνεύματι, σῶσονἡμᾶς.

 

 

ἈντίφωνονΓ’

ὁα’ χορός

Ἦχοςπλ.δ´.

Στίχ.α´.ΑὕτηἡἡμέραΚυρίου, ἀγαλλιασώμεθακαὶεὐφρανθῶμενἐναὐτῇ.

Ἐξὕψουςκατῆλθεςὁεὔσπλαγχνος, ταφὴνκαταδέξωτριήμερον, ἵναἡμᾶςἐλευθερώσῃςτῶνπαθῶν·ἡζωὴκαὶἡἀνάστασιςἡμῶν, Κύριεδόξασοι.

ὁβ’ χορός

Στίχ. β´. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

Ἐξὕψουςκατῆλθεςὁεὔσπλαγχνος,…

Μικρὰ Εἴσοδος.

ὁ α’ χορός 

Ἦχοςβ’

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁἀναστὰςἐκνεκρῶν,…
ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.  

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον. Ἦχος πλ. δ´.

Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.  

ὁβ’ χορός

τῆςὉσίαςἮχοςπλ.δ’

ἘνσοὶΜῆτερἀκριβῶςδιεσώθητὸκατ’ εἰκόνα, λαβοῦσαγὰρτὸνΣταυρόν, ἠκολούθησαςτῷΧριστῷ, καὶπράττουσαἐδίδασκεςὑπερορᾶνμὲνσαρκὸςπαρέρχεταιγάρ, ἐπιμελεῖσθαιδὲψυχῆς, πράγματοςἀθανάτου, διὸκαὶμετὰ  ἈγγέλωνσυναγάλλεταιὉσίαΜαρίατὸπνεῦμασου.

ὁα’ χορός

ΤοῦΝαοῦ

  ὁβ’ χορός

Κοντάκιον 

Ἦχος β’

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε. Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τρισάγιον

Ἀπόστολος

Προκείμενον. Ἦχος πλ. δ’

Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.

Στίχ. Γνωστός ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ. θ’, 11-14)

Ἀδελφοὶ Χριστὸς παραγενόμενος Ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου τοὐτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦἰδίου Αἵματος εἰσῆλθεν ἐφ’ ἅπαξ εἰς τὰἍγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ Αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου, ἑαυτόν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι; 

ὁ β’ χορὸς

Ἀλληλούϊα (γ’)    Ἦχος πλ.δ΄

    Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.

Εὐαγγέλιον  

Ἐκ τοῦ κατὰ Μάρκον.( Ι’ 32-45)

Τῷκαιρῷἐκείνῳ, παραλαμβάνει ὁἸησοῦςτοὺςδώδεκαμαθητάςαὐτοῦκαὶἤρξατοαὐτοῖςλέγειντὰμέλλοντααὐτῷσυμβαίνειν͵ὅτι΄ ἸδοὺἀναβαίνομενεἰςἹεροσόλυμα͵καὶὁυἱὸςτοῦἀνθρώπουπαραδοθήσεταιτοῖςἀρχιερεῦσινκαὶτοῖςγραμματεῦσιν͵καὶκατακρινοῦσιναὐτὸνθανάτῳκαὶπαραδώσουσιναὐτὸντοῖςἔθνεσιν καὶἐμπαίξουσιναὐτῷκαὶἐμπτύσουσιναὐτῷκαὶμαστιγώσουσιναὐτὸν καὶἀποκτενοῦσιν͵καὶμετὰτρεῖςἡμέραςἀναστήσεται. ΚαὶπροσπορεύονταιαὐτῷἸάκωβοςκαὶἸωάννηςοἱυἱοὶΖεβεδαίουλέγοντεςαὐτῷ͵Διδάσκαλε͵θέλομενἵναὃἐὰναἰτήσωμένσεποιήσῃςἡμῖν. Ὁδὲεἶπεναὐτοῖς͵Τίθέλετέ [με] ποιήσωὑμῖν;οἱδὲεἶπαναὐτῷ͵Δὸςἡμῖνἵναεἷςσουἐκδεξιῶνκαὶεἷςἐξἀριστερῶνκαθίσωμενἐντῇδόξῃσου. ὉδὲἸησοῦςεἶπεναὐτοῖς͵Οὐκοἴδατετίαἰτεῖσθε. δύνασθεπιεῖντὸποτήριονὃἐγὼπίνω͵ἢτὸβάπτισμαὃἐγὼβαπτίζομαιβαπτισθῆναι; οἱδὲεἶπον αὐτῷ͵Δυνάμεθα. ὁδὲἸησοῦςεἶπεναὐτοῖς͵Τὸποτήριονὃἐγὼπίνωπίεσθεκαὶτὸβάπτισμαὃἐγὼβαπτίζομαιβαπτισθήσεσθε͵ τὸδὲκαθίσαιἐκδεξιῶνμουἢἐξεὐωνύμωνοὐκἔστινἐμὸνδοῦναι͵ἀλλ΄οἷςἡτοίμασται. ΚαὶἀκούσαντεςοἱδέκαἤρξαντοἀγανακτεῖνπερὶἸακώβουκαὶἸωάννου. ΚαὶπροσκαλεσάμενοςαὐτοὺςὁἸησοῦςλέγειαὐτοῖς͵Οἴδατεὅτιοἱδοκοῦντεςἄρχειντῶνἐθνῶνκατακυριεύουσιναὐτῶνκαὶοἱμεγάλοιαὐτῶνκατεξουσιάζουσιναὐτῶν. Οὐχοὕτωςδέἐστινἐνὑμῖν·ἀλλ΄ὃςἂνθέλῃμέγαςγενέσθαιἐνὑμῖν͵ἔσταιὑμῶνδιάκονος͵καὶὃςἂνθέλῃἐνὑμῖνεἶναιπρῶτος͵ἔσταιπάντωνδοῦλος·καὶγὰρὁυἱὸςτοῦἀνθρώπουοὐκἦλθενδιακονηθῆναιἀλλὰδιακονῆσαικαὶδοῦναιτὴνψυχὴναὐτοῦ λύτρονἀντὶπολλῶν.

ὁ α’ χορός

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου ( ἦχος  β’,  μέλος ἀρχαῖον)

Εἰςτό, Ἐξαιρέτως

ὁα’ χορός

τὸ Μέγα Μεγαλυνάριον

Ἐμμελής ἀπαγγελία εἰς τὸ κλιτὸν

Ἐπὶσοὶχαίρει, Κεχαριτωμένη, πᾶσαἡκτίσις, Ἀγγέλωντὸσύστημα, καὶἀνθρώπωντὸγένος·ἡγιασμένεναέ, καὶΠαράδεισελογικέ, παρθενικὸνκαύχημα, ἐξἧςΘεόςἐσαρκώθη, καὶπαιδίονγέγονεν, ὁπρὸαἰώνωνὑπάρχωνΘεὸςἡμῶν.

Ἦχος α’ ἐκ τοῦ Κε (μέλος ἀρχαῖον)

Τὴνγὰρσὴνμήτραν, θρόνονἐποίησε, καὶτὴνσὴνγαστέρα, πλατυτέρανοὐρανῶνἀπειργάσατο. ἘπὶσοὶχαίρειΚεχαριτωμένη, πᾶσαἡκτίσις, δόξασοι.

Κοινωνικόν

ὁ β’ χορός

ἦχος πλ.δ’

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.

ὁ α’ χορός  

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.  

ὁ β’ χορός

   ἦχος πλ. α’

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

ἦχος β’

Εἴη τὸὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶἕως τοῦ αἰῶνος. (τρὶς)

Ἀπόλυσις

«…Ὁ ἀναστάς ἐκ νεκρῶν Χριστός ὁἀληθινός Θεός ἡμῶν…».

http://www.pdf-archive.com/2014/04/04/6-14/

Σχολιάστε