-
Ο ΑΓΙΟΣ ΚΥΡΙΛΛΟΣ Αρχιεπίσκοπος Ιεροσολύμων
-
ΟΙ ΑΓΙΟΙ ΤΡΟΦΙΜΟΣ και ΕΥΚΑΡΠΙΩΝ
-
ΟΙ ΑΓΙΟΙ ΜΥΡΙΟΙ (10.000) ΜΑΡΤΥΡΕΣ
-
Ο ΟΣΙΟΣ ΑΝΑΝΙΑΣ ο Θαυματουργός
-
Ο ΑΓΙΟΣ ΕDWARD (Άγγλος)
Αναλυτικά
Ο ΑΓΙΟΣ ΚΥΡΙΛΛΟΣ Αρχιεπίσκοπος Ιεροσολύμων
ΟΙ ΑΓΙΟΙ ΤΡΟΦΙΜΟΣ και ΕΥΚΑΡΠΙΩΝ
ΟΙ ΑΓΙΟΙ ΜΥΡΙΟΙ (10.000) ΜΑΡΤΥΡΕΣ
Ο ΟΣΙΟΣ ΑΝΑΝΙΑΣ ο Θαυματουργός
Ο ΑΓΙΟΣ ΕDWARD (Άγγλος)
Αναλυτικά
30 ΜΑΡΤΙΟΥ 2014
ΚΥΡΙΑΚΗ Δ΄ ΝΗΣΤΕΙΩΝ ΕΣΠΕΡΑΣ
Ὑπατίου ἱερομάρτυρος ἐπισκόπου Γαγγρῶν.
Λαμβάνουσιν καιρὸν παρὰ τοῦ Ἀρχιερέως -ἐὰν χοροστατεῖ- (ἱσταμένου εἰς τὸ Παραθρόνιον μετὰ χαζρανίου ἄνευ μανδύου καὶ φέροντος μόνον ἐπιστήθιον Σταυρὸν) μόνον εἷς ἱερεὺς μετὰ διακόνου.
ὁ Ἱερεύς:
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ Ἀναγνώστης: Ἀμήν.
ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης:
Ψαλμὸς ργ’ (103)
Καὶ πάλιν
Δόξα Πατρὶ… Καὶ νῦν …
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
ὁ Διάκονος:
ὁ Ἱερεύς:
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός
Ἦχος δ’ Ψαλμὸς ρμ’ (140) (Μέλος Εἱρμολογικόν)
ὁ β’ χορός
ὁ α’ χορός
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
ὁ β’ χορός
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
ὁ α’ χορός
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
ὁ β’ χορός
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
ὁ α’ χορός
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
ὁ β’ χορός
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
ὁ α’ χορός
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
ὁ β’ χορός
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
ὁ α’ χορός
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα’ (141)
ὁ β’ χορός
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
ὁ α’ χορός
Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
ὁ β’ χορός
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
ὁ α’ χορός
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
ὁ β’ χορός
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ ἦν ὁ ἐπιγινώσκων με.
ὁ α’ χορός
Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
ὁ β’ χορός
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα΄ Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
ὁ α’ χορός
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
ὁ β’ χορός
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Στιχηρὰ Κατανυκτικὰ
Ἦχος βαρὺς
ὁ α’ χορός
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ὡς ὁ ἄσωτος Υἱός, ἦλθον κἀγὼ οἰκτίρμον, δέξαι με προσπίπτοντα, ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεὸς καὶ ἐλέησόν με.
ὁ β’ χορός
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Ὡς ὁ περιπεσὼν εἰς τοὺς λῃστάς, καὶ τετραυματισμένος, οὕτω κἀγὼ περιέπεσα, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη, ὑπάρχει μου ἡ ψυχή, πρὸς τίνα καταφύγω ὁ ὑπεύθυνος ἐγώ, εἰ μὴ πρὸς σὲ τὸν εὔσπλαγχνον, τῶν ψυχῶν τὸν ἰατρόν; Ἐπίχεε ἐπ’ ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος.
ὁ α’ χορός
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Ὡς τὴν συκῆν τὴν ἄκαρπον, μὴ ἐκκόψῃς με Σωτὴρ τὸν ἁμαρτωλόν, ἀλλ’ ἐπὶ πολλῷ τῷ ἔτει, συγχώρησίν μοὶ δώρησαι, ἀρδεύων μου τὴν ψυχήν, τοῖς δάκρυσι τῆς μετανοίας, ἵνα καρπὸν προσενέγκω σοι ἐλεημοσύνης.
ὁ β’ χορός
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ὡς Ἥλιος ὑπάρχων δικαιοσύνης, φωταγώγησον τὰς καρδίας, τῶν σὲ ὑμνούντων΄ Κύριε δόξα σοι.
Ποίημα τοῦ κυρίου Ἰωσὴφ
Ἦχος γ’
ὁ α’ χορός
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Μεγάλη τοῦ Σταυροῦ σου
Μεγίστους ἐν καιρῷ, πιστοὶ ἐπιδειξώμεθα, τῆς ἐγκρατείας πόνους, ὅπως μεγίστης δόξης ἐπιτύχωμεν ἐλέει, τοῦ μεγάλου Θεοῦ καὶ Βασιλέως, ἀπολυτρούμενοι, τῆς φλογὸς τῆς γεέννης.
ὁ β’ χορός
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Τὸν χρόνον τῆς Νηστείας, νῦν ὑπερμεσάσαντες, ἀρχὴν ἐνθέου δόξης, σαφῶς ἐπιδειξώμεθα, καὶ εἰς τέλος ἐναρέτου πολιτείας, φθάσαι θερμῶς σπεύσωμεν, ὅπως ληψώμεθα, τὴν τρυφὴν τὴν ἀγήρω.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
ὁ α’ χορός
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος βαρὺς
Καταφρονήσαντες πάντων
Ὑπερμεσάσαντες ταύτην, τὴν ἱερὰν τῆς Νηστείας περίοδον, πρὸς τὸ μέλλον ἐν χαρᾷ, διευθυδρομήσωμεν, εὐποιΐας ἐλαίῳ, τὰς ψυχὰς ἀλειφόμενοι΄ ὅπως ἀξιωθῶμεν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τὰ θεῖα Παθήματα, προσκυνῆσαι, προφθάσαι, καὶ τὴν φρικτὴν καὶ ἁγίαν Ἀνάστασιν.
Καὶ τοῦ Μηναίου, προσόμοια γ’
Ἦχος πλ. δ’
ὁ β’ χορός
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ὢ τοῦ παραδόξου θαύματος
Πάτερ θεόφρον Ὑπάτιε, ἐν ἐγκρατείᾳ καλῶς, ἐκτραφεὶς εἰς περίδοξον, ἀρετῶν ἐπηύξησαι, ὕψος ἀνατεινόμενος, πρὸς θεωρίαν μυστικωτάτην σαφῶς, Χριστοῦ τὸ κάλλος κατοπτριζόμενος, οὗ ταῖς ἐλλάμψεσι, νοῦν τε καὶ διάνοιαν, καταυγασθείς, πᾶσιν ἐναπήστραψας, τὰς τῶν θαυμάτων αὐγάς.
α’ χορός
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Πάτερ πατέρων Ὑπάτιε, Ὀρθοδοξίας φωτί, ἀπαστράψας κατηύγασας, διανοίας Ὅσιε, τῶν πιστῶς προστρεχόντων σοι, καὶ τὰς Ἀρείου κόρας ἠμαύρωσας, ἀποκηρύξας τῆς Ἐκκλησίας Χριστοῦ· ὅθεν φωστῆρά σε, κεκτημένοι ἅπαντες, τὴν ἱεράν, μνήμην σου γεραίρομεν, καὶ μακαρίζομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.
Πάτερ Ἱερὲ Ὑπάτιε, τὸν Βασιλέα Χριστόν, ὃν τρανῶς ἀνεκήρυξας, Πατρὶ ὁμοούσιον, ἔχων ἐν τῇ καρδίᾳ σου, τὰς τῶν θαυμάτων ἀκτῖνας ἔλαμψας, φωταγωγήσας πᾶσαν ὑφήλιον· δράκοντα ἔκτεινας, καὶ θερμῶν ἀνάβλυσιν, σαῖς προσευχαῖς, ὑδάτων ἐξέβλυσας εἰς ἰατρείαν παθῶν.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Θεοτοκίον
Χαίροις οἰκουμένης καύχημα· χαῖρε Κυρίου Ναέ· χαῖρε Ὄρος κατάσκιον· χαῖρε καταφύγιον· χαῖρε Λυχνία χρυσῆ· χαῖρε τὸ κλέος τῶν Ὀρθοδόξων σεμνή· χαῖρε Μαρία Μήτηρ Χριστοῦ τοῦ Θεοῦ· χαῖρε παράδεισε· χαῖρε θεία Τράπεζα· χαῖρε σκηνή· χαῖρε Στάμνε πάγχρυσε· χαῖρε ἡ πάντων ἐλπίς.
Εἴσοδος ( Εἰσοδεύει μόνον εἷς ἱερεὺς μετὰ διακόνου).
Διάκονος: Σοφία Ὀρθοί !
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης ( χύμα ):
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Μέγα Προκείμενον
Ἦχος πλ. δ’
ὁ α’ χορός
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.
ὁ β’ χορός
Στίχ. Ἡ σωτηρία σου ὁ Θεὸς ἀντιλάβοιτό μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.
ὁ α’ χορός
Στίχ. Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.
Εἴπωμεν πάντες….κλπ. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος…
Ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης
Ἀμήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑσπερινὴν…κλπ …Εἴη τὸ κράτος τῆς βασιλείας…
Εἰς δὲ τὰ Ἀπόστιχα, τά παρόντα Ἰδιόμελα.
ὁ α’ χορός
Ἦχος βαρὺς
Ὁ τὸν ἀμπελῶνα φυτεύσας, καὶ τοὺς ἐργάτας καλέσας, ἐγγὺς ὑπάρχει Σωτήρ, δεῦτε οἱ τῆς Νηστείας ἀγωνισταί, μισθὸν ἀπολαύσωμεν, ὅτι πλούσιος ὑπάρχει, ὁ δοτήρ καὶ ἐλεήμων, μικρὸν ἐργασάμενοι, κομισώμεθα, τὸ τῆς ψυχῆς ἔλεος.
ὁ β’ χορός
Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἕτερον Ἰδιόμελον Ποίημα Στεφάνου
Ἦχος πλ. β’
Λῃσταῖς λογισμοῖς, περιπεσὼν ὁ Ἀδάμ, ἐκλάπη τὸν νοῦν, τραυματισθεὶς τὴν ψυχήν, καὶ ἔκειτο γυμνὸς ἀντιλήψεως, οὔτε Ἱερεὺς ὁ πρὸ τοῦ νόμου προσέσχεν αὐτῷ, οὔτε Λευΐτης μετὰ νόμον ἐπεῖδεν αὐτόν, εἰμὴ σὺ ὁ παραγενόμενος Θεός, οὐκ ἐκ Σαμαρείας, ἀλλ’ ἐκ τῆς Θεοτόκου, Κύριε δόξα σοι.
ὁ α’ χορός
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν
Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ…
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ἦχος ὁ αὐτὸς
ὁ β’ χορός
Ἀρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί, τὴν οὐράνιον Παστάδα, καὶ πύλην σφραγισθεῖσαν ἀληθῶς. Χαῖρε δι’ ἧς ἀνεβλάστησεν ἡμῖν, ὁ Σωτὴρ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ Θεός, κατάβαλε Δέσποινα τοὺς ἀθέους τυράννους ἐχθροὺς ἡμῶν, τῇ χειρί σου Ἄχραντε, ἡ ἐλπὶς Χριστιανῶν.
Νῦν ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν.
Ἦχος πλ. α’
ὁ α’ χορός
Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν, σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἱκετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων, ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ’ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.
ὁ Ἀναγνώστης (πρᾳείᾳ τῇ φωνῇ) :
Κύριε ἐλέησον, μ'(40).
Δόξα Πατρὶ… Καὶ νῦν…
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.
Ὁ Ἀρχιερεύς: Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν…
Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον΄ καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῶς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ λέγει ὁ Προεστώς, τό,
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
καὶ Ἀπόλυσις
ὁ β’ χορός
ψάλλει εἰς ἀργὸν εἱρμολογικὸν μέλος
Ἦχος β’
Ὅτε ἐκ τοῦ ξύλου
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι προσπίπτομεν΄ Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
Ὁ Προεστὼς: Δι’εὐχῶν…
30 ΜΑΡ14 Ε ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ
30 ΜΑΡΤΙΟΥ 2014
ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.
Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς
Κλίμακος.
Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ
Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ Δ΄ΝΗΣΤΕΙΩΝ 2014
30 ΜΑΡΤΙΟΥ 2014
ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.
Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς
Κλίμακος.
Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ
Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (29/03/14)
29 ΜΑΡΤΙΟΥ 2014
Σάββατον τῆς Δ’ Ἑβδομάδος τῶν Νηστειῶν.
Μάρκου ἐπισκόπου Ἀρεθουσίων καὶ Κυρίλλου διακόνου καὶ τῶν σὺν αὐτοῖς μαρτύρων, Ἰωνᾶ καὶ Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς μαρτύρων.
Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ Δ΄ΝΗΣΤΕΙΩΝ 2014
28 ΜΑΡΤΙΟΥ 2014
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ
Τῇ Παρασκευῇ τῆς Δ’ Ἑβδομάδος ἑσπέρας
Μετὰ τῆς Δ’ Στάσεως τῶν Χαιρετισμῶν
Συνέχεια ανάγνωσης Δ΄ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ 2014
28 ΜΑΡΤΙΟΥ 2014
Παρασκευή τῆς Δ’ Ἑβδομάδος
Ἑσπερινὸς καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων
Μάρκου ἐπισκόπου Ἀρεθουσίων καὶ Κυρίλλου διακόνου καὶ τῶν σὺν αὐτοῖς μαρτύρων, Ἰωνᾶ καὶ Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς μαρτύρων.
Συνέχεια ανάγνωσης ΠΡΟΗΓΙΑΣΜΕΝΗ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΠΑΡΑΣΚΕΥΗΣ Δ΄ΝΗΣΤΕΙΩΝ 2014
26 ΜΑΡΤΙΟΥ 2014
Τετάρτη τῆς Δ’ Ἑβδομάδος
Ἑσπερινὸς καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων
Ματρώνης μάρτυρος τῆς ἐν Θεσσαλονίκῃ.
Συνέχεια ανάγνωσης ΠΡΟΗΓΙΑΣΜΕΝΗ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΕΤΑΡΤΗΣ Δ΄ΝΗΣΤΕΙΩΝ 2014
25 ΜΑΡΤΙΟΥ 2014
† Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.
(᾿Εθνικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλληνικῆς ἐπαναστάσεως τοῦ 1821).
25 ΜΑΡΤΙΟΥ 2014
† Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.
(᾿Εθνικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλληνικῆς ἐπαναστάσεως τοῦ 1821).
Τῌ ΔΕΥΤΕΡᾼ ΕΣΠΕΡΑΣ (24/03/14)
Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΘΕΟΜΗΤΟΡΙΚΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 2014
Ο ΟΣΙΟΣ ΑΛΕΞΙΟΣ ο άνθρωπος του Θεού
ΤΗ ΑΥΤΗ ΗΜΕΡΑ ΜΝΗΜΗ ΤΗΣ ΜΕΤΑ ΦΙΛΑΝΘΡΩΠΙΑΣ ΕΠΕΝΕΧΘΕΙΣΗΣ ΗΜΙΝ ΦΟΒΕΡΑΣ ΑΠΕΙΛΗΣ ΤΟΥ ΣΕΙΣΜΟΥ ΚΑΤΑ ΤΟΥΣ ΧΡΟΝΟΥΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ
Ο ΟΣΙΟΣ ΘΕΟΣΤΗΡΙΚΤΟΣ ο Όμολογητής
Ο ΑΓΙΟΣ ΠΑΥΛΟΣ ο Οσιομάρτυρας
Ο ΑΓΙΟΣ ΜΑΡΙΝΟΣ
Ο ΑΓΙΟΣ και ΔΙΚΑΙΟΣ ΛΑΖΑΡΟΣ ο φίλος του Χριστού
Ο ΟΣΙΟΣ ΜΑΚΑΡΙΟΣ
Ο ΑΓΙΟΣ ΡΑΤRICK (Ιρλανδός)
Αναλυτικά
Συνέχεια ανάγνωσης Την ώρα πού η Θεία Λειτουργία τελείται στην γη, στο Ναό, τελείται και μια άλλη λειτουργία στον Ουρανό!!!!