ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΠΕΜΠΤΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2014

24  ΑΠΡΙΛΙΟΥ 2014

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Ἐλισάβετ ὁσίας τῆς θαυματουργοῦ.

Ἦχος πλ. αʹ.

ὁ Προεξάρχων θυμιῶν:

Δόξα τῇἁγίᾳ, καὶὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  

Ἦχος πλ. α’

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

Λέγεται δὲ τοῦτο τρὶςὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ  Ἱερέως ἄνευ στίχων. Εἴθ’ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁπροεξάρχων, καθ’ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.

 

Στίχ. α’Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 

Στίχ. β’Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 

Στίχ. γ’ Οὕτως ἀπολοῦνται οἱἁμαρτωλοὶἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 

Στίχ. δ’ Αὕτη ἡἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

ὁ α’χορὸς

Δόξα Πατρὶ …

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

ὁ β’χορὸς

Καὶ νῦν…

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…

ὁ β’χορὸς

…καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

 

Συναπτὴ μεγάλη κα κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

 

ὁ Κανών

ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, ψάλλεται δὲ μετὰ τῶν εἱρμῶν εἰς ἓξ ἢ χάριν συντομίας εἰς τέσσαρα τροπάρια 

 

ᾠδὴ α’

 ὁ α’χορὸς

Ἦχος α’  εἱρμὸς

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ὁ β’χορὸς

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί,…

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶὀψόμεθα, τῷἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Καθαρθῶμεν τὰς αἰσθήσεις,… 

ὁ α’χορὸς

Δόξα Πατρὶ …

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲἀγαλλιάσθω,  ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

 

ὁ β’χορὸς

Καὶ νῦν…

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν,…

ὁ α’χορὸς

Καταβασία

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. 

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη…

ὁ β’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ α’χορὸς

Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος…

ᾠδὴ γ’

ὁ α’χορὸς

ὁ εἱρμὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

ὁ β’χορὸς

Δεῦτε πόμα πίωμεν καινόν,…

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νῦν πάντα πεπλήρωται φωτός,… 

ὁ α’χορὸς

Δόξα Πατρὶ …

Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλεία σου.

 

ὁ β’χορὸς

Καὶ νῦν… 

Χθὲς συνεθαπτόμην σοι Χριστὲ…

ὁ α’χορὸς

Καταβασία

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ β’χορὸς

Χριστὸς ἀνέστη…

ὁ α’χορὸς

Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σ ε Θες μν…

 

ἩὙπακοὴ( χύμα)Ἦχος δ’

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦἈγγέλου, τὸν ἐν φωτὶἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.

 

ᾠδὴ δ’

 ὁ β’χορὸς

ὁ εἱρμὸς

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ὁ α’χορὸς

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ,…

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸἡμέτερον Πάσχα, καὶὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν…

ὁ β’χορὸς

Δόξα Πατρὶ …

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.  

ὁ α’χορὸς

Καὶ νῦν…

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦὁἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος. 

Καταβασία

ὁ β’χορὸς

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. 

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ α’χορὸς

Χριστὸς ἀνέστη…  

ὁ β’χορὸς

Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι γαθς κα φιλνθρωπος…

ᾠδὴ ε’

 ὁ α’χορὸς

ὁ εἱρμὸς

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

ὁ β’χορὸς

Ὀρθρίσωμεν ὄρθρου βαθέος…

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾋδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον. 

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν,… 

ὁ α’χορὸς

Δόξα Πατρὶ …

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

ὁ β’χορὸς

Καὶ νῦν…

Προσέλθωμεν λαμπαδηφόροι,…

Καταβασία

ὁ α’χορὸς

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. 

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ β’χορὸς

Χριστὸς ἀνέστη…  

ὁ α’χορὸς

Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι γασται…

ᾠδὴ ς’

ὁ β’χορὸς

 ὁ εἱρμὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

ὁ α’χορὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς,…

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶἀνέωξας ἡμῖν, Παραδείσου τὰς πύλας.

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ,…

ὁ β’χορὸς

Δόξα Πατρὶ …

Σῶτέρ μου τὸ ζῶν τε καὶἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

ὁ α’χορὸς

Καὶ νῦν…

Σῶτέρ μου τὸ ζῶν τε καὶἄθυτον, ἱερεῖον…

Καταβασία

ὁ β’χορὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. 

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη…   

ὁ α’χορὸς

Χριστὸς ἀνέστη…

ὁ β’χορὸς

Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σὺ γὰρ εἶὁ βασιλεύς…

 

Κοντάκιον  Ἦχος πλ. δ’

Εἰ καὶἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶἀνέστης ὡς νικητής, Χριστὲὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Ὁ Οἶκος

Τὸν πρὸἡλίου Ἥλιον, δύναντά ποτεἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων, ὢ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῷ μὴἐν σπαργάνοις, ἀλλ’ ἐν σινδόνι ἐνειλημένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν, Ὢ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Συναξάριον

Τῇ ΚΔ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ, τῆς θαυματουργοῦ.

Στίχοι

  • Ἐλισάβετ, λιποῦσα γῆν, Θεοῦ Λόγε,
  • Καλὴ καλὸν βλέπει σε νύμφη νυμφίον.
  • Εἰκάδι καί γε τετάρτῃ ἀπῆρε πόλονδε Ἐλισαβέτεια.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου.

Στίχοι

  • Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας,
  • Ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτυρων τῶν διὰ τοῦ Ἁγίου Σάββα πιστευσάντων ἑβδομήκοντα στρατιωτῶν, ξίφει τελειωθέντων.

Στίχοι

  • Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας,
  • Εὕροις πεσόντας ἄνδρας ἑπτάκις δέκα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πασικράτους καὶ Βαλεντίωνος.

Στίχοι

  • Ὁ Πασικράτης ἤρατο τμηθεὶς κράτος,
  • Βαλεντίωνος ἐκβαλὼν φόβον ξίφους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσεβίου, Νέωνος, Λεοντίου, Λογγίνου καὶ ἑτέρων τεσσάρων.

Στίχοι

  • Ἀριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων,
  • Τὸν ἰσάκις τέμνουσιν ἴσον ἰσάκις.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦἄλλον οὐκ οἴδαμεν, τὸὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰἐν ὅλῳ τῷ κόσμῳ΄ Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

( Ἀναγινώσκεται ἐκ τρίτου)

 

Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

( Ἀναγινώσκεται ἐκ τρίτου)  

ᾠδὴ ζ’

ὁ α’χορὸς

 ὁ εἱρμὸς

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶὑπερένδοξος.

ὁ β’χορὸς

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,… 

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἒδραμον, ὃν δὲὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Γυναῖκες μετὰ μύρων θεόφρονες,…

ὁ α’χορὸς

Δόξα Πατρὶ …

Θανάτου ἑορτάζομεν νέκρωσιν ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶὑπερένδοξον.

 

ὁ β’χορὸς

Καὶ νῦν…

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

Καταβασία

ὁ α’χορὸς

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶὑπερένδοξος.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ β’χορὸς

Χριστὸς ἀνέστη…

ὁ α’χορὸς

Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Εη τ κρτος…

 

ᾠδὴ η’

  ὁ β’χορὸς

ὁ εἱρμὸς

Αὕτη ἡ κλητὴ καὶἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

ὁ α’χορὸς

Αὕτη ἡ κλητὴ καὶἁγία ἡμέρα,… 

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου…

ὁ β’χορὸς

Στίχ. Εὐλογοῦμεν Πατέρα ,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶἴδε, ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.  

ὁ α’χορὸς

Καὶ νῦν…

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. 

ὁ β’χορὸς

Καταβασία

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Αὕτη ἡ κλητὴ καὶἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. 

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ α’χορὸς

Χριστὸς ἀνέστη…  

ὁ β’χορὸς

Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι ηλγηται…

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

 

ᾠδὴ θ’

ὁ α’χορὸς

Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐθελουσίως παθόντα καί ταφέντα καί ἐξαναστάντα τριήμερον ἐκ τάφου.

 ὁ εἱρμὸς

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲἀνέτειλε, Χόρευε νῦν, καὶἀγάλλου Σιών, σὺ δὲἁγνή, τέρπου Θεοτόκε, ἐν τῇἐγέρσει τοῦ τόκου σου.

ὁ β’χορὸς

Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστόν τόν ζωοδότην.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ,… 

ὁ α’χορὸς

Στίχ. Χριστός τό Καινόν Πάσχα, τό ζωόθυτον θῦμα, ἀμνός Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν κόσμου.

Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς, μεθ’ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

ὁ β’χορὸς

Στίχ. Σήμερον πᾶσα κτίσις ἀγάλλεται καί χαίρει, ὅτι Χριστός ἀνέστη καί ῞ᾼδης ἐσκυλεύθη.

Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς,…

ὁ α’χορὸς

Δόξα Πατρὶ …

Στίχ. Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.

Ὢ Πάσχα τὸ μέγα, καὶἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.

ὁ β’χορὸς

Καὶ νῦν… 

Στίχ. Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη· σός γάρ Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Ὢ Πάσχα τὸ μέγα, καὶἱερώτατον Χριστέ,…

Καταβασία

ὁ α’χορὸς

Στίχ. Ὁ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲἀνέτειλε, Χόρευε νῦν, καὶἀγάλλου Σιών, σὺ δὲἁγνή, τέρπου Θεοτόκε, ἐν τῇἐγέρσει τοῦ τόκου σου. 

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη…

ὁ β’χορὸς

Χριστὸς ἀνέστη…  

ὁ α’χορὸς

Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σ ανοσι…

Ἐξαποστειλάριον  αὐτόμελον

ὁ α’χορὸς

Ἦχος β’

Σαρκὶὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

ὁ β’χορὸς

Σαρκὶὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

ὁ α’χορὸς

Σαρκὶὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας,…

ὁ β’χορὸς

… τοῦ κόσμου σωτήριον.

AINOI

ὁ α’ χορός

Ἦχος πλ. α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τὴν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

  ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Κύριε, αἱ γυναῖκες ἔδραμον, ἐπὶ τὸ μνῆμα τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι’ ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

 ὁ β’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς Μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

 

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.

ὁ α’ χορός

Ἦχος πλ. α’

Στίχ.Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. 

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.  

ὁ β’ χορός

Στίχ.Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. 

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ’ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

ὁ α’ χορός

Στίχ. Οὕτως ἀπολοῦνται οἱἁμαρτωλοὶἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. 

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.  

ὁ β’ χορός

Στίχ. Αὕτη ἡἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις.

ὁ α’ χορός

Δόξα Πατρί…

ὁ β’ χορός

Καὶ νῦν…

ὁ α’ χορός

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τῇἈναστάσει, καὶ οὕτω βοήσωμεν,…

ὁ β’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 ὁ α’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

ὁ β’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Α Ν Τ Ι Φ Ω Ν Α

Τοῦ Πάσχα

Ἀντίφωνον α’

 Ἦχος β’

Στίχ.Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

 ὁ α’ χορός

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

 

Στίχ. Ψάλατε δὴ τῷὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

ὁ β’ χορός

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Στίχ. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱἐχθροί σου.

 ὁ α’ χορός

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷὀνόματι σου Ὕψιστε.

ὁ β’ χορός

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρὶ… Καὶ νῦν…

 ὁ α’ χορός

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον β’

Ἦχος ὁ αὐτὸς

Στίχ.Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦἐφ’ ἡμᾶς, καὶἐλεήσαι ἡμᾶς.

ὁ β’ χορός

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

 

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

 ὁ α’ χορός

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

 

Στίχ.Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

ὁ β’ χορός

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

 

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

 ὁ α’ χορός

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…  

Δόξα Πατρί… Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷἉγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον γ’

Ἦχος πλ. α’

Στίχ.Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

 ὁ α’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

Στίχ.Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

ὁ β’ χορός

Στίχ. Οὕτως ἀπολοῦνται οἱἁμαρτωλοὶἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

 ὁ α’ χορός

Χριστὸς ἀνέστη…

 

Στίχ. Αὓτηἡἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

ὁ β’ χορός

Χριστὸς ἀνέστη… 

Εἰσοδικὸν

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

 

Εἶτα τὸ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…(ἐκ γ’).

 ὁ β’ χορός

ἩὙπακοὴ  Ἦχος δ’

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦἈγγέλου, τὸν ἐν φωτὶἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.

 ὁ α’ χορός

Κοντάκιον  Ἦχος πλ. δ’

Εἰ καὶἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶἀνέστης ὡς νικητής, Χριστὲὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

 

Ἀντὶ δὲ τοῦ Τ ρ ι σ α γ ί ο υ

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.

ΑΠΟΣΤΟΛΟΣ

Προκείμενον. Ἦχος γ΄

Ψάλατε τῷ Θεῷ ἡμῶν ψάλατε.

Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα  

( 2:38-43)

Ἐνταῖςἡμέραιςἐκείναις, εἶπεΠέτροςπρὸςτὸνλαὸν·Μετανοήσατε͵καὶβαπτισθήτωἕκαστοςὑμῶνἐπὶτῷὀνόματιἸησοῦΧριστοῦεἰςἄφεσιν ἁμαρτιῶν͵καὶλήψεσθετὴν δωρεὰντοῦἁγίουΠνεύματος·ὑμῖνγάρἐστινἡἐπαγγελίακαὶτοῖςτέκνοιςὑμῶνκαὶπᾶσιτοῖςεἰςμακρὰνὅσουςἂνπροσκαλέσηταιΚύριοςὁΘεὸςἡμῶν. Ἑτέροιςτελόγοιςπλείοσιδιεμαρτύρετο͵καὶπαρεκάλειαὐτοὺςλέγων·Σώθητεἀπὸτῆςγενεᾶςτῆςσκολιᾶςταύτης. Οἱμὲνοὖνἀποδεξάμενοιτὸνλόγοναὐτοῦἐβαπτίσθησαν͵καὶπροσετέθησανἐντῇἡμέρᾳἐκείνῃψυχαὶὡσεὶτρισχίλιαι. ἮσανδὴπροσκαρτεροῦντεςτῇδιδαχῇτῶνἈποστόλωνκαὶτῇκοινωνίᾳ͵τῇκλάσειτοῦἄρτουκαὶταῖςπροσευχαῖς. Ἐγένετοδὲπάσῃψυχῇφόβος͵ πολλάτε τέρατακαὶσημεῖαδιὰτῶνἀποστόλωνἐγίνετο.

Ἀλληλούϊα. (γ’)  Ἦχος δ΄

Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε.

Στίχ. Ἠγάπησαν δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰἸωάννην

 γ΄ 1 – 15

Τῷκαιρῷἐκείνῳ, ἄνθρωπόςτιςἦνἐκτῶνΦαρισαίων, Νικόδημοςὄνομααὐτῷ, ἄρχωντῶνἸουδαίων·  οὗτοςἦλθεπρὸςτὸνἸησοῦννυκτὸςκαὶεἶπεναὐτῷ·Ραββί, οἴδαμενὅτιἀπὸΘεοῦἐλήλυθαςδιδάσκαλος·οὐδεὶςγὰρταῦτατὰσημεῖαδύναταιποιεῖνἃσὺποιεῖς, ἐὰνμὴᾖὁΘεὸςμετ’ αὐτοῦ.  ἀπεκρίθηἸησοῦςκαὶεἶπεναὐτῷ·Ἀμὴνἀμὴνλέγωσοι, ἐὰνμήτιςγεννηθῇἄνωθεν, οὐδύναταιἰδεῖντὴνβασιλείαντοῦΘεοῦ.  λέγειπρὸςαὐτὸνὁΝικόδημος·Πῶςδύναταιἄνθρωποςγεννηθῆναιγέρωνὤν;μὴδύναταιεἰςτὴνκοιλίαντῆςμητρὸςαὐτοῦ δεύτερονεἰσελθεῖνκαὶγεννηθῆναι;  ἀπεκρίθηἸησοῦς·Ἀμὴνἀμὴνλέγωσοι, ἐὰνμήτιςγεννηθῇἐξὕδατοςκαὶΠνεύματος, οὐδύναταιεἰσελθεῖνεἰςτὴνβασιλείαντοῦΘεοῦ.  τὸγεγεννημένονἐκτῆςσαρκὸςσάρξἐστιν, καὶτὸγεγεννημένονἐκτοῦΠνεύματοςπνεῦμάἐστι.  μὴθαυμάσῃςὅτιεἶπόνσοι, δεῖὑμᾶςγεννηθῆναιἄνωθεν.  τὸπνεῦμαὅπουθέλειπνεῖ, καὶτὴνφωνὴναὐτοῦἀκούεις, ἀλλ’ οὐκοἶδαςπόθενἔρχεταικαὶποῦὑπάγει·οὕτωςἐστὶπᾶςὁγεγεννημένοςἐκτοῦΠνεύματος. ἀπεκρίθηΝικόδημοςκαὶεἶπεναὐτῷ·Πῶςδύναται ταῦταγενέσθαι;  ἀπεκρίθηἸησοῦςκαὶεἶπεναὐτῷ·ΣὺεἶὁδιδάσκαλοςτοῦἸσραὴλκαὶταῦταοὐγινώσκεις;  ἀμὴνἀμὴνλέγωσοιὅτιὃοἴδαμενλαλοῦμενκαὶὃἑωράκαμενμαρτυροῦμεν, καὶτὴνμαρτυρίανἡμῶνοὐλαμβάνετε.  εἰτὰἐπίγειαεἶπονὑμῖνκαὶοὐπιστεύετε, πῶςἐὰνεἴπωὑμῖντὰἐπουράνιαπιστεύσετε;  καὶοὐδεὶςἀναβέβηκενεἰςτὸνοὐρανὸνεἰμὴὁἐκτοῦοὐρανοῦκαταβάς, ὁυἱὸςτοῦἀνθρώπουὁὤνἐντῷοὐρανῷ.  καὶκαθὼςΜωϋσῆςὕψωσετὸνὄφινἐντῇἐρήμῳ, οὕτωςὑψωθῆναιδεῖτὸνυἱὸντοῦἀνθρώπου,  ἵναπᾶςὁπιστεύωνεἰςαὐτὸνμὴἀπόληταιἀλλ’ ἔχῃζωὴναἰώνιον.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Εἰς τὸ Ἐξαιρέτως

ὁ α’χορὸς

Ἦχος α’

Στίχ. Ὁ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲἀνέτειλε, Χόρευε νῦν, καὶἀγάλλου Σιών, σὺ δὲἁγνή, τέρπου Θεοτόκε, ἐν τῇἐγέρσει τοῦ τόκου σου. 

Κοινωνικὸν

ὁ β’ χορός

Ἦχος β’

Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.

 

Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς…» καὶ τοῦ «Εἴη τὸὄνομα Κυρίου εὐλογημένον…» λέγεται τό, Χριστὸς ἀνέστη.

 

᾽Απόλυσις: Διαλογική· «῾Ο ἀναστάς ἐκ νεκρῶν…».
 ὁ Προεξάρχων: πρός τόν λαόν· «Χριστός ἀνέστη».
῾Ο Λαός: «᾽Αληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ·
ὁ Προεξάρχων: Τό· «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει».
῾Ο Λαός: ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν».
ὁ Προεξάρχων: Κατακλείει διά τοῦ· «Χριστός ἀνέστη…» (ὅλον), καί
῾Ο Λαός: ᾽Αντιφωνεῖ· «᾽Αληθῶς ἀνέστη ὁ Κύριος».

 24 ΑΠΡ14 ΠΕΜΠΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s