ΕΣΠΕΡΙΝΟΣ ΠΑΡΑΣΚΕΥΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΚΑΙ ΕΟΡΤΩΝ ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ 2014

25  ΑΠΡΙΛΙΟΥ 2014

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Τὰἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῆς Ζωοδόχου Πηγῆς,

Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ.

Ἦχος πλ. βʹ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (24/04/14)

 

Εἰς τὸ Λυχνικόν, ἀλλάσσει ὁἹερεὺς πᾶσαν τὴν ἱερατικὴν στολὴν αὐτοῦ, καὶ στὰς κατενώπιον τῆς ἁγίας Τραπέζης μετὰ τοῦ θυμιατοῦ, σφραγίζει σταυροειδῶς, καὶἐκφωνεῖ λέγων

 

Δόξα τῇἁγίᾳ, καὶὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορὸς

Ἀμήν.

Ἦχος πλ. α’

ὁπροεξάρχων

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

Λέγεται δὲ τοῦτο τρὶςὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ  Ἱερέως ἄνευ στίχων. Εἴθ’ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁπροεξάρχων, καθ’ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.

 

Στίχ. α’Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

ὁ α’ χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 

Στίχ. β’Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 

Στίχ. γ’ Οὕτως ἀπολοῦνται οἱἁμαρτωλοὶἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 

Στίχ. δ’ Αὕτη ἡἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

ὁ α’χορὸς

Δόξα Πατρί …

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

ὁ β’χορὸς

Καὶ νῦν…

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…

ὁ β’χορὸς

…καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Συναπτὴ μεγάλη κα κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορός

Ἦχος πλ.β’  Ψαλμὸς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

  • Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

ὁ β’ χορός

  • Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

ὁ α’ χορός

  • Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

ὁ β’ χορός

  •  Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

ὁ α’ χορός

  • Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

ὁ β’ χορός

  •  Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

ὁ α’ χορός

  • Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

ὁ β’ χορός

  •  Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

ὁ α’ χορός

  •  Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

 

  • Ψαλμὸς ρμα’ (141)

ὁ β’ χορός

  • Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

ὁ α’ χορός

  •  Ἐκχεῶ  ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

ὁ β’ χορός

  • Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ὁ α’ χορός

  • Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

ὁ β’ χορός

  •  Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ  οὐκ  ἦν ὁ ἐπιγινώσκων με.

ὁ α’ χορός

  •  Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

ὁ β’ χορός

  •  Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

ὁ α’ χορός

  •  Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

ὁ β’ χορός

  • Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

ὁ α’ χορός

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός΄ Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν. Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Στίχ.  Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

 

Τῆς Ζωοδόχου Πηγῆς

Ἦχος ὁ αὐτὸς

ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

. Ὅλην ἀποθέμενοι

Ξένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης, ἐπὶ σοὶ τετέλεκε, καταρχὰς Πανάμωμε· καὶ γὰρ ἄνωθεν, ἐμφανῶς ἔσταξεν, ὑετὸς καθάπερ, ἐν τῇ μήτρᾳ σου Θεόνυμφε, Πηγὴν δεικνύων σε, σύμπαν ἀγαθὸν ἀναβλύζουσαν, πλημμύραν τε ἰάσεων, τὰς εὐεργεσίας προρρέουσαν ἅπασιν ἀφθόνως, τοῖς χρῄζουσι τὴν ῥῶσιν τῶν ψυχῶν, καὶ τήν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς χάριτος.

 

ὁ β’ χορός

Στίχ.   Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Μάννα σε οὐράνιον, καὶ Παραδείσου Παρθένε, τὴν Πηγὴν τὴν ἔνθεον, ὀνομάζω Δέσποινα προσφυέστατα· τῆς γὰρ γῆς ἔδραμεν, ἡ ῥοὴ καὶ χάρις, τῆς Πηγῆς σου τετραμέρειαν αὐτῆς καλύπτουσα, ξένοις τεραστίοις ἑκάστοτε, καὶ πᾶσι τὸ αἰτούμενον γίνεται τὸ ὕδωρ πινόμενον· ὅθεν γεγηθότες, Χριστώνυμοι προστρέχομεν πιστῶς, ἁγιασμόν ἀρυόμενοι, πάντοτε γλυκύρροον.

 

ὁ α’ χορός

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.

Ῥεῖθρα τῶν ἰάσεων, ἀναβλυστάνεις Παρθένε, τοῖς πιστῶς προστρέχουσι, τῇ Πηγῇ σου πάντοτε, θεονύμφευτε· δωρεὰν ῥέεις γάρ, δαψιλῆ καὶ χύδην τοῖς νοσοῦσι τὰ Ἰάματα, τυφλοὺς ἐμβλέποντας, φαίνεις ἐναργῶς προσιόντας σοι, χωλοὺς πολλοὺς ἀνώρθωσας καὶ τοὺς παρειμένους συνέσφιγξας, τὸν δὲ νεκρωθέντα, ἐζώωσας προσχύσει τῇ τριττῇ, ὑδρωπικῶν καὶ δυσπνόων τε, πάθη ἐθεράπευσας.

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

 ὁ β’ χορός

Ἦχος α’

Στίχ.Ὅτι παρὰ τῷ Κυρίῳ τὸἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. 

Τῶν οὐρανίων ταγμάτων

Τῶν θεηγόρων λογίων, τὸν συγγραφέα πιστοί, καὶ τῆς Αἰγύπτου μέγαν, πολιοῦχον ἀξίως, ὑμνήσωμεν βοῶντες· Μᾶρκε σοφέ, διδαχαῖς καὶ πρεσβείαις σου, πρὸς τόν ἀκύμονα βίον πάντας ἡμᾶς, ὡς Ἀπόστολος ὁδήγησον.

  ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Συνοδοιπόρος ἐγένου, τοῦ Σκεύους τῆς ἐκλογῆς, καὶ σὺν αὐτῷ διῆλθες, ὅλην Μακεδονίαν, ἐν Ῥώμῃ δὲ φοιτήσας, τοῦ Πέτρου ἡδύς, ἑρμηνεὺς ἀναδέδειξαι, καὶ ἀνεπαύσω ἀθλήσας θεοπρεπῶς, ἐν Αἰγύπτῳ Μᾶρκε πάνσοφε.

 ὁ β’ χορός

Στίχ.Ὅτι ἐκραταιώθη τὸἔλεος αὐτοῦἐφ’ ἡμᾶς, καὶἡἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα

Τὰς κεκαυμένας καὶ χέρσους, ψυχὰς ἐλίπανας, ταῖς φαειναῖς νιφάσι, ταῖς τοῦ Εὐαγγελίου· διό σου θεῖε Μᾶρκε, φαιδρῶς σὺν ἡμῖν, Ἀλεξάνδρεια σήμερον, πανηγυρίζει τὴν μνήμην καὶ εὐφημεῖ, προσκυνοῦσά σου τὰ λείψανα.

.

ὁ α’ χορός

Δόξα Πατρὶ… Ἦχος πλ. δ’

Τίς λαλήσει τὰς δυναστείας σου Πηγὴ; ἥτις ἐξ ἀκενώτων θαυμάτων πλημμυροῦσα, πολλὰ καὶ ὑπὲρ φύσιν ἐνεργεῖς διὰ ἰάσεων. Βαβαὶ τῶν μεγαλείων, ὧν τοῖς πάσιν ἐπιρρέεις! οὐ μόνον γὰρ νοσήματα χαλεπὰ ἀπήλασας, τῶν προσιόντων μετὰ πόθου, ἀλλὰ καὶ τὰ τῶν ψυχῶν πάθη ἐκπλύνεις καθαρίζουσα πανάσπιλε, σὺν πᾶσι βραβεύουσα καὶ μέγα ἔλεος.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος πλ.β’Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

Εἴσοδος μετὰ θυμιατοῦ

ὁ Διάκονος: Σοφία Ὀρθοί !

Ἦχος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σεἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸὁ κόσμος σὲ δοξάζει.

 

ὁ Διάκονος: Ἑσπέρας προκείμενον!

  Ἦχος βαρὺς

ὁ α’ χορός

Ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.

’ χορός

Στίχ. Ὁ Θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ’ αὐτόν.

Ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.

ὁ α’ χορός

Στίχ. Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον.

Ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.

ὁ β’ χορός

Στίχ. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου.

Ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.

 

Εἶτα Ἐκτενής, τό, Εἴπωμεν πάντες… Καταξίωσον Κύριε… Πληρώσωμεν τὴν ἑσπερινήν, κτλ.

 

Μετὰ δὲ τὴν ἐκφώνησιν, ψάλλομεν τῆς ὀκτωήχου τὸ Στιχηρὸν Ἀναστάσιμον τῶν Ἀποστίχων.

 

ὁ β’ χορός

Ἦχος πλ.β’

Ἀμήν. Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

 

ὁ α’ χορός

Ἦχος πλ. α΄

Στίχ.Τὸ πρόσωπόν σου λιτανεύ­σου­σιν οἱ πλούσιοι τοῦ λαοῦ.

Χαίροις ἀσκητικῶν

Χαίροις ἡ ζωηφόρος Πηγή, κατὰ θαλάσσας πελαγίζουσα θαύματα, πρὸς πᾶσαν τὴν οἰκουμένην Ὠκεανὲ νοητέ, τὰ Νειλῷα ῥεῖθρα ὑπερβαίνουσα, τῇ χύσει τῆς χάριτος, Σιλωὰμ ἐκ πέτρας ἄλλος δεύτερος, ὕδωρ πηγάζων, ὡς παράδοξον, Ἰορδάνου τε δεξαμένη ἐνέργειαν, μάννα σωτηριῶδές τε ἐναργῶς τὸ γινόμενον πρὸς τοῦ ζητοῦντος τὴν χρείαν· πλούσιον ὄντως καὶ ἄφθονον, Χριστοῦ Μῆτερ Κόρη ἡ προχέουσα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 ὁ β’ χορός

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

 Ὕμνοις ἐν ἐξαισίοις, Πιστοὶ, τὴν ἐπουράνιον νεφέλην ὑμνήσωμεν, σταγόνα τὴν οὐρανίαν, τὸν ζωοδότην Χριστόν, ἐπὶ γῆς ἀρρεύστως ὑετίζουσαν, τὸ ζῶν, τὸ ἁλλόμενον, καὶ πηγάζον ἀθάνατα, ὕδωρ τὸ θεῖον, τὴν ἀμβροσίαν τοῦ νέκταρος τοῦ μηδέποτε μετὰ πόσιν ἐκρέοντος, δίψαν δὲ τὴν συντήκουσαν ψυχὰς ἀπελαύνοντος, οὗπερ πιόντες ἐμφρόνως, ῥεύματα θεῖα προβάλλονται, κοιλίας ἐκ νόου, ἑπομβρίζοντα τοῖς πᾶσι, χάριν τὴν ἄφθονον.

 ὁα’ χορός

Στίχ. Τοῦποταμοῦτὰὁρμήματα, εὐφραίνουσιτὴνπόλιντοῦΘεοῦ.

ΧαίροιςἡΖωοδόχοςΠηγή, ἡἀενάωςἀναβλύζουσαχάριτας, ἡβρύσιςτῶνἰαμάτων, ἡπᾶσαννόσωνἰσχύν, ἀσθενῆκαὶφαύληνἀπελέγχουσα·τυφλῶνἡἀνάβλεψις, καὶλεπρῶνθείακάθαρσις·σθένοςἀρρώστων , παρειμένωνἀνόρθωσις, ἡπηγάζουσανοσημάτωνπᾶνφάρμακον, ἅπασιτοῖςπροστρέχουσιπιστῶςτῷ  τεμένεισου, μέγακοινὸνἰατρεῖον, ἄμισθονὄντωςκαὶἕτοιμον, ΧριστοῦμῆτερΛόγου, τοῦπηγάζοντοςτῷκόσμῳτὸμέγαἔλεος.

 

ὁβ’ χορός

ΔόξαΠατρὶ… Ἦχος πλ. δ’

Δεῦτε τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ ὑποφήτην τοῦ Εὐαγγελίου, ψαλμοῖς καὶ ὑμνῳδίαις, Μᾶρκον πάντες εὐφημήσωμεν. Οὗτος γὰρ ποταμὸς ἀνεδείχθη τοῦ νοητοῦ Παραδείσου, τὰς ψυχικὰς ἀρούρας, τοῖς οὐρανίοις ὄμβροις ἐπάρδων, καὶ καρποφόρους δεικνύων Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι πᾶσι ταῖς πρεσβείαις αὐτοῦ, ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

 

 ὁ α’ χορός

Καὶ νῦν… Ἦχος πλ.α’

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς΄ Συγχωρήσωμεν πάντα τῇἈναστάσει, καὶ οὕτω βοήσωμεν΄…

ὁ β’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος γ’

Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Μᾶρκε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

.

ὁ β’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

᾽Απόλυσις: Διαλογική· «῾Ο ἀναστάς ἐκ νεκρῶν…».

 ὁ Προεξάρχων: πρός τόν λαόν· «Χριστός ἀνέστη».

ὁ Λαός: «᾽Αληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ·

ὁ Προεξάρχων: Τό· «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει».

ὁ Λαός: ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν».
ὁ Προεξάρχων: Κατακλείει διά τοῦ· «Χριστός ἀνέστη…» (Ὅλον),καὶ

ὁΛαός:᾽Αντιφωνεῖ· «᾽ΑληθῶςἀνέστηΚύριος».

 24 ΑΠΡ14 ΕΣΠΕΡΙΝΟΣ ΠΑΡΑΣΚΕΥΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ ΚΑΙ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s