ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ (2018)

27 ΑΥΓΟΥΣΤΟΥ 2018

+Μνήμη το γίου νδόξου Μάρτυρος Φανουρίου το Νεοφανος

Αποτέλεσμα εικόνας για ΑΓΙΟΣ ΦΑΝΟΥΡΙΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

 χος δ ‘

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

πολυτκιον  Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδοξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Δόξα Πατρί… Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῶν Ῥοδίων τὸ κλέος καὶ Μαρτύρων τὸ καύχημα, τῶν θαυμάτων θείαις ἀκτῖσι, τοὺς πιστοὺς καταυγάζοντα, Φανούριον τιμήσωμεν πιστοί, ὡς μέγαν τοῦ Σωτῆρος ἀθλητήν· πᾶσαν χάριν γὰρ παρέχει τοῖς πρὸς αὐτόν, ἀπὸ ψυχῆς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

ὁ α’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον ὁ αὐτός

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε,σὺν τῇ φωνῇ ἐσαρκοῦτο,ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ,ὡς ἔφη ὁ δίκαιος Δαυΐδ,Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,βαστάσασα τὸν Κτίστην σου,δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…  

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

ς νέον ἀθλητήν, εὐφημοῦμέν σε μάκαρ, κἂν ἤθλησας στεῤῥῶς, πρὸ πολλοῦ θείῳ πόθῳ· ἀρτίως γὰρ τοῖς πέρασιν, ἐπεγνώσθης Φανούριε, χάριν ἔλεος, ταῖς σαῖς πρεσβείαις παρέχων, τοῖς τελοῦσί σου, τὴν ἀξιέπαινον μνήμην, Μαρτύρων ἀγλάισμα.

ὁ β’ χορός

Δόξα Πατρί…Κα νν… Θεοτοκον,

ς τέξασα σαρκί, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἔχουσα πολλήν, πρὸς αὐτὸν παῤῥησίαν, ἀπαύστως ἱκέτευε, Θεοτόκε πανύμνητε, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει ὑμνοῦσι, τὴν ἄῤῥητον δόξαν σου.

Μετὰ τὴν βΣτιχολογίαν,

ὁ α’ χορός

Ἦχος γ΄. Θείας πίστεως.

Πῦρ τὸ ἄυλον, φέρων παμμάκαρ, πῦρ ὁμόδουλον, οὐκ ἐπτοήθης, ἀλλ’ ἐν αὐτῷ ἀκατάφλεκτος ἔμεινας· καὶ τῶν θηρῶν ὑποτάξας τὸ ὅρμημα, ὑπερφυῶς ἐδοξάσθης Φανούριε. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Ὄρος ἅγιον, πεπυκασμένον, τῇ τοῦ Πνεύματος, ἐπισκιάσει, τοῖς Προφήταις καθωράθης πανάμωμε· ἐκ σοῦ γὰρ ὤφθη Θεὸς σωματούμενος, ἐλευθερίαν βραβεύων τοῖς κράζουσι· χαῖρε Δέσποινα, πταιόντων τὸ ἱλαστήριον, καὶ πάντων ἀσφαλὲς φυγαδευτήριον.

Μετὰ τὸν Πολυέλεον,

ὁ α’ χορός

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Μαρτυρήσας ἀνδρικῶς, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, ὑπὸ μόδιον σιγῆς, ἔμεινας ἔτεσι πολλοῖς, ἀλλ’ ἐπεγνώσθης ἐν Ῥόδῳ νεύματι θείῳ· ἔνθεν ἐμφανής, πᾶσι τοῖς πέρασι, θαύμασι πολλοῖς, Μάρτυς γενόμενος, τῇ Ἐκκλησίᾳ ἀρήγεις ἑκάστοτε, ἐν εὐκαιρίαις καὶ θλίψεσι· διό σε πάντες, ἀνευφημοῦμεν, Φανούριε ἀθλοφόρε.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν… Θεοτοκίον

Μετὰ σώματος Ἁγνή, προαγαγοῦσα τοῖς ἐν γῇ, τὸν ἀσώματον Θεόν, διὰ τὸ σῶσαι τὸν Ἀδάμ, τὸν συντριβέντα ἀπάτῃ τοῦ βροτοκτόνου, ὤφθης ἀληθῶς, θρόνος πυρίμορφος, φέρουσα χερσί, τὸν πάντα φέροντα, καὶ οὐρανῶν πλατυτέρα ἐγνώρισται, ἡ σὴ γαστὴρ ἡ ἀκήρατος. Ἀλλ’ ὦ Παρθένε, τῆς οὐρανίου, δόξης ἡμᾶς καταξίωσον.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

ὁ β’ χορὸς

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

ὁ α’ χορός

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

κ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. Θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ν’ ψαλμὸς χύμα 

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἰδιόμελον. Ἦχος πλ. β΄.

μφανῶς συντρίψας τὸν ἐχθρόν, ἀθλητικῇ ἐνστάσει, περιφανῶς ἐν οὐρανῷ δεδόξασαι, ἀθλητὰ Φανούριε· διὸ καὶ ἡ γῆ πᾶσα, τὴν σὴν δόξαν γνοῦσα ἣν πάλαι ἠγνόει, τῇ φανερώσει τῆς σεπτῆς εἰκόνος σου, λαμπροφανῶς σε γεραίρει, ἐπιτελοῦσα τὴν ἁγίαν μνήμην σου· ἐν ᾗ δίδου τοῖς πιστοῖς, τὰς σωτηρίους δόσεις, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

 ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου
ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν,…

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν. Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ α’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.  

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

Καὶ ὁ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς·

Φῶς Φανούριος κόσμῳ ἐκλάμπει. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

ὁ α’ χορὸς

 Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Φωτί με καταύγασον, τῷ τοῦ προσώπου σου Κύριε, Φανούριον θέλοντα, ὑμνῆσαι Δέσποτα, τὸν δοξάσαντα, ἀθλήσεως ἀγῶσι, τὸ μέγα σου ὄνομα, καὶ ὑπερένδοξον.

ὁ β’ χορὸς

 Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ς φῶς ἀνατέταλκας, τῇ Ἐκκλησίᾳ Φανούριε, ὁ πάλαι κρυπτόμενος, ὑπὸ τῆν γῆν φθονερῶς, καὶ χαρίτων σου, ταῖς φαειναῖς ἀκτῖσιν, ἡμῶν τὴν διάνοιαν, πυρσεύεις πάντοτε.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Σαρκός σου ἠλόγησας, ἐν ὥρᾳ Μάρτυς νεότητος, καὶ χαίρων ἐστράτευσαι, τῷ Βασιλεῖ τοῦ παντός, οὗ τὴν ἄμαχον, ἰσχὺν διεζωσμένος, καθεῖλες Φανούριε, ἐχθρῶν τὰς φάλαγγας.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκον

Φιλάγαθε Δέσποινα, ἡ τὸν Θεὸν τὸν φιλάνθρωπον, ἀφράστως κυήσασα, εἰς σωτηρίαν ἡμῶν, κατοικτείρησον, τὴν πάσχουσαν ψυχήν μου, καὶ ταύτῃ πρυτάνευσον, θείαν παράκλησιν. 

δ γ’

ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

αχορὸς

 Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

θλήσεως Μάρτυς σου τὰ εἴδη, ἃ ἤνυσας πάλαι καρτερῶς, ἐκ τῆς σεπτῆς εἰκόνος σου, γνωρίσαντες Φανούριε, οἱ εὐσεβεῖς ἀνύμνησαν, τὰ θαυμαστά σου παλαίσματα.

βχορὸς

 Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νεότητος ὥραν παραβλέψας, ὑπῆλθες φρονήματι στεῤῥῷ, τὸ τῶν Μαρτύρων στάδιον, Φανούριε πανθαύμαστε, καὶ λόγχῃ τῆς ἀνδρείας σου, ἐχθρὸν τὸν δόλιον ἔτρωσας.

αχορὸς

Δόξα Πατρί

μέγας Κυρίου ἀθλοφόρος, ὁ πάλαι ἀθλήσας ἀνδρικῶς, καὶ χρόνοις ἐν τοῖς ὕστερον, γνωστὸς πᾶσι γενόμενος, Φανούριος ὁ ἔνδοξος, νῦν γεραιρέσθω τοῖς ᾄσμασι.

βχορὸς

Καὶ νῦν Θεοτοκον

ψίστου καθέδρα λαμπροτάτη, Παρθένε Ἀγγέλων χαρμονή, ἀπὸ κοπρίας ὕψωσον, παθῶν μου τὴν διάνοιαν, καὶ ταύτην καταλάμπρυνον, φωτὶ τῆς σῆς ἀγαθότητος.

Συναπτ μικρ κα κφνησις

 τι σ ε Θες μν… 

βχορὸς

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Μαρτυρίου τελέσας καλῶς τὸ στάδιον, καὶ Χριστὸν μεγαλύνας οἰκείοις μέλεσιν, οὐρανίων δωρεῶν λαμπρῶς τετύχηκας, καὶ παρέχεις τοῖς πιστοῖς, ὡς μεσίτης πρὸς Θεόν, βοήθειαν καθ’ ἑκάστην, Φανούριε ἀθλοφόρε, τοῖς καταφεύγουσι τῇ σκέπῃ σου.

αχορὸς

Δόξα ΠατρίΚαὶ νῦν Θεοτοκον

Τὸν ὑπέρθεον Λόγον σαρκὶ κυήσασα, τὴν ἀρχαίαν κατάραν Κόρη ἀνέτρεψας, καὶ ἀνέβλυσας πηγὴν ἐλέους ἄφθονον, τοῖς προσκυνοῦσιν εὐσεβῶς, τὸν σὸν τόκον τὸν φρικτόν, Παρθένε Θεογεννῆτορ, καὶ ἀληθῆ Θεοτόκον, ὁμολογοῦσί σε Πανάχραντε.

δ δ

Ερμς

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.  

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. 

ᾨδὴ δ΄. καθήμενος ἐν δόξῃ.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

όδος χαίρει τῇ εὑρέσει, τοῦ ναοῦ σου Φανούριε, καὶ καθάπερ ῥόδον, εὔπνουν ἀφθαρσίας προβάλλεται, τῇ Ἐκκλησίᾳ σε πάσῃ τὴν οὐράνιον, πνέον ἅπασιν, ὀσμὴν ζωῆς τὴν σωτήριον.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ησοῦν τὸν ζωοδότην, καὶ Θεὸν πάσης κτίσεως, στόματι ἁγίῳ, πρὸ τῶν δυσσεβῶν ὡμολόγησας, καὶ τὴν δυσσέβειαν τούτων ἐστηλίτευσας, παῤῥησίᾳ σου, ἀκαταπλήκτῳ Φανούριε.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

λην ἔχων τὴν ψυχήν σου, ἡδρασμένην στεῤῥότατα, ἐπὶ πέτραν Μάρτυς, τῆς ἀληθινῆς ἐπιγνώσεως, τὰς ἐκ πετρῶν ἀνενδότως πληγὰς ἔφερες, καὶ ἐδόξαζες, ζωῆς τὴν πέτραν τὸν Κύριον.

Δόξα Πατρί

Σώματος μαστιζομένου, ἀπηνῶς οὐκ ἐφρόντισας, καὶ τῆς σῆς ἀνδρείας, Μάρτυς ῥαπισμοῖς ἐμαστίγωσας, τῶν διωκτῶν τὴν καρδίαν μὴ φερόντων σου, τὸ ἀήττητον, τῆς σῆς καρδίας παράστημα.

Καὶ νῦν Θεοτοκον

Καταφύγιον τοῦ κόσμου, ἀσφαλὲς καί σωτήριον, ὤφθης Θεοτόκε, σῴζουσα βελῶν τοῦ ἀλάστορος, τοὺς τῇ ἁγίᾳ σου σκέπῃ καταφεύγοντας· ὅθεν σῶσόν με, ἤδη τῆς τούτου κακώσεως.

δ ε’

Ερμς

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.  

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

μάρτυς Φανούριος, ἀγάπῃ τιτρωσκόμενος, τῇ πρὸς τὸν Σωτῆρα τῶν ἁπάντων, φέρει γενναίως τοὺς σκληροτάτους ξεσμούς, δι’ ὧν ἀποβάλλει τὴν φθοράν, καὶ στολὴν ἐνδύεται, ἀφθαρσίας ὑπέρλαμπρον.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σθενούμενος Ἅγιε, ἰσχύι τῇ τῆς πίστεως, ἤνεγκας πυρὸς τὴν τιμωρίαν, ἄνωθεν δρόσον θείαν δεχόμενος, καὶ πυρὶ ἀθλήσεως τῆς σῆς, ἔφλεξας Φανούριε, τὴν ἀπάτην τὴν εὔπρηστον.

Δόξα Πατρί

Μεγάλως ἠγώνισαι, καιρῷ τῷ τῆς ἀθλήσεως, καὶ μεγάλης χάριτος μετέσχες, Μεγαλομάρτυς Χριστοῦ Φανούριε· ὅθεν ἐκ μεγάλων συμφορῶν, ῥύῃ τοὺς προστρέχοντας, τῃ μεγίστῃ πρεσβείᾳ σου.

Καὶ νῦν Θεοτοκον

ς σάρκα ὁ Κύριος, ἐκ σοῦ δι’ ἀγαθότητα, Κόρη προσλαβόμενος ἀτρέπτως, σὲ προστασίαν ἁπάντων ἔδειξεν· ὅθεν μὴ ἐλλείπῃς ἀγαθή, προστατεύειν πάντοτε, τῶν πιστῶς δεομένων σου.

δ ς

Ερμς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

ᾨδὴ ς΄. Τὴν θείαν ταύτην.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

κ γῆς λαγόνων ἀνέτειλεν, εἰκών σου ἡ ἁγία Φανούριε, ὡς λύχνος πάμφωτος, ἡ ἀφανὴς οὖσα πρότερον, καὶ ἐμφανῆ παντί σε, κόσμῳ κατέστησε.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κήρυκες ὤφθησαν Ἅγιε, τῆς σῆς πρὸς τὸν Θεὸν οἰκειώσεως, οἱ πρῴην δέσμιοι, τρεῖς ἱερεῖς οὓς ἀπήλλαξας, πικρᾶς αἰχμαλωσίας, τῆ ἀντιλήψει σου.

Δόξα Πατρί

Λεόντων μύλας συνέθλασας, σοφὲ τῶν νοητῶν τοῖς ἀγῶσί σου, καὶ θείῳ Πνεύματι, θηρῶν ἀγρίων ἐφίμωσας, ὡς Δανιὴλ τὸ πάλαι, στόματα Ἅγιε.

Καὶ νῦν Θεοτοκον

διαφθόρως ἐκύησας, τὸν πάντων Ποιητὴν ὑπὲρ ἔννοιαν, Κόρη πανάμωμε· διὸ φθορᾶς παθῶν ῥῦσαί με, πρὸς ἀπαθείας βίον, καθοδηγοῦσά με.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες

Κοντάκιον. Ἦχος γ΄. ῾Η Παρθένος σήμερον.

ερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου, καὶ δεσμὰ συνέθλασας, δυνάμει θείᾳ θεόφρον· ἤσχυνας, τυράννων θράση γενναιοφρόνως῾ Πὔφρανας, Ἀγγέλων τάξεις Μεγαλομάρτυς· διὰ τοῦτό σε τιμῶμεν, θεῖε ὁπλῖτα Φανούριε ἔνδοξε.

Οἶκος

θλησας Μάρτυς ἀνδρικῶς, ἐν ἔτεσιν ἀδήλοις, καὶ ὑπερεῖδες νουνεχῶς, νεότητος τὸ ἄνθος, ὑπὲρ ἀγάπης τοῦ Χριστοῦ, πλείστας βασάνους ὑποστάς, καὶ θάνατον γενναίως· ἀλλ’ οἷς οἶδε κρίμασι Θεός, λήθης βυθοῖς, τὰ τῆς ἀθλήσεως τῆς σῆς, ἐκρύπτοντο τρόπαια· ἐν δὲ τῆ, Ῥόδῳ τῇ περιφήμῳ νήσῳ, ὁ ὑπὸ γῆν κεχωσμένος φανερωθεὶς ναός σου, ἐν ᾧ ἡ πάντιμος ὡς θησαυρὸς εἰκών σου, ἡ σὴ λαμπρὰ ἐγνώρισται ἄθλησις, καὶ πᾶσα ἡ Ἐκκλησία γνῶσιν ἔσχε τῶν ἀθλητικῶν σου ἀγώνων, καὶ τῆς πρὸς Χριστὸν λαμπρᾶς σου παῤῥησίας· ὅτι πᾶσιν ἐφαπλοῖς, τὴν θαυμαστήν σου προστασίαν, καὶ πολυειδῶν ἐξαίρεις κινδύνων καὶ θλίψεων, καὶ αἰχμαλώτους λυτροῦσαι, θεῖε ὁπλῖτα Φανούριε ἔνδοξε.

 

Σ υ ν α ξ ά ρ ι ο ν

 ΤΚΖ΄ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ νεοφανοῦς.

Στίχοι

  • Φανόυριος φῶς πᾶσι πιστοῖς παρέχει

  • Κἂν εἰς σκότος δ’ ἔκειτο τῆς γαίης μέγα.

  • Εἰκάδι ἑβδομάτῃ Φανουρίου σηκὸς γῆθεν φάνθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος.

Στίχοι

  • Ὡς ἐκ λύκου χαίνοντος ἡρπάγη βίου,

  • Ποιμήν, τὸ θρέμμα τοῦ μεγίστου ποιμένος.

  • Ποιμένα εἰς μέγαν ἑβδόμῃ εἰκάδι ᾤχετο Ποιμήν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Λιβερίου Πάππα Ῥώμης.

Στίχοι

  • Τὸν πλοῦτον ἀντλεῖν Λιβέριος νῦν ἔχει,

  • Ὃν οὐρανοῖς ἦν ἐμφρόνως θησαυρίσας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Ὁσίου, Ἐπισκόπου Κουδρούβης.

Στίχοι

  • Τὴν κλῆσιν εἰπὼν Ὅσιε τὴν σὴν μόνην

  • Πληρῶ θανόντι ἔπαινὸν σοι τὸ χρέος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὑπὸ τοῦ Ἁγίου Φιλίππου βαπτίσεως τοῦ Αἰθίοπος Εὐνούχου.

Στίχοι

  • Ἀνὴρ ἐλέγχει τὴν παροιμίαν Σπάδων.

  • Λευκαίνεται γάρ, καὶ πεφυκὼς Αἰθίοψ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα ἡ Νέα, τρίχινον ῥάκος ἐνδυθεῖσα καὶ εἰς φρέαρ ῥιφθεῖσα, τελειοῦται.

Στίχοι

  • Ὁ μανδύας σοι πῖλος, ἡ πόρπη πέτρα·

  • Μεθ’ ὧν ὑπῆλθες, Ἀνθοῦσα, βαθὺ φρέαρ.

 

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. μήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α‘  χος πλ. δ

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

βχορὸς

 ᾠδ γ‘ 

άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…

ὁ α’ χορός

εἰς κράτος καὶ στερέωμα.

βχορὸς

ᾠδ δ

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. 

ὁ α’ χορός

ᾠδ ε

τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

βχορὸς

ᾠδ Ϛ

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορός

ᾠδ ζ

κνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 

βχορὸς

ᾠδ η

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν,καί προσκυνοῦμεν τὸν Κύριον.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεμα πανγιον ες τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σ μεγαλνομεν. 

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ  

ὁ α’ χορός

Τοῖς Μαθηταῖς συνέλθωμεν.

Μαρτυρικῶς ἠγώνισαι, στεῤῥοτάτῃ καρδίᾳ, καὶ τοῦ ἐχθροῦ κατέβαλες, τὸ μαινόμενον θράσος, ποικιλοτρόποις αἰκίαις, ὁμιλήσας ἀνδρείως, Μεγαλομάρτυς ἔνδοξε, καὶ στεφάνοις τῆς νίκης παρὰ Χριστοῦ, εὐκλεῶς Φανούριε ἐκοσμήθης· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.

ὁ β’ χορός

Θεοτοκίον

Μετὰ σαρκὸς ἐκύησας, τὸν ὑπέρθεον Λόγον, ἀνεκφοιτήτως πάναγνε, ἐκ τῶν κόλπων τῶν ἄνω, σκηνώσαντα σῇ νηδύι, ἀνεκφράστῳ ἐλέει, εἰς κόσμου ἀνακαίνισιν, καὶ ἀνάπλασιν πάντων τῶν εὐσεβῶς, τὴν σὴν προσκυνούντων κυοφορίαν, καὶ ἀνυμνούντω Δέσποινα, ὡς Θεοῦ σε Μητέρα.

ΑΙΝΟΙ  

ὁ α’ χορός

Ἦχος α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τῶν οὐρανίων ταγμάτων.

Τὸν ἀθλητὴν τοῦ Κυρίου μέγαν Φανούριον, τὸν πάλαι ἠθληκότα, δι’ ἀγάπην Κυρίου, καὶ ἄγνωστον τελοῦντα χρόνοις τοῖς πρίν, ἐν τῇ Ῥόδῳ δὲ ὕστερον, φανερωθέντα τῇ θείᾳ ἐπισκοπῆ, φιλομάρτυρες τιμήσωμεν

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Φῶς φερωνύμως αὐγάζεις πᾶσι Φανούριε, λαμπρῶς ἐξανατείλας, τῇ Χριστοῦ Ἐκκλησίᾳ, καὶ νύκτα διαλύεις τῶν πειρασμῶν, καὶ κινδύνων καὶ θλίψεων, τῆς παμφαοῦς προστασίας σου ταῖς αὐγαῖς, ὡς ἡμῶν πρέσβυς πρὸς Κύριον

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τοῦ μαρτυρίου τοὺς ἄθλους στεῤῥῶς διήνυσας, καὶ ὤφθης ὑπεράνω, καὶ πυρὸς καὶ σιδήρου, στομώσας σου τὸ σῶμα πόθῳ Χριστοῦ, ἀθλοφόρε Φανούριε· διὸ πλουσίων ἐπάθλων παρὰ Χριστοῦ, ἐκομίσω τὴν ἀντίδοσιν

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τοὺς ἱερεῖς ὡς ἐῤῥύσω τοὺς πρὶν δεσμώτας σοφέ, τῇ σῇ πρὸς τὸν Δεσπότην, θαυμαστῆ παῤῥησίᾳ, οὕτω πάσης ῥύου ἡμᾶς συμφορᾶς, καὶ ἀνάγκης Φανούριε, τοὺς προσιόντας τῇ σκέπῃ σου τῇ σεπτῆ, καὶ ὑμνοῦντάς σου τὴν ἄθλησιν

.ὁ α’ χορός

Δξα Πατρί… χος πλ. α΄.

θλητικοῖς σκάμμασι, τὸν Χριστὸν ἐδόξασας, σαὐτὸν ἀρνησάμενος, ἀθλοφόρε Φανούριε· προθύμως γὰρ ἀπεδύσω, τῇ δι’ αἵματος πάλῃ, καὶ θάνατον ἀθανασίας πρόξενον ἐδέξω, ὑπὲρ τῆς πάντων ζωῆς· διὸ ἀιδίων γερῶν ἠξίωσαι, καὶ ἀθανάτων ἀμοιβῶν μετέσχες, καὶ προστάτης θερμότατος, τῇ Ἐκκλησίᾳ ἐδόθης. Ἀλλ’ ὦ Μαρτύρων ἐγκαλλώπισμα, μὴ παύσῃ, ἡμῖν ἱλεούμενος, Χριστὸν τὸν φιλάνθρωπον.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Μακαριζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α΄’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, λησον μς.

καὶ εὐθύς

ὁ β’ χορός

πολυτκιον  Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδοξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχγ´Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρίΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

πολυτκιον  Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδοξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

ς ἄστρον ἀνέτειλας,…..

Εἰσοδικὸν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

πολυτκιον  Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδοξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

   Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῶν Ῥοδίων τὸ κλέος καὶ Μαρτύρων τὸ καύχημα, τῶν θαυμάτων θείαις ἀκτῖσι, τοὺς πιστοὺς καταυγάζοντα, Φανούριον τιμήσωμεν πιστοί, ὡς μέγαν τοῦ Σωτῆρος ἀθλητήν· πᾶσαν χάριν γὰρ παρέχει τοῖς πρὸς αὐτόν, ἀπὸ ψυχῆς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἀπολυτίκιον Ἦχος γ’. Θείας πίστεως.

Θείων ἔργων σου, τὴ δαδουχία, λαμπρυνόμενος, τὴ διάνοια, διακρίσεως φωστὴρ ὤφθης ἄδυτος, διασκεδάζων παθῶν τὴν σκοτόμαιναν, καὶ καταυγάζων ἠμῶν τὰ νοήματα. Ποιμὴν Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον

χος δ’ – Ατμελον

ωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου, αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι. Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, κα τροφν τς ζως μν.

Τρισάγιον.

Ἀπόστολος

Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Στίχ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 6:10-17

δελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, κα τν μχαιραν το Πνεματος, στι βμα Θεο.

λληλούϊα. (γ΄) Ἦχος δ΄

κέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.

Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην

ιε΄ 17 – στ΄ 28

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

   Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις  

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

27 ΑΥΓ18 ΕΟΡΤΗ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ

 

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s