«Τῶν Προφητῶν τοὺς ἀκραίμονας» ΗΧΟΣ ΠΛ. Δ΄ΔΟΞΑ..ΑΙΝΩΝ ΚΑΙ ΘΕΟΤΟΚΙΟΝ ΕΟΡΤΗΣ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΜΟΝΑΧΟΙ ΚΑΡΑΚΑΛΛΗΝΟΙ

Δοξαστικὸν
Ἦχος πλ. δ’
Τῶν Προφητῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἠλίαν καὶ Ἐλισαῖον καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Προφητῶν σου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Θεοτοκίον
Ἦχος πλ. δ’
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

«Ὁ ἔνσαρκος ἄγγελος» ΗΧΟΣ Δ΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον τοῦ Ἁγίου Προφήτου
Ἦχος δ’
Ταχὺ προκατάλαβε 
Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

«Δεῦτε τῶν ὀρθοδόξων τὸ σύστημα» ΗΧΟΣ ΠΛ. Β΄ΔΟΞΑ..ΕΣΠΕΡΙΩΝ ΕΟΡΤΗΣ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ/ ΓΕΩΡΓΙΟΣ ΦΕΡΕΝΤΙΝΟΣ

 

Δοξαστικὸν
Ἦχος πλ. β’
Βυζαντίου
Δεῦτε τῶν ὀρθοδόξων τὸ σύστημα, συναθροισθέντες σήμερον, ἐν τῷ πανσέπτῳ ναῷ τῶν θεηγόρων Προφητῶν, ψαλμικῶς ᾄσωμεν ἐναρμόνιον μέλος, τῷ τούτους δοξάσαντι, Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει ἀναβοήσωμεν· Χαίροις ἐπίγειε ἄγγελε, καὶ οὐράνιε ἄνθρωπε, Ἠλία μεγαλώνυμε. Χαίροις ὁ διπλῆν τὴν χάριν παρὰ Θεοῦ κομισάμενος, Ἐλισαῖε πανσεβάσμιε· Χαίρετε ἀντιλήπτορες θερμοί, καὶ προστάται καὶ ἰατροί, τῶν ψυχῶν καὶ τῶν σωμάτων τοῦ φιλοχρίστου λαοῦ, ἀπὸ πάσης προσβολῆς ἐναντίας καὶ περιστάσεως, καὶ παντοίων κινδύνων λυτρώσασθε, τοὺς πιστῶς ἐκτελοῦντας, τὴν πανέορτον μνήμην ὑμῶν.

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΚΑΤΑΘΕΣΕΩΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (2018)

 

31 ΑΥΓΟΥΣΤΟΥ 2018

+Ἡ κατάθεσις τς τιμίας Ζώνης τς περαγίας Θεοτόκου ν τ ν Κωνσταντινουπόλει σεβασμί οκ ατς τ ντι ν τος Χαλκοπρατείοις

Αποτέλεσμα εικόνας για καταθεση τιμιας ζωνης της θεοτοκου

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΚΑΤΑΘΕΣΕΩΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (2018)

ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΚΑΤΑΘΕΣΕΩΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (2018)

31 ΑΥΓΟΥΣΤΟΥ 2018

+Ἡ κατάθεσις τς τιμίας Ζώνης τς περαγίας Θεοτόκου ν τ ν Κωνσταντινουπόλει σεβασμί οκ ατς τ ντι ν τος Χαλκοπρατείοις

Τ ΠΕΜΠΤ ΕΣΠΕΡΑΣ(30/08/18)

 

Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΚΑΤΑΘΕΣΕΩΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (2018)