2 ΜΑΪΟΥ 20 1 8
+ΤΕΤΑΡΤΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ
+ Μνήμη τ ῆ ς ἀ νακομιδ ῆ ς το ῦ ἱ ερο ῦ Λειψάνου το ῦ ἐ ν Ἁ γίοις Πατρός ἡ μ ῶ ν Ἀ θανασίου , Πατριάρχου Ἀ λεξανδρείας .
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορὸς
Ἦ χος πλ.δ’
Ἀμήν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀ πολυτ ί κιον Ἦ χος πλ. δ’
Μ εσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.
ὁ β’ χορὸς
Δόξα Πατρί… Ἦχος γ’ Ἀπολυτίκιον τοῦ Ἁγίου
Σ τῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος
ὁ α’ χορὸς
Καὶ νῦν… Ἦχος πλ. δ’
Μ εσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς, δόξα σοιὁ β’
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ΚΑΘΙΣΜΑΤΑ
Μετ ὰ τ ὴ ν α’ Στιχολογ ί αν
ὁ α’ χορὸς
Κάθισμα Ἦχος γ ‘ Θείας πίστεως
Θ είοις δόγμασιν ὀρθοδοξίας, Πάτερ ὥπλισας τὴν Ἐκκλησίαν, ταῖς διδαχαῖς σου τὰς αἱρέσεις ἐξέτεμες, τῆς εὐσεβείας τὸν δρόμον τετέλεκας, καὶ ὡς ὁ Παῦλος τήν πίστιν τετήρηκας· λοιπὸν ἀπόκειται, καὶ σοὶ παναοίδιμε, ὁ δίκαιος τῶν πόνων σου στέφανος
ὁ β ’ χορὸς
Δόξα Πατρί … Καὶ νῦν Κ ά θισμα Ἦ χος δ ‘ Ταχ ὺ προκατ ά λαβε
Ὁ πάντων ἐπιστάμενος, τῶν καρδιῶν λογισμοὺς ἐν μέσῳ ἀνέκραζε τοῦ ἱεροῦ ἑστηκώς, τοῖς ψεύσταις λέγων ἀλήθειαν, Τὶ ζητεῖτε πιάσαι, ἐμὲ τὸν ζωοδότην, ἑορτῆς μεσαζούσης, ἐκβοῶν παῤῥησίᾳ, Μὴ τὴν κατ’ ὄψιν κρίσιν κρίνετε παράνομοι.
Μετ ὰ τ ὴ ν β ‘ Στιχολογ ί αν
ὁ α ’ χορὸς
Ἦχος δ ‘ Ἐπεφάνης σήμερον
Ὥ σπερ ἄστρον ἄδυτον, καὶ μετὰ πότμον, σῶν δογμάτων λάμψεσι, φωταγωγεῖς διὰ παντός, τῶν Ὀρθοδόξων τὸ πλήρωμα, ἱερομύστα σοφὲ Ἀθανάσιε.
ὁ β ’ χορὸς
Δόξα Πατρί … Καὶ νῦν … Κ ά θισμα Ἦ χος πλ . α ‘ Τ ὸ ν συν ά ναρχον Λ ό γον
Ὁ Δεσπότης τῶν ὅλων ἐν τῷ ναῷ ἑστηκώς, ἑορτῆς μεσαζούσης, Πεντηκοστῆς τῆς σεπτῆς, τοῖς Ἑβραίοις προσλαλῶν, διελέγχει τρανῶς, ἐν παῤῥησίᾳ πολλῇ, ὡς Βασιλεύς ὢν καὶ Θεός, τὴν τύραννον αὐτῶν τόλμαν, ἡμῖν δὲ πᾶσι δωρεῖται, δι’ εὐσπλαγχνίαν τὸ μέγα ἔλεος.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης :
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμω. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Εἶτα ὁ Ν´ Ψαλμός( Χύμα ).
Κανόνες
Ὁ Καν ὼ ν το ῦ ἤχου δ’
Ο ὗ ἡ ἀ κροστιχ ὶ ς
Μ έ σην ἑ ορτ ῶ ν τ ῶ ν μεγ ί στων α ἰ ν έ σω
Πο ί ημα Θεοφ ά νους
ᾠ δ ὴ α’
ὁ α’ χορὸς
Ὁ ε ἱ ρμ ὸ ς
Θ αλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.
ὁ β’ χορὸς
Θ αλάσσης τὸ ἐρυθραῖον…
ὁ α’ χορὸς
Μ εγάλαι τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως ἀναβρύουσαι.
ὁ β’ χορὸς
Ἐ πέστης μαρμαρυγὰς θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς ἑορτῆς ἐν μέσῳ προφανῶς, ἑορτὴ γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ σωτηρίας ἡμῖν πρόξενος.
ὁ α’ χορὸς
Σ οφία, δικαιοσύνη, Κύριε, καὶ ἀπολύτρωσις, παρὰ Θεοῦ σὺ γέγονας ἡμῖν, ἀπὸ γῆς πρὸς οὐράνιον, διαβιβάζων ὕψωμα, καὶ Πνεῦμα θεῖον χαριζόμενος.
ὁ β’ χορὸς
Θεοτοκ ί ον
Ἡ σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα, ἀλλ’ ὡς συνέστη ἄνευθεν σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθία φύσεως ὑπερουσίως μὴ δουλεύσασα.
Ὁ Καν ὼ ν το ῦ Ἤ χου πλ. δ’
Πο ί ημα Ἀ νδρ έ ου Κρ ή της
ὁ α’ χορὸς
ᾠ δ ὴ α’ Θ ά λασσαν ἔ πηξας
Ἔ θνη κροτήσατε, Ἑβραῖοι θρηνήσατε, ὁ ζωοδότης γὰρ Χριστός, τὰ δεσμὰ διέῤῥηξε τοῦ ᾍδου καὶ νεκροὺς ἀνέστησε, καὶ νόσους ἐθεράπευσε τῷ λόγῳ, οὗτος ἐστίν ὁ Θεὸς ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν ἐν τῷ ὀνόματι αὐτοῦ.
ὁ β’ χορὸς
Θ αῦμα παρέδειξας, τὸ ὕδωρ εἰς οἶνον μετελθών, ὁ ἐν Αἰγύπτῳ ποταμούς, μετατρέψας Δέσποτα εἰς αἷμα, καὶ νεκροὺς ἀνέστησας, σημεῖον τοῦτο δεύτερον τελέσας. Δόξα Σωτὴρ τῇ ἀφάτῳ σου βουλῇ, δόξα τῇ κενώσει σου, δι’ ἧς ἐκαίνισας ἡμᾶς.
ὁ α’ χορὸς
Ῥ εῖθρον ἀέναον, ὑπάρχων Κύριε, ζωῆς ἀληθινῆς, σὺ εἶ ἡ ἀνάστασις ἡμῶν, θέλων ἐκοπίασας Σωτήρ μου, καὶ ἑκὼν ἐδίψησας, τοῖς νόμοις τῆς φύσεως ὑπείκων, καὶ εἰς Σιχὰρ ἀφικόμενος σαρκί, τὸ ὕδωρ ἐζήτησας, τῇ Σαμαρείτιδι πιεῖν.
ὁ β’ χορὸς
Ἄ ρτους εὐλογήσας, ἰχθύας ἐπλήθυνας, ὁ ἀκατάληπτος Θεός, καὶ λαοὺς ἐχόρτασας ἀφθόνως, καὶ πηγὴν ἀέναον σοφίας, τοῖς διψῶσιν ἐπηγγείλω. Σὺ εἶ, Σωτήρ, ὁ Θεός ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν ἐν τῷ ὀνόματι τῷ σῷ.
ὁ α’ χορὸς
Τ ρία συνάναρχα δοξάζω καὶ σύνθρονα, Πατέρα ἄναρχον Θεόν, καὶ Υἱὸν συνάναρχον, καὶ Πνεῦμα συναΐδιον Υἱῷ, τὴν μίαν τρισυπόστατον οὐσίαν, μίαν ἀρχὴν ὑπεράρχιον ὑμνῶν, ἀνάρχου θεότητος καὶ οὐσιότητος τιμῶ.
ὁ β’ χορὸς
Μ όνη ἐχώρησας τὸν κτίστην τὸν ἴδιον, Θεογεννῆτορ ἐν γαστρί, καὶ σαρκὶ ἐκύησας ἀφράστως, καὶ Παρθένος ἔμεινας, μηδὲν τῆς παρθενίας λυμανθείσης, τοῦτον ἁγνή, ὡς Υἱόν σου καὶ Θεόν, ἀπαύστως ἱκέτευε ὑπὲρ τῆς ποίμνης σου ἀεί.
Τοῦ Ἁγίου
ᾠδὴ α’ Ἦχος γ’
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ᾌσωμεν τῷ Κυρίῳ
Ὡ ς ἀθάνατον ἐν Ἐκκλησίᾳ, κεκτημένον εὔκλειαν, ἐν θεοπνεύστοις λόγοις, πάντες, Ἀθανάσιον τιμήσωμεν ἀξίως, ὃν περ καὶ μετὰ θάνατον, ἐδόξασε Χριστὸς ὁ Θεός, ὡς οἰκεῖον θεράποντα.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ε ἰς θεωρίας βάθος, ἐκταθεὶς τὰς φρένας, ἐν Ἁγίῳ Πνεύματι, ἱερομύστα Πάτερ, τὸν πλοῦτον ἀνίχνευσας τῶν θείων λογίων, καὶ τὸν κόσμον ἐπλούτισας.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Τ οὺς ἐν πελάγει πλάνης, χειμαζομένους Πάτερ, ὡς πυρσὸς μετάρσιος ἐνθέων διδαγμάτων, ἰθύνεις ἑκάστοτε τῇ γαλήνῃ τῶν λόγων σου, πρὸς λιμένα τῆς χάριτος.
ὁ β’ χορὸς
Καὶ νῦν…Θεοτοκίον
Ὑ μνοῦμέν σε Παρθένε, Θεοτόκε ἁγνή, χερουβικὸν ὄχημα, ἐξ ἧς Θεὸς ἐτέχθη· σὺ γὰρ μόνη γέγονας πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ’ ἧς ἀρυόμενοι, ἰάματα λαμβάνομεν.
ᾠ δ ὴ γ’
ὁ α’ χορὸς
Ὁ ε ἱ ρμ ὸ ς
Ε ὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα΄Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
ὁ β’ χορὸς
Ν αμάτων ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας, Εἲ τις διψᾷ, πρόθυμος, ἴτω καὶ πινέτω, βοῶν Ἀγαθέ.
ὁ α’ χορὸς
Ἐ κ γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες, ἐξ οὐρανοῦ Πνεῦμα δέ, πέμπειν ἐπηγγείλω τὸ ἅγιον.
ὁ β’ χορὸς
Ὁ φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος.
Ἄλλος
ὁ α’ χορὸς
Ἐ στερε ώ θη ἡ καρδ ί α μου.
Μ ὴ τὴν κατ’ ὄψιν κρίσιν κρίνετε Ἰουδαῖοι, διδάσκων ἔλεγεν ὁ Δεσπότης, ὡς ἐπέστη τῷ ἱερῷ, καθὼς γέγραπται, μεσούσης τῆς νομικῆς ἑορτῆς.
ὁ β’ χορὸς
Μ ὴ τὴν κατ’ ὄψιν κρίσιν κρίνετε Ἰουδαῖοι, Χριστὸς γὰρ ἦλθεν, ὃν πὲρ ἐκάλουν οἱ Προφῆται, ἐκ Σιὼν ἐλευσόμενον, καὶ κόσμον ἀνακαλούμενον.
ὁ α’ χορὸς
Ε ἰ καὶ τοῖς λόγοις οὐ πιστεύετε Ἰουδαῖοι, τοῖς ἔργοις πείσθητε τοῦ Δεσπότου, τὶ πλανᾶσθε ἀθετοῦντες τὸν ἅγιον, ὃν ἔγραψεν ἐν τῷ νόμῳ Μωσῆς;
ὁ β’ χορὸς
Ε ἰ τὸν Μεσσίαν πάντως δεῖ ἐλθεῖν Ἰουδαῖοι, Χριστὸς δὲ ἦλθε ὁ νῦν Μεσσίας, τὶ πλανᾶσθε ἀθετοῦντες τὸν Δίκαιον, ὃν ἔγραψεν ἐν τῷ νόμῳ Μωσῆς.
ὁ α’ χορὸς
Σ ὲ προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ, ὑμνοῦμεν ἄναρχον τὸν Υἱόν σου, καὶ τὸ Πνεῦμα εὐσεβῶς τὸ πανάγιον, ὡς ἕνα τὰ Τρία φύσει Θεόν.
ὁ β’ χορὸς
Ε ἷς τῆς Τριάδος ὢν, γενόμενος σάρξ ὠράθης, οὐ τρέψας Κύριε τὴν οὐσίαν, οὐδὲ φλέξας τῆς τεκούσης τὴν ἄφθορον γαστέρα, Θεὸς ὢν ὅλος καὶ πῦρ.
ᾠδὴ γ’
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐστερεώθη ἡ καρδία μου
Τ αῖς ἀστραπαῖς τῶν λόγων σου Ἱεράρχα, τὴν τυφλὴν ἠμαύρωσας τοῦ Ἀρείου διδασκαλίαν, γενόμενος ὀφθαλμὸς τῶν πιστῶν.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐ ξυφανθέντα πόνοις σου καὶ ἱδρῶσιν, ἐνεδύσω Ὅσιε τὸν ποδήρη, τῆς ἀληθείας ἐν χάριτι, ἱερουργήσας Χριστῷ.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Ὡ ς ταξιάρχης παραστάσεως θεολέκτου, συνασπισμὸν διέκοψας θεομάχων, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ὁπλισάμενος.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἡ τὸν Θεὸν ἐν μήτρᾳ σου δεξαμένη, καὶ τεκοῦσα τοῦτον σεσαρκωμένον, καὶ ἀνθρώπους τῆς φθορᾶς ἀπαλλάξαντα, Θεοτόκε ἱκέτευε σωθῆναι ἡμᾶς.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν…
Κοντάκιον Ἦχος β’ (χύμα)
Τοῖς τῶν αἱμάτων σου
Ὀ ρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, καὶ τὸν τῆς πίστεως σπόρον ἐπλήθυνας, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διὸ εὐφημοῦμεν τὴν μνήμην σου.
Ὁ Οἶκος
Ἀ θανασίου τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς οἱ πιστοὶ ἀνευφημήσωμεν σήμερον· οὗτος γὰρ Ἄρειον τὸν πλάνον, καὶ Εὐνόμιον ἅμα σὺν Σαβελλίῳ, τοῖς τῆς ἀληθείας κατέβαλε δόγμασι, πυρὶ τῷ αἰωνίῳ παραδοὺς αὐτοὺς κατακαίεσθαι, ὡς βλασφημήσαντας ἄδικα κατὰ τῆς τοῦ Σωτῆρος σαρκώσεως, ἣν πάντες Προφῆται προκατήγγειλαν· διὸ εὐφημοῦμεν τὴν μνήμην αὐτοῦ.
ὁ α’ χορὸς
Κ ά θισμα Ἦ χος πλ. δ’ Τ ὴ ν Σοφ ί αν κα ὶ Λ ό γον
Ἑ στηκὼς ἐν τῷ μέσῳ τοῦ ἱεροῦ, μεσαζούσης ἐνθέως τῆς ἑορτῆς, ὁ διψῶν, ἀνέκραζες, ἐρχέσθω πρὸς με καὶ πινέτω, ὁ γὰρ πίνων ἐκ τούτου, τοῦ θείου νάματος, ποταμούς ἐκ κοιλίας, ἐκρεύσει δογμάτων μου, ὅστις δὲ πιστεύει, εἰς ἐμὲ τὸν σταλέντα, ἐκ θείου Γεννήτορος, μετ’ ἐμοῦ δοξασθήσεται. Διὰ τοῦτο βοῶμέν σοι ΄ Δόξα σοι, Χριστὲ ὁ Θεός, ὅτι πλουσίως ἐξέχεας τὰ νάματα, τῆς σῆς φιλανθρωπίας τοῖς δούλοις σου.
ὁ β’ χορὸς
Δ ό ξα Πατρὶ.. Κάθισμα τοῦ Ἁγίου Τὴν ὡραιότητα Ἦχος γ’
Τ ὴν τῶν αἱρέσεων πλάνην διήλεγξας, καὶ τὴν ὀρθόδοξον, πίστιν ἐτράνωσας, ὡς Ἱεράρχης εὐσεβής, ἐκήρυξας ἐν τῷ κόσμῳ, μίαν τὴν Θεότητα, ἐν Τριάδι γνωρίζεσθαι, φύσει ὁμοούσιον, καὶ προσώποις ἀσύγχυτον· διὸ καὶ συνελθόντες ἐν πίστει, Ἀθανάσιε Πάτερ, τελοῦμεν τὴν μνήμην σου.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν… Ἦ χος πλ. δ’ Τ ὴ ν Σοφ ί αν κα ὶ Λ ό γον
Τ ῆς σοφίας τὸ ὕδωρ καὶ τῆς ζωῆς ἀναβρύζων τῷ κόσμῳ, πάντας Σωτήρ, καλεῖς τοῦ ἀρύσασθαι, σωτηρίας τὰ νάματα, τὸν γὰρ θεῖον νόμον σου, δεχόμενος ἄνθρωπος, ἐν αὐτῷ σβεννύει, τῆς πλάνης τοὺς ἄνθρακας, ὅθεν εἰς αἰῶνας, οὐ διψήσει, οὐ λήψει, τοῦ κόρου σου Δέσποτα βασιλεῦ ἐπουράνιε, Διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου, Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου.
ᾠ δ ὴ δ’
Ὁ Ε ἱ ρμ ὸ ς
Ἐ παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα, Δόξα τῇ δυνάμει σου Κύριε.
Ῥ ήξας θανάτου τὰς πύλας τῇ σῇ δυνάμει, ὁδοῦ ζωῆς ἐγνώρισας τῆς ἀθανασίας, πύλας δὲ διήνοιξας, τοῖς πίστει κραυγάζουσι, Δόξα τῇ δυνάμει σου, Κύριε.
Τ ὴν μεσότητα τῶν ὅλων, καὶ τέλος ἔχων, καὶ τῆς ἀρχῆς ὡς ἄναρχος περιδεδραγμένος, ἔστης ἐν τῷ μέσῳ, βοῶν, τῶν θείων θεόφρονες, δεῦτε δωρεῶν ἀπολαύσατε.
Ὡ ς Θεὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν, ὡς δυνατὸς τὸ κράτος καθελὼν τοῦ θανάτου πέμπειν ἐπηγγείλω Χριστέ, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ Πατρὸς προερχόμενον.
Ν έμεις πλουσίως τὴν χάριν, τοῖς σὲ ὑμνοῦσι, καὶ τὸν ἐκ σοῦ τεχθέντα προαιώνιον Λόγον, Μῆτερ ἀπειρόγαμε, πταισμάτων τὴν ἄφεσιν, τούτοις αἰτουμένη πανάχραντε.
Ἄ λλος
Ὁ Προφ ή της Ἀ ββακο ὺ μ
Ε ἰ Μεσσίαν δεῖ ἐλθεῖν, ὁ δὲ Μεσσίας Χριστὸς ἐστι, παράνομοι; τὶ ἀπιστεῖτε αὐτῷ; ἰδοὺ παραγέγονε, καὶ μαρτυρεῖ ἃ αὐτὸς ποιεῖ, τὸ ὕδωρ οἶνον ἐποίησε, Παράλυτον λόγῳ συνέσφιγξεν.
Μ ὴ συνιέντες τὰς Γραφάς, πλανᾶσθε πάντες ὑμεῖς Ἑβραῖοι ἄνομοι, ὄντως γὰρ ἦλθε Χριστός, καὶ πάντας ἐφώτισε, καὶ ἐν ὑμῖν ἔδειξε πολλὰ σημεῖα καὶ τεράστια, καὶ μάτην ἀρνεῖσθε τὴν ὄντως ζωήν.
Ἓ ν ἔργον ἔδειξα ἡμῖν, καὶ πάντες ἤδη θαυμάζετε, ἀνέκραζε τοῖς Ἰουδαίοις Χριστός, ὑμεῖς περιτέμνετε, καὶ ἐν Σαββάτῳ ἄνθρωπον, φησίν, ἐμοὶ δὲ τὶ ἐγκαλεῖτε λοιπόν, ἐγείραντι λόγῳ Παράλυτον.
Ἔ ργα ἐποίησα πολλά, καὶ διὰ ποῖον ἔργον λιθάζετέ με; Τοῖς Ἰουδαίοις Χριστός, ἐλέγχων ἀνέκραζεν, ὅτι ἄνθρωπον ὑγιῆ ὅλον λόγῳ ἐποίησα; μὴ κρίνετε κατ’ ὄψιν ἄνθρωποι.
Ἐ ν Ἀποστόλοις ἐνεργῶν, καὶ ἐν Προφήταις αὐτὸς ἐπαναπαυόμενος, μετὰ τοῦ Πνεύματος, τὸ ἄχραντον γέννημα, τῆς πατρικῆς φύσεως Χριστέ, τὰ ἔθνη πρὸς σὴν ἐπίγνωσιν, ἀνῆγες τῶν σημείων σου.
Τ ριὰς ἀμέριστε μονάς, ἄναρχε Πάτερ, Υἱέ, καὶ Πνεῦμα ἅγιον ἡ ἐν μονάδι Τριάς, ὁμότιμε, σύνθρονε ζωοποιέ, ἄκτιστε Θεέ, σῷζε τοὺς ἀνυμνοῦντάς σε, καὶ ῥῦσαι κινδύνων καὶ θλίψεων.
Ἡ ἐν γαστρί σου τὸν Θεόν, ἀπεριγράπτως χωρήσασα Θεόνυμφε, Παρθενομῆτορ ἁγνὴ μὴ παύσῃ πρεσβεύουσα ὑπὲρ ἡμῶν, ὅπως διὰ σοῦ ῥυσθῶμεν τῶν περιστάσεων, πρός σὲ γὰρ ἀεὶ καταφεύγομεν.
ᾠδὴ δ’
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰσακήκοα τὴν ἀκοήν σου
Π ᾶσαν ἤρδευσας τὴν οἰκουμένην, Ὅσιε Πάτερ, τὴν πηγὴν ἐν τῇ καρδίᾳ σου, τῆς ζωῆς κεκτημένος.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀ νεπλήρωσας ἐν τῇ σαρκί σου, Ὅσιε Πάτερ, τοῦ Κυρίου τὰ παθήματα, ὑπὲρ τῆς Ἐκκλησίας αὐτοῦ.
Δ ό ξα Πατρί…
Δ ιωκόμενος ὑπὸ ἀθέων, Ὅσιε Πάτερ, ἀπεδίωξας τῆς ποίμνης σου, ἀρειόφρονα πλάνην.
Καὶ νῦν… Θεοτοκίον
Μ ήτηρ ἄχραντε εὐλογημένη, ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς σε περίσῳζε. ἀπὸ πάσης ἀνάγκης.
ᾠ δ ὴ ε’
Ὁ ε ἱ ρμ ὸ ς
Σ ὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφων, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
Τ ῶν θείων ἑορτῶν, τὴν μεσότητα φθάσαντες, τὸ τέλειον τῆς ἐνθέου, ἀρετῆς ἐξασκῆσαι, σπουδάσωμεν θεόφρονες.
Ὡ ς ὄντως ἱερὰ ἡ παροῦσα πανήγυρις, μεσότητα τῶν μεγίστων, ἑορτῶν γὰρ ὁρίζει, καὶ λάμπει ἀμφοτέρωθεν.
Ν οῦς ἀρχαγγελικὸς οὐκ ἰσχύει νοῆσαί σου, τὸν ἄφραστον ἐκ Παρθένου, καὶ πανάχραντον τόκον, Σωτήρ μου πολυέλεε.
Ἄ λλος
Κ ύ ριε, ὁ Θε ὸ ς ἡ μ ῶ ν
Θ αύμασι κατεκόσμησας, τούς Ἀποστόλους σου, τέρασιν ἐμεγάλυνας τοὺς Μαθητὰς ἐν παντὶ τῷ κόσμῳ, δοξάσας Σωτὴρ ἡμῶν, καὶ δοὺς αὐτοῖς τὴν βασιλείαν σου.
Ἅ παντα κατεφώτισαν, τῆς γῆς τὰ πέρατα θαύματι καὶ διδάγμασιν οἱ Μαθηταί, καὶ ποικίλοις τρόποις, τὸν λόγον κηρύξαντες, Χριστὲ Σωτὴρ τῆς βασιλείας σου.
Α ἴνεσιν ἀναπέμπομεν τῇ βασιλείᾳ σου, ὕμνον σοι δὲ προσάγομεν, τῷ δι’ ἡμᾶς ἐπὶ γῆς ὀφθέντι, καὶ κόσμον φωτίσαντι καὶ τὸν Ἀδὰμ ἀνακαλέσαντι.
Δ όξα σοι Πάτερ ἅγιε, Θεὲ ἀγέννητε, δόξα σοι Λόγε ἄχρονε μονογενές, δόξα σοι τὸ Πνεῦμα, τὸ θεῖον καὶ σύνθρονον, καὶ Ὁμοούσιον Πατρὶ καὶ Υἱῷ.
Γ έγονεν ἡ κοιλία σου ἁγία τράπεζα, ἔχουσα τὸν οὐράνιον ἄρτον, ἐξ οὗ πᾶς ὁ τρώγων, οὐ θνήσκει, ὡς ἔφησεν, ὁ τοῦ παντὸς Θεογεννῆτορ τροφεύς.
ᾠδὴ ε’
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν
Δ ικαιοσύνην μάθετε οἱ ἐνοικοῦντες τὴν γῆν, Ἀθανασίου τοῖς λόγοις παιδευόμενοι· στόμα γὰρ τοῦ Λόγου τοῦ πρὸ αἰώνων, ἀνεδείχθη διὰ πίστεως.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Π ύργος φανεὶς Μακάριε ἀκατάβλητος, τῆς Ἐκκλησίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, πάσας τοῦ Ἀρείου, μηχανουργίας διεσάθρωσας.
Δ ό ξα Πατρί…
Τ αῖς ἱκεσίαις Κυρίου τοῦ Ἱεράρχου σου, τοὺς οἰκτιρμούς σου ἡμῖν ἀντικατάπεμψον, καὶ τῆς βασιλείας σου, ἀξίους ποίησον ὡς εὔσπλαγχνος.
Καὶ νῦν… Θεοτοκίον
Τ ὴν ἐκ Δαυῒδ βλαστήσασαν ἀνυμνήσωμεν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ συλλαβοῦσαν ἐν γαστρί, καὶ σαρκὶ τεκοῦσαν, καὶ μείνασαν Παρθένον. μετὰ τόκον ἁγνὴν.
ᾠ δ ὴ ς’
Ὁ Ε ἱ ρμ ὸ ς
Θ ύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾶ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Μ εσίτης, Πεντηκοστῆς, ἐφέστηκε σήμερον, ἔνθεν τοῦ θείου μὲν Πάσχα, θειοτάτῳ φέγγει καταυγασθεῖσα, ἐκεῖθεν δέ, τοῦ Παρακλήτου λάμπουσα χάριτι.
Ἐ λάλεις, ἐν τῷ ναῶ Χριστὲ παριστάμενος, τῶν Ἰουδαίων τοῖς δήμοις, τὴν οἰκείαν δόξαν ἀποκαλύπτων, καὶ προφαίνων, τὴν συμφυΐαν πρὸς τὸν γεννήτορα.
Γ ενοῦ μου, προστασία καὶ τεῖχος ἀκράδαντον, τῶν κοσμικῶν με σκανδάλων, λυτρουμένη μόνη Θεογεννῆτορ, καὶ ταῖς θείαις, φωτοχυσίαις καταλαμπρύνουσα.
Ἄ λλος
Ὡ ς ὕ δατα θαλ ά σσης
Ὁ πάντα περιέπων τὰ πέρατα ἀνῆλθες Ἰησοῦ, καὶ ἐδίδασκες, ἐν τῷ ἱερῷ τοὺς ὄχλους, τὸν λόγον τῆς ἀληθείας, τῆς ἑορτῆς μεσούσης, ὡς Ἰωάννης βοᾷ.
Ἀ νέπτυξας τὰ χείλη σου Δέσποτα, ἐκήρυξας τῷ κόσμῳ, τὸν ἄχρονον Πατέρα καὶ τὸ πανάγιον Πνεῦμα, τὸ συγγενὲς ἀμφοτέρων, φυλάττων, καὶ μετὰ σάρκωσιν.
Τ ὸ ἔργον τοῦ Πατρὸς ἐτελείωσας, τοῖς ἔργοις ἐπιστώσω τοὺς λόγους σου ἰάσεις τελῶν Σωτὴρ καὶ σημεῖα, Παράλυτον ἀνορθῶν, λεπροὺς καθαίρων, καὶ τοὺς νεκρούς ἀνιστῶν.
Ὁ ἄναρχος Υἱός, ἀρχὴ γέγονε, λαβὼν τὸ καθ’ ἡμᾶς, ἐνηνθρώπησε, καὶ μέσον τῆς ἑορτῆς ἐδίδασκε λέγων΄ Προσδράμετε τῇ πηγῇ τῇ ἀενάῳ, ζωὴν ἀρύσασθαι.
Τ ὴν μίαν ἐν Τριάδι θεότητα, οὐσίαν τρισυπόστατον ἄκτιστον, ἀμέριστον πάντες δοξολογοῦμεν, Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, ὡς τρία οὖσαν καὶ ἕν.
Π αρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Παρθένον καὶ Μητέρα δοξάζομεν, σέ μόνην ἁγνὴ Θεόνυμφε Κόρη, ἐκ σοῦ γὰρ ὄντως Θεὸς ἐσαρκώθη, ζωοποιήσας ἡμᾶς.
ᾠδὴ ς’
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐβόησα ἐν στεναγμοῖς ἀσιγήτοις
Π αράδεισον ἀληθῶς ἀπειργάσω, μάκαρ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, κατασπείρας ἐν αὐτῇ τὸν λόγον τὸν εὐσεβῆ, καὶ τῶν αἱρέσεων, ἐκτεμὼν τὰς ἀκάνθας.
Δ ό ξα Πατρί…
Τ ῆς χάριτος ποταμὸς θεοφόρε, Νεῖλος ἐδείχθης νοητός, καρποδότης εὐσεβῶν διδαγμάτων τοῖς πιστοῖς, ποτίζων ἅπαντας, καὶ τὰ πέρατα τρέφων.
Καὶ νῦν… Θεοτοκίον
Τ ὴν ἄχραντον ἀνυμνοῦμεν Μητέρα, τὴν μετὰ τόκον Παρθένον, τὴν χωρήσασαν γαστρὶ τὸν ἀχώρητον παντί, τὸν συναΐδιον τῷ Πατρί, καὶ τῷ Πνεύματι Λόγον.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ βασιλε ύ ς…
Κοντ ά κιον Ἦ χος δ’
Ὁ ὑ ψωθε ὶ ς ἐ ν τ ῷ Σταυρ ῷ
Τ ῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός, Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας, ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν΄ Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν, σ ὺ γ ὰ ρ ὑ π ά ρχεις πηγ ὴ τ ῆ ς ζω ῆ ς ἡ μ ῶ ν.
Ὁ Ο ἶ κος
Τ ὴν χερσωθεῖσάν μου ψυχήν, πταισμάτων ἀνομίαις, ῥοαῖς τῶν σῶν αἱμάτων κατάρδευσον, καὶ δεῖξον καρποφόρων ἀρεταῖς, σὺ γὰρ ἔφης πᾶσι, τοῦ προσέρχεσθαι πρός σὲ Λόγε Θεοῦ πανάγιε, καὶ ὕδωρ ἀφθαρσίας ἀρύεσθαι, ζῶν τε καὶ καθαῖρον ἁμαρτίας, τῶν ὑμνούντων τὴν ἔνδοξον καὶ θείαν σου Ἔγερσιν παρέχων ἀγαθέ, τὴν ἀπὸ τοῦ ὕψους ἐνεχθεῖσαν ἀληθῶς τοῖς Μαθηταῖς σου΄ Πνεύματος ἰσχύν, τοῖς σὲ Θεὸν γινώσκουσι, σ ὺ γ ὰ ρ ὑ π ά ρχεις πηγ ὴ τ ῆ ς ζω ῆ ς ἡ μ ῶ ν.
Συναξ ά ριον
Τ ῇ Β’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου, Πατριάρχου Ἀλεξανδρείας.
Στίχοι
Ἀθανάσιε, ποῦ κομίζῃ; μὴ πάλιν
Καὶ νεκρὸν ἐξόριστον ἐκπέμπουσί σε;
Δευτερίῃ νέκυς Ἀθανασίου ἐξέδυ τύμβου.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Ἑσπέρου καὶ Ζωῆς τῆς συμβίου αὐτοῦ καὶ τῶν τέκνων αὐτῶν, Κυριακοῦ καὶ Θεοδούλου.
Τ ῇ Τετ ά ρτῃ το ῦ Παραλ ύ του , τ ὴ ν τ ῆ ς Μεσοπεντηκοστ ῆ ς ἑ ορτ ά ζομεν ἑ ορτ ή ν .
Στ ί χοι
Ἑστὼς διδάσκει τῆς ἑορτῆς ἐν μέσῳ,
Χριστὸς Μεσσίας τῶν διδασκάλων μέσον.
Τ ῷ ἀπείρῳ ἐλέει σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀ μ ή ν .
Καταβασ ί αι
ὁ α’ χορὸς
ἦχος πλ.δ’
ᾠδὴ α’
Θ άλασσαν ἔπηξας, βυθίσας σὺν ἅρμασι τὸν ἀλαζόνα Φαραὼ καὶ λαὸν διέσωσας ἀβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτοὺς εἰς ὄρος ἁγιάσματος, βοῶντας΄ ᾌσωμέν σοι τῷ Θεῷ ἡμῶν, ᾠδὴν ἐπινίκιον, τῷ ἐν πολέμοις κραταιῷ.
ᾠδὴ γ’
ὁ β’ χορὸς
Ἐ στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθῃ ἐπ’ ἐχθρούς μου τὸ στόμα μου,…
ὁ α’ χορὸς
…εὐφράνθην ἐν σωτηρίῳ σου.
ᾠδὴ δ’
ὁ β’ χορὸς
Ὁ Προφήτης Ἀββακούμ, τοῖς νοεροῖς ὀφθαλμοῖς προεώρα Κύριε, τὴν παρουσίαν σου, διὸ καὶ ἀνέκραζεν, ἀπὸ Θαιμὰν ἤξει ὁ Θεός, Δόξα τῇ δόξῃ σου Χριστέ, δόξα τῇ συγκαταβάσει σου.
ᾠδὴ ε’
ὁ α’ χορὸς
Κ ύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν τὸ ὄνομά σου ὀνομάζομεν.
ᾠδὴ ς’
ὁ β’ χορὸς
Ὡ ς ὕδατα θαλάσσης φιλάνθρωπε, τὰ κύματα τοῦ βίου χειμάζει με, διό, ὡς Ἰωνᾶς, σοὶ κραυγάζω Λόγε, Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, εὒσπλαγχνε Κύριε.
ᾠδὴ ζ’
ὁ α’ χορὸς
Τ ῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη, ἐδροσίζετο πνεύματι, Θεοῦ ἐπιστασίᾳ, οἱ Παῖδες ὑπέψαλλον, Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
ὁ β’ χορὸς
ᾠδὴ η’
Στίχ. Α ἰ νο ῦ μεν, ε ὐ λογο ῦ μεν, καί προσκυνο ῦ μεν τ ὸ ν Κ ύ ριον.
Ἄ γγελοι καὶ οὐρανοὶ τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
Ἡ Τιμιωτ έ ρα ο ὐ στιχολογε ῖ ται
ᾠ δ ὴ θ’
ἦχος δ’
Ὁ Ε ἱ ρμ ὸ ς
ὁ α’ χορὸς
Λ ίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
ὁ β’ χορὸς
Λ ίθος ἀχειρότμητος ὄρους,…
ὁ α’ χορὸς
Ν έαν καὶ καινὴν πολιτείαν, παρὰ Χριστοῦ μεμαθηκότες ταύτην μέχρι τέλους φυλάττειν διαφερόντως πάντες, σπουδάσωμεν, ὅπως ἁγίου Πνεύματος, τὴν παρουσίαν ἀπολαύσωμεν.
ὁ β’ χορὸς
Σ ύ μου τὸ θνητὸν Ζωοδότα, περιβολὴν ἀθανασίας, καὶ τῆς ἀφθαρσίας τὴν χάριν, ἐνδύσας Σῶτερ συνεξανέστησας, καὶ τῷ Πατρὶ προσήγαγες τὸν χρόνιόν μου λύσας πόλεμον.
ὁ α’ χορὸς
Ε ἰς τὴν ἐπουράνιον πάλιν, διαγωγὴν ἀνακληθέντες, τῇ τῆς μεσιτείας δυνάμει, τοῦ κενωθέντος μέχρι καὶ δούλου μορφῆς καὶ ἡμᾶς ἀνυψώσαντος, τοῦτον ἀξίως μεγαλύνωμεν.
ὁ β’ χορὸς
Θεοτοκ ί ον
Ὡ ς ῥίζαν, πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν, σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας.
Ἄ λλος
ἦχος πλ.δ’ – Ἀ λλ ό τριον τ ῶ ν μητ έ ρων
ὁ α’ χορὸς
Τ ῆς ἑορτῆς μεσαζούσης τῶν Ἰουδαίων, ἀνῆλθες ὁ Σωτήρ μου ἐπὶ τὸ ἱερόν σου, καὶ ἐδίδασκες πάντας, ἐθαύμαζον δὲ Ἰουδαῖοι, καὶ πόθεν οὗτος οἶδε γράμματα, μή μεμαθηκώς; ἔλεγον.
ὁ β’ χορὸς
Τ ῆς ἑορτῆς μεσαζούσης τῶν Ἰουδαίων…
ὁ α’ χορὸς
Ἰ άματα χαρισμάτων ὁ λυτρωτής μου πηγάζων ἐπετέλει τέρατα καὶ σημεῖα, φυγαδεύων τὰς νόσους, ἰώμενος τοὺς ἀσθενοῦντας, ἀλλ’ Ἰουδαῖοι ἐξεμαίνοντο, τῷ πλήθει τῶν θαυμάτων αὐτοῦ.
ὁ β’ χορὸς
Τ οὺς ἀπειθεῖς Ἰουδαίους ὁ λυτρωτής μου, ἐλέγχων ἀνεβόα, Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε, καὶ γὰρ ὁ νόμος καὶ ἐν Σαββάτῳ περιτέμνεσθαι, κελεύει πάντα ἄνθρωπον.
ὁ α’ χορὸς
Τ ὰ μείζονα τῶν θαυμάτων τοῖς Μαθηταῖς σου, Σωτὴρ ὡς ἐπηγγείλω, παρέσχες, ἀποστείλας, εἰς τὰ ἔθνη κηρῦξαι τὴν δόξαν σου, οἱ δὲ τῷ κόσμῳ, ἐκήρυττόν σου τήν Ἀνάστασιν, τὴν χάριν καὶ τὴν σάρκωσιν.
ὁ β’ χορὸς
Ε ἰ ἄνθρωπον περιτέμνετε ἐν Σαββάτῳ, μήπως λυθῇ ὁ νόμος, νῦν ἐμοὶ τὶ χολᾶτε, ὅτι ἄνθρωπον ὅλον ἐποίησα ὑγιῆ λόγῳ; κατὰ τὴν σάρκα ὑμεῖς κρίνετε φησὶ τοῖς Ἰουδαίοις Χριστός!
ὁ α’ χορὸς
Ὁ τὴν ξηρὰν θεραπεύσας χεῖρα τῷ λόγῳ, τὴν ξηρανθεῖσαν πάλαι γῆν τῆς ἐμῆς καρδίας, ἰασάμενος Λόγε, ἀνάδειξόν με καρποφόρον, ἵνα ἐργάσωμαι κἀγὼ Σωτήρ, καρπούς ἐν μετανοίᾳ θερμῇ.
ὁ β’ χορὸς
Λ επρῶσάν μου τὴν καρδίαν ἀποκαθάρας, καὶ τῆς ψυχῆς μου Λόγε τὰ ὄμματα φωτίσας, ἐπὶ κλίνης ὀδύνης μου, κείμενον ἀνόρθωσόν με, ὡς τὸν παράλυτον ἀνέστησας, ἐν κλίνῃ κατακείμενον.
ὁ α’ χορὸς
Ἀ λλότριον τοῖς ἀνόμοις ἐστὶ τὸ σέβειν, τὴν ἄναρχον Τριάδα Πατέρα καὶ Υἱόν τε, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παντοκρατορίαν, δι’ ἧς ὁ σύμπας κόσμος ἤδρασται, τῷ κράτει τῆς ἰσχύος αὐτῆς.
ὁ β’ χορὸς
Ἐ χώρησας ἐν γαστρί σου Παρθενομῆτορ, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν Ζωοδότην ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρέμουσιν οἱ ἄνω θρόνοι΄ Αὐτὸν δυσώπει παμμακάριστε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ θ’
Ἦχος γ’ Σέ τήν ακατάφλεκτον βάτον
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔ σοπτρον Θεοῦ τὴν ψυχήν σου, ἀκηλίδωτον δείξας, πρακτικῶς καὶ λογικῶς, τῇ οἰκουμένῃ ἀστράπτεις, τὰς θείας ἐμφάσεις Παμμακάριστε.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ άλπιγξ γνωστικῆς εὐφωνίας, ἀνεδείχθης θεόφρον, τὰ φρονήματα ἡμῶν ἀνδρείας λόγοις, κατὰ τῶν θεομάχων ἀνδρῶν διεγείρουσα.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Σ ὲ τὸν ἀληθῶς δεδειγμένον, τῆς σοφίας κρατῆρα, καὶ ποτίζοντα ἡμᾶς, τῆς εὐσεβείας τὸ νηφάλιον πόμα, ἐν ὕμνοις μεγαλύνομεν.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Σ ὲ τὴν ἐν γαστρὶ συλλαβοῦσαν, τὸν ἀχώρητον Λόγον, καὶ τεκοῦσαν ἐν σαρκὶ ἀνερμηνεύτως, Θεοτόκε ἁγνή, οἱ πιστοὶ μεγαλύνομεν.
ὁ α’ χορὸς
Καταβασ ί α
Ἀ λλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα, ἐπὶ σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη, διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀ πα ύ στως μακαρ ί ζομεν.
Ἐ ξαποστειλ ά ρια
ὁ α’ χορὸς
ἦχος γ’ Ὁ ο ὐ ραν ὸ ν το ῖ ς ἄ στροις
Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ, εὔσπλαγχνε μόνε οἰκτίρμον.
ὁ β’ χορὸς
Ἦχος γ’ Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀ ρχιερέων τὸ κλέος, καὶ τῆς Αἰγύπτου τὸ θρέμμα, ἀθανασίας τὸ κῦδος, ὑμνήσωμεν ἐν αἰνέσει, ὡς καθαιρέτην Ἀρείου, καὶ τῶν πιστῶν ὡς προστάτην
ὁ α’ χορὸς
ἦχος γ’ Ὁ ο ὐ ραν ὸ ν το ῖ ς ἄ στροις
Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συν έ χομαι δ ί ψῃ,……
ὁ β’ χορὸς
……ε ὔ σπλαγχνε μ ό νε ο ἰ κτ ί ρμον
AINOI
ὁ α’ χορός
Ἦχος δ’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ . Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὡ ς γεννα ῖ ον ἐ ν Μ ά ρτυσιν
Ἡ σοφία καὶ δύναμις, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, Λόγος ὁ ἀΐδιος, καὶ Υἱὸς τοῦ Θεοῦ, ἐν ἱερῷ παρεγένετο, σαρκὶ καὶ ἐδίδασκεν Ἰουδαίων τοὺς λαούς, τοὺς δεινοὺς καὶ ἀγνώμονας καὶ ἐθαύμαζον, τῆς σοφίας τὸν πλοῦτον ἐκβοῶντες, Πόθεν γράμματα γινώσκει παρ’ οὐδενὸς μή μεμαθηκώς;
ὁ β’ χορός
Στίχ . Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ
Γ ραμματεῖς ἐπεστόμιζεν, Ἰουδαίους διήλεγχεν, ὁ Μεσσίας Κύριος, ἐκβοῶν αὐτοῖς, Μὴ τὴν κατ’ ὄψιν παράνομοι, ὡς ἄδικοι κρίνετε, ἐν Σαββάτῳ γὰρ ἐγώ, τὸν Παράλυτον ἤγειρα, ὅθεν Κύριος, τοῦ Σαββάτου ὑπάρχω, καὶ τοῦ νόμου, τί ζητεῖτέ με φονεῦσαι, τὸν τοὺς θανόντας ἐγείραντα;
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Μ ωϋσέα ἐλίθασαν οἱ δεινοὶ καὶ παράνομοι, Ἰουδαίων σύστημα τὸ ἀχάριστον, τὸν Ἡσαΐαν δὲ ἔπρισαν, ξυλίνῳ ἐν πρίονι, ἐν βορβόρῳ τὸν σοφόν, Ἱερεμίαν ἐνέβαλον, τὸν δὲ Κύριον, ἐν Σταυρῷ ἀνυψοῦντες, ἐπεβόων΄ Τὸν ναὸν ὁ καταλύων, σῷσον σαὐτὸν καὶ πιστεύσομεν.
ΠΡΟΣΟΜΟΙΑ ΤΟΥ ΑΓΙΟΥ
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὡ ς γεννα ῖ ον ἐ ν Μ ά ρτυσιν
Τ οῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται, ὕλη πάνσοφε· τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, Ἀθανάσιε Ὅσιε, σοῖς δὲ δόγμασι, καλλωπίζεται μάκαρ καθ’ ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τ ῇ τῶν λόγων λαμπρότητι, τῶν ἐνθέων σου Ὅσιε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ χρεωστικῶς, τὴν πανέορτον μνήμην σου, Ἀθανάσιε, ἱερέων τὸ κλέος εὐσεβείας, λαμπρὸς καὶ μέγας κήρυξ, ὁ τῆς Τριάδος ὑπέρμαχος
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τ ῆς Χριστοῦ ἀπεδίωξας, νοητοὺς λύκους Πάνσοφε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου, καὶ ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι, παραστήσας τῷ Χριστῷ, ἀσινῆ καὶ ἀλώβητον· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
ὁ α’ χορὸς
Δ ό ξα Πατρὶ… Ἦχος γ’
Τ ὸ μέγα κλέος τῶν ἱερέων, Ἀθανάσιον τὸν ἀήττητον ἀριστέα, ἱεροπρεπῶς εὐφημήσωμεν· οὗτος γὰρ τῶν αἱρέσεων συγκόψας τὰς φάλαγγας, τῇ δυνάμει τοῦ Πνεύματος, τὰ τῆς ὀρθοδοξίας τρόπαια, ἀνεστήσατο καθ’ ὅλης τῆς οἰκουμένης, ἀριθμῶν εὐσεβῶς τὸ τῆς Τριάδος μυστήριον, διὰ τὴν τῶν προσώπων ἰδιότητα, καὶ πάλιν συνάπτων ἀσυγχύτως εἰς ἕν, διὰ τὴν τῆς οὐσίας ταυτότητα, καὶ χερουβικῶς θεολογῶν, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Ἦ χος δ’ Ἀ νατολ ί ου
Φ ωτισθέντες ἀδελφοί, τῇ Ἀναστάσει τοῦ Σωτῆρος Χριστοῦ, καὶ φθάσαντες τὸ μέσον τῆς ἑορτῆς τῆς δεσποτικῆς, γνησίως φυλάξωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ, ἵνα ἄξιοι γενώμεθα, καὶ τὴν Ἀνάληψιν ἑορτάσαι, καὶ τῆς παρουσίας τυχεῖν. τοῦ ἁγίου Πνεύματος.
Δοξολογία Μεγάλη
εἰς ἦχον γ’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς τὸ παρόν Τροπάριον
ὁ β’ χορός
Ἀ πολυτ ί κιον Ἦ χος πλ. δ’
Μ εσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστ ὲ ὁ Θε ὸ ς δ ό ξα σο ι .
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Μετά τό· «Ε ὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.
Ἀ ντ ί φωνον α’
Ἦ χος β’
Στ ί χ. Ἀ λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου Σῷτερ σῶσον ἡμᾶς.
Στ ί χ . Ψ άλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στ ί χ. Ε ἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στ ί χ. Π ᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι΄ ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀ ντ ί φωνον β’
Ἦ χος ὁ α ὐ τ ὸ ς
Στ ί χ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στ ί χ. Τ οῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Στ ί χ. Ἐ ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Στ ί χ. Ε ὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν…
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀ ντ ί φωνον γ’
Ἦ χος πλ. α’
Στ ί χ. Ἀ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στ ί χ. Ὡ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Χ ριστὸς ἀνέστη…
Στ ί χ. Ο ὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χ ριστὸς ἀνέστη…
Στ ί χ. Α ὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χ ριστὸς ἀνέστη…
Ε ἰ σοδικ ὸ ν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἐ ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…
…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Ε ἶ τα
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀ πολυτ ί κιον Ἦ χος πλ. δ’
Μ εσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.
Ἦχος γ’ Ἀπολυτίκιον τοῦ Ἁγίου
Σ τῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος
(ψάλλεται ὑ π ὸ τ ῶ ν ἱ ερουργούντων μόνον ὅταν τελε ῖ ται συλλείτουργον)
Κοντ ά κιον Ἦ χος δ’ – Ὁ ὑ ψωθε ὶ ς ἐ ν τ ῷ Σταυρ ῷ
Τ ῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός. Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας, ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν΄ Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν, σ ὺ γ ὰ ρ ὑ π ά ρχεις πηγ ὴ τ ῆ ς ζω ῆ ς ἡ μ ῶ ν.
Τρισάγιον
Ὁ Ἀ π ό στολος
Τοῦ Ἁγίου (῾Εβρ. ΙΓ´ 7-16).
Προκείμενον Ἦχος δ ’ Ὕμνος Τριῶν Παίδων
Ε ὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Στίχ. Ὅ τι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Ἀ δελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ᾽Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες. Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ ᾽Ιησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι᾽ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾽ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις ε ὐ αρεστε ῖ ται ὁ Θε ό ς .
Ἀ λληλούϊα (γ’)
Ε ὐ αγγ έ λιον
ἐ κ το ῦ κατ ὰ Ἰ ω ά ννην (᾽Ιω. ζ´ 14-30).
Τ ῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες͵ Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς;ἀπεκρίθη οὖν αὐτοῖς [ὁ] Ἰησοῦς καὶ εἶπεν͵ Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με·ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν͵ γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ΄ ἐμαυτοῦ λαλῶ. Ὁ ἀφ΄ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν͵ οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; Καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Τί με ζητεῖτε ἀποκτεῖναι; ἀπεκρίθη ὁ ὄχλος͵ Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς͵ Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. Διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ΄ ἐκ τῶν πατέρων καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως͵ ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;μὴ κρίνετε κατ΄ ὄψιν͵ ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν͵΄ Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν΄ μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ Χριστός;ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων͵ Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ΄ ἐμαυτοῦ οὐκ ἐλήλυθα͵ ἀλλ΄ ἔστιν ἀληθινὸς ὁ πέμψας με͵ ὃν ὑμεῖς οὐκ οἴδατε·ἐγὼ οἶδα αὐτόν͵ ὅτι παρ΄ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. Ἐζήτουν οὖν αὐτὸν πιάσαι͵ καὶ οὐδεὶς ἐπέβαλεν ἐπ΄ αὐτὸν τὴν χεῖρα͵ ὅτι ο ὔ πω ἐ ληλ ύ θει ἡ ὥ ρα α ὐ το ῦ .
Δόξα Σοι Κύριε, δόξα Σοι.
Εἰς τὸ «Ἐξαιρέτως…»
ἦχος πλ.δ’
Ἀ λλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα, ἐπὶ σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη, διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀ πα ύ στως μακαρ ί ζομεν.
Κοινωνικ ὸ ν
εἰς ἦχον δ’
Ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, ε ἶ πεν ὁ Κ ύ ριος.
Ἀ ντ ὶ το ῦ «Ε ἴδομεν τὸ φῶς…» λ έ γεται τ ό ,
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
«Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον…»(τρίς).
Ἀ πόλυσις
«…ὁ ἀναστάς ἐκ νεκρῶν…»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.