Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ Δ΄ΜΑΤΘΑΙΟΥ ΚΑΙ ΕΟΡΤΗΣ ΚΑΤΑΘΕΣΕΩΣ ΤΙΜΙΑΣ ΕΣΘΗΤΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (2017)

2 ΙΟΥΛΙΟΥ  2017

+ΚΥΡΙΑΚΗ Δ´ ΜΑΤΘΑΙΟΥ

+Μνμη τς ν Βλαχρναις Καταθσεως τς τιμας σθτος

τς περαγας Θεοτκου.

Αποτέλεσμα εικόνας για ΚΑΤΑΘΕΣΗ ΤΙΜΙΑΣ ΕΣΘΗΤΟΣ

Ηχος γ´ Εωθινόν Δ´.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

ὁ α’ χορὸς

χος γ’

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορὸς

Ἀπολυτίκιον. Ἦχος γ.

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί…

Εὐφραινέσθω τὰ οὐράνια,…..

ὁ α’ χορὸς

Καὶ νῦν… Ἦχος πλ.δ´

Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος γ’

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκέτι θάνατε κυριεύεις. Ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.

ὁ β’ χορός

Δόξα Πατρί…

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ’ αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.

Καὶ νῦν… Ἦχος δ’ Ἐπεφάνης σήμερον

Τῆς σεπτῆς Ἐσθῆτός σου, τῇ καταθέσει, ἑορτάζει σήμερον ὁ σὸς πανύμνητε λαός, καὶ ἐκτενῶς ἀνακραζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

Μετὰ τὴν βΣτιχολογίαν, ἕτερα

ὁ β’ χορός

Τὴν ὡραιότητα τῆς παρθενίας σου

Τὸ ἀναλλοίωτον τὸ τῆς θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με, διὸ καὶ οὓς κατέχω κραυγάζουσι, Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.

ὁ α’ χορός

Δόξα Πατρί…

Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόῤῥητον Μυστήριον΄ σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται, διὸ καὶ εὐχαρίστως κραυγάζομεν. Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.

ὁ β’ χορός

 Καὶ νῦν… Ἦχος δ’ Ἐπεφάνης σήμερον

ορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν σεπτὴν κατάθεσιν, τῆς σῆς Ἐσθῆτος ὦ σεμνή, καὶ μετὰ πόθου κραυγάζει σοι· Χαῖρε Παρθένε, πιστῶν ἡ βοήθεια.

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

χος πλ. α

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δξα Πατρὶ… Τριαδικν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δξα σοι Θες. 

Συναπτ μικρ κα  κφνησις

 Ὅτι ηλγητα σου…

Ἡ Ὑπακοὴ  Ἦχος γ’

κπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε. Τὸν ζῶντα τὶ ζητεῖτε ἐν μνήματι; ἠγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α

ὁ α’ χορός

Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κἀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.

ὁ β’ χορός

ν τῷ νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.

Ἀντίφωνον Β

ὁ β’ χορός

ὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

ὁ α’ χορός

Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτέ εἰσι.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία, οὐσιοῖ πᾶσαν γὰρ κτίσιν, αὐτῷ λατρεύσωμεν. Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.

Ἀντίφωνον Γ

ὁ α’ χορός

Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν.

ὁ β’ χορός

Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει, σὺν Πατρὶ γάρ,…

ὁ β’ χορός

νυμνεῖται καὶ τῷ Λόγῳ.

ὁ α’ χορός

Προκείμενον

Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

ὁ β’ χορός

Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

ὁ α’ χορός

Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην,…

ὁ β’ χορός

…. τις οὐ σαλευθήσεται.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ Δ’  ΛΟΥΚΑ 24,1-12

Τῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ Ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις· ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ᾧδε, ἀλλ’ ἠγέρθη. Μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς, ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

Κανν ναστσιμος

δ α’ 

ὁ α’ χορὸς

χος γ’ – Ερμς

τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.  

ὁ β’ χορός

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.  

ὁ α’ χορὸς

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη, παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.

ὁ β’ χορός

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

ληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν, ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ’ ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

ᾠδὴ α’ 

χος δ’

Ερμς  Τριστάτας κραταιούς

ὁ α’ χορός

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς.

σθῆτά σου σεπτήν, Θεοτόκε Παρθένε, τῷ τιμῶντί σε λαῷ, δεδώρησαι ἀεί, ἱερὸν περιτείχισμα| ὅθεν πᾶσαν ἐναντίων, ἐπανάστασιν πάντοτε, ἐκτρεπόμεθα σθένει τοῦ Πνεύματος.

ὁ β’ χορός

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἐσθῆτά σου σεπτήν,……

ὁ α’ χορός

Δξα Πατρί

Σαρκὶ τοῦ δι’ ἡμᾶς, ἐξ ἁγνῶν σου αἱμάτων, γνωρισθέντος ἐπὶ γῆς, Ἐσθῆτα ἱεράν, ἐπαφῇ καθηγίασας, σώματός σοῦ τε προσψαύσει, δι’ ἧς πάντας τοὺς δούλους σου, ἁγιάζεις Παρθένε ὑμνοῦντάς σε.

ὁ β’ χορός

Καὶ νῦν…

Θησαύρισμα σεπτόν,  τοῖς πιστῶς σε τιμῶσιν, ἐδωρήσω ἀγαθή, Παρθένε ἀληθῶς, τὴν τιμίαν Ἐσθῆτά σου, ἅπαντας καταπλουτοῦσα, δωρεαῖς θείου Πνεύματος καὶ θαυμάτων πολλαῖς ἐπιδείξεσιν.

δ γ

αχορὸς

Ερμς

ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.

ὁ β’ χορός

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής, εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.

αχορὸς

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε, ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.

βχορός

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος, διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.

ᾠδὴ γ

Ερμς  Οὐκ ἐν σοφίᾳ,.

ὁ α’ χορός

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς.

Τὸ τερπνὸν ἁγίασμα, τὴν ἐπουράνιον πύλην, τὴν τοῦ Θεοῦ Μητέρα ὑμνήσωμεν, καὶ τὴν αὐτῆς Ἐσθῆτα θεῖα βρύουσαν χαρίσματα, ἣν πόθῳ ἀσπασώμεθα.

ὁ β’ χορός

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς.

Τὸ τερπνὸν ἁγίασμα,…..

ὁ α’ χορός

Δξα Πατρί

φθαρσίας ἔνδυμα, τοὺς τῇ φθορᾷ γυμνωθέντας, σοῦ τῷ ἀφθόρῳ τόκῳ, πάντας ἐνέδυσας Σεμνή, οἷς τὴν σεπτὴν Ἐσθῆτά σου, δεδώρησαι ὄλβον ἀναφαίρετον.

ὁ β’ χορός

Καὶ νῦν

Τὸν νεφέλαις, Ἄχραντε, προσεπενδύοντα ὅλον, τὸν Οὐρανὸν Ἐσθῆτί σου, περιέστειλας σεπτῇ, ἣν προσκυνοῦντες, πίστει σε δοξάζομεν, σκέπη τῶν ψυχῶν ἡμῶν.

Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,…   

Κοντκιον  χος δ’ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν ἱερὰν Ἐσθῆτά σου, μεθ’ ἧς τὸ ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη θεία ἀνθρώπων· ἧσπερ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶντες κράζομεν πιστῶς· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

Ὁ Οἶκος

Τὴν καθαρὰν καὶ ἀληθῆ σκηνὴν τοῦ Θεοῦ Λόγου, τὴν ἔμψυχον νεφέλην, καὶ στάμνον τὴν τοῦ Μάννα, τὴν Θεοτόκον Μαριάμ, πάντες οἱ σωθέντες διὰ τοῦ τόκου αὐτῆς ἐν πίστει μακαρίσωμεν, καὶ τὴν σεπτήν, Ἐσθῆτα προσπτυξώμεθα, ᾗπερ τὸν Δεσπότην περισχοῦσα, ὡς βρέφος ἐβάστασε φορέσαντα σάρκα, δι’ ἧσπερ τῶν βροτῶν ἡ φύσις ἐπήρθη πρὸς μετάρσιον ζωὴν καὶ βασιλείαν· ὅθεν γεγηθότες, κραυγάζομεν μεγαλοφώνως· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

Κθισμα  χος δ’

ὁ β’ χορὸς

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Οἱ τῶν θαυμάτων ποταμοὶ Θεοτόκε, ἐκ τῆς πανσέπτου σου σοροῦ προερχόμενοι, ὡς ἐξ Ἐδὲμ ποτίζουσι τὸ πρόσωπον τῆς γῆς, χάριτας προχέοντες,  τοῖς πιστῶς σε τιμῶσιν· ὅθεν ἀνυμνοῦμέν σε, καὶ σεπτῶς εὐφημοῦμεν, καὶ εὐχαρίστως κράζομεν ἀεί· Χαῖρε ἡ μόνη  ἐλπὶς τῶν ὑμνούντων σε.

ὁ α’ χορὸς

. Δξα Πατρί Καὶ νῦν

Οἱ τῶν θαυμάτων ποταμοὶ Θεοτόκε,…..

δ δ

Ερμς

θου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε, τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας, διὸ σοι κραυγάζομεν, εὐχαριστοῦντες. Δόξα τῇ δυνάμει σου Κύριε.

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι’ ὧν κατειργάσω μοι τὴν σωτηρίαν. Δόξα τῇ δυνάμει σου Κύριε.   

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Μνήσθητι Χριστέ, ἧς ἐκτήσω ποίμνης τῷ πάθει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε.  

ᾠδὴ δ

Εἱρμός  Διἀγάπησιν οἰκτίρμον

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς.

Μεγαλύνωμεν τὴν μόνην εὐλογημένην, καὶ τὴν αὐτῆς Ἐσθῆτα, προσπτυξώμεθα πίστει, ὅπως ἀρυσώμεθα τὴν χάριν τοῦ Πνεύματος.

 Δξα Πατρί

ς πολύτιμον θησαύρισμα κεκτημένη, ἡ σὲ τιμῶσα πόλις, τὴν Ἐσθῆτά σου Κόρη, πίστει κατασπάζεται, καὶ χάριν κομίζεται.

Καὶ νῦν

Τὴν Ἐσθῆτά σου, ὡς βρύουσαν ἀφθαρσίαν, καταστολήν τε δόξης, χρηματίζουσαν πᾶσι,  τοῖς ὑμνολογοῦσί σε, τιμῶμεν Πανάμωμε.

δ ε

Ερμς

Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον.  

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κριτῇ ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐῤῥύσω κατακρίσεως.  

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῷσον τὰς ψυχὰς ἡμῶν.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Σκηνὴ ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.

ᾠδὴ ε’.

ὁ Εἱρμός  Σὺ Κύριέ μου φῶς

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς.

Σὺ Δέσποινα ἡμῖν,  τοῖς σοῖς δούλοις δεδώρησαι, κραταίωμα τὴν Ἐσθῆτα, καὶ τιμίαν σου Ζώνην, καὶ θεῖον περιτείχισμα.

Δξα Πατρί

Παράδεισος τερπνός, εὐωδίαν τοῦ Πνεύματος, πανάχραντε ἀποπέμπων, ὁ ναὸς ὁ κατέχων, τὴν σὴν Ἐσθῆτα δέδεικται.

Καὶ νῦν

γίασον ἡμῶν, τὰς ψυχὰς καὶ τὰ σώματα, τῶν πίστει σου τὴν ἁγίαν, Παναγία Ἐσθῆτα, τιμώντων ὡς ὑπέρτιμον.

δ ς

Ερμς

βυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ’ ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον.

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

βυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῆ εὐσπλάγχνῳ καθόδῳ σου, σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθεούργησας, καὶ σεαυτῷ συνεδόξασας.

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα θεώμενος, τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Πάναγνε ἡ μόνη τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον, χρηματίσαι δυσώπησον.  

ᾠδὴ ς

Εἱρμός   βησε, προτυπν

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς.

νέδειξας, τῇ πασῶν Βασιλίδι τῶν πόλεων, ἡ τεκοῦσα, Βασιλέα τῶν ὅλων καὶ Κύριον, ἀρραγὲς ὡς τεῖχος, τὴν σεπτὴν καὶ ἁγίαν Ἐσθῆτά σου.

Δξα Πατρί

Γηθόμενοι, τῆς Παρθένου τὴν χάριν δοξάσωμεν, καὶ τὴν ταύτης, παναγίαν Ἐσθῆτα τιμήσωμεν, ἐξ ἧς πᾶσα ῥῶσις, ἀσθενοῦσιν ἀπαύστως προέρχεται.

Καὶ νῦν

Ναμάτων σε, ζωηρύτων πηγὴν ἐπιστάμεθα, Θεοτόκε, καὶ τιμῶμεν τὴν θείαν Ἐσθῆτά σου, ἐξ ἧς τὰς ἰάσεις, καθ’ ἑκάστην πιστοὶ ἀρυόμεθα.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

 Κοντκιον
Ἦχος γ

ξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.

Οἶκος

οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾍδου σήμερον,  Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾍδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.

Συναξάριον

 Τ Βτοῦ αὐτοῦ μηνός, Μνήμην ποιούμεθα τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς ὑπεραγίας Θεοτόκου, ἐν Βλαχέρναις, ἐπὶ Λέοντος τοῦ μεγάλου, καὶ Βηρίνης τῆς αὐτοῦ γυναικός.

Στίχοι

  • Χιτὼν μὲν Υἱοῦ Χριστοφρουροῖς δημίοις.

  • Ἐσθὴς δὲ Μητρὸς χριστοφρουρήτῳ πόλει.

  • Δευτερίῃ κατέθεντο σορῷ Ἐσθῆτα Πανάγνου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἀθλήσεως τοῦ Μάρτυρος Κοΐντου, καὶ μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰουβεναλίου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. μν.

   ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾨδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ Ϛ’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτκε γν, ειπρθενε.  

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός  

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Δ’, Ἦχος β΄

Τοῖς Μαθηταῖς συνέλθωμεν

Ταῖς ἀρεταῖς ἀστράψαντες, ἴδωμεν ἐπιστάντες, ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν στραπτούσαις, ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γῆν ὄψιν, τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν, ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ, καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψαι.

ὁ β’ χορός

Φῶς ἀναλλοίωτον Λόγε

Μόνη καὶ φύσιν καὶ χρόνον, ἐκαίνισας Θεομῆτορ· ἄφθορος γάρ σου ὁ τόκος, ἄφθαρτος καὶ ἡ Ἐσθής, δι’ ἧς τὴν πόλιν σου σκέπεις, ᾗ καὶ τὰ σκῆπτρα, τῆς εὐσεβείας κρατύνεις.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος γ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι’ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῷσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ’ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

ν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῶ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον΄ Ἐλέησον ἡμᾶς.

ΤΗΣ ΘΕΟΤΟΚΟΥ

ὁ α’ χορός

Ἦχος δ’  

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὡς γενναῖον ἐν Μάρτυσιν

σορὸς ἡ κατέχουσα, τὴν Ἐσθῆτα σου Ἄχραντε, κιβωτὸς  τοῖς δούλοις σου ἁγιάσματος, καὶ ἱερὸν περιτείχισμα, καὶ δόξα καὶ καύχημα, καὶ ἰάσεων πηγή, καθ’ ἑκάστην γνωρίζεται, ἔνθα σήμερον, ἱερῶς ἀθροισθέντες, ἀνυμνοῦμεν, τὰ πολλά σου μεγαλεῖα, καὶ τῶν θαυμάτων τὸ πέλαγος

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

σορὸς ἡ κατέχουσα,..

ὁ α’ χορὸς  

Στίχ. νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.

δε τόπος περίδοξος, ἴδε οἶκος ἀείφωτος, ἐν ᾧ τεθησαύρισται τῆς θεόπαιδος, Ἐσθὴς τιμία τῇ χάριτι. Προσέλθετε ἄνθρωποι, φωτισμὸν καὶ ἱλασμόν, ἐξ αὐτῆς ἀπαρύσασθαι, καὶ βοήσατε, εὐχαρίστῳ καρδίᾳ, Παναγία, εὐλογοῦμέν σε Παρθένε, οἱ σεσωσμένοι τῷ τόκῳ σου.

ὁ β’ χορὸς

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Τὴν ἁγίαν κατάθεσιν, τῆς Ἐσθῆτός σου Δέσποινα, ἑορτὴν κεκτήμεθα, εὐφραινόμενοι, ὅτι τῇ πόλει σου σήμερον, δοθῆναι ἠξίωσας, ἱερὰν περιβολήν, φυλακτήριον ἄσυλον, δῶρον τίμιον, ἀναφαίρετον πλοῦτον ἰαμάτων ποταμὸν πεπληρωμένον, τῶν χαρισμάτων τοῦ Πνεύματος.

ὁ α’ χορός

Δόξα Πατρί… ΄ ΕΩΘΙΝΟΝ Δ’, Ἦχος δ’ Ἰδιόμελον

ρθρος ἦν βαθύς, καὶ αἱ Γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά σου Χριστέ, ἀλλά τὸ σῶμα οὐχ εὑρέθη, τὸ ποθούμενον αὐταῖς· διὸ ἀπορουμέναις, οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες. Τί τὸν ζῶντα μετὰ τῷν νεκρῶν ζητεῖτε; ἔλεγον. Ἠγέρθη ὡς προεῖπε, τί ἀμνημονεῖτε τῶν ῥημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον, ἀλλ’ ἐδόκει λῆρος τὰ εὐαγγέλια, οὕτως ἦσαν ἔτι νωθεῖς οἱ Μαθηταί· ἀλλ’ ὁ Πέτρος ἔδραμε, καὶ ἰδὼν ἐδόξασέ σου, πρὸς ἑαυτὸν τὰ θαυμάσια.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’ (πάντοτε)

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον γ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

 ὁ β’ χορός

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος γ

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί…Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος β´.

Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..

Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς

Ἀντίφωνον Γ

Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ἀπολυτίκιον. Ἦχος γ.

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

Στίχ. β´. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

Εὐφραινέσθω τὰ οὐράνια,…  

Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ψάλλοντάς σοι, λληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον. Ἦχος γ.

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.   

Ἀπολυτίκιον. Ἦχος πλ.δ´

Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον  χος δ’  Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν ἱερὰν Ἐσθῆτά σου, μεθ’ ἧς τὸ ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη θεία ἀνθρώπων· ἧσπερ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶντες κράζομεν πιστῶς· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

Τρισάγιον.

Απόστολος τῆς Θεοτόκου (῾Εβρ.Θ’ 1-7)

Προκείμενον ἦχος γ’.  

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

δελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ῾Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ᾽Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβεὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ κα τν το λαο γνοημτων.

λληλούϊα (γ’) Ἦχος πλ. δ΄

νάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου.

Στίχ. μοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

η΄ 5 – 13

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῷ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. λληλούϊα.    

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

«῾Ο ἀναστάς ἐκ νεκρῶν…»              

https://agioskosmasoaitolos.wordpress.com

2 ΙΟΥΛ17 ΚΥΡΙΑΚΗ Δ΄ΜΑΤΘΑΙΟΥ ΚΑΙ ΜΝΗΜΗ ΚΑΤΑΘΕΣΕΩΣ ΤΙΜΙΑΣ ΕΣΘΗΤΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ (2017)

 

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: