Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ (2016)

 

28  ΜΑΪΟΥ 2016

ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ

ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ.

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

χος πλ.δ’

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

πολυτκιον  χος πλ. δ’

Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.

ὁ β’ χορὸς

Μεσούσης τῆς ἑορτῆς,…

 Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…

ΚΑΘΙΣΜΑΤΑ

Μετ τν α’ Στιχολογαν

ὁ α’ χορὸς

Ἦχος γ’

Ἀναστάσιμα

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται ἡ ἀπαρχὴ τῶν κεκοιμημένων, ὁ πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.

ὁ β’ χορὸς

Δόξα…

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον νῦν κατ’ αὐτοῦ ἐνίσχυσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν Κύριε, δόξα σοι.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος Πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

ὁ α’ χορὸς

Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

ορτῆς μεσαζούσης τῆς νομικῆς, ἧς διδάσκων Σωτήρ μου ἐν ἱερῷ, ἐλέγχων τε τὴν ἄνοιαν, τῶν ἀπίστων Ἑβραίων, καὶ βοῶν τοῖς ὄχλοις, θείᾳ φωνῇ ὡς φιλάνθρωπος, ὁ διψῶν ἀνέκραζες· ἐρχέσθω πρός με καὶ πινέτω· ὅθεν ἐπηγγείλω, τοῖς πιστεύουσι νέμειν, σοφίας τὰ νάματα, ἐκ πηγῆς ἀκηράτου σου. Διὰ τοῦτο βοῶμέν σοι· Κατάπεμψον Χριστὲ ὁ Θεός, μόνος τὸ πανάγιον Πνεῦμά σου, καὶ σῶσον ἡμᾶς, ὅτι ὑπάρχεις πολυέλεος 

ὁ β’ χορὸς

Δόξα Πατρί…Καὶ νῦν…

ορτῆς μεσαζούσης τῆς νομικῆς,….

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμω. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Εἶτα ὁ Ν´ Ψαλμός( Χύμα ).

Κανόνες

 Α΄ΤΗΣ ΕΟΡΤΗΣ

δ α’

 ὁ α’ χορὸς

Ἦχος δ’

  ερμς

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

 ὁ β’ χορὸς

Θαλάσσης τὸ ἐρυθραῖον…

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

Μεγάλαι τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως ἀναβρύουσαι.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

πέστης μαρμαρυγὰς θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς ἑορτῆς ἐν μέσῳ προφανῶς, ἑορτὴ γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ σωτηρίας ἡμῖν πρόξενος.  

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

Σοφία, δικαιοσύνη, Κύριε, καὶ ἀπολύτρωσις, παρὰ Θεοῦ σὺ γέγονας ἡμῖν, ἀπὸ γῆς πρὸς οὐράνιον, διαβιβάζων ὕψωμα, καὶ Πνεῦμα θεῖον χαριζόμενος.  

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα, ἀλλ’ ὡς συνέστη ἄνευθεν σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθία φύσεως ὑπερουσίως μὴ δουλεύσασα.

ᾨδὴ α’

Ἦχος δ’

Ἀνοίξω τὸ στόμα μου

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ταῖς θείαις Δυνάμεσι, συναγελάζων Εὐτύχιε, καὶ θρόνῳ τῆς χάριτος, νῦν παριστάμενος, τοὺς τιμῶντάς σου, τὴν μνήμην τὴν φωσψόρον, ἐνθέως καταύγασον, τῇ μεσιτείᾳ σου.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

σίως ἐβίωσας, μαθητευθεὶς ἀκριβέστατα, παμμάκαρ Εὐτύχιε, τοῖς Ἀποστόλοις Χριστοῦ, εἰς τελείαν τε, ἀνήχθης ἡλικίαν, ἀθλήσας λαμπρότατα, ἀξιοθαύμαστε.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

πῆλθες τὸ στάδιον, τῆς μαρτυρίας γηθόμενος, καὶ θάνατον πρόξενον, ζωῆς ἐπόθησας, καὶ ἀπέπνιξας, ἐχθρῶν τὰς μυριάδας, θαλάσσῃ πνιγόμενος, μάκαρ Εὐτύχιε.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Σαρκὸς ὁμοιώματι, ἐπιφανεὶς ὁ φιλάνθρωπος, ἐκ σοῦ Παναμώμητε, κόσμον διέσωσεν, ἀπολλύμενον, καὶ πλάνῃ ὑπαχθέντα· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.

δ γ’

 ὁ α’ χορὸς

ερμς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα΄Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

Ναμάτων ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας, Εἲ τις διψᾷ, πρόθυμος, ἴτω καὶ πινέτω, βοῶν Ἀγαθέ.  

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

κ γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες, ἐξ οὐρανοῦ Πνεῦμα δέ, πέμπειν ἐπηγγείλω τὸ ἅγιον.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος. 

ᾨδὴ γ’, τοῦ Μάρτυρος

Ἦχος δ’

Τοὺς σοὺς ὑμνολόγους

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Εὑρὼν τοὺς τοῦ Λόγου ὑπηρέτας, ἁπάντων σπορέας τῶν καλῶν, ἐδέξω ἐν καρδίᾳ σου, τὸν σπόρον τὸν τοῦ Πνεύματος, καὶ εὐσεβῶς ἐβλάστησας, ἑκατοστεύοντα ἄσταχυν.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

   Εὑρὼν τοὺς τοῦ Λόγου ὑπηρέτας,….

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Πυρὶ τῆς Θεότητος ἀΰλῳ, παμμάκαρ σαφῶς ἀναφλεχθείς, ὡς ὕλην τὴν δυσσέβειαν, κατέφλεξας Εὐτύχιε, καὶ ἱερῶς ἐνήθλησας· ὅθεν πιστῶς εὐφημοῦμέν σε.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

γίοις τοῦ Λόγου ὑπηρέταις, ψυχῇ καὶ καρδίᾳ κολληθείς, ἁγίως σου διήνυσας, τὸν βίον καὶ ἐσκήνωσας, περιφανῶς Εὐτύχιε, ἐν ταῖς Ἁγίων λαμπρότησι.

ὁ α’ χορὸς

Δξα Πατρί…

άσεις πηγάζων μετὰ τέλος, παμμάκαρ Εὐτύχιε σοφέ, ἀποδιώκεις πνεύματα, καὶ τῆς σαρκὸς νοσήματα, ἀποκαθαίρεις χάριτι, Πνεύματος θείου μακάριε.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Νοός μου τὸ σκότος Θεοτόκε, φωτί τῷ ἐν σοὶ ὡς ἀγαθή, ἐκδυσωπῶ διάλυσον, καὶ μετανοίας τρόποις με, βελτιωθῆναι πρέσβευε, ὅπως ἐν πίστει δοξάζω σε.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν… 

ὁ β’ χορὸς

Κάθισμα τοῦ Μάρτυρος

Ἦχος δ’  Ταχὺ προκατάλαβε

Καλῶς τὸν ἀγῶνά σου, τελέσας Μάρτυς σοφέ, βραβεῖα τὰ θαύματα, ἐκ τοῦ τῶν ὅλων Θεοῦ, ἐδέξω Εὐτύχιε· ὅθεν σε συνελθόντες, κατὰ χρέος τιμῶμεν, πίστει τῶν σῶν λειψάνων, τὴν σορὸν προσκυνοῦντες, πλουσίως ἡμῖν διδοῦσαν, χάριν καὶ ἔλεος.

ὁ α’ χορὸς

τῆς Ἑορτῆς

Δόξα Πατρί…Καὶ νῦν…  χος δ’ Ταχ προκατλαβε

πάντων ἐπιστάμενος, τῶν καρδιῶν λογισμοὺς ἐν μέσῳ ἀνέκραζε τοῦ ἱεροῦ ἑστηκώς, τοῖς ψεύσταις λέγων ἀλήθειαν, Τὶ ζητεῖτε πιάσαι, ἐμὲ τὸν ζωοδότην

δ δ’

ὁ β’ χορὸς

  Ερμς

παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα, Δόξα τῇ δυνάμει σου Κύριε.

 ὁ α’ χορὸς  

παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία,…

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

ήξας θανάτου τὰς πύλας τῇ σῇ δυνάμει, ὁδοῦ ζωῆς ἐγνώρισας τῆς ἀθανασίας, πύλας δὲ διήνοιξας, τοῖς πίστει κραυγάζουσι, Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

Τὴν μεσότητα τῶν ὅλων, καὶ τέλος ἔχων, καὶ τῆς ἀρχῆς ὡς ἄναρχος περιδεδραγμένος, ἔστης ἐν τῷ μέσῳ, βοῶν, τῶν θείων θεόφρονες, δεῦτε δωρεῶν ἀπολαύσατε.  

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

ς Θεὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν, ὡς δυνατὸς τὸ κράτος καθελὼν τοῦ θανάτου πέμπειν ἐπηγγείλω Χριστέ, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ Πατρὸς προερχόμενον.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Νέμεις πλουσίως τὴν χάριν, τοῖς σὲ ὑμνοῦσι, καὶ τὸν ἐκ σοῦ τεχθέντα προαιώνιον Λόγον, Μῆτερ ἀπειρόγαμε, πταισμάτων τὴν ἄφεσιν, τούτοις αἰτουμένη πανάχραντε.

ᾨδὴ δ’, τοῦ Μάρτυρος

Ἦχος δ’  Τὴν ἀνεξιχνίαστον

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ριμον ὡς βότρυν σε τῆς νοητῆς, ἔνδοξε ἀμπέλου ὑπάρχοντα, ὑμνολογοῦμεν, κατανύξεως ἡμῖν, ὡς ἀληθῶς Εὐτύχιε, οἶνον εὐσεβῶς ἀναβλύζοντα.

          ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ριμον ὡς βότρυν σε τῆς νοητῆς,…..

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μέγιστος ὡς ἥλιος ἀνατολαῖς, Μάρτυς τῶν ἀγώνων σου ἅπασαν, τὴν οἰκουμένην, καταυγάζεις ἀληθῶς, τὸν σκοτασμὸν Εὐτύχιε, λύων τῶν ψυχῶν ἡμῶν χάριτι.

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

γαλλιασώμεθά πνευματικῶς, σήμερον τῇ μνήμῃ χορεύοντες, τοῦ ἀθλοφόρου, καὶ βοήσωμεν αὐτῷ· Μεγαλομάρτυς αἴτησαι, πᾶσι τῶν πταισμάτων συγχώρησιν.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

ώμῃ δυναμούμενος παντουργικῇ, πάσας τῶν δαιμόνων τὰς φάλαγγας, Μάρτυς Κυρίου, ἐτροπώσω ἀνδρικῶς, καὶ κατ’ αὐτῶν ἠρίστευσας, στέφος ἀφθαρσίας δεξάμενος.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τόμον σε προέγραψε τῶν Προφητῶν, ἄχραντε Παρθένε ὁ μέγιστος, ἐν ᾧ δακτύλῳ κατεγράφη τοῦ Πατρός, ὁ Λόγος Θεονύμφευτε, βίβλῳ τῆς ζωῆς….

ὁ β’ χορὸς

….. καταγράφων πιστούς.

δ ε’ 

ερμς

ὁ α’ χορὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφων, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

Τῶν θείων ἑορτῶν, τὴν μεσότητα φθάσαντες, τὸ τέλειον τῆς ἐνθέου, ἀρετῆς ἐξασκῆσαι, σπουδάσωμεν θεόφρονες.  

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

ς ὄντως ἱερὰ ἡ παροῦσα πανήγυρις, μεσότητα τῶν μεγίστων, ἑορτῶν γὰρ ὁρίζει, καὶ λάμπει ἀμφοτέρωθεν. 

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Νοῦς ἀρχαγγελικὸς οὐκ ἰσχύει νοῆσαί σου, τὸν ἄφραστον ἐκ Παρθένου, καὶ πανάχραντον τόκον, Σωτήρ μου πολυέλεε.  

ᾨδὴ ε’, τοῦ Μάρτυρος

Ἦχος δ’  Ἐξέστη τὰ σύμπαντα

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ψώθης πρὸς Κύριον, χρυσαῖς παμμάκαρ πτέρυξι, τοῦ ἱερωτάτου μαρτυρίου, καὶ πρὸς ἐνθέους μονὰς κατέπαυσας, δήμοις Ἀθλητῶν πανευκλεῶν, νῦν συναριθμούμενος, θεομάκαρ Εὐτύχιε.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σταυρῷ τὸν τανύσαντα, ἐθελουσίως Ὅσιε, χεῖρας μιμησάμενος ἐμφρόνως, χεῖρας ἐδέθης, δέρρει κλειόμενος, καὶ παραδιδόμενος βυθῷ, καὶ τέλος δεχόμενος, ἐν αὐτῷ τὸ μακάριον.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

γνώσθησαν ἔνδοξε, πορεῖαί σου ἐν ὕδασιν, ἐν οἷς τελειούμενος ἐμφρόνως, τὸν ἀλαζόνα πανστρατὶ τύραννον, Μάρτυς ἐναπέπνιξας σοφέ· ὅθεν μακαρίζοντες, εὐσεβῶς σε γεραίρομεν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκον

Νεκρούμενος πάθεσι, καὶ λογισμοῖς Πανάμωμε, πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω, πρὸς τὴν θερμήν σου προστρέχω Δέσποινα, σκέπην καὶ βοήθειαν, ζωήν, μόνη ἡ κυήσασα,..

ὁ α’ χορὸς

ζωοποίησον σῶσόν με.

δ ς’ 

ὁ β’ χορὸς

Ερμς

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾶ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

Μεσίτης, Πεντηκοστῆς, ἐφέστηκε σήμερον, ἔνθεν τοῦ θείου μὲν Πάσχα, θειοτάτῳ φέγγει καταυγασθεῖσα, ἐκεῖθεν δέ, τοῦ Παρακλήτου λάμπουσα χάριτι.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

λάλεις, ἐν τῷ ναῶ Χριστὲ παριστάμενος, τῶν Ἰουδαίων τοῖς δήμοις, τὴν οἰκείαν δόξαν ἀποκαλύπτων, καὶ προφαίνων, τὴν συμφυΐαν πρὸς τὸν γεννήτορα.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Γενοῦ μου, προστασία καὶ τεῖχος ἀκράδαντον, τῶν κοσμικῶν με σκανδάλων, λυτρουμένη μόνη Θεογεννῆτορ, καὶ ταῖς θείαις, φωτοχυσίαις καταλαμπρύνουσα.

ᾨδὴ ς’, τοῦ Μάρτυρος

Ἦχος δ’  Τὴν θείαν ταύτην

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Θαυμάτων χάριν δεξάμενος, ἰᾶσαι τῶν ψυχῶν ἀρρωστήματα, Μάρτυς Εὐτύχιε, καὶ θεραπεύεις νοσήματα, τῶν προστρεχόντων πίστει, ὑπὸ τὴν σκέπην σου.

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

νθέου πίστεως ἔμπλεως, καὶ χάριτος γενόμενος Ἔνδοξε, λόγον σωτήριον, σὺν Ἀποστόλοις ἐκήρυξας, τῆς δυσσεβείας λύων, σκότος βαθύτατον.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

σίως Λόγον τὸν ἄναρχον, κηρύττων ὡς ἐν θήκῃ ἐμβέβλησαι, δέρρει Εὐτύχιε, καὶ τῷ βυθῷ παραδέδοσαι, πρὸς σωτηρίας ὅρμον, κατεπειγόμενος.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

μνολογῶ σε Πανύμνητε, δοξάζω τὰ σεπτὰ μεγαλεῖά σου τῆς αἰωνίου με, ῥῦσαι δεινῆς κατακρίσεως τὸν σὸν Υἱὸν ἀπαύστως καθικετεύουσα.

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…

Κοντκιον  χος δ’

ψωθες ν τ Σταυρ

Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός, Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας, ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν΄ Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν, σ γρ πρχεις πηγ τς ζως μν.

Οκος

Τὴν χερσωθεῖσάν μου ψυχήν, πταισμάτων ἀνομίαις, ῥοαῖς τῶν σῶν αἱμάτων κατάρδευσον, καὶ δεῖξον καρποφόρων ἀρεταῖς, σὺ γὰρ ἔφης πᾶσι, τοῦ προσέρχεσθαι πρός σὲ Λόγε Θεοῦ πανάγιε, καὶ ὕδωρ ἀφθαρσίας ἀρύεσθαι, ζῶν τε καὶ καθαῖρον ἁμαρτίας, τῶν ὑμνούντων τὴν ἔνδοξον καὶ θείαν σου Ἔγερσιν παρέχων ἀγαθέ, τὴν ἀπὸ τοῦ ὕψους ἐνεχθεῖσαν ἀληθῶς τοῖς Μαθηταῖς σου΄ Πνεύματος ἰσχύν, τοῖς σὲ Θεὸν γινώσκουσι, σ γρ πρχεις πηγ τς ζως μν.

Συναξριον

 ΤΚΗ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, Ἐπισκόπου Μελιτηνῆς.

Στίχοι

  • Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ!

  • Θείας τετευχώς, Εὐτυχές, κληρουχίας,

  • Εἰκάδι ὀγδοάτῃ Εὐτυχέα ἔνθεν ἄειραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος.

Στίχοι

  • Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει

  • Οὐχ Ἑλικῶνα, ἀλλ’ Ἐδὲμ τρυφὴν ἔχει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν.

 ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Ανομεν, ελογομεν, καί  προσκυνομεν τν Κριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς… 

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

δ θ’

 ἦχος δ’

  Ερμς

ὁ α’ χορὸς

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.  

ὁ β’ χορὸς

Λίθος ἀχειρότμητος ὄρους,…

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

Νέαν καὶ καινὴν πολιτείαν, παρὰ Χριστοῦ μεμαθηκότες ταύτην μέχρι τέλους φυλάττειν διαφερόντως πάντες, σπουδάσωμεν, ὅπως ἁγίου Πνεύματος, τὴν παρουσίαν ἀπολαύσωμεν.  

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

Σύ μου τὸ θνητὸν Ζωοδότα, περιβολὴν ἀθανασίας, καὶ τῆς ἀφθαρσίας τὴν χάριν, ἐνδύσας Σῶτερ συνεξανέστησας, καὶ τῷ Πατρὶ προσήγαγες τὸν χρόνιόν μου λύσας πόλεμον.  

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν δόξα Σοι.

Εἰς τὴν ἐπουράνιον πάλιν, διαγωγὴν ἀνακληθέντες, τῇ τῆς μεσιτείας δυνάμει, τοῦ κενωθέντος μέχρι καὶ δούλου μορφῆς καὶ ἡμᾶς ἀνυψώσαντος, τοῦτον ἀξίως μεγαλύνωμεν.  

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

ς ῥίζαν, πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν, σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας.  

ᾨδὴ θ’, τοῦ Μάρτυρος

Ἦχος δ’

Ἅπας γηγενὴς

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

δε φωταυγής, ἐπέστη πανήγυρις, τοῦ ἀθλοφόρου Χριστοῦ· πάντες οὖν συνδράμωμεν, εὐσεβοφρόνως τούτου τὰ θαύματα, καὶ ἱερὰ παλαίσματα ἀνευφημῆσαι πιστῶς, δι’ ὧν ὤφθη, Ἄγγελος ἐπίγειος, ἀληθῶς καὶ οὐρανιος ἄνθρωπος.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

δε φωταυγής,…..

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

σπερ προσφοράν, παμμάκαρ παρέδωκας, τὴν σὴν ψυχὴν τῷ Θεῷ, μέσον τῶν ὑδάτων μέν, τὸ θεῖον τέλος ὑποδεχομενος, πρὸς τὸν τρυφῆς χειμάρρουν δὲ κατασκηνούμενος, καὶ μεθέξει, κάλλιστα θεούμενος, καὶ φωτὸς ἀϊδίου πληρούμενος.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Στήριγμα πιστῶν, ὑπάρχεις καὶ καύχημα ἀξιοθαύμαστε, τῶν ἀσπαζομένων σου, θεόφρον Μάρτυς τὰ θεῖα λείψανα, καὶ ἐκτελούντων πάντοτε τὴν θείαν μνήμην σου, ἀθλοφόρων, μέγα ἀκροθίνιον, τῶν Ἀγγέλων ἁπάντων συνόμιλε.

ὁ α’ χορὸς

Δόξα Πατρὶ...

θροισται λαός, ὑμνῆσαί σου σήμερον τὰ ἀριστεύματα, καὶ τὰ κατορθώματα, καὶ τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, ὃν ταῖς εὐχαῖς σου μέγιστε Μάρτυς Εὐτύχιε, ἀπὸ πάσης, λύτρωσαι στενώσεως, καὶ ἀθέων βαρβάρων ἁλώσεως.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, παῦσον τὸν κλύδωνα, τὸν ἐπιγινόμενον, τῆς τῶν δαιμόνων παρενοχλήσεως, καὶ εἰς ὁδὸν κατεύθυνον τῶν θελημάτων Χριστοῦ, τοῦ νοός μου, πάναγνε τὴν στένωσιν, ὅπως πίστει ἀεὶ μακαρίζω σε.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

ὁ β’ χορὸς

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

ξαποστειλρια

βχορὸς

ἦχος γ’  ορανν τος στροις

τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ,  εὔσπλαγχνε μόνε οἰκτίρμον.

AINOI

ὁ α’ χορός

Ἦχος γ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν• Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι’ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα• Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ᾧδε, ἀλλ’ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε• ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Δόξα… Καὶ νῦν… Ἦχος δ’

Φωτισθέντες ἀδελφοί, τῇ Ἀναστάσει τοῦ Σωτῆρος Χριστοῦ, καὶ φθάσαντες τὸ μέσον τῆς ἑορτῆς τῆς δεσποτικῆς, γνησίως φυλάξωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ, ἵνα ἄξιοι γενώμεθα καὶ τὴν Ἀνάληψιν ἑορτάσαι, καὶ τῆς παρουσίας τυχεῖν τοῦ ἁγίου Πνεύματος.

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Πληρώσωμεν τὴν ἑωθινήν…Σὸν γὰρ ἐστὶν…  Ες τ πστιχα

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

ὁ α’ χορός

Ἦχος β’ Οἶκος τοῦ Ἐφραθᾶ

Νάουσα ἡ πηγή, τῆς σῆς σοφίας πόμα πνευματικόν πηγάζει, οὗ πίνοντες δογμάτων ἐνθέων ἐμπιπλώμεθα.

ὁ β’ χορός

Στίχ.Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς.

Τέτρωται τὸ δεινόν, Ἑβραίων ὄντως γένος, ἀκουόντων σου Λόγε, διδάσκοντος τοῖς ὄχλοις, σωτήρια διδάγματα.

ὁ α’ χορός

Στίχ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

κες ὁ πλαστουργός, ἐν τῇ Σιὼν καὶ ἔστης, ἐν μέσῳ τοῦ λαοῦ σου, καὶ τοῖς λαοῖς ἐδίδως, τὴν χάριν τὴν σωτήριον.

ὁ β’ χορός

Δόξα… Καὶ νῦν… Ἦχος δ’

Κύριε, πρὸ τοῦ ἀχράντου σου Σταυροῦ, τῆς ἑορτῆς μεσούσης, ἐν τῷ ἱερῷ ἀνῆλθες, Ἰουδαίους παρρησίᾳ διδάσκων τὰ Μωσέως, καὶ ἐν νόμῳ διὰ σοῦ νομοθετηθέντα, ἐκπληττόμενοι δὲ Χριστέ, τῆς σῆς σοφίας τὸ ἄφραστον μυστήριον, τὴν κατὰ σοῦ σκευωρίαν ἐν ἑαυτοῖς φθόνῳ ἐμελέτων. Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, σὲ τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι …… Μεθ, Τρισγιον….

  χορὸς.

πολυτκιον  χος πλ. δ

Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστ Θες δξα σοι

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

ντφωνον α’

 χος β’

ὁ α’ χορός

Στχ. λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῷτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

 Στχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στχ. Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι΄ ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δξα Πατρὶ… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

χος ατς

ὁ β’ χορός

Στχ. Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

ὁ α’ χορός

Στχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ β’ χορός

Στχ. ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ α’ χορός

Στχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…  

ὁ β’ χορός

Δξα Πατρὶ… Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

χος πλ. α’

ὁ α’ χορός

Στχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ὁ β’ χορός

Στχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

ὁ α’ χορός

Στχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

ὁ β’ χορός

Στχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη… 

Εσοδικν

ὁ α’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…

 ὁ β’ χορός

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Ετα

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  χος πλ. δ’

Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.  

βχορὸς

Τοῦ Ναοῦ 

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται   συλλείτουργον)

Κοντκιον  χος δ’ – ψωθες ν τ Σταυρ

Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός. Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας, ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν΄ Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν, σ γρ πρχεις πηγ τς ζως μν.

Τρισάγιον

πστολος 

Προκείμενον. Ἦχος πλ. β΄

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.

ΣτίχΜακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πράξεων τνποστόλων τὸ Ἀνάγνωσμα   12:1-11

Κατ᾿ ἐκεῖνον  τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ ᾿Ιάκωβον τὸν ἀδελφὸν ᾿Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς ᾿Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. ῞Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ῾Ηρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν εἶπέ τε ὁ Ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν· καὶ εὐθέως ἀπέστη ὁ Ἄγγελος ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν Ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾿Ιουδαίων.

Ἀλληλούϊα (γ’)

Εαγγλιον

κ το κατ ωάννην

(η΄ 31 – 42)

Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,  καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. ἀπεκρίθησαν αὐτῷ· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε;  ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας.  ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.  ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε.  οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.  ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρὶ μου λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε.  νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.  ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπον οὖν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν, τὸν Θεόν.  εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω.

Εἰς τὸ «Ἐξαιρέτως…»

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικν

γαλλιᾶσθε δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις λληλοϊα

ντ το «Εἴδομεν τὸ φῶς…» λγεται τ,

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. ἈλληλουΐαἈλληλουΐα, Ἀλληλουΐα.

«Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον…»(τρίς).

28 ΜΑΪ16 ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: