«ΠΛΟΥΣΙΩΝ ΔΩΡΕΩΝ ΤΑ ΚΡΕΙΤΤΟΝΑ’ ΗΧΟΣ Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΚΩΝΣΤΝΤΙΝΟΥ ΚΑΙ ΕΛΕΝΗΣ ΠΑΤΗΡ ΛΑΖΑΡΟΣ ΚΑΡΑΝΔΡΕΑΣ

Δοξαστικὸν
Ἦχος β’
Βυζαντίου
Πλουσίων δωρεῶν τὰ κρείττονα, εἰληφῶς παρὰ Θεοῦ, Ἄναξ κράτιστε, Κωνσταντῖνε μέγιστε, καλῶς ἐν τούτοις διέπρεψας· καταυγασθεὶς γὰρ ἀκτῖσι τοῦ παναγίου Πνεύματος, ὑπὸ Σιλβέστρου ἱερέως, ὡς διὰ τοῦ βαπτίσματος, ἐν Βασιλεῦσιν ὤφθης ἀήττητος, τὴν οἰκουμένην ὡς προῖκα προικοδοτήσας τῷ Κτίστῃ σου, καὶ πόλιν βασιλεύουσαν θεοσεβῆ. Διὸ ἱκετεύων μὴ παύσῃ Χριστῷ τῷ Θεῷ, δωρηθῆναι ἅπασι, τοῖς τελοῦσι τὴν μνήμην σου, ὡς παρρησίαν ἔχων, ἁμαρτιῶν συγχώρησιν, καὶ τὸ μέγα ἔλεος