22 ΔΕΚΕΜΒΡΙΟΥ 2019
† ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
Ἑ ωθιν ὸ ν Ε’ – ἦ χος β’
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦ χος β’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ. α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ. β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ. γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος β´ .
Ὅ τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
ὁ β’ χορός
Δόξα Πατρί… Ἀ πολυτ ί κιον Ἦ χος β ‘
Μ εγάλα τὰ τῆς Πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο, καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορὸς
Καὶ νῦν… τὸ Προεόρτιον Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ
Ἑ τοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου, Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος β ´
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί…
Τ αῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ α’ χορός
Καὶ νῦν… Ἦχος δ’Ταχὺ προκατάλαβε
Ἐ νθέως εὐφραίνεται, ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, ὁ τοῦ Θεοῦ μου Υἱός, ἐκ Κόρης γεννᾶται ἁγνῆς, ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων καὶ τὴν κατάραν, τῆς προμήτορος Εὔας· διὸ ὡς εὐεργέτῃ ἡμῶν, ἆσμα προσάξωμεν.
ὁ β’ χορός
Μετὰ τὴν β ’ Στιχολογίαν, ἕτερα
Τ ὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Τ ῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως, κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι’ αὐτῶν, φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Καὶ νῦν… Ἦχος γ’ Ἡ Παρθένος σήμερον
Τ ὴν Παρθένον κύουσαν, τὸν προαιώνιον Λόγον, Ἰωσὴφ ὁ δίκαιος, ὑμνολογῶν ἀνεβόα· Βλέπω σε γεγενημένην Ναὸν Κυρίου, φέρουσαν τὸν πάντας σῶσαι βροτοὺς ἐλθόντα, καὶ τοὺς τοῦτον ἀνυμνοῦντας, δι’ οἶκτον θείου ναοὺς δεικνύοντα.
Τὰ ἀναστάσιμα εὐλογητάρια.
ὁ α’ χορός
Ἦ χος πλ. α ’
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λ ίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μ υροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ… Τριαδικ ὸ ν
Π ροσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ζ ωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δ ό ξα σο ι ὁ Θε ό ς.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι η ὐ λ ό γητα ί σου…
Ἡ Ὑπακοὴ Ἦχος β ’
Μ ετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν, φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ
Ἀντίφωνον Α ’
ὁ α’ χορός
Ἐ ν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.
ὁ β’ χορός
Ἐ λέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ’ ἑκάστην ὥραν, ὢ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν, Θεὸς γὰρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Β ’
ὁ β’ χορός
Ε ἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τὶς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;
ὁ α’ χορός
Τ οῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ’ ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, ζωαρχία καὶ γέρας, πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι’ Υἱοῦ δέ.
Ἀντίφωνον Γ ’
ὁ α’ χορός
Ο ἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.
ὁ β’ χορός
Ἐ ν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες, οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες,…
ὁ β’ χορός
… κ αὶ Προφῆται ὁρῶσι.
Προκείμενον
ὁ α’ χορός
Ἐ ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
ὁ β’ χορός
Ἐ ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
ὁ α’ χορός
Στίχ. Κ ύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.
Ἐ ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω,…
ὁ β’ χορός
… κ αὶ συναγωγὴ λαῶν κυκλώσει σε.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ α΄ χορὸς
Ἦχος β’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ΕΩΘΙΝΟΝ Ε’ (Λουκ. 24,12-35 )
Τ ῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα΄ καὶ ἀπῆλθε, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς΄ καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καί αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς΄ οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς΄ Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποὶ; Ἀποκριθείς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν ΄ Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ΄ ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν΄ ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτὸς ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλὰ γε οὖν σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ’ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὂρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον΄ αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς΄ Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ Προφῆται. Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτόν , λέγοντες΄ Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν΄ καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους΄ Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας, ὅτι ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐ ν τ ῇ κλ ά σει το ῦ ἄ ρτου.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν ’ Ψαλμὸς εἰς ἦχον β ’
Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐ πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅ τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σ οὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰ δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰ δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥ αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀ κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀ πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Κ αρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀ πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Δ ιδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥ ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κ ύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅ τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θ υσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀ γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τ ότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τ ότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Τ αῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν…
Τ αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΩΝ
τ ῶ ν Πατ έ ρων
ᾠδὴ α’- Ἦχος πλ. β’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Κ ύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ’ ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γάρ δεδόξασται.
ὁ β’ χορός
Κ ύματι θαλάσσης,…
ὁ α’ χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Φ όβῳ σοι θανάτου, ἀνοίγονται πύλαι καὶ διαῤῥήσσονται, μοχλοὶ αἰώνιοι, τῇ γὰρ σεπτῇ σου καθόδῳ, ἐξανέστησαν οἱ πάλαι νεκροί, ἐν εὐφροσύνῃ ψάλλοντες, Χριστὲ τὴν σὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σ ήμερον τὸ κλῆτος, τῶν θείων Πατέρων, Χριστοῦ τὴν Γέννησιν, προεορτάζει φαιδρῶς, καὶ ὑπογράφεται ταύτης, τὸ παράδοξον τῆς χάριτος, Ἀβραὰμ γὰρ σύμβολον, τοῦ νόμου καὶ οἱ Παῖδές εἰσιν.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Π άλαι δεξιοῦται, Θεότητα μίαν, τὴν τρισυπόστατον, ὁ Ἱερὸς Ἀβραάμ΄ νῦν δὲ ὁ σύνθρονος Λόγος, τῷ Πατρὶ καὶ θείῳ Πνεύματι, τοῖς παισὶ προέρχεται, ἐνδόξως εὐφημούμενος.
ὁ β’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀ βραὰμ ἐῤῥύσθη, χειρὸς ἐξ ἀδίκου, φλογὸς καμίνου δέ, οἱ θεῖοι Παῖδες ποτέ, καὶ Δανιὴλ ὁ Προφήτης, ἐκ θηρῶν καὶ λάκκου σέσωσται΄ διὸ νῦν τὴν Γέννησιν, Χριστοῦ προεορτάζουσιν.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ἀ ριθμῷ καὶ πίστει, τῆς θείας Τριάδος, τὴν ἀθεότητα, καταστρεψάμενοι, ἐν τῇ καμίνῳ οἱ Παῖδες, ἐν συμβόλοις τὰ ἐσόμενα, τοῦ Θεοῦ μυστήρια, τῷ κόσμῳ προϋπέφηναν.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκ ί ον
Κ εχαριτωμένη, ἀνύμφευτε Μήτηρ Παρθένε ἄφθορε, σὲ μακαρίζομεν΄ τοῦ Ἀβραὰμ γὰρ ἐκ γένους, καὶ φυλῆς Δαυΐδ ἐξήνθησας, τὸν Χριστὸν δὲ τέτοκας, Προφήταις κηρυχθέντα τὸ πρίν.
ᾠ δ ὴ γ’
ὁ α’ χορὸς
ὁ Ε ἱ ρμ ὸ ς
Σ ὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ κρανίῳ κρεμάμενον, θαμβητικῶς συνείχετο΄ Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε κραυγάζουσα.
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τ άφῳ τριημερεύσας, ἀνέστησας ζωαρχικῇ ἐγέρσει, θανόντας τοὺς ἀπ’ αἰῶνος΄ καὶ καταδίκης λυόμενοι, χαρμονικῶς ἠγάλλοντο, ἰδοὺ ἡ λύτρωσις, ἦλθες Κύριε κραυγάζοντες.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τ ὴν κατ’ εἰκόνα δόξαν, καὶ καθ’ ὁμοίωσιν Θεοῦ φρονοῦντες Παῖδες, χρυσῆς εἰκόνος φλόγα, ἐν τῷ πυρὶ τῷ τοῦ Πνεύματος, ἀθλητικῶς κατέσβεσαν, ἐν πίστει ψάλλοντες. Πλήν σου Κύριον οὐκ οἴδαμεν.
ὁ β’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σ οφίας τῷ περιόντι, καὶ Πνεύματος τῇ δυνάμει οἱ Παῖδες, τοὺς σοφοὺς Βαβυλῶνος, αἰχμαλωτεύσαντες ᾔσχυναν, καὶ θαρσαλέως ἔκραζον΄ Οὐκ ἔστιν ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Χ αίρει καὶ συγχορεύει, τοῖς Παισὶ καὶ Προφήταις ὁ Νόμος, καὶ προσκιρτᾷ τοῦ Κυρίου, τὴν θείαν ἔλλαμψιν σήμερον΄ καὶ Ἀβραὰμ ἀγάλλεται, ὅτι ἐκ σπέρματος αὐτοῦ, εἶδε Κύριον σαρκούμενον.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκ ί ον
Ἡ σύλληψις ἄνευ πάθους, ἡ πρόσληψις ὑπὲρ λόγον καὶ φύσιν, τοῦ τόκου σου προῆλθε, τὸ γὰρ Προφήταις θρυλλούμενον, ὑπερφυῶς Μυστήριον, ἡμῖν ἐπέφανε, Λ ό γος το ῦ Θεο ῦ ὑ π ά ρχων Κ ύ ριος.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν ,…
Ἡ Ὑ πακο ὴ -Ἦ χος πλ. δ’
Ἄ γγελος Παίδων ἐδρόσιζε κάμινον, νῦν δὲ γυναικῶν κλαυθμὸν διεκώλυε, λέγων΄ Τί ἐπιφέρεσθε μύρα; τίνα ζητεῖτε ἐν τάφῳ; ἀνέστη ὁ Χριστὸς καὶ Θεός, ὑπάρχει γὰρ ζωὴ καὶ σωτηρία, τοῦ γένους τῶν ἀνθρώπων.
Κοντάκιον
Ἦ χος β ’ . Τ ὰ ἄ νω ζητ ῶ ν
Ἀ νέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, κα ὶ κ ό σμος Σωτ ή ρ μου ἀ νυμνε ῖ σ ε ἀ ε ί .
Ο ἶ κος
Σ ὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾅδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, κα ὶ κ ό σμος Σωτ ή ρ μου ἀ νυμνε ῖ σ ε ἀ ε ί .
ᾠδὴ δ’
ὁ Ε ἱ ρμ ὸ ς
Τ ὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα΄ Σὺ δυναστῶν διέκοψας, κράτος ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδῃ ὡς παντοδύναμος.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἡ ἐν τῷ ᾅδῃ θεία κάθοδος, σοῦ Χριστὲ ὁ Θεός, νεκροῖς ζωὴ ἐδείχθη, σὺ γὰρ ἐχθροὺς ἐδέσμευσας, κάτω ἀγαθέ, καὶ οὐράνιον τρίβον, ἀνθρώποις ἤνοιξας.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τ ὰ τῶν Πατέρων ἀκροθίνια, Ἀβραὰμ Ἰσαάκ, καὶ Ἰακὼβ τιμῶμεν, ὅτι αὐτῶν ἐκ σπέρματος, ἔλαμψε Χριστός, σαρκωθεὶς ἐκ Παρθένου, ὡς Παντοδύναμος.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Π ροϋπογράφων τὰ ἐσόμενα, τῇ καθόδῳ Χριστοῦ, ὁ Δανιὴλ τοὺς θῆρας ὡς πρόβατα ἀπέδειξε, πᾶσιν ἐναργῶς, ὡς προέγνω τὸ μέλλον, οἷα Προφήτης Θεοῦ.
Δόξα Πατρί…
Τ ῆς ἁμαρτίας μὴ σπασάμενοι, τὸν ἰὸν ἐκ φλογός, ἐῤῥύσθησαν οἱ Παῖδες, χρυσίου γὰρ ὑπέρτιμοι, ὄντες ἀληθῶς, ἐν καμίνῳ τῆς πλάνης, οὐκ ἐχωνεύθησαν.
Καὶ νῦν…Θεοτοκ ί ον
Μ εγαλοφώνως προκηρύττεται, προσδοκία Ἐθνῶν, καὶ σωτηρία κόσμου, ὁ ὑπὲρ φύσιν τόκος σου, ἄχραντε σεμνή΄ ὃν ὑμνεῖ τῶν Πατέρων, ὅμιλος σήμερον.
ᾠ δ ὴ ε’
ὁ Ε ἱ ρμ ὸ ς
Θ εοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν΄ Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τ ὸ ἐξαστράπτον τῆς χαρᾶς, ὑποτυπῶν ἐμφανῶς ὁ Ἄγγελος, ἐν τῷ τάφῳ λαμπροφόρος δείκνυται, Γυναιξὶ κηρύττων ἀνάστασιν΄ καὶ ἀφέμεναι τοῦ κλαυθμοῦ, ἠγαλλιάσαντο, Χριστοῦ ἀναστάντος, τὸ χαίρετε Ἀποστόλοις διαγγέλλουσαι.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τ ὴν τῶν Πατέρων ἀπαρχήν, ὡς ἀρχηγὸν νόμου καὶ τῆς Χάριτος, Ἀβραὰμ τὸν Πατριάρχην σήμερον, συνελθόντες πίστει τιμήσωμεν΄ ὡς Προφήτης γὰρ τοῦ Θεοῦ, προκατηγγείλατο Χριστὸν ἐκ Παρθένου, καὶ τούτου προϋπαντᾷ τὴν θείαν Γέννησιν.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Π ροϋπογράφοντες τρανῶς, τὴν πρὸς ἡμᾶς τοῦ Κυρίου ἔλευσιν, οἱ Ἀγγέλου παρουσίας ἔσβεσαν, Ἀβραὰμ οἱ Παῖδες τὴν κάμινον, καὶ ἀτμίδα δρόσου τὸ πῦρ, ἀπεργασάμενοι ἐν τούτῳ τῇ πίστει, εἰκόνος χρυσῆς δόξαν ἐχώνευσαν.
Δόξα Πατρί…
Ἔ φραξε στόματα θηρῶν, ὁ Δανιὴλ ἐν τῷ λάκκῳ Πνεύματι΄ τοῦ πυρὸς δὲ τὴν ἰσχὺν κατέσβεσαν, Ἀβραὰμ οἱ Παῖδες τῇ χάριτι, καὶ σωθέντες οὗτοι φθορᾶς, προκαταγγέλλουσι Χριστὸν ἐκ Παρθένου, αἰτοῦντες ὡς λυτρωτὴν τὴν σωτηρίαν ἡμῶν.
Καὶ νῦν…Θεοτοκ ί ον
Ἐ ν θείῳ Πνεύματι δηλῶν, τὴν ἐξ ἡμῶν ἀπαθῶς σου πρόσληψιν, Ἡσαΐας ἀνεβόα Κύριε, γρηγορῶν τῷ νόμῳ τῆς χάριτος. Τὸν ἐκ γένους μὲν Ἀβραάμ, ἐκ τῆς Ἰούδα δὲ φυλῆς κατὰ σάρκα, Παρθένος ἄνευ σπορᾶς, ἔ ρχεται τίκτουσα.
ᾠ δ ὴ ς’
ὁ Ε ἱ ρμ ὸ ς
Τ οῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι΄ Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θ ανάτου τὴν νέκρωσιν, καὶ τοῦ ᾅδου ἀγαθέ, εἰργάσω τὴν καθαίρεσιν, τριημέρῳ ταφῇ σου θεοπρεπῶς, ζωὴν δὲ ἐπήγασας, ἀναστὰς τοῖς ἐν κόσμῳ Ἰησοῦ Βασιλεῦ.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ τρόπος φιλόξενος, ἡ δὲ πίστις ὑψηλή, Ἀβραὰμ τοῦ προπάτορος, ὅθεν θεῖον μυστήριον τυπικῶς, δεξάμενος ἔχαιρε΄ τοῦ Χριστοῦ δὲ προτρέχων νῦν ἀγάλλεται.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τ ὴν κτίσιν ὑπέταξε, νῦν ἡ πίστις τοῖς παισί, τῇ δωρεᾷ τοῦ Πνεύματος΄ τὸ γὰρ πῦρ τὸ παμφάγον καὶ ἀναιδές, ᾐδέσθη τοὺς σέβοντας, τοῦ πυρὸς τὸν ἐργάτην, Ἰησοῦν τὸν Χριστόν.
Δόξα Πατρί…
Τ οῦ κόσμου τὸ ἄγριον, τῇ ἐλεύσει τοῦ Χριστοῦ, ῥυθμίζεσθαι ὑπέφηνεν, εἰρήνην πρὸς τὴν θείαν θεοπρεπῶς, φιμώσας τοὺς λέοντας, Δανιὴλ ὁ Προφήτης ἐν τῷ λάκκῳ ποτέ.
Καὶ νῦν…Θεοτοκ ί ον
Ν ηδύος ἐκύησας, ἐκ Παρθένου τὸν Χριστόν, Μαρία Μήτηρ ἄνανδρε, ὃν εἶδον οἱ Προφῆται θεοπτικῶς, αὐτοῦ προχορεύουσιν, ο ἱ Πατ έ ρες νυν ὶ δ ὲ τ ὰ Γεν έ θλια.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντ ά κιον, Προε ό ρτιον
Ἦ χος α’ Χορ ὸ ς Ἀ γγελικ ὸ ς
Ε ὐφραίνου Βηθλεέμ, Εὐφραθᾶ ἑτοιμάζου· ἰδοὺ γὰρ ἡ Ἀμνάς, τὸν Ποιμένα τὸν μέγαν, ἐν μήτρᾳ βαστάζουσα, τοῦ τεκεῖν κατεπείγεται, ὅνπερ βλέποντες, οἱ θεοφόροι Πατέρες, ἐπαγάλλονται, μετὰ Ποιμένων ὑ μνο ῦ ντες, Παρθ έ νον θηλ ά ζουσαν.
Ὁ Ο ἶ κος
Τ ῆς σῆς Παρθένε κυήσεως τὴν λαμπρότητα, καθορῶντες ἐκλάμπουσαν, Ἀβραὰμ ὁ φιλόθεος, καὶ Ἰσαὰκ ὁ ἀοίδιμος, καὶ Ἰακώβ, καὶ πᾶς ὁ θεοσύλλεκτος χορὸς τῶν ἁγίων ἀγάλλεται, καὶ τὴν κτίσιν προσήγαγον, πρὸς σὴν ὑπάντησιν, ἐν χαρμοσύναις λέξεσι. Χαρᾶς γὰρ πρόξενος πᾶσιν ὤφθης, ἐν μήτρᾳ συλλαβοῦσα, τὸν ποτὲ ἐν Βαβυλῶνι ὁραθέντα, καὶ τοὺς Παῖδας, τοὺς ἐν τῇ καμίνῳ ἀδίκως βληθέντας, ἀφλέκτους συντηρήσαντα ὑπὲρ πᾶσαν ἔννοιαν. Διὸ καὶ ἀναμέλπουσι τὸν ὁρώμενον ἐν χερσὶ νεάνιδος, ὑ μνο ῦ ντες Παρθ έ νον θηλ ά ζουσαν. .
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ ΚΒ ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας μεγαλομάρτυρος Ἀναστασίας, τῆς Φαρμακολυτρίας.
Στίχοι
Ἀναστασία φάρμακον πιστοῖς μέγα,
Πᾶν φάρμακον λύουσα, καὶ κεκαυμένη.
Καύθη Ἀναστασία πυρὶ δευτέρᾳ εἰκάδι λαύρῳ.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χρυσογόνου.
Στίχοι
Δίδωσι Χρυσόγονος αὐχένα ξίφει,
Ὁ πνεῦμα χρυσοῦς, χάλκεος δὲ τὸ σθένος.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς.
Στίχοι
Ἡ Θεοδότη πῦρ φέρει σὺν φιλτάτοις,
Φίλτρῳ Θεοῦ ζέουσα, καὶ πυρὸς πλέον.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Ζωΐλου.
Στίχοι
Ζωὴν ῥέουσαν ἐκλιπὼν ὁ Ζωΐλος
Ζωὴν μένουσαν εὗρεν ἐν ζώντων τόπῳ.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Τὰ θυρανοίξια τῆς τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας.
Στίχοι
Αἴρουσιν ἄνδρες ἱεροὶ Χριστοῦ πύλας
Τοὺς Δαυῒδ ἡμῖν ἐκτυπούμενοι νόας.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Τὸ φωτοδρόμιον τῆς τοῦ Θεοῦ Ἐκκλησίας.
Στίχοι
Τρέχοντα φῶτα σήμερον Ναοῦ κύκλῳ,
Δηλοῦσι φωτὸς εἰς τὸ πᾶν θείου δρόμον.
Τ ῇ α ὐ τ ῇ ἡ μ έ ρᾳ , Κυριακ ῇ πρ ὸ τ ῆ ς Χριστο ῦ γενν ή σεως , μνήμην ἄγειν ἐτάχθημεν παρὰ τῶν Ἁγίων καὶ θεοφόρων Πατέρων ἡμῶν, πάντων τῶν ἀπ’ αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς ἱστορικῶς ἠριθμήσατο΄ ὁμοίως καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων.
Τ αῖς τῶν σῷν Ἁγίων σου πρεσβείαις, Χριστέ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδ ὴ α ’ Ἦ χος α ’
Χ ριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
ᾠ δ ὴ γ ’
Τ ῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…
ὁ α’ χορός
…Ἅ γιος εἶ Κύριε.
ὁ β΄ χορὸς
ᾠ δ ὴ δ ’
Ῥ άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δαςέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.
ὁ α’ χορός
ᾠ δ ὴ ε ’
Θ εὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.
ὁ β΄ χορὸς
ᾠ δ ὴ ς ’
Σ πλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
ὁ α’ χορός
ᾠ δ ὴ ζ ’
Ο ἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
ᾠ δ ὴ η’
Στ ί χ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Θ αύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ε ἰ ς π ά ντας το ὺ ς α ἰῶ νας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
ᾨδὴ θ’, τῶν Πατέρων Ἦχος πλ. β’ Ὁ Εἱρμὸς
ὁ α’ χορός
Μ ὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνοντας».
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τ ὶ ἐποδύρῃ ἡ κτίσις, ἐν Σταυρῷ καθορῶσα, καὶ ἐν σορῷ τὸν τῆς ζωῆς, Δεσπότην καὶ Θεόν· ἀναστήσεται γὰρ καινοποιῶν σε φαιδρῶς, τριημέρῳ ἐγέρσει, τὸν ᾅδην καθελών, καὶ νεκροὺς συνεγείρας, ἀνευφημοῦντας αὐτόν. (Δίς)
ὁ α’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τ ῶν πρὸ τοῦ νόμου Πατέρων, Ἑορτὴν ἐκτελοῦντες, τὸν ἐξ αὐτῶν θεοπρεπῶς, τιμῶμεν Ἰησοῦν· Ἀβραὰμ γὰρ ὁμοῦ, καὶ Ἰσαὰκ καί, Ἰακώβ, Προφητῶν καὶ τοῦ νόμου, ἐδείχθησαν κρηπίς, καὶ τῆς Χάριτος πίστει, πνευματικαὶ ἀπαρχαί.
ὁ β’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὁ ἐν πυρὶ ὑποδείξας, τῷ Μωσῇ ἐν τῇ βάτῳ, τὸ ὑπὲρ νοῦν θεοπτικῶς, μυστήριον ὁ Θεός, ἐν πυρὶ τοῖς Παισὶ συγκαταβὰς ὁ αὐτός, τῷ πυρὶ τῆς ἐμφύτου, Θεότητος αὐτοῦ, τῆς καμίνου φλόγα, δρόσον ἀπέδειξε.
ὁ α’ χορός
Δόξα Πατρί…
Τ ῶ Ἀβραὰμ συνελθόντες, οἱ πανάγιοι Παῖδες, καὶ Δανιὴλ ὁ θαυμαστός, Προφήτης τοῦ Θεοῦ, Ἰσαὰκ Ἰακώβ, μετὰ Μωσῆ, Ἀαρών, τοῦ Χριστοῦ πρὸ τοῦ τόκου, χορεύουσι πιστῶς, δυσωποῦντες ἀπαύστως, εἰς τὸ σωθῆναι ἡμᾶς.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκ ί ον
Σ υγχαίρει πᾶσα ἡ κτίσις, τῷ σῷ τόκῳ Παρθένε· τὴν γὰρ Ἐδὲμ ἡ Βηθλεέμ, διήνοιξεν ἡμῖν, καὶ ἰδοὺ τῆς ζωῆς τοῦ ξύλου ἅπαντες, ἀπολαύοντες πίστει, βοῶμεν ἐκτενῶς. Τὰς ἡμῶν ἱκεσίας, Δέσποτα πλήρωσον.
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Μ εγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μ υστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅ ν ἀ νυμνο ῦ ντες μεγαλ ύ νομεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅ τι ἅγιος ἐστι.
ὁ α’ χορός
Ἐ ξαποστειλ ά ριον Ε ’
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον, ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἡρμήνευεν, ἃ ὑπέστη, μεθ’ ὧν , ἠγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.
ὁ β’ χορὸς
Ὅμοιον
Π ατριαρχῶν οἱ πρόκριτοι, καὶ πρὸ νόμου Πατέρες, ἐν πίστει προεξέλαμψαν, Ἀβραάμ, Ἰσαάκ τε, καὶ Ἰακὼβ ὡς φωστῆρες, ἅπαντες γὰρ Προφῆται, καὶ Δίκαιοι ἀνήφθησαν, ἐξ αὐτῶν ὡς λαμπάδες, φωτοειδεῖς, καὶ τὴν Κτίσιν, πᾶσαν ἐσκοτισμένην, ἀκτῖσι κατεφώτισαν, τῆς σεπτῆς προφητείας.
ὁ α’ χορὸς
Προεόρτιον, ὅμοιον
Ε ὐφραίνου Βηθλεέμ, καὶ σὺ Εὐφραθᾶ ἑτοιμάζου, ἡ Θεοτόκος ἥκει γάρ, ἐν σπηλαίῳ καὶ φάτνῃ, τεκεῖν Θεὸν ἀποῤῥήτως. Ὢ φρικτοῦ μυστηρίου! οὗ νῦν τὴν θείαν Γέννησιν, Ἀβραὰμ Ἰσαάκ τε, καὶ Ἰακώβ, Πατριάρχαι ἅπαντες καὶ Προφῆται, φαιδρῶς προεορτάζουσι,…
ὁ β’ χορὸς
…καὶ βροτοὶ σὺν Ἀγγέλοις.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος β’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Π ᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ε ἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν. Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Χ αίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἄ γγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν, Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι, Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.
ΠΡΟΣΟΣΜΟΙΑ ΤΩΝ ΠΑΤΕΡΩΝ
ὁ α’ χορός
Ἦ χος πλ.α’
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Χα ί ροις ἀ σκητικ ῶ ν
ᾎ ρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον΄ ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευΐ μεγαλύνομεν, Μωσῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ Ἰησοῦν, Σαμουήλ΄ Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρ’ αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ , τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ᾎ ρόν σου τὴν φωνὴν ἀληθῶς,…
ὁ α’ χορός
Στίχ. Ε ὐλογητός εἶ, Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν, καί αἰνετόν καί δεδοξασμένον τό ὄνομά σου εἰς τούς αἰῶνας.
Δ εῦρο ὁ ἐν πυρίνῳ ποτέ, ἐπιδιφρεύσας Ἠλιοὺ θείῳ ἅρματι, θεόφρον Ἐλισσαιέ τε, σὺν Ἐζεκίᾳ ὁμοῦ, Ἰωσίᾳ ἅμα συναγάλλεσθε΄ σεπτὴ δωδεκάς τε, τῶν Προφητῶν ἡ θεόπνευστος, τοῖς Γενεθλίοις, τοῦ Σωτῆρος συγχόρευε, καὶ ἐν ᾄσμασι, πάντες Δίκαιοι ᾄσατε. Παῖδες οἱ παμμακάριστοι, οἱ δρόσῳ τοῦ Πνεύματος, σβέσαντες φλόγα καμίνου, ὑπέρ ἡμῶν ἱκετεύσατε, Χριστὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
ὁ β’ χορὸς
Στίχ. ῞ Ο τι δίκαιος εἶ ἐπί πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καί πάντα τά ἔργα σου ἀληθινά καί εὐθεῖαι αἱ ὁδοί σου.
Ὤ φθη ἡ ἀπ’ αἰῶνος ἐν γῇ, κηρυττομένη Προφητῶν ἐν τοῖς φθέγμασι, Παρθένος ἡ Θεοτόκος, ἣν Πατριάρχαι σοφοί, καὶ Δικαίων δῆμοι καταγγέλλουσι΄ μεθ’ ὧν συγχορεύει, καὶ γυναικῶν ἡ εὐπρέπεια, Σάῤῥα, Ῥεβέκκα, καὶ Ῥαχὴλ σὺν τῇ Ἄννῃ τε, καὶ ἡ ἔνδοξος, Μαριὰμ ἡ Μωσέως ὁμοῦ΄ ταύταις συνεπαγάλλονται, καὶ κόσμου τὰ πέρατα, σύμπασα κτίσις γεραίρει, ὅτι Θεὸς παραγίνεται, σαρκὶ τοῦ τεχθῆναι, καὶ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί… Τ ῶ ν Πατ έ ρων – Ἦ χος πλ. δ’
Τ ῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν Γέννησιν, τοῖς πρὸ τοῦ νόμου τὴν χάριν εὐαγγελιζομένοις, ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν΄ ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὖσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως΄ Κύριε δόξα σοι.
ὁ β’ χορός
Καὶ νῦν… ἦχος β’ (πάντοτε)
Ὑ περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον
ὁ β’ χορός
Ἦχος β ’
Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)
Ἀντίφωνον Α’
Ἦχος β´.
Στίχ .Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ .Ε ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Κ ύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Ε ὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρί…Καὶ νῦν.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
Ἦχος β´.
Στίχ . Α ἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Μ ακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Στίχ. Τ ὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..
Στίχ .. Β ασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σ ῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Δόξα Πατρὶ…Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ ‘
Στίχ . α´ . Α ὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ἀπολυτίκιον. Ἦχος β´ .
Ὅ τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Στίχ . β ´. Α ἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
Ὅ τε κατῆλθες πρὸς τὸν θάνατον,…
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦχος β´ .
Ὅ τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἀπολυτίκιον Ἦχος δ ‘ Κατεπλάγη Ἰωσὴφ
Ἑ τοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου, Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα .
Ἀ πολυτ ί κιον τῶν Πατέρων
Ἦ χος β ‘
Μ εγάλα τὰ τῆς Πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο, καὶ ὁ Προφήτης Δανιήλ, λεόντων
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον )
Κοντ ά κιον Προε ό ρτιον Ἦ χος γ ‘
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως, Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τ ὸ ν πρ ὸ α ἰώ νων Θε ό ν .
Τρισάγιον
Ἀπόστολος
Κυριακῆς πρό τῆς Χριστοῦ Γεννήσεως
Προκείμενον Ἦχος δ ’ Ὕμνος Τριῶν Παίδων
Ε ὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ὅ τι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΑ’, 9-10, 32-40)
Ἀ δελφοί, πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος, περὶ Γεδεὼν, Βαράκ τε, καὶ Σαμψών, καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουήλ, καὶ τῶν Προφητῶν΄ Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων΄ ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν, ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν΄ ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς΄ ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον΄ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, (ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος) ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵ να μ ὴ χωρ ὶ ς ἡ μ ῶ ν τελειωθ ῶ σιν.
Ἀ λληλούϊα ( γ ’) Ἦχος δ΄
Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.
Ἐ κέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Εὐαγγέλιον (Ματθ. α´ 1-25).
Κυριακῆς πρό τῆς Χριστοῦ Γεννήσεως
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Β ίβλος γενέσεως ᾽Ιησοῦ Χριστοῦ υἱοῦ Δαυΐδ υἱοῦ ᾽Αβραάμ. ᾽Αβραὰμ ἐγέννησεν τὸν ᾽Ισαάκ, ᾽Ισαὰκ δὲ ἐγέννησεν τὸν ᾽Ιακώβ, ᾽Ιακὼβ δὲ ἐγέννησεν τὸν ᾽Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,᾽Ιούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησεν τὸν ᾽Αράμ,᾽Αρὰμ δὲ ἐγέννησεν τὸν ᾽Αμιναδάβ, ᾽Αμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς ῾Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν ᾽Ιωβὴδ ἐκ τῆς ῾Ρούθ, ᾽Ιωβὴδ δὲ ἐγέννησεν τὸν ᾽Ιεσσαί,᾽Ιεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυΐδ τὸν βασιλέα. Δαυΐδ δὲ ὁ βασιλεὺς ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησεν τὸν ῾Ροβοάμ, ῾Ροβοὰμ δὲ ἐγέννησεν τὸν ᾽Αβιά, ᾽Αβιὰ δὲ ἐγέννησεν τὸν ᾽Ασά,᾽Ασὰ δὲ ἐγέννησεν τὸν ᾽Ιωσαφάτ, ᾽Ιωσαφὰτ δὲ ἐγέννησεν τὸν ᾽Ιωράμ, ᾽Ιωρὰμ δὲ ἐγέννησεν τὸν ᾽Οζίαν,᾽Οζίας δὲ ἐγέννησεν τὸν ᾽Ιωάθαμ, ᾽Ιωάθαμ δὲ ἐγέννησεν τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησεν τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν ᾽Αμών, ᾽Αμὼν δὲ ἐγέννησεν τὸν ᾽Ιωσίαν,᾽Ιωσίας δὲ ἐγέννησεν τὸν ᾽Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾽Ιεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ,Ζοροβάβελ δὲ ἐγέννησεν τὸν ᾽Αβιούδ, ᾽Αβιοὺδ δὲ ἐγέννησεν τὸν ᾽Ελιακείμ, ᾽Ελιακεὶμ δὲ ἐγέννησεν τὸν ᾽Αζώρ,᾽Αζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν ᾽Αχείμ, ᾽Αχεὶμ δὲ ἐγέννησεν τὸν ᾽Ελιούδ,᾽Ελιοὺδ δὲ ἐγέννησεν τὸν ᾽Ελεάζαρ, ᾽Ελεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν ᾽Ιακώβ,᾽Ιακὼβ δὲ ἐγέννησεν τὸν ᾽Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ᾽Ιησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾽Αβραὰμ ἕως Δαυΐδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυΐδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ ᾽Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾽Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. ᾽Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων΄ ᾽Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου΄ τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν΄ αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος΄᾽Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ᾽Εμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ Θεός. Ἐγερθεὶς δὲ ὁ ᾽Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ· καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν αὐτῆς τὸν πρωτότοκον, κα ὶ ἐ κ ά λεσε τ ὸ ὄ νομα α ὐ το ῦ ᾽ Ι ησο ῦ ν
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό᾽Εξαιρέτως
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν.
Κοινωνικόν
Α ἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀ λληλούϊα.
ἦχος β’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀ πόλυσις
«῾Ο ἀναστάς ἐκ νεκρῶν…»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.
ΚΩΝ/ΝΕ ΣΕ ΠΑΡΑΚΑΛΕΣΑΜΕ ΝΑ ΑΝΕΒΑΣΕΙΣ ΤΙΣ ΑΚΟΛΟΥΘΙΕΣ ΤΟΥ 2019 ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ ΓΙΑ ΝΑ ΤΙΣ ΜΕΛΕΤΗΣΟΥΜΕ ΟΠΩΣ ΜΑΣ ΕΞΗΠΗΡΕΤΟΥΣΕΣ ΚΑΘΕ ΧΡΟΝΟ ΑΛΛΑ ΑΠΟΡΩ ΓΙΑΤΙ ΑΡΓΕΙΣ ΓΙΑΤΙ ΕΙΝΑΙ 20/12/2019.ΕΥΧΑΡΙΣΤΟΥΜΕ ΕΚ ΤΩΝ ΠΡΩΤΕΡΩΝ ΚΑΙ ΚΑΛΕΣ ΓΙΟΡΤΕΣ……