«ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΩΝ ΖΗΝΟΒΙΟΥ ΚΑΙ ΖΗΝΟΒΙΑΣ» ΕΟΡΤΑΖΟΝΤΩΝ Τῌ ΤΡΙΑΚΟΣΤῌ ΟΚΤΩΒΡΙΟΥ

Ποίημα Χαραλάμπους Μπούσια

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

    Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια.

Ἦχος β΄

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Ὅτε ἐπωλήσατε ταχύ, τὴν ὑμῶν μεγάλην οὐσίαν, ἐν Κιλικίᾳ ποτέ, καὶ ἐκδαπανήσατε αὐτὴν τοῖς χρῄζουσι, καὶ πενήτων τοῖς πλήθεσιν ὡς νάμα ἀγάπης, Ζηνοβία ἔνδοξε καὶ σὺ Ζηνόβιε, τότε ὁ μισόκαλος δαίμων, φήμην τὴν ἡμῶν ἐκμισήσας, τοῖς ἀνόμων τάγμασι παρέδωκεν.

Ὅτε ἐν Αἰγαῖς πανευλαβῶς, ἰατρεῖον νόσων ἐπώφθης, ἱερομάρτυς στερρέ, ἄμισθον, καὶ ἔτρεχον πρὸς σὲ οἱ πάσχοντες, ὅπως λύσιν ἀνεύρωσιν ἐκ νόσων ποικίλων, Ἅγιε Ζηνόβιε, κρουνὲ ἰάσεων, τότε ἐν ἀγῶνι νομίμῳ, χαίρων ἀνδρικῶς ἐπεδόθης, καὶ βασάνων πόνους καθυπέμεινας.

Ὅτε Ζηνοβία ἡ σεμνή, ἡ πανευσεβής σου ὁμαίμων κατεῖδέ σε, τοὺς φρικτοὺς πόνους ὑπμένοντα, σοφὲ Ζηνόβιε, ἀδελφὰ ἐμφρονοῦσά σοι καὶ θείῳ τρωθεῖσα, ἔρωτι ἐπόθησε αὐτῆς τὸ πάντιμον, αἷμα ἐν σταδίῳ ἐκχύσαι καὶ βασάνων πλῆθος γνωρίσαι, διὰ τὴν τοῦ κτίσαντος ἀγάπησιν.

Ὅτε ἐν σταδίῳ ἀκλινῶς, τῇ τῶν ἀθλοφόρων χορείᾳ ἐχώρησας, καὶ στολὴν τῆς ψυχῆς ἐπέχρωσας, ῥοαῖς αἱμάτων σου, θεοφόρε Ζηνόβιε, Κιλίκων τὸ κλέος, ἰατρῶν ὡράϊσμα τὸ πολυτίμητον, τότε ὡς ἀμώμητον θῦμα προσηνέχθης, χαίρων τῷ Κτίστῃ καὶ Θεῷ ἡμῶν, μάρτυς θεσπέσιε.

Δόξα. Ἦχος β΄

Ἑλκυσθέντες ὑπὸ τῆς ἀγάπης τοῦ Κυρίου καὶ τὴν ἄληκτον μακαριότητα ἐπιποθήσαντες, τὴν ἐπὶ γῆς οὐσίαν ὑμῶν ἠρνήσασθε, τοὺς πένητας πλουτίζοντες. Ὅθεν ἐπ΄ὤμων ἄραντες τὸν τῆς πίστεως σταυρὸν Χριστοῦ, τοῖς ἴχνεσιν ἠκολουθήσατε, καὶ βασάνων πολυπλόκων πεῖραν γευσάμενοι, θάνατον ζοφερὸν ὑπεμείνατε· διὸ Ζηνόβιε καρτερώτατε καὶ Ζηνοβία θεόφρον, αὐταδέλφων ὁμώνυμον ζεῦγος, βραβεῖα νίκης δεξάμενοι, ἀπαύστως πρεσβεύσατε Χριστῷ ὑπὲρ πάντων ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἀπόστιχα.

Ἦχος β΄ Οἶκος τοῦ Ἐφραθᾶ.

Ζεῦγος μαρτυρικόν, δυὰς ἡγιασμένη, αὐτάδελφοι γενναῖοι, ἀνδρείως ἐν σταδίῳ, Χριστὸν ἐμεγαλύνατε.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Ῥείθροις τῶν σῶν σεπτῶν αἱμάτων ἀνεδείχθης, ὡράϊσμα μαρτύρων καὶ ἱερέων δόξα, Ζηνόβιε τρισόλβιε.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ὅλη θεοφεγγής, ἐπώφθης Ζηνοβία, σεμνὴ στεφανηφόρε, ἀθλήσασα γενναίως σὺν σῷ στερρῷ ὁμαίμονι.

Δόξα. Τριαδικόν.

Ἴσχυσαν τὸν ἐχθρόν, ὦ τριλαμπὴς θεότης, τροπῶσαι σῇ δυνάμει, οἱ ἐν τῇ Κιλικίᾳ, τρισένδοξοι αὐτάδελφοι.

Καὶ νῦν. Θεοτοκίον.

Δόξα τῶν ἀθλητῶν, ὑπάρχεις Θεοτόκε, ἀνήροτε Παρθένε, ἡ τοῦ Ἀδὰμ τὴν φύσιν ἀτρέπτως ἀναπλάσασα.

Ἀπολυτίκιον.

Ἦχος πλ. α΄ Τὸν συνάναρχον λόγον.

Ξυνωρὶς αὐταδέλφων μαρτύρων ἄριστε, περικλεὲς Ζηνοβία καὶ ἱεράρχα σεπτέ, ἰατρῶν ἀμίσθων σέμνωμα, Ζηνόβιε, ῥύσασθε βλάβης τοῦ ἐχθροῦ καὶ καρκίνου ζοφεροῦ, τῆς μάστιγος τοὺς ἐν πίστει, ὑμᾶς τιμῶντας ὡς ῥεῖθρα χαρίτων θείων διειδέστατα.

Δόξα… καὶ νῦν… Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν τόκον σου.

Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

    Μετὰ τὸν προοιμιακὸν στιχολογοῦμεν τὴν α΄στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στἰχους η΄ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια.

Ἦχος δ΄ Ὡς γενναῖον ἐν μάρτυσι.

Τὴν δυάδα τὴν εὔφημον, τὰ κειμήλια πίστεως, ἀρετῶν τὰ ῥόδα τὰ εὐθαλέστατα, τοὺς ἀριστεῖς ἐν τοῖς σκάμμασι, μαρτύρων άκρότητας, τοὺς πυρὸς τὴν ἀπειλὴν καὶ λεβήτων τὰ βράσματα θείᾳ χάριτι, ἐνεγκότας τιμήσωμεν προφρόνως, Ζηνοβίαν τὴν τιμίαν καὶ τὸν γενναῖον Ζηνόβιον.

Τὸν ἐχθρὸν τὸν ἀόρατον ἀνδρικῶς κατεπάτησεν, ὁ ἱερομύστης σοφὸς Ζηνόβιος, καὶ Ζηνοβία ἡ πάνσεπτος αὐτῷ ἠκολούθησε καὶ συνήθλησε στερρῶς· ὅθεν δόξης ἀμφότεροι θείας ἔτυχον, καὶ Χριστὸν ἱκετεύουσιν άπαύστως ἐν τῇ ἄνω Βασιλείᾳ ὑπὲρ εἰρήνης τοῦ σύμπαντος.

Ἀθληταὶ καρτερώτατοι οἱ ἀτρέπτῳ φρονήματι των τυρράνων ἔπαρσιν καθαιρέσαντες, καὶ ταῖς ῥανίσι τοῦ αἵματος ὑμῶν ἐπιχρώσαντες, τὸν χιτῶνα τῆς ψυχῆς, προσφορὰ παναμώμητος τῷ Παντάνακτι ἀνεδείχθητε, μάρτυρες φωσφόροι, Ζηνοβία στερροτάτη καὶ θεοφόρε Ζηνόβιε.

Δεῦτε πάντες φιλέορτοι, εὐφημήσωμεν ᾄσμασι, ἀθλοφόρων σήμερον τοὺς ὁμαίμονας, τὸν θεηγόρον Ζηνόβιον καὶ τὴν Ζηνοβίαν τε, τοὺς τὸ πῦρ τῶν ἀσεβῶν κατασβέσαντας, χαίροντας, καὶ πρὸς σκάμματα μαρτυρίου χωρήσαντας πρὸς δόξαν τοῦ Κυρίου. Ὃν ἐκ βάθους αὐτοὶ καρδίας ἠγάπησαν.

Ἰατρεῖον ἀδάπανον, νοσημάτων Ζηνόβιε, ἐν Αἰγαῖς ἐπώφθης θεομακάριστε, εἰς ὃ προσέτρεχον ἅπαντες ἐκ νόσων τρυχόμενοι ἀνιάτων, ζοφερῶν, καὶ ἐλάμβανον ἴασιν τῇ σῇ χάριτι. Καὶ νῦν πάντες λαμβάνομεν ἀφθόνως τὰς ἰάσεις, ἱκεσίαις ταῖς σαῖς θερμαῖς πρὸς τὸν Κύριον.

Ἐκ τοῦ μηναίου

Ὡς γενναίον ἐν μάρτυσι. Ἦχος ὁ αὐτός.

Μαρτυρίου ἐν αἵματι, τὴν στολήν σου Ζηνόβιε, ἐπιχρώσας ἔνδοξε ἀπετέλεσας, ἱερωτέραν ἐν χάριτι· μεθ’ ἧς εἰσελήλυθας, ὡς σοφὸς Ἀρχιερεύς, τῶν Ἁγίων εἰς Ἅγια, θῦμα ἄμωμον, διὰ σὲ τῷ τυθέντι καὶ τελεία, προσφορά καθαρωτάτη, ἀνενεχθεὶς ἱερώτατε.

Ξεομένου τοῦ σώματος, τῆς ψυχῆς σου τὸ ἔνδοθεν, κάλλος διεδείκνυτο ἀξιάγαστε, Ἱερομάρτυς λαμπρότερον, θεόφρον Ζηνόβιε, Ἱερέων καλλονή, Ἀθλοφόρων τὸ καύχημα, τῶν θαυμάτων τε, ἡ ἀέναος βρύσις τῶν πνευμάτων, ἀκαθάρτων ὁ διώκτης, καὶ βραβευτὴς τῶν ψυχῶν ἡμῶν.

Συναθλεῖν σοι προῄρηται, ἀδελφὰ συμφρονοῦσά σοι, Ζηνοβία πάνσοφε ἡ ὁμαίμων σου· τὰ τῶν λεβήτων γὰρ βράσματα, ἀνδρείως ὑπήνεγκε, τοῦ πυρὸς τὴν ἀπειλήν, καὶ τὸν βίαιον θάνατον· ὅθεν ἔτυχε, μετὰ σοῦ τῶν στεφάνων τῶν τῆς νίκης, καὶ τῆς ἄνω βασιλείας, Ἱερομύστα Ζηνόβιε.

Δόξα. Ἦχος πλ. α.΄

Τῷ θείῳ ἔρωτι τρωθέντες τὴν ψυχὴν καὶ τῇ αἴγλῃ τοῦ Παναγίου Πνεύματος ἐλλαμφθέντες τὴν διάνοιαν, ταχέως ἐδράμετε πρὸς ἀθλητικὰς τρίβους, ὁμολογοῦντες τὸ ὄνομα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὅθεν ὁμοίων πόνων ἀξιωθέντες καὶ φοινιχθέντες, ταῖς ὑμῶν ῥοαῖς αἱμάτων λαμπρῶς ἐδοξάσθητε παρὰ Κυρίου καὶ χάριν παρ΄ Αὐτοῦ ἐδέξασθε θεραπεύειν νοσημάτων ἀνιάτων τὰ πλήθη· διὸ συνελθόντες ἐν τῇ ἁγία ὑμῶν μνήμῃ, πνευματικῶς πανηγυρίζομεν λέγοντες· ξυνωρὶς αὐταδέλφων τρισολβία, Ζηνόβιε καὶ Ζηνοβία, μὴ διαλείπητε δεόμενοι Κυρίου ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος. τὸ Φῶς ἱλαρόν.

Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαϊου τὸ ἀνάγνωσμα

(Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ ᾿Ισραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ’, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. 
(Κεφ. γ.’ 15.)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

    Ἐν τῇ Λιτῇ

Ἰδιόμελα Ἦχος α΄

Οἱ τῆς Κιλικίας βλαστοὶ καὶ ἀμπελῶνος Κυρίου οἱ εὔχυμοι βότρυες, οἱ ἀδελφικῇ στοργῇ συνδεόμενοι καὶ ὁμοίους πόνους ὑπενεγκόντες, συγκαλοῦσι σήμερον ἡμᾶς, ἐπὶ τῇ θείᾳ αὐτῶν μνήμῃ, εἰς πνευματικὴν καὶ πανευφρόσυνον τράπεζαν. Δεῦτε οὖν καὶ ἡμεῖς φιλέορτοι, κεκαθαρμένῳ νοῒ πανηγυρίσωμεν καὶ συνευφρανθῶμεν ἀνακράζοντες· Χαίροιτε ἀθλοφόροι αὐτάδελφοι, οἱ ταῖς ἀκτῖσι τῶν βασάνων ἐλλαμπόμενοι Χριστοῦ τῇ χάριτι. Χαίροις Ζηνόβιε ἱερομύστα καὶ Ζηνοβία τρισένδοξε, οἱ μαρτυρικῇ δόξῃ καλλυνόμενοι. Χαίρετε ἀδικουμένων προστάται, πενήτων στῦλοι ἀκλόνητοι καὶ νοσούντων ῥῦσται ἀτίμητοι. Κυρίῳ ἱκετεύσατε, μαρτύρων ἀκρότητες, λυτροῦσθαι πάντας ἠμᾶς τοὺς ἑορτάζοντας πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Ἦχος β΄

Τῶν ἰατρῶν τὸ σέμνωμα καὶ εὐσεβείας ὑπόδειγμα, τῶν ἀθλητῶν τὸ κλέος καὶ ἐπισκόπων τὸ ἀπαύγασμα, τὸν τροφέα των πενήτων καὶ χειμαζομένων τὸν ἄκλυστον ὅρμον ὑμνήσωμεν, Ζηνόβιον τὸν θεσπέσιον. Οὗτος γὰρ γενναίως ἀνύσας τὸν βίον καὶ πρέσβυς ἡμῶν θερμότατος γενόμενος, ἀπαύστως πρεσβεύει τῷ Σωτῆρι Χριστῷ, ῥυσασθαι πάντας ἡμᾶς ἐκ τοῦ πυρὸς τῆς γεέννης καὶ τῆς δεξιᾶς μερίδος τῶν σῳζομένων τυχεῖν.

Ἦχος γ΄

Ἀθλητῶν εὔκλειαν ἐπιποθήσασα, μάρτυς πάνσεμνε Ζηνοβία, πρὸς τὸ σκάμμα τῆς ἀθλήσεως χαἰρουσα ἔδραμες, ὥσπερ ἡ διψῶσα ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὐδάτων· ἰδοῦσα γὰρ τὸν σὸν ὁμαίμονα ὑπενεγκόντα πολυειδεῖς βασάνους σὺν αὐτῷ ἐπόθησας ἀθλῆσαι, τροπώσασα πίστει τὰς ὀλεθρίους ὁρμὰς τῶν τυραννούντων· αἵματι οὖν φοινίξασα τὸν τῆς ψυχῆς σου χιτῶνα καὶ ἐν οὐρανοῖς νῦν σὺν Χριστῷ οἰκοῦσα, ἀπαύστως πρέσβευε ὑπὲρ τῶν ἐκτελούντων τὴν ἐτήσιον μνήμην σου.

Ἦχος δ΄

Τὸν ζυγὸν τοῦ Κυρίου ἐκ νεότητος αἴροντες καὶ μαρτύρων ζηλοῦντες τὰς τρίβους, θύματα ἀμώμητα προσηνέχθητε τῷ Δεσπότῃ Χριστῷ, καὶ τὸν δρόμον δι΄αἰῶνος ἐπερατώσατε. Ἀλλ΄ ὦ στεφηφόροι αὐτάδελφοι, Ζηνόβιε καὶ Ζηνοβία, αἰτήσασθε τοῖς ἐκ πόθου τελοῦσι τὴν πάντιμον μνήμην ὑμῶν, ἱλασμὸν ἁμαρτιῶν παρὰ Χριστοῦ τοῦ Θεοῦ καὶ μέγα ἔλεος.

Ἦχος ὁ αὐτός.

Λαμπρὰ καὶ ἑωσφόρος ἐπέστη ἐν τῇ στρατευομένῃ Ἐκκλησίᾳ τοῦ Κυρίου ἡ μνήμη τῶν ὁμωνύμων αὐταδέλφων· ὡς γὰρ ἥλιοι φωταυγεῖς ἐπέλαμψαν ἐν τῷ νοητῷ αὐτῆς στερεώματι οἱ μάρτυρες Ζηνόβιος καὶ Ζηνοβία. Αὐτῶν τὰς ἀριστείας γεραίροντες μιμησώμεθα, ὡς ἐστὶ πρέπον ἐν πράξεσι, τὴν ἐν τῷ σκάμματι εὐτολμίαν, ἵνα σχῶμεν αὐτοὺς μεσίτας εὐσυμπαθήτους πρὸς Κριτὴν τὸν ἀδέκαστον ἐν τῇ φοβερᾷ ἐκείνη ἡμέρᾷ τῆς κρίσεως.

Ἦχος πλ δ΄

ᾈσματικὴν χορείαν κροτήσωμεν σήμερον, ὦ φιλομάρτυρες, ἐπὶ τῇ μνήμῃ τῶν πανευσεβῶν Ἀθλητῶν, Ζηνοβίου καὶ Ζηνοβίας· οὗτοι γὰρ τῆς Τριἀδος γεγόνασιν ὑπέρμαχοι· καὶ ἐν σταδίῳ ἀνδρείως τὸν ἀὀρατον ἐχθρὸν, ἐν τῷ σεπτῷ αὐτῶν αἵματι ἀπέπνιξαν, καὶ τὸννίκης στέφανον ἐνδόξως ἐκομίσαντο· διὸ πρὸς αὐτοὺς ἀναβοήσωμεν· Ζεῦγος ἅγιον Κυρίῳ, εὐλογημένη δυὰς καὶ πεφωτισμένη, τὸν Σωτῆρα πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

    Εἰς τὸν στίχον.

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις ἡ ἱερὰ ξυνωρίς, ἡ λαμπρυνθεῖσα τῆς Τριάδος τῇ χάριτι, καὶ τρώσασα τῶν τυρράνων καὶ παμβεβήλων ἐχθρῶν, δυνάμει τοῦ Παντάνακτος, ἀνδρεῖε Ζηνόβιε, ἰατρὲ πολυεύσπλαγχνε, καὶ Ζηνοβία, ἀθληφόρε ἀήττητε, ζεῦγον ἔνθεον φρυκτωροῦν τὴν ὑφήλιον, ὑμῶν τοῖς θείοις σκάμμασι, βασάνων τοῖς πλήθεσι, τῇ ἐν τῷ λέβητι πείρᾳ καὶ κεφαλῆς τμήσει ὄλβιοι, δι΄ἧς καὶ ἐν πόλῳ ἠξιώθητε γευθῆναι τρυφῆς ἀτέρμονος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Δεῦτε τῶν Ὀρθοδόξων χοροί, μετ΄εὐφροσύνης καὶ χαρᾶς ἀνυμνήσωμεν, τὸ ζεῦγος τῶν ἀθλοφόρων, τοὺς εὐκλεεῖς ἀριστεῖς, τοὺς ἀπεριτρέπτους στύλους πίστεως. Ζηνόβιον πάνσεπτον, καθαιρέτην τοῦ δράκοντος, καὶ Ζηνοβίαν, τὴν τὸ χαῦνον τοῦ θήλεος θείου πνεύματος, παριδοῦσα τῇ χάριτι. Μάρτυρες εὐκλεέστατοι, ἀγγέλων συνόμιλοι, οἱ τῶν Κιλίκων τὴν χώραν ταῖς ἀριστείαις λαμπρύναντες. Χριστὸν δυσωπεῖτε ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις ἡ ὁμαιμόνων δυάς, ἡ παθημάτων τὴν ἀχλὴν ἐκδιώξασα, δυνάμει τοῦ Παρακλήτου καὶ ὡς ἀστὴρ παμφαής, τῶν πιστῶν καρδίας καταυγάσασα, θεμέλιοι ἄσειστοι, ἀθληταὶ καρτερώτατοι, πίστεως ὄρθρε, εὐπρεπὲς καὶ μυρίπνοε, Ζηνοβία τε καὶ Ζηνόβιε ἔνδοξε, οἱ πλάνης καθαιρέσαντες καὶ μὴ δειλιάσαντες, τὰς τῶν ἀνόμων θηρίων ὁρμὰς βεβήλους καὶ θάνατον. Χριστὸν δυσωπεῖτε, ὦ φωσφόροι, τοῦ παρέχειν πιστοῖς ἐκλύτρωσιν.

Δόξα. Ἦχος πλ. δ΄.

Τῆς ψυχῆς ὑμῶν τὸ εὔτολμον καὶ τὴν σπουδὴν πρὸς μαρτύριον ἐθαύμασαν οἱ ἀντικείμενοι, ἀθλοφόροι γενναῖοι, αὐτάδελφοι ἔνθεοι· Χριστοῦ γὰρ τὰ στίγματα ἐν τῷ σώματι φέροντες, καὶ χάριτι θείᾳ ἐνδυναμούμενοι, τὰς πόνων ἐπιφορὰς ἀγογγύστως ἠνέγκατε. Ἀλλ΄, ὦ Ζηνόβιε θεοφόρε καὶ Ζηνοβία πανθαύμαστε, στεφανῖται ἀήττητοι, Κυρίῳ πρεσβεύσατε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὸ Ἀπολυτίκιον.

Ἦχος πλ. α΄ Τὸν συνάναρχον λόγον.

Ξυνωρὶς αὐταδέλφων μαρτύρων ἄριστε, περικλεὲς Ζηνοβία καὶ ἱεράρχα σεπτέ, ἰατρῶν ἀμίσθων σέμνωμα, Ζηνόβιε, ῥύσασθε βλάβης τοῦ ἐχθροῦ καὶ καρκίνου ζοφεροῦ, τῆς μάστιγος τοὺς ἐν πίστει, ὑμᾶς τιμῶντας ὡς ῥεῖθρα χαρίτων θείων διειδέστατα.

Δόξα… καὶ νῦν… Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν τόκον σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὴν α΄. Στιχολογίαν

Κάθισμα Ἦχος α΄ Τὸν τάφον σου Σωτήρ.

Μαρτύρων κοινωνοί, παλαμναίου τὸ θράσος, καὶ γένος σκολιὸν, ἐπατήσατε ὅπλοις Χριστοῦ θείας πίστεως· διὰ ξίφους ἐγεύσασθε καὶ ἠρδεύσατε ὑμῶν τοῖς ῥείθροις αἱμάτων τὴν διάνοιαν τῶν τῶν ἀνυμνούντων ἀπαύστως, ὑμῶν τὰ παθήματα.

Δόξα. τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ὡς φρέαρ μυστικὸν καὶ πηγὴν σωτηρίας, ὑμνοῦμέν σε ἀεἰ, Παναγία Παρθένε, τὴν κόσμῳ πηγάζουσαν, ὕδωρ ὄντως ζωήρρυτον, τὸ ἁλλόμενον εἰς τὴν ζωὴν τὴν ἀγήρω, μόνον Κύριον καὶ Βασιλέα τῶν πάντων, Χριστὸν τὸν φιλάνθρωπον.

    Μετὰ τὴν β΄ στιχολογίαν.

Κάθισμα Ἦχος δ΄. Ἐπεφάνη σήμερον.

Τοὺς γενναίους μάρτυρας καὶ αὐταδέλφους, τὸν κλυτὸν Ζηνόβιον καὶ Ζηνοβίαν τὴν σεμνήν, ᾠδαῖς εὐσχήμοσι μέλψωμεν, ὅτι τυράννων τὸ κράτος κατῄσχυναν.

Δόξα. τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Φύσιν τοῦ προπάτορος Ἀδὰμ φθαρεῖσαν, Μήτερ, ἀνεκαίνισας τῇ ἐν γαστρὶ ὑπερφυεῖ, ὦ θεοκῦμον, συλλήψει σου, ἐξ ἧς προῆλθε Χριστὸς ὁ φιλεύσπλαγχνος.

    Μετὰ τὸν πολυέλεον.

Κάθισμα Ἦχος γ΄ Τὴν ὡραιότητα.

Φωτὶ τῆς χάριτος, καταλαμπόμενοι, Χριστὸν τὸν Κύριον ὡμολογήσατε, καὶ τῶν εἰδώλων χαλεπὴν ἠρνήσασθε ἐξαπάτην, Ἅγιε Ζηνόβιε, Ἐπισκόπων τὸ σέμνωμα, καὶ θεομακάριστε Ζηνοβία πανύμνητε· διὸ και μεγαλύνομεν πόθῳ, μνήμην ὑμῶν τὴν ἐτησίαν.

Δόξα. τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ἐλαία εὔκαρπος ἐδείχθης, Πάναγνε, κυοφορήσασα τὸν ὑπερούσιον Χριστόν, τὸν Λόγον τοῦ Θεοῦ, τὸν ἄρχοντα τῆς εἰρήνης· ὅθεν δυσωποῦμέν σε, τῷ Υἱῷ σου μεσίτευσον, Δέσποινα Μητρόθεε, τῶν βροτῶν ἡ βοήθεια, δωρήσασθαι εἰρήνην τῷ κόσμῳ, μίση δὲ τάχος καταπαῦσαι.

Οἱ Ἀναβαθμοί.

Τὸ α΄. Ἀντίφωνον τοῦ δ΄ Ἤχου καὶ τὸ Προκείμενον.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Πᾶσα πνοή.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν.

(Λουκ. ΚΑ΄ 12-19)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων·

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τῶν αθλοφόρων…

Καὶ νῦν. Ὅμοιον. Ταῖς τῆς Θεοτόκου…

Ἐλέησόν με ὁ Θεός…

Τὸ ἰδιόμελον.Ἦχος πλ β΄

Ἐν πάσῃ τῇ γῇ ἐξεχύθη ἡ χάρις τῶν κατορθωμάτων ὑμῶν, μάρτυρες πανσεβάσμιοι. Διὰ τοῦτο καὶ ἡμεῖς πόθῳ τιμῶμεν τὴν πάντιμον μνήμην ὑμῶν, ἵνα λάβωμεν θεραπείαν ἐκ τῶν τρυχομένων ἡμᾶς δυσφορήτων πόνων· ὅθεν ὡς παρρησίαν ἔχοντες πρὸς Κύριον, Ζηνόβιε καὶ Ζηνοβία, ἐκτενῶς ἱκετεύσατε Αὐτὸν ὑπὲρ πάντων ἡμῶν.

    Εἶτα οἱ Κανόνες τῆς Θεοτόκου καὶ οἱ δύο τῶν Ἁγίων.

Κανὼν α΄.

Ποίημα Ἰωσὴφ

ᾨδὴ α’ Ἦχος πλ. δ’

ᾌσμα ἀναπέμψωμεν

Θρόνῳ παριστάμενος Θεοῦ, ὡς ἱερεὺς εὐπρόσδεκτος, καὶ μάρτυς ἄριστος, Ζηνόβιε τρισμάκαρ, τοὺς πόθῳ τιμῶντάς σου, μνήμην τὴν φωτοφόρον, τῶν τοῦ βίου λύτρωσαι σκανδάλων.

Αἴγλῃ φωτιζόμενος Σοφέ, τῆς τρισηλίου λάμψεως, σκότος διέλυσας, Ἑλλήνων δυσφημίας, καὶ φέγγει τῶν λογων σου, πάντα καταφωτίσας, νῦν μετέβης πρὸς ἄδυτον φέγγος.

Ἄνθραξ δεδειγμένος νοητός, πυρὶ προσαναπτόμενος, τοῦ θείου Πνεύματος, ἁπάντων τὰς καρδίας, ὑφῆψας πρὸς ἔρωτα, θεῖον Ἱερομύστα, καὶ τὴν πλάνην κατέφλεξας πᾶσαν.

Θεοτοκίον

Χαίροις ὁ πανάγιος ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγή, τοῦ ἀθανάτου ῥείθρου, τὴν ποίμνην σου Δέσποινα, φύλαττε ἐκ παντοίων, πολεμίων ἀπολιορκήτως.

Κανὼν β΄. οὗ ἡ ἀκροστιχίς.

 «Ὁμαιμόνων δυάδα Χαραλάμπης γεραίρει».

Ἦχος πλ. δ΄ Ὑγρὰν διοδεύσας.

Ὁμαίμονας μάρτυρας Ἰησοῦ, κλυτὴν Ζηνοβίαν καὶ Ζηνόβιον ἱερὸν, ἀξίωσον μέλπειν εὐσχημόνως καὶ μεγαλύνειν αὐτῶν τὰ παλαίσματα.

Μαρτύρων πανάριστε ξυνωρίς, θεόλεκτον ζεῦγος αὐταδέλφων, τὰς τῶν ψυχῶν ὁμοῦ καὶ σωμάτων ἀλγηδόνας ἡμῶν τῶν πίστει τιμώντων σε ἴασαι.

Ἀνύσασα βίον θεοτερπῆ, δυὰς τρισολβία καὶ στεφάνους μαρτυρικούς, δεχθεῖσα ἁγίασον τὰς φρένας, τῶν μελῳδούντων σὴν θείαν ἐνάθλησιν.

Θεοτοκίον.

Ἱκάνωσον Μῆτερ διακονεῖν, ἀξίως ἀγάπῃ τοῦ πλησίον ἐπὶ τῆς γῆς, ἣν καύχημα ἅγιον τοῦ κόσμου, ἡμῖν ὁ τόκος ὁ σὸς ἐνετείλατο.

ᾨδὴ γ’

Τὸν φόβον σου Κύριε

Τῷ μύρῳ τῆς χρίσεως τοῦ Πνεύματος, κεχρισμένος Ζηνόβιε, ἱεράτευσας ὡς Ἄγγελος, Μαρτύρων ἐπὶ τέλει, κοσμηθεὶς στεφάνῳ.

Ψυχῶν ἐπιμέλειαν δεξάμενος, γεωργίᾳ θείου Πνεύματος, καρποφόρους ταύτας ἔδειξας· διὸ τῆς τοῦ Κυρίου, χαρᾶς ἠξιώθης.

Ὁμαίμων σοι σύμφρων ἀναδέδεικται, Ζηνοβία ὦ Ζηνόβιε· συναθλεῖν γάρ σοι προῄρηται, καὶ σοὶ συναπολαύειν, τῆς ἐνθέου δόξης.

Θεοτοκίον

Τριάδος τὸν ἕνα ἀπεκύησας, τὸ ἀνθρώπινον φορέσαντα, Παναγία Μητροπάρθενε, ὃν αἴτησαι σωθῆναι, τοὺς σὲ ἀνυμνοῦντας.

Ὁ Εἱρμὸς

«Τὸν φόβον σου Κύριε ἐμφύτευσον, ἐν ταῖς καρδίαις τῶν δούλων σου, καὶ γενοῦ ἡμῖν στερέωμα, τοῖς σὲ ἐν ἀληθείᾳ, ἐπικαλουμένοις».

Κάθισμα Ἦχος πλ. δ’

Τὴν Σοφίαν

Τὴν σοφὴν ξυνωρίδα τῶν Ἀθλητῶν, εὐφημήσωμεν πίστει μαρτυρικῶς, Ζηνόβιον ἅπαντες, τὸν ἀήττητον Μάρτυρα, Ζηνοβίαν ὡσαύτως, τὸ ζεῦγος τὸ τίμιον, ὡς κρατῆρας θεῖα, προχέοντας νάματα· ὅθεν ἀενάως, καθ’ ἑκάστην ἀντλοῦμεν, πιστῶς τὰ ἰάματα, εὐσεβῶς ἀνακράζοντες· Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα… Ἦχος γ΄. Θείας πίστεως.

Καλλιέρημα λαμπρὸν Κιλίκων, καὶ σεμνότατον μαρτύρων κάλλος, ἀνεδείχθης ξυνωρὶς ὑπερτίμητε, ἡ αὐταδέλφων ἰάματα βρύουσα παντοδαπὰ τοῖς ἐκ πόθου κραυγάζουσιν· Ὦ Ζηνόβιε, ἀκέστωρ γενοῦ μοι ἔνθερμος ὁμοῦ σὺν Ζηνοβίᾳ τῇ θεόφρονι.

Καὶ νῦν… Θεοτοκίον.

Προδιέγραψάν με οἱ Προφῆται θείαν Τράπεζαν, Σκηνήν, Λυχνίαν καὶ χρυσοῦν Θυμιατήριον, Δέσποινα, καὶ ἀδιόδευτον Πύλην, ἣν Κύριος μόνον διῆλθεν, Χριστὸς ὁ Θεάνθρωπος, παναμώμητε· διό σε χορεῖαι βροτεῖαι ἀπαύστως εἰς αἰῶνα μεγαλύνομεν.

ᾨδὴ δ’

Ἐπέβης ἐφ’ ἵππους

Ὑψόθεν ἐφάνης, ἄθλοις σεπτοῖς ὡραιότατος, καὶ ἐδέξω στεφάνους τῆς νίκης σοφέ, καὶ αἰωνίου ἔτυχες ἀγαλλιάσεως· διό σε εὐφημοῦμεν, Μάρτυς ἱεράρχα Ζηνόβιε.

Τὸν ξύλῳ ταθέντα, ἐθελουσίως μιμούμενος, ἀνηρτήθης, ἐξέσθης Ζηνόβιε, καὶ τῆς φθορᾶς Μακάριε καὶ τῆς νεκρώσεως, ἀπεδύθης τὸ πάχος, ἄφθαρτον στολὴν ἐνδυσάμενος.

Εὐχῇ σου ἑδραίᾳ, τὰ τῶν δαιμόνων ἱδρύματα, κατεβλήθη· ναοὶ δὲ ἐρράγησαν, ἀρραγεστάτῃ πίστει σου ἀφανιζόμενοι, ὦ Ζηνόβιε Μάκαρ, Ἱερομαρτύρων τὸ καύχημα.

Θεοτοκίον

Τῷ ξένῳ σου τόκῳ, τοὺς ἐκ Θεοῦ ξενιτεύσαντας, ἐν αὐτῷ ᾠκείωσας Πανύμνητε· μεγαλοφώνως ὅθεν σε, πίστει δοξάζομεν, καὶ κραυγάζομεν· Χαῖρε, πάντων γηγενῶν τὸ διάσωσμα.

Κανὼν δεύτερος.

Εἰσακήκοα Κύριε.

Νευρουμένη τῇ χάριτι τῇ τοῦ Παρακλήτου οὐκ ἐδειλίασε, Ζηνοβία ἡ πανύμνητος, ἀλλ΄ ἠνδροῦτο μᾶλλον ἐν τῷ σκάμματι.

Διαγεύς σε Ζηνόβιε, ἰαμάτων ἄστρον λαμπρὸν κατέγνωμεν, καταυγάζον ἡμᾶς ἅπαντας· ὅθεν ὕμνοις στέφομεν τὴν μνήμην σου.

Ὑψουμένου τοῦ κλύδωνος τῶν δεινῶν κολάσεων, οἱ αὐτάδελφοι Ζηνοβία καὶ Ζηνόβιος, γηθοσύνως ἔμελπον τὸν Κύριον.

Θεοτοκίον.

Ἀσωτίας περίκειμαι τὸ βαρὺ φορτίον, οἴμοι ὁ δύστηνος, ἀλλὰ προσιὼν κραυγάζων σοι· ταῖς λιταῖς σου, Μῆτερ, μὲ ἐλάφρυνον.

ᾨδὴ ε’

Ἴνα τί με ἀπώσω

Ἡ τοῦ θήλεος φύσις, Πνεύματι νενεύρωται θείῳ καὶ ᾔσχυνε, τὸν τὴν Εὔαν πάλαι, τὴν προμήτορα ἐξαπατήσαντα, καὶ τῆς θείας δόξης, ἐν οὐρανοῖς κατηξιώθη, Ζηνοβία τοῖς ἄθλοις ἐκλάμπουσα.

Ὀμβροτόκος νεφέλη, γέγονεν ἡ γλῶσσά σου ὡς ὑετίζουσα, εὐσεβείας ὄμβρους, καὶ πιστῶν τὰς καρδίας ἀρδεύουσα, καὶ πρὸς εὐκαρπίαν, τὰς διανοίας ὁδηγοῦσα, ἐναρέτων Ζηνόβιε πράξεων.

Παρθενίας ἀκτῖσι τῆς φιληδονίας τὸ σκότος ἐμείωσας, καὶ φωτὶ τῶν ἄθλων, ἀθεΐας τὴν νύκτα ἠφάνισας, Ζηνοβία Μάρτυς, τοῦ Ἰησοῦ ὡραία νύμφη, καταγώγιον θεῖον τοῦ Πνεύματος.

Θεοτοκίον

Ἁμαρτίας βαρέα, πάντοτε περίκειμαι φορτία Ἄχραντε, καὶ βοῶ σοι· Τούτων, μεσιτείᾳ, τῇ σῇ με ἐλάφρυνον· σὺ γὰρ εἶ προστάτις, ἁμαρτωλῶν δεδοξασμένη, Λυτρωτήν καὶ Σωτῆρα κυήσασα.

Κανὼν Δεύτερος.

Φώτισον ἡμᾶς.

Δέδοικα στιγμὴν τῆς Χριστοῦ δικαίας κρίσεως· διὸ πλῆθος τῶν ἐμῶν ἁμαρτιῶν, ἀλλὰ σπεύδων σοι ἀεὶ θαρρῶ Ζηνόβιε.

Ἄραντες σταυρὸν ἐπωμάδιον τοῦ Κτίσαντος, Ζηνοβία καὶ Ζηνόβιε σοφέ, τρίβοις πόθῳ τοῖς αὐτοῦ ἀκολουθήσατε.

Χάριν εἰληφὼς ἰαμάτων, ὦ Ζηνόβιε, ἱκετεύω σε· διάλυσον ψυχῆς τῆς ἀθλίας μου τὴν ζόφωσιν σῇ χάριτι.

Θεοτοκίον.

Ἄκλυστος λιμήν, ὦ Ἁγνή, τοῖς θαλαττεύουσι καὶ ἐν σάλῳ ποντουμένοις, θαυμαστή, ἀνεδείχθης Μητροπάρθενε Παντάνασσα.

ᾨδὴ ς’

Τὴν δέησιν ἐκχεῶ

Ἡ δέησις τῆς ἐνθέου ψυχῆς σου, προσεδέχθη ὡς θυμίαμα Πάτερ· εἰς γὰρ ὀσμήν, εὐωδίας παμμάκαρ, τῶν παθημάτων Ζηνόβιε ἔσπευσας, τοῦ λάμψαντος ἐκ γυναικός, καὶ τὴν σύμπασαν κτίσιν φωτίσαντος.

Τῷ αἵματι τῆς ἀθλήσεως Μάρτυς, καθηγίασας τὴν γῆν, τὸ δὲ πνεῦμα, ἐν οὐρανοῖς ἀνελθὸν πρωτοτόκων, τὴν Ἐκκλησίαν ἐνθέως ἐφαίδρυνε, Ζηνόβιε Ἱεραρχῶν, καὶ Μαρτύρων περίβλεπτον καύχημα.

Ἐστένωσας τὴν ἀσέβειαν Μάκαρ, πλατυσμῷ τῆς ἀληθοῦς εὐσεβείας, καὶ τὰς ὁδούς, τὰς εἰς ταύτην φερούσας, τοῖς πλανωμένοις λαοῖς καθυπέδειξας, καὶ ἔσωσας τοὺς χαλεπῶς, θαλαττεύοντας πλάνης τοῖς ὕδασιν.

Θεοτοκίον

Ὡραίωσον τὴν ψυχήν μου Παρθένε, ἀμορφίᾳ τῶν παθῶν κρατουμένην, καὶ λογισμοῖς, ἀληθοῦς μετανοίας, τὴν ταπεινήν μου καρδίαν ὀχύρωσον, καὶ σῶσόν με τὸν ἐπὶ σοί, ἀδιστάκτως Ἁγνὴ καταφεύγοντα.

Ὁ Εἱρμὸς

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Κανὼν δεύτερος.

Τὴν δέησιν.

Ῥεόντων τε καὶ φθαρτῶν τρισόλβιοι, ἀντελλάξατε τὰ ἄφθαρτα ὄντως, καὶ μηδαμῶς, παλαιούμενα· ὅθεν ὑμνολογοῦντες ὑμᾶς ἱκετεύομεν· τῆς ἀφθαρσίας τὴν στολὴν, ἐνδυθῆναι ὑμᾶς ἀξιώσατε.

Ἀντέστητε εὐθαρσῶς αὐτάδελφοι, Ζηνοβία καὶ Ζηνόβιε θεῖε, τοῖς παρανόμοις καὶ τούτων τὰ βέλη, ἐνδεδυμένοι Χριστὸν ἀπεώσατε, καὶ τροπαιοῦχοι νικηταί, ἐν αἰῶνι νομίμῳ ἐδείχθητε.

Λατρεύουσα ἐκ ψυχῆς τὸν Κύριον, Ζηνοβία καλλιπάρθενε μάρτυς, τῶν ἀρετῶν κατεκόσμησας πλήθη, τὸν τῆς ψυχῆς σου χιτῶνα καὶ ἔδραμες, ἐν εὐφροσύνῃ καὶ χαρᾷ, ὑπαντῆσαι Αὐτὸν ἐν τῷ σκάμματι.

Θεοτοκίον.

Ἀνέτειλεν ἐκ σοῦ ὄρθρε πάμφωτε καὶ χρυσῆ Ἀνατολὴ μυροβόλε, δικαιοσύνης ὁ Ἥλιος κόσμῳ, τοῖς ζωηφόροις ἐκλάμπων πυρσεύμασι, ὁ σὸς Υἱὸς καὶ Λυτρωτής, ὁ διώκων τοῦ σκότους ἀσέβειαν.

Κοντάκιον Ἦχος πλ. δ’

Ὡς ἀπαρχὰς

Τοὺς ἀληθείας Μάρτυρας, καὶ εὐσεβείας κήρυκας, τῶν ἀδελφῶν τὴν δυάδα τιμήσωμεν, ἐν θεοπνεύστοις ᾄσμασι, τὸν Ζηνόβιον ἅμα τῇ σεπτῇ Ζηνοβίᾳ, ὁμοῦ βιώσαντας, καὶ διὰ μαρτυρίου τευξαμένους στέφος ἄφθαρτον.

Ὁ Οἶκος

Τὸν γενναῖον καὶ μέγαν Ζηνόβιον, ἐν ᾀσμάτων ᾠδαῖς εὐφημήσωμεν, καὶ σὺν αὐτῷ τὴν παρθένον καὶ ἄσπιλον Ζηνοβίαν· ὑπάρχει γὰρ σύναθλος. Οὗτοι καθεῖλον ἐχθροῦ φρυάγματα, τὴν δὲ πίστιν Χριστοῦ κατετράνωσαν· διὸ περιφανῶς ἐκομίσαντο, οὐρανόθεν ἀξίως παρὰ Θεοῦ, στέφος ἄφθαρτον.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Λ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηνοβίου καὶ Ζηνοβίας τῶν αὐταδέλφων.

Στίχοι

  Συγκόπτει ξῖφος Ζηνοβίου αὐχένα

καὶ Ζηνοβίας τῆς ὁμαίμονος τούτου,

Συγκαρτερεῖ σοι Ζηνόβιε τὸ ξῖφος,

Ἡ καρτερόφρων κἂν γυνὴ Ζηνοβία,

Τμήθη Ζηνοβίῃ καὶ ἀδελφεὸς ἐν τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκιανοῦ, Ἐπισκόπου Συρακούσης, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου.

Στίχοι

 Χριστοῦ τὸν εὔνουν Μαρκιανὸν οἰκέτην,

 Διὰ βρόχου κτείνουσιν οἱ Χριστοκτόνοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Κρονίωνος, Ἰουλιανοῦ, Μακαρίου, καὶ ἑτέρων δέκα καὶ τριῶν.

Στίχοι

 Σὺν Ἀλεξάνδρῳ τῆς τιτάνου τὸ ζέον,

 Φέρει Κρονίων, υἱὸν οὐ σέβων Κρόνου.

Ἰουλιανὸς καὶ Μακάριος ξίφει,

Ζωὴν ἐφεῦρον τὴν μακαριωτάτην.

Οὐ πῦρ ἀναφθέν, οὐ ξίφος θηχθέν, Λόγε,

Δὶς πέντε καὶ τρεῖς ἄνδρας ἐκ σοῦ χωρίσει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐτροπίας.

Στίχοι

 Τὴν Εὐτροπίαν οἷα νύμφην λαμπάδες,

 Προὔπεμπον οἴκῳ τοῦ νοητοῦ Νυμφίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κλεόπα καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωσήφ, Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἀστερίου, Κλαυδίου, Νέωνος, καὶ τῆς ἀδελφῆς αὐτῶν Νεονίλλης.

Στίχοι

Κλαύδιος, Ἀστέριος, ἀλλὰ καὶ Νέων,

Ἄθλῳ ξίφους ὤφθησαν ἀστέρες νέοι.

Ἐπὶ ξύλου ταθεῖσα ἡ Νεονίλλα,

Ξύλου παλαιὰν ἐξερεύγεται βλάβην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα,

Στίχοι.

Τερτίου, Μάρκου, Ἰούστου καὶ Ἀρτεμᾶ.

Ὑπογραφεὺς σὺ τῶν λόγων τῶν τοῦ Παύλου,

Ἐγὼ δὲ σὸς Τέρτιε, συγγραφεὺς νέος.

Ὑπηρέτην σε τῶν Ἀποστόλων ἔγνων,

Ἀλλ΄ αὖθις οἶδα καὶ συνεργάτην Μάρκε.

Εὑρὼν Ἰησοῦν Ἰησοῦς σωτηρίαν,

Σωτὴρ ἐδείχθη τοῖς ἀλλοις φερωνύμως.

Δόξης μετέσχεν Ἀρτεμᾶς τῆς τῶν νόων.

Τὸν νοῦν φυλάξας ἄρτιον τῷ Κυρίῳ.

Οἱ Ἅγιοι Ἐννέα Μάρτυρες πυρὶ τελειοῦνται.

Στίχος.

Πρὸς τὴν κάμινον θαρσύνει τοὺς ἐννέα,

θείου πόθου κάμινος ἐκκεκαυμένη.

Ὁ Ἅγιος Μάρτυς Μανουὴλ ξίφει τελειοῦται.

Στίχος.

Ξίφει χεθύτω, κἂν κοτύλη, φησί μοι,

ὁ Μανουὴλ πέφυκεν αἵματος μία.

Ὁ Ἅγιος Μάρτυς Δομέτιος ξίφει τελειούται.

Στίχος.

Νῦν καταφέρει τὴν σπάθην Δομετίου,

ὁ δεινὸν οὗτος εἰσορῶν σπαθηφόρος.

Δήμιός τις τὸν Χριστὸν ἐπιγνοὺς, καὶ

ἐν ζοφώδει φυλακῇ βληθεὶς τελειοῦται.

Στίχος.

Εἱρκτὴν σκοτεινὴν δήμιος κατεκρίθη,

Γνοὺς Χριστὸν ἐξάγοντα φῶς ἀπὸ σκότους.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’

Παῖδες Ἑβραίων

Ῥείθροις αἱμάτων κατέσβεσας, παναοίδιμε τὸ πῦρ τῆς ἀσεβείας, τῶν θαυμάτων ἡμᾶς, ἑκάστοτε δροσίζεις, τῷ νιφετῷ Ζηνόβιε, τοὺς ἐν πίστει σε ὑμνοῦντας.

Θεῖον εἰς γνόφον ὑπεισδύσας, τὸν ἀθέατον ὡς θέμις ἐθεάσω, τὴν ψυχὴν καὶ τὸν νοῦν, φωτίζοντά σου Μάκαρ, εὐσεβοφρόνως μέλποντα· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Μάρτυς ὁμαίμων συμφρονοῦσα, καὶ τὰ ὅσια συμπράττουσά σοι πόθῳ, τῆς ἐκεῖθεν χαρᾶς, σὺν σοὶ καταξιοῦται, ἱερουργὲ Ζηνόβιε, μεθ’ ἧς πίστει σε τιμῶμεν.

Θεοτοκίον

Τόπος Παρθένε ἀνεδείχθης, ἁγιάσματος ἐξ οὗ Θεὸς ἐφάνη, ἁγιάζων ἡμᾶς, τοὺς πίστει μελῳδοῦντας· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Κανὼν δεύτερος.

Οἱ ἐκ τῆς Ἰουδαίας.

Μιμηταὶ τοῦ Σωτῆρος, ὦ ὁμαίμονες θεῖοι, ἐν γῇ γεγόνατε, Ζηνόβιε φωσφόρε καὶ Ζηνοβία· ὅθεν οἱ πιστοὶ μακαρίζοντες ὑμᾶς, παθῶν τὴν ἀχλὺν διώξατε βοῶμεν.

Πόνων φέροντες πλῆθος, αἰκισμοὺς καὶ στρεβλώσεις, οὐκ ἐπτοήθητε, ἀλλ΄ ἀνδρειοφρόνως ἐν μέσῳ τοῦ σταδίου ἀνεκράζατε λέγοντες· Ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Ἠγωνίσθητε σθένει τῷ τοῦ Πνεύματος, μάρτυρες καρτερόψυχοι, καὶ λέβητος τὴν πεῖραν καὶ τμῆσιν τοῦ αὐχένος γηθοσύνως ἐνέγκατε, καὶ τοὺς πιστοὺς ἐκ φλογὸς παθῶν νῦν ἐκλυτροῦσθε.

Θεοτοκίον.

Συλλαβοῦσα ἀφράστως τὸν Δομήτορα πάντων, Θεὸν καὶ Κύριον, καὶ τέξασα ἀρρεύστως τὸν ὅλων Βασιλέα καὶ τροφέα, ἐπότισας Γλυκοφιλοῦσα, Αὐτὸν σῷ γάλακτι τιμίῳ.

ᾨδὴ η’

Οἱ θεορρήμονες Παῖδες

Οὐκ ἐδειλίασας ξίφος Ἱεράρχα, οὐκ ἐπτοήθης κινδύνους, οὐ κατεπλάγης τὸν θάνατον, ἀθανάτου σε δόξης, δεικνύοντα μέτοχον.

Ἱερουργὸς μυστηρίων ἀνεδείχθης, καὶ σεαυτὸν ἱερεύσας, θῦμα εὐῶδες γεγένησαι, καὶ τῆς ἄνω τραπέζης, Ζηνόβιε ἄξιον.

Θαυματουργίαις ἐκλάμπων Ἱεράρχα, μαρτυρικὰς λαμπηδόνας, περιφανῶς ἐναπήστραψας, καὶ τὸν ζόφον τῆς πλάνης, εἰς τέλος ἐμείωσας.

Θεοτοκίον

Τὸν ἀγεώργητον βότρυν συλλαβοῦσα, ἀναπηγάζοντα οἶνον, Παρθενομῆτορ ἀφέσεως, τῶν παθῶν με τῆς μέθης, ἀπάλλαξον δέομαι.

Ὁ Εἱρμὸς

«Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανὼν Δεύτερος

Τὸν Βασιλέα.

Γεηπονοῦσα τὰς ἀρετὰς Ζηνοβία, ἐν τῷ θείῳ λειμῶνι πλουσίως ἤνθησας καὶ πάντας κατηύφρανας σοῖς ἔργοις.

Ἐν Κιλικίᾳ κρουνὸς ἀπείρων θαυμάτων, ὦ Ζηνόβιε, ὤφθης τῷ κόσμῳ ἰαμάτων, ρεῖθρα παντοῖα ἐκπηγάζων.

Ῥυσθῆναι πάσης ἐπιβουλῆς τοῦ δολίου, Ζηνοβία σὺν τῷ Ζηνοβίῳ, τοὺς ὑμᾶς τιμῶντας πρεσβεύσατε τῷ Κτίστῃ.

Θεοτοκίον.

Ἁγνὴ Παρθένε, τὸν ἀπερίγραπτον Λόγον, καὶ τὴν πάντων ζωὴν συλλαβοῦσα, ἔσωσας θανάτου Ἀδαμιαῖον γένος.

ᾨδὴ θ’

Ἔφριξε πᾶσα ἀκοὴ

Ἵστατο πρὸ δικαστικῶν, Παναοίδιμε βημάτων τὴν σάρκωσιν, διαπρυσίῳ φωνῇ, ἀνακηρύττων τοῦ Παντοκράτορος, καὶ τὰ παθήματα αὐτοῦ, σταυρόν τε καὶ θάνατον, καὶ τὴν ἀνάστασιν, δι’ ἧς ἔσωσεν ἡμᾶς ὡς φιλάνθρωπος.

Ὦ θαῦμα πῶς μετὰ σαρκός, τοὺς ἀσάρκους δυσμενεῖς ἐτροπώσατο! πῶς καταβέβληκε, δι᾿ ἀσθενείας τὸν πολυμήχανον! πῶς οὐρανίοις λειτουργοῖς, συνήφθη ὁ γήϊνος, ἀγωνισάμενος, ὁ Ζηνόβιος, ὃν νῦν μακαρίζομεν.

Ἡ μνήμη σήμερον ὑμῶν, φωταυγίᾳ λαμπομένη τοῦ Πνεύματος, πᾶσιν ἐπέλαμψε, θαυμάτων χάριν ἐναπαστράπτουσα, καὶ ἰαμάτων ποταμούς, πηγάζει ἑκάστοτε, ἣν ἑορτάζοντες, μακαρίζομεν ὑμᾶς Χριστομάρτυρες.

Θεοτοκίον

Φώτισον πύλη τοῦ φωτός, τῆς καρδίας μου τὰ ὄμματα δέομαι, μακρὰν ἐλαύνουσα, τῆς ἁμαρτίας σκότος βαθύτατον, ἐκ τῆς ἀθλίας μου ψυχῆς, ἵνα μεγαλύνω σε, ἵνα δοξάζω σε, ἵνα πόθῳ σε ὑμνῶ τὴν πανύμνητον.

Ὁ Εἱρμὸς

«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν Ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Κανὼν δεύτερος.

Κυρίως Θεοτόκον.

Ἱερομάρτυς θεῖε, Ζηνόβιε, τοὺς πίστει τῇ ἀρωγῇ σου προστρέχοντας, ἴθυνον πρὸς σωτηρίους ἐπάλξεις, μαρτύρων πρόβολε.

Ῥωννύμενοι λιταῖς σου, μάρτυς Ζηνοβία, τοῦ πονηροῦ ἀντικρούομεν φάλαγγας, καὶ σὲ ὑμνοῦμεν Κιλίκων σεπτὸν ὡράϊσμα.

Ἐν Αἰγαῖς ταμείον ἀρετῶν, φωσφόροι, καὶ τῶν πτωχῶν καταφύγιον ὤφθητε, τῶν ἀθλητῶν δὲ πυξία, στερροὶ αὐτάδελφοι.

Θεοτοκίον.

Ἰλύος Θεοτόκε, τῶν ἀμπλακημάτων καὶ πονηρῶν λογισμῶν με ἀνάγαγε, ἵνα ἀπαύστως ὑμνῶ σε, χαρίτων πέλαγος.

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

Φοινίξας ἐρυθρότερον, τὴν ἱεράν σου αἵματι, στολὴν Ζηνόβιε Μάκαρ, Χριστῷ παρίστασαι χαίρων, ὡς Ἱεράρχης ἔνθεος, ὑπὲρ ἡμῶν δεόμενος, μετὰ τῆς σῆς ὁμαίμονος, τῆς ἱερᾶς καὶ Παρθένου, καὶ Μάρτυρος Ζηνοβίας.

Ἕτερον.

Ἦχος γ΄ Ἐπεσκέψατο ἡμᾶς.

Ἱκεσίαις ὁ Θεὸς τοῦ Ζηνοβίου τοῦ κλεινοῦ καὶ Ζηνοβίας τῆς σεμνῆς, τῶν αὐταδέλφων ἀθλητῶν ῥῦσαι ἡμᾶς ἐκ θλίψεως, καὶ ἐκ τοῦ ἀπειλοῦντος ὀλέθρου τῆς κτίσεως.

Θεοτοκίον. Ὅμοιον.

Ὑπερένδοξε Ἁγνή, ἐλπὶς τοῦ κόσμου ἀψευδής, μὴ διαλείπῃς ἐκτενῶς καθικετεύουσα Χριστὸν, ἐκ πάσης περιστάσεως καὶ ἐκ κινδύνων σῶσαι ἡμᾶς Μητροπάρθενε.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

    Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν

Στιχηρὰ Προσόμοια.

Ἦχος α΄ Πανεύφημοι μάρτυρες.

Μαρτύρων δυὰς πανευκλεής, ξυνωρὶς περίδοξε, ἡ φρυκτωροῦσα τὰ πέρατα, ἀνδρείας πράξεσι, ἡ ἐν τῇ Κιλίκων χώρᾳ, ἀριστεύσασα καὶ πᾶσαν Ἐκκλησίαν φαιδρύνασα, τοῖς σοῖς παλαίσμασι σοὺς ἱκέτας απολύτρωσαι, ἐκ μανίας τοῦ πλάνου ἀλάστορος.

Ἡλίου λαμπρότερον σοφέ, ἡ σὴ μνήμη ἔλαμψε, τὴν οἰκουμένην φωτίζουσα, κλυτὲ Ζηνόβιε, καὶ τῶν παθημάτων τὴν ἀχλὺν διώκουσα, δαιμόνων δὲ τὴν νύκτα ἐλαύνουσα· διό σε ἅπαντες μακαρίζομεν, ὡς ἄριστον στρατιώτην καὶ πρέσβυν ἀκοίμητον.

Σεμνὴν Ζηνοβίαν οἱ πιστοί, ταμιοῦχον χάριτος, καὶ ἐθελόθυτον σφάγιον καὶ ἄρνα ἄμωμον, ὕμνοις ἐγκωμίων δεῦτε ἀνυμνήσωμεν κραυγάζοντες· ἀήττητον φρόνημα καὶ ἀρραγέστατον κτησαμένη, ἀθληφόρητε, ἐξ ἐνέδρας ἡμᾶς πλάνου λύτρωσαι.

Ἰάσεων χάριτας πιστοῖς, θεῖοι ἐκπηγάζετε, παθῶν σβεννύετε καύματα, καὶ εκδιώκετε, θείᾳ συνεργείᾳ πνεύματα ἀκάθαρτα, αὐτάδελφοι καὶ σύναθλοι μάρτυρες, ὅθεν κραυγάζομεν· Ζηνοβία καὶ Ζηνόβιε, τοὺς ἱκέτας ὑμῶν βλάβης ῥυσασθαι.

Δόξα. Ἦχος πλ α΄

Ἀδελφικῇ στοργῇ συνδεόμενοι, τοῦ μαρτυρίου ἀγῶνα ὁμοῦ ἐπερατώσατε, προσαποβλέποντες τῇ ἀλήκτῳ μακαριότητι· ὅθεν ὑποστάντες παντοειδεῖς βασάνους, αἰκισμούς, στρεβλώσεις, λέβητος πεπυρωμένου τὴν πεῖραν καὶ ξίφους τὴν ἀκμήν, πρὸς Κύριον ἐδράμετε. Καὶ νῦν Ζηνόβιε ἱερομάρτυς καὶ Ζηνοβία καλλιμάρτυς, Χριστῷ παριστάμενοι πρεσβεύσατε αὐτῷ σωθῆναι ἡμᾶς ἐκ τοῦ νέφους τῆς ἀθυμίας καὶ τῶν θλίψεων.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη.

Εἰς τὴν Λειτουργίαν.

Τὰ Τυπικὰ, οἱ μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος

ᾨδὴ γ΄ καὶ στ΄.

Ἀπόστολος τῆς β΄ Σεπτεμβρίου.

Προκείμενον. Ἦχος βαρύς

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα (8:28-39)

Ἀδελφοί, οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν…

Εὐαγγέλιον έκ τοῦ κατὰ Ἰωάννην (ιε΄17-27 ιστ΄1-2).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους…

Μεγαλυνάριον.

Χαίροις ὁμαιμόνων ἡ ξυνωρίς, θεία Ζηνοβία καὶ Ζηνόβιε ἱερέ, χαίροις εὐσεβείας, δυὰς ὑπεραγία, ἡ καθωραϊσθεῖσα ὄμβροις σου αἵματος.

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

Δίστιχον.

Χαίρετε, Ζηνόβιε καὶ Ζηνοβία, σὺν Δωροθέῳ Χαραλάμπης κραυγάζει.

http://glt.xyz/texts/Oct/30b.uni.htm

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s