2 ΟΚΤΩΒΡΙΟΥ 2018
+Μν ή μη το ῦ Ἁ γ ί ου Ἱ ερομ ά ρτυρος Κυπριανο ῦ , κα ὶ Ἰ ουστ ί νης τ ῆ ς Παρθ έ νου .
῏ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅ τι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορὸς΄
Ἦχος γ΄’
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ , . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸςΚύριος, καὶἐπέφανενἡμῖν…
ὁ α’ χορὸς
Στίχ,’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ , . Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἦχος γ’. Θείας πίστεως.
Θ είου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες, Θεογνωσίας, Κυπριανὲ καταισχύνας τὸν δράκοντα· καὶ μαρτυρίου τὸν δρόμον διήνυσας, σὺν Ἰουστίνῃ ὁμοῦ τῇ Θεόφρονι· μεθ’ ἧς πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ Μέγα Ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί… Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐ πιστρέψας ἐκ πλάνης πρὸς τὴν εὐσέβειαν, Κυπριανὲ Θεοφάντορ τῆς Ἐκκλησίας Χριστοῦ, Ἱεράρχης καὶ σοφὸς ποιμὴν γεγένησαι, καὶ ἀθλήσας ἀνδρικῶς, σὺν Ἰουστίνῃ τῇ σεμνῇ, καθείλετε τὴν ἀπάτην· μεθ’ ἧς Χριστὸν ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Χ αῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου..
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος α’. Τὸν Τάφον Σου Σωτήρ.
Ὡ ς ἄστρον παμφαές, ἐκ νυκτὸς ἀγνωσίας, ἀνέλαμψας ἡμῖν, καταλείψας τὴν πλάνην, καὶ σκεῦος πολυτίμητον, ἐπιπνοίας τῆς ἄνωθεν, ἐχρημάτισας, Κυπριανὲ θεηγόρε· ὅθεν ἅπαντες, σὺν τῇ σεμνῇ Ἰουστίνῃ, τιμῶμεν σε Ἅγιε.
ὁ β’ χορός
Δόξα.Καὶ νῦν. Θεοτοκίον.
Τ ῷ πόθῳ Τοῦ ἐκ Σοῦ, προελθόντος ἀφράστως, τρωθεῖσα τὴν ψυχήν, ἡ σεμνὴ Ἰουστίνα, ὀπίσω Σου Πανάχραντε, ψαλμικῶς ἠκολούθησε, καὶ ἀθλήσασα, τοῦ οὐρανίου νυμφῶνος, κατηξίωται, σὺν ταῖς φρονίμοις παρθένοις, ὑμνοῦσα τὴν δόξαν Σου.
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Δ εσμοῖς θείας πίστεως, Κυπριανὸς ὁ σοφός, συνδέδεται Χάριτι, τῇ Ἰουστίνῃ πιστῶς, ὡς ἔγνω τὸν Κύριον· ταύτην δὲ ἐν τῷ βίῳ, συνακόλουθον ἔχων, ἤσχυνεν ἐν τοῖς ἄθλοις, μετ’ αὐτῆς τὸν Βελίαρ· καὶ νῦν τῆς ἄνω δόξης, ὁμοῦ κατηξιώθησαν.
ὁ β’ χορός
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χ ριστὸν σωματώσασα, Τὸν ἐπὶ πάντων Θεόν, ἐθέωσας Ἄχραντε, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν Τῷ Τόκῳ Σου· ὅθεν καὶ Ἰουστίνα, ἡ Θεόληπτος κόρη, ἤθλησεν ἀνενδότως, τῇ Αὐτοῦ ἀγαπήσει. Καὶ νῦν Θεογεννῆτορ, τῆς δόξης Αὐτοῦ ἔτυχε.
Μετὰ τὸν Πολυέλεον
ὁ α’ χορός
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Μ αγικὴν τερατείαν λιπὼν μακάριε, Εὐαγγελίου τῷ λόγῳ τὸν νοῦν ὑπέταξας, καὶ ἐπλήσθης δωρεῶν τῶν ὑπὲρ ἔννοιαν, ὡς Ἀποστόλων μιμητής, καὶ σοφὸς ἱερουργός, Κυπριανὲ Θεοφάντορ· καὶ νῦν Χριστὸν ἐκδυσώπει, σὺν Ἰουστίνῃ ἡμᾶς σώζεσθαι.
ὁ β’ χορός
Δόξα…Καὶ νῦν. Θεοτοκίον.
Τ ὴν Ἁγνὴν Θεοτόκον καὶ Θεομήτορα, Ἰουστίνα ἡ Μάρτυς προστάτιν ἔχουσα, κατεπάλαισεν ἐχθροῦ τὰ μηχανήματα, καὶ προσενήνεκται Χριστῷ, ἐναθλήσασα στερρῶς, ὡς ἄμωμον ἱερεῖον, διὰ παντὸς δυσωποῦσα, ἡμῖν διδόναι Θεῖον Ἔλεος.
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ἁ γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Ἁ γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
ὁ α’ χορός
Ο ἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
ὁ β’ χορός
Ο ἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
ὁ α’ χορός
Στίχ . Ἀ κούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ λαοί.
Ο ἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ α΄ χορὸς
Ἦχος β’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Ἐκ τοῦ κατὰ Ἰωάννην. (Ἰω. ι´ 9-16)
Ε ἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.Ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει΄ καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει , ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν΄ καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν΄ καὶ γενήσεται μία ποίμνη, ε ἷ ς ποιμ ή ν.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ν’ ψαλμὸς χύμα
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Τ αῖς τῶν Σῶν Μαρτύρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν …
Τ αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Ἦχος πλ. β’
Στίχ . Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Τ ήν μαγικὴν ἀποβαλὼν ἀπάτην, τῆς θεϊκῆς εὐσπλαγχνίας, ἀνεδείχθης μυσταγωγός, Κυπριανὲ Πατὴρ ἡμῶν· καὶ ταῖς ἀρεταῖς λαμπρύνας τὴν ζωήν, περιφανὴς ἐν Ἱεράρχαις ὤφθης, καὶ ἐν ἀθλήσει ἀήττητος, τῆς εὐσεβείας ὁμολογήσας τὸ μυστήριον· καὶ δι’ ἀμφοτέρων Χριστὸν δοξάσας, τῆς αἰωνίου δόξης ἠξίωσαι, σὺν Ἰουστίνῃ τῇ μακαρίᾳ. Σὺν αὐτῇ οὖν πρέσβευε, ρύεσθαι ἡμᾶς, μαγικῶν τεχνασμάτων, καὶ συνοχῆς πονηρᾶς, καὶ πάσης δαιμονικῆς ἐπιθέσεως.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠδὴ α’ Ἦχος πλ. δ’
ὁ α’ χορὸς
Ὑ γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
ὁ β’ χορὸς
Ὑ γρὰν διοδεύσας ὡσεὶ ξηράν,…
ὁ α’ χορὸς
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π ολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
ὁ β’ χορὸς
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π αθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ὁ α’ χορὸς
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σ ωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ὁ β’ χορὸς
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ν οσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Μέλπω μάκαρ σου τὴν κυπρίζουσαν χάριν.
ᾨδὴ α’
Ἦχος δ’ Θαλάσσης τὸ ἐρυθραῖον
ὁ α’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μ ετὰ τῆς ὑπερκοσμίου τάξεως, νῦν αὐλιζόμενος, ὦ ἱερὰ καὶ θεία κεφαλή, οὐρανόθεν ἐπίβλεψον, καὶ τοὺς πιστῶς ὑμνοῦντας σε, ταῖς σαῖς πρεσβείαις περιφρούρησον.
ὁ β’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐ ν ζόφῳ,τῆς ἀγνωσίας πρότερον, δεινῶς κρατούμενος, καὶ ψυχολέθροις πάθεσι σαρκός, ἀκρασίᾳ πυρούμενος, μεταβολὴν παράδοξον, εὗρες ἀθρόως Παμμακάριστε.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Λ οιμῶν μέν, ἐπὶ καθέδραν πρότερον, Πάτερ ἐκάθισας, καὶ ἐν καθέδρᾳ πάλιν τὸν Χριστόν, πρεσβυτέρων ἐδόξασας, ἀλλοιωθεὶς σαφέστατα, τῇ τοῦ Ὑψίστου θείᾳ χάριτι.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Π αρθένος, μετὰ τὸν τόκον ἔμεινας· αὐτὸν γὰρ τέτοκας, τὸν Ποιητὴν τῶν ὅλων καὶ Θεόν, ἀσυνήθως καὶ ξένως ἡμῖν , ἐπιφανέντα σώματι, Θεογεννῆτορ Μητροπάρθενε.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠ δ ὴ γ’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ο ὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
ὁ β’ χορὸς
Ο ὐρανίας ἁψῖδος,…
ὁ α’ χορὸς
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π ροστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
ὁ β’ χορὸς
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱ κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
ὁ α’ χορὸς
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ε ὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
ὁ β’ χορὸς
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χ αλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
ᾨδὴ γ’,
Ἦχος δ’ Ευφραίνεται ἐπὶ σοὶ
ὁ α’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡ ς Παῦλος πρὸς τὸν Χριστόν, τὴν τῆς ψυχῆς μεταβαλὼν ἔφεσιν, Κυπριανὲ πάνσοφε, τούτου μαθητὴς ἐχρημάτισας.
ὁ β’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μ νηστεύεταί σε Χριστός, ἀντὶ χιτῶνος τῶν παθῶν δόξης σοι, καταστολὴν δωρούμενος, καὶ ἀναγεννήσεως ἔνδυμα.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ἀ λείπτης ἀσκητικός, προγεγονὼς καρτερικὸς ὕστερον, Κυπριανὲ πανεύφημε, Μάρτυς ἀληθείας γεγένησαι.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Κ υρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα πανάμωμε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
ὁ α’ χορὸς
Κάθισμα Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον
Π αιδευθεὶς ἐν τῇ πλάνῃ ἐπιμελῶς, ὡς ὁ Παῦλος ἐκλήθης ἐξ οὐρανοῦ, σταυρῷ ὁδηγούμενος, πρὸς τὸ φῶς τὸ τῆς γνώσεως· τῆς γὰρ σεμνῆς Παρθένου, τῷ πόθῳ, φλεγόμενος, δι’ αὐτῆς ἡρμόσθης, τῷ Πλάστη τῆς κτίσεως· ὄθεν θριαμβεύσας, τοῦ ἐχθροῦ τὸ ἀνίσχυρον, σὺν αὐτῇ κατηξίωσαι, τοῦ χοροῦ τῶν Μαρτύρων, Κυπριανὲ ἱερώτατε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ β’ χορός
Δόξα… Καὶ νῦν… Θεοτοκίον
Λ ογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν, καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας Πανάχραντε· Ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς σῆς εὐσπλαγχνίας, τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν σου, τὸν ἀμέτρητον πλοῦτον, καὶ δὸς μοι μετάνοιαν, καὶ τοῦ βίου διόρθωσιν, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠ δ ὴ δ’
Ε ἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τ ῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ε ὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀ πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ο ἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
.ᾨδὴ δ’,
Ἦχος δ’
Ἐπαρθέντα σε ἰδοῦσα
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀ νανήψας θεοφάντορ τῆς πρὶν μανίας, δαιμονικὴν ἀπάτην, καὶ ψυχόλεθρον πλάνην, πᾶσαν ἐθριάμβευσας, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ . Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ῥ ωμαλέως Ἰουστῖνα κραταιουμένη, καὶ τὴν ἁγνὴν Παρθένον, καὶ κεχαριτωμένην σφόδρα ἱκετεύουσα, τοὺς βρόχους διέφυγες, καὶ τὰ τῶν ἐχθρῶν μηχανήματα.
Δόξα Πατρί…
Σ τηριζομένη τῇ πίστει τοῦ σοῦ Νυμφίου, καὶ τοῦ Σταυροῦ τὴν δύναμιν περιβεβλημένη, δαίμοσιν ἀνάλωτος, βοῶσα διέμεινας· Δόξα τῇ δυνάμει σου Κύριε.
Καὶ νῦν… Θεοτοκίον
Ὁ κατὰ φύσιν ἐλεύθερος τὴν ἰδίαν, δούλου μορφὴν ἑπτώχευσε, χρηστότητος πλούτῳ, Μῆτερ ἀειπάρθενε ἐκ σοῦ καθ’ ὑπόστασιν, ὅλον προσλαβὼν τὸ ἀνθρώπινον.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠ δ ὴ ε’
Φ ώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἒ μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λ ύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λ ῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴ ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ ε’, Ἦχος δ’
Σὺ Κύριέ μου φῶς
Στίχ . Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὑ πέρμαχον σαφῶς, τὴν ἁγνὴν θεομήτορα, πλουτίσασα Ἰουστῖνα, τὴν σεπτὴν παρθενίαν, ἐτήρησας ἀμώμητον.
Στίχ . Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τ ὸ ἔμψυχον Θεοῦ, καὶ τερπνότατον ἄγαλμα, τιμήσωμεν Ἰουστῖναν, τὸ ἀπόθετον κάλλος, τὸ ἄσυλον ἀνάθημα.
Δόξα Πατρί …
Ἡ νύμφη τοῦ Χριστοῦ, ἡ γνησία καὶ ἄσπιλος, τὴν ἄθλησιν τῇ ἀσκήσει, προσλαβοῦσα δικαίως, διπλοῦν στέφος κομίζεται.
Καὶ νῦν… Θεοτοκίον
Ν οῦς οὐκ ἀγγελικός, οὐκ ἀνθρώπινος δύναται, τὸ ἄφραστον ἑρμηνεῦσαι καὶ παράδοξον θαῦμα, τοῦ τόκου σου Πανάχραντε.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠ δ ὴ ς’
Τ ὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θ ανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π ροστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡ ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐ ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
ᾨδὴ ς’,
Ἦχος δ’ Θύσω σοι, μετὰ φωνῆς
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Κ ακίας, τὸν πυθμένα τὸν κάτω κατείληφας, τῆς ἀκροτάτης δὲ πάλιν, ἀρετῆς ἀνῆλθες Πάτερ εἰς ὕψος, παραδόξως, ἀλλοιωθεὶς τῷ θείῳ βαπτίσματι.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὑ πῆρξας, ὑπηρέτης δαιμόνων τὸ πρότερον, ἀλλὰ Χριστοῦ θεοφάντορ, μαθητὴς ἐσύστερον ἀνεδείχθης, διαθέσει, τῶν ὀρεκτῶν ποθήσας τὸ ἔσχατον.
Δόξα Πατρί…
Π ολλοὺς σύ, τῷ Δεσπότῃ προσήγαγες Μάρτυρας, πραγματειῶν τὴν μεγίστην, ὑποφαίνων αἵματι βραχυτάτῳ, βασιλείαν τῶν οὐρανῶν θεόφρον ὠνήσασθαι.
Καὶ νῦν… Θεοτοκίον
Ῥ ῆξόν μου, τὰς σειρὰς τῶν πταισμάτων Θεόνυμφε, τῆς ἁμαρτίας τοῦ νόμου, τῆς ζωῆς τῷ νόμῳ ἐλευθερίαν, δωρουμένη, ἡ δοτῆρα τοῦ νόμου κυήσασα.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ .
Ὁ ἐκ τῆς πλάνης ὡς ἀστὴρ ἀναλάμψας, καὶ ἀπὸ μάγων ἱερὸς Θεοφάντωρ, Κυπριανὸς ὁ μέγας ἀνυμνείσθω μοι· τούτῳ συντιμάσθω δέ, ἡ σεμνὴ Ἰουστίνα· ἅμα γὰρ συνήθλησαν, εὐσεβείας τὸ σκάμμα· καὶ νῦν ὁμοῦ πρεσβεύουσι Χριστῷ, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.
Ὁ Οἶκος
Ὑ ποταχθεὶς ὁλοσχερῶς, τῆς πλάνης τῇ κακίᾳ, ἐν τῇ τοῦ βίου σου νυκτί, καὶ ζοφερᾷ πορείᾳ, εὗρες παραδόξως, Χριστὸν τὸν Ἥλιον τῆς Δόξης, καλοῦντά σε ἐκ τῆς ματαίας ἀναστροφῆς πρὸς τὸ φῶς τῆς ἀϊδίου ζωῆς, καὶ καθαρᾶς πολιτείας· καὶ ἀγρευθεὶς τῇ ἄνωθεν δυνάμει, ἀπέστης ἐκ τῶν βδελυκτῶν ἔργων τοῦ σκότους, ἰδὼν τὴν τοῦ Σατανᾶ ἀπρακτοῦσαν ἰσχύν, ἐν τῷ ἐκπειράζειν τὴν τιμίαν παρθένον, Ἰουστίναν τὴν ἔνδοξον· ἔνθεν ἀναγεννηθεὶς δι’ ὕδατος καὶ Πνεύματος, καινὸς ἀντὶ παλαιοῦ γέγονας, Χριστὸν ὁλικῶς ἐνδυσάμενος· Ὧ πιστῶς ἱερατεύσας, ὡς ἀρχιερεὺς ὅσιος καὶ ἄκακος, μαρτυρικῶς πρὸς Αὐτὸν ἐξεδήμησας, σὺν τῇ σεμνῇ Ἰουστίνη· μεθ’ ἧς ἀεὶ πρέσβευε Χριστῷ, Κυπριανὲ παμμακάριστε, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ Β ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.
Στίχοι
Ἀλγεῖ Σατανᾶς, τὸν πάλαι φίλον βλέπων,
Ξίφει φιλοῦντα συνθανεῖν Ἰουστίνῃ.
Τμήθη δευτερίῃ σὺν Ἰουστίνῃ Κυπριανός.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφίλου τοῦ Ὁμολογητοῦ.
Στίχοι
«Ἐναντίον μου σὴ τελευτὴ τιμία»,
Λέγει Θεὸς σοὶ τῷ φίλῳ Θεοφίλῳ.
Ὁ ἅγιος μάρτυς Γεώργιος, ὁ εἰς τὸ Καρατζασοῦ μαρτυρήσας ἐν ἔτει 1794, ξίφει τελειοῦται.
Τ αῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ’. ᾨδὴ α’
Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ὁ β’ χορός
ᾨδὴ γ’
Τ οὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…
ὁ α’ χορός
…σ τεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾨδὴ δ’
Τ ὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
ᾨδὴ ε’
Ἐ ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ὁ β’ χορός
ᾨδὴ ς’
Τ ὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾨδὴ ζ’
Ο ὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾨδὴ η’
Στίχ . Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον .
Π αῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος. δ’)
ὁ α’ χορός
Στίχ . Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ . Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ . Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ . Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ . Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ . Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ ’.
Ἅ πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’ Γυναῖκες ἀκουτίσθητε
Τ ὸν πρότερον ὑπάρχοντα, κακίας μύστην ὕστερον, διὰ τιμίας Παρθένου, Ἀρχιερέα φανέντα, Κυπριανὸν τὸν μέγιστον, συμφώνως μακαρίσωμεν, καὶ πρὸς αὐτὸν βοήσωμεν· ταῖς σαῖς λιταῖς εὐμενίζου, ἡμῖν τῶν πάντων Δεσπότην.
ὁ β’ χορός
Θεοτοκίον Ἦχος β’ Γυναῖκες ἀκουτίσθητε
Χ αρὰν τὴν ἀνεκλάλητον, πάναγνε ἡ κυήσασα, χαρᾶς ἡμᾶς αἰωνίου, μετόχους ποίησον πάντας, Παρθένε θεονύμφευτε, ἡ σκέπη τὸ κραταίωμα, τῶν εὐσεβῶς βοώντων σοι·. Μὴ ἐπιλάθῃ σῶν δούλων, Θεοκυῆτορ Μαρία.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος α΄’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ . Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τῶν οὐρανίων ταγμάτων .
Τ ῆς μαγικῆς ἐξαπάτης γνοὺς τὴν ἀσθένειαν, Κυπριανὲ παμμάκαρ, Τῷ Σωτῆρι προσῆλθες, καὶ Τούτου ἐμυήθης τὴν πρὸς ἡμᾶς, ὑπὲρ νοῦν Ἀγαθότητα· ὅθεν ἐπλήσθης Χαρίτων ὑπερφυῶν, διὰ βίου καθαρότητος.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τ ῆς παρθενίας τὸ ἄνθος τὸ εὐωδέστατον, τὴν νύμφην τοῦ Σωτῆρος, Ἰουστίναν τὴν θείαν, ὠδαῖς ἐγκωμιάσωμεν ἱεραῖς, ὡς τὴν πλάνην πατήσασαν, καὶ Τῷ Κυρίῳ πρεσβεύουσαν ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Στίχ . Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τ ὴν εὐκλεῆ ξυνωρίδα ὕμνοις τιμήσωμεν, Κυπριανὸν τὸν μέγαν, καὶ σοφὸν Ἱεράρχην, σὺν τούτῳ Ἰουστίναν τὴν θαυμαστήν, ὡς νομίμως ἀθλήσαντας, καὶ καταργοῦντας δαιμόνων πᾶσαν ἰσχύν, τῇ δοθείσῃ αὐτοῖς Χάριτι.
ὁ β’ χορὸς
Στιχ . Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὡ ς παρρησίαν μεγίστην πρὸς Τὸν Σωτῆρα Χριστόν, Κυπριανὲ παμμάκαρ, Ἰουστίνα τε ἅμα, πλουτοῦντες περιέπετε εἰσαεί, τὴν Μονὴν ὑμῶν Ἅγιοι, καὶ τοῖς προστρέχουσι ταύτῃ πίστει θερμῇ, Χάριν δίδοσθε καὶ ἔλεος.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ. α’.
Τ ῆς εὐσεβείας τὸ φῶς, ἐν τῇ σκοτίᾳ τῆς πλάνης καταλάμψαν σε, Χριστοῦ θεράποντα ἔδειξε, καὶ λειτουργὸν Θεόφρονα, Κυπριανὲ τὸν πρὶν διώκτην· μυστικῶς γὰρ Ὁ Σωτήρ, δι’ Ἰουστίνης τῆς πανσέπτου, ὡς τὸν μέγαν Παῦλον, πρὸς τὴν οἰκείαν γνῶσιν ἐκάλεσε· καὶ κατ’ αὐτὸν διαπρέψας, Ἀποστολικοῖς καμάτοις, Εὐαγγελίου τὸν λόγον ἐτράνωσας· καὶ σὺν αὐτῇ στερρῶς ἀθλήσας, τῶν οὐρανίων ἐπάθλων, ὁμοῦ ἠξιώθητε, ὑπὲρ ἡμῶν δυσωποῦντες, Τριάδα Τὴν Ὁμοούσιον.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον Ἦχος πλ. α’
Μ ακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ. α΄’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
· Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
· Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
· Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
· Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
· Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
· Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
· Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
· Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
· Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
· Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
· Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
· Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
· Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
· Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
· Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
· Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
· Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δ όξα Πατρὶ ..
ὁ α’ χορός
Κ αὶ νῦν…. .
ὁ β’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅ γιος ὁ Θεός,
ὁ β’ χορός
Ἅ γιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
Ἦχος γ’. Θείας πίστεως.
Θ είου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες, Θεογνωσίας, Κυπριανὲ καταισχύνας τὸν δράκοντα· καὶ μαρτυρίου τὸν δρόμον διήνυσας, σὺν Ἰουστίνῃ ὁμοῦ τῇ Θεόφρονι· μεθ’ ἧς πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ Μέγα Ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
Ἦχος β´ .
Στίχ . Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ . Ε ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Κ ύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ … Καὶ νῦν …
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β ‘
Ἦχος ὁ αὐτὸς .
Στίχ . Α ἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Στίχ . Μ ακάριος, οὐ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
Στίχ . Β ασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
Δόξα Πατρί … Καὶ νῦν …
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ ‘
Στίχ . Δ ίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἦχος γ ‘. Θείας πίστεως .
Θ είου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες, Θεογνωσίας, Κυπριανὲ καταισχύνας τὸν δράκοντα· καὶ μαρτυρίου τὸν δρόμον διήνυσας, σὺν Ἰουστίνῃ ὁμοῦ τῇ Θεόφρονι· μεθ’ ἧς πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ Μέγα Ἔλεος
Στίχ . Τ οῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος
Θ είου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες…..
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἦχος γ’. Θείας πίστεως.
Θ είου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες, Θεογνωσίας, Κυπριανὲ καταισχύνας τὸν δράκοντα· καὶ μαρτυρίου τὸν δρόμον διήνυσας, σὺν Ἰουστίνῃ ὁμοῦ τῇ Θεόφρονι· μεθ’ ἧς πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ Μέγα Ἔλεος
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐ πιστρέψας ἐκ πλάνης πρὸς τὴν εὐσέβειαν, Κυπριανὲ Θεοφάντορ τῆς Ἐκκλησίας Χριστοῦ, Ἱεράρχης καὶ σοφὸς ποιμὴν γεγένησαι, καὶ ἀθλήσας ἀνδρικῶς, σὺν Ἰουστίνῃ τῇ σεμνῇ, καθείλετε τὴν ἀπάτην· μεθ’ ἧς Χριστὸν ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῦ Ναοῦ
Κοντάκιον Ἦχος β ’
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)
Π ροστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Τρισάγιον.
Ἀπόστολος
Προκείμενον. Ἦχος βαρὺς
Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχ . Τ ί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;
Πρὸς Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 1:12-17
Τ έκνον Τιμόθεε, χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ᾿ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ ᾿Ιησοῦ. Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς ᾿Ιησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ᾿Ιησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾿ αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἀ λληλούϊα.(γ΄) Ἦχος α΄
Ο ἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Ὅ τι ἐξελέξατο Κύριος τὴν Σιών.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην (ιε΄ 17 – στ΄ 2 )
Ε ἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό, Ἐξαιρέτως
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικὸν
Ε ἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος ΄ Ἀλληλούϊα.
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
᾽Απόλυσις ( …Χ ριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…)
2 ΟΚΤ18 ΕΟΡΤΗ ΑΓΙΩΝ ΚΥΠΡΙΑΝΟΥ ΚΑΙ ΙΟΥΣΤΙΝΗΣ
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.