22 ΑΠΡΙΛΙΟΥ 2018
+ΚΥΡΙΑΚΗ Γ’ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ
+ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ ΓΥΝΑΙΚΩΝ
+Κυριακ ῇ τρ ί τ ῃ ἀ π ὸ το ῦ Π ά σχα, τ ὴ ν τ ῶ ν ἁ γ ί ων γυναικ ῶ ν Μυροφ ό ρων ἑ ορτ ὴ ν ἑ ορτ ά ζομεν, ἔ τι δ ὲ μνε ί αν ποιο ύ μεθα κα ὶ το ῦ ἐ ξ Ἀ ριμαθα ί ας Ἰ ωσ ή φ, ὅ ς ἦ ν μαθητ ὴ ς κεκρυμμ έ νος, πρ ὸ ς δ έ , κα ὶ το ῦ νυκτερινο ῦ μαθητο ῦ Νικοδ ή μου.
Ἦ χος β´ Ἑ ωθινό ν Δ´.
ΟΡΘΡΟΣ
Μετά τό· «Ε ὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χ ριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορὸς
Ἦ χος β’
Ἀ μήν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος β’
Ὅ τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
ὁ β’ χορὸς
Δ ό ξα Πατρί…
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν…
Τ αῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος ἀλλὰ κραυγάσατε, ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ΚΑΘΙΣΜΑΤΑ ΑΝΑΣΤΑΣΙΜΑ
ὁ α’ χορὸς
Ἦχος β’
Τ ὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Τ ὸν κόλπον τὸν ἄχραντον, ἐν ὑψίστοις μὴ κενώσας ταφὴν καὶ ἀνάστασιν, ὑπὲρ πάντων κατεδέξω, Κύριε δόξα σοι.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Π άντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Α ἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμα κενὸν θεασάμεναι, τοῖς Ἀποστόλοις ἔλεγον, τὴν φθορὰν καθεῖλεν ὁ κραταιός, καὶ τοὺς ἐν ᾍδῃ ἥρπασε τῶν δεσμῶν, κηρύξατε παῤῥησίᾳ, ὅτι ἀνέστη Χριστός ὁ Θεός, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Τ ὰ μύρα τῆς ταφῆς σου, αἱ γυναῖκες κομίσασαι, λαθραίως πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, τῶν Ἰουδαίων δειλιῶσαι τὴν αὐθάδειαν καὶ στρατιωτῶν προορῶσαι τὴν ἀσφάλειαν, ἀλλὰ φύσις ἀσθενὴς τὴν ἀνδρείαν ἐνίκησεν, ὅτι γνώμη συμπαθὴς τῷ Θεῷ εὐηρέστησε, προσφόρως οὖν ἐκραύγαζον, Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τοῦ ὀνόματός σου.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὑ περδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε, διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾍδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.
τὰ Εὐλογητάρια.
ὁ α’ χορός
Ἦ χος πλ. α ’
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾒσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λ ίαν πρωΐ, Μυροφόροι ἒδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μ υροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου΄ Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ… Τριαδικ ὸ ν
Π ροσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ζ ωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δ ό ξα σο ι ὁ Θε ό ς.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅτι ηὐλόγηται…
Ἡ Ὑπακοὴ Ἦχος β’
Μ ετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν, φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ
Ἀντίφωνον Α ’
Ἦχος β’
ὁ α’ χορός
Ἐ ν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.
ὁ β’ χορός
Ἐ λέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ’ ἑκάστην ὥραν, ὢ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν, Θεὸς γὰρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Β ’
ὁ β’ χορός
Ε ἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῷος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;
ὁ α’ χορός
Τ οῖς ὀδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ’ ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, ζωαρχία καὶ γέρας, πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι’ Υἱοῦ δέ.
Ἀντίφωνον Γ ’
ὁ α’ χορός
Ο ἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.
ὁ β’ χορός
Ἐ ν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῷντες, οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες,…
ὁ β’ χορός
… κ αὶ Προφῆται ὁρῶσι.
Προκείμενον
ὁ α’ χορός
Ἐ ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
ὁ β’ χορός
Ἐ ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
ὁ α’ χορός
Στίχ. Κ ύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.
Ἐ ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω,…
ὁ β’ χορός
… κ αὶ συναγωγὴ λαῶν κυκλώσει σε.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ α΄ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ὁ Ἱερεὺς: Ἐ κ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
ΕΩΘΙΝΟΝ Δ’ (ΛΟΥΚΑ 24,1-12)
Τ ῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ΄ καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ Ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις΄ ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς΄ Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη. μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός .
Δ όξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσε.
Καὶ εὐθὺς ὁ Ν ’ Ψαλμὸς εἰς ἦχον β ’
Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐ πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅ τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σ οὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰ δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰ δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥ αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀ κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀ πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Κ αρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀ πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Δ ιδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥ ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κ ύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅ τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θ υσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀ γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τ ότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τ ότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρί… Ἦχος β’
Τ αῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν…
Τ αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον Ἦχος ὁ αὐτὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
Οἱ Κανόνες τοῦ Πάσχα μετὰ τῶν εἱρμῶν εἰς δ’ καὶ τῆς Θεοτόκου εἰς β’
Κανὼν τοῦ Πάσχα
ᾠ δ ὴ α’
ὁ α’ χορὸς
Ἦχος α’, ε ἱ ρμ ὸ ς
Ἀ ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
ὁ β’ χορὸς
Ἀ ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί,…
ὁ α’ χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κ αθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
ὁ β’ χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ο ὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
εἱρμὸς ὁ αὐτὸς
Κανὼν τῆς Θεοτόκου
Ἦχος α’
Οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς πρώτοις Τροπαρίοις. Θεοφάνους.
ὁ α’ χορὸς
Δ ό ξα Πατρὶ…
Θ ανατώσεως τὸν ὅρον ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.
ὁ β’ χορὸς
Καὶ νῦν…
Ἀ ναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε πρωτουργῶς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.
ᾠ δ ὴ γ’
ὁ α’ χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Δ εῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
ὁ β’ χορὸς
Δ εῦτε πόμα πίωμεν καινόν,…
ὁ α’ χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ν ῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
ὁ β’ χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Χ θὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Τῆς Θεοτόκου
ὁ α’ χορὸς
Δ ό ξα Πατρὶ…
Ἐ πὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.
ὁ β’ χορὸς
Καὶ νῦν…
Θ εὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν, ἄχραντε μεγάλυνε.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν…
ὁ β’ χορὸς
Κάθισμα
Ἦχος β’ . Τὰ ἄνω ζητῶν
Τ ὰ μύρα θερμῶς, τῷ τάφῳ προσκομίζουσαι, Γυναῖκες Σωτήρ, Ἀγγέλου τῇ λαμπρότητι, τὰς ψυχὰς ἠγάλλοντο, καὶ Θεόν σε τῶν ὅλων ἐκήρυττον, καὶ Μαθηταῖς ἐβόων΄ Ὄντως ἀνέστη ἐκ τάφου ἡ πάντων ζωή.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Ἦχος ὁ αὐτὸς
Τ ῶν Μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως, κοινὴν γὰρ ἑορτὴν σὺν αὐταῖς ἑορτάζουσιν εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι’ αὐτῶν βοῶμέν σοι΄ Φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.
ᾠ δ ὴ δ’
ὁ β’ χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Ἐ πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
ὁ α’ χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄ ρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
ὁ β’ χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡ ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
ὁ α’ χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Τῆς Θεοτόκου
ὁ β’ χορὸς
Δ ό ξα Πατρὶ…
ὁ αὐτὸς
Ὁ διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι’ ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.
ὁ α’ χορὸς
Καὶ νῦν…
Ὃ ν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν, σὺν Ἀποστόλοις αὐτὸν…
ὁ β’χορὸς
… χ αίρουσα, δόξαζε.
ᾠ δ ὴ ε’
ὁ α’ χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Ὀ ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
ὁ β’ χορὸς
Ὀ ρθρίσωμεν ὄρθρου βαθέος…
ὁ α’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τ ὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
ὁ β’ χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Π ροσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
Τῆς Θεοτόκου
ὁ α’ χορὸς
Δ ό ξα Πατρὶ…
Φ ωτίζεται θείαις ἀκτῖσι, καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται, τῶν εὐσεβῶν ἡ ὁμήγυρις.
ὁ β’ χορὸς
Καὶ νῦν…
Ο ὐκ ἤνοιξας πύλας Παρθένου, ἐν τῷ σαρκοῦσθαι μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως, ὅθεν ἐξαναστάντα σε,…
ὁ α’ χορὸς
…θ εασαμένη ἠγάλλετο.
ᾠ δ ὴ ς’
ὁ β’ χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Κ ατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
ὁ α’ χορὸς
Κ ατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς,…
ὁ β’ χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φ υλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.
ὁ α’ χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σ ῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Τῆς Θεοτόκου
ὁ β’ χορὸς
Δ ό ξα Πατρὶ…
Ἀ νῆκται τὸ πάλαι κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.
ὁ α’ χορὸς
Καὶ νῦν…
Κ ατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή, κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ βασιλε ύ ς…
Κοντάκιον Αὐτόμελον
Ἦχος β’
Τ ὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς προμήτορος Εὔας κατέπαυσας, τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας, ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.
Ὁ Οἶκος
Ἐ πὶ τὸν τάφον σου Σωτήρ, αἱ Μυροφόροι πορευόμεναι, πρὸς ἑαυτὰς διηπόρουν τῷ νοΐ, καὶ ἐφθέγγοντο. Τίς ἡμῖν τὸν λίθον ἀποκυλίσει τοῦ μνήματος; Καὶ ἀναβλέψασαι, ὁρῶσιν ὅτι ὁ λίθος ἀποκεκύλισται, τῇ μορφῇ δὲ τοῦ Ἀγγέλου σὺν τῇ στολῇ ἐθαμβοῦντο, συνείχοντο δὲ τρόμῳ, καὶ φεύγειν ἐνόμιζον, καὶ πρὸς αὐτὰς ὁ νεανίσκος ἐβόησε. Μὴ φοβεῖσθε ὑμεῖς, ὃν ζητεῖτε, ἀνέστη, δεῦτε, ἴδετε τὸν τόπον, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ταχὺ πορευθεῖσαι, ἀπαγγείλατε τοῖς Μαθηταῖς, ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ ΚΒ ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Συκεώτου, Ἐπισκόπου Ἀναστασιουπόλεως.
Στίχοι
Καὶ Θεοδώρῳ, καὶ νεκρῷ Θεοδώρου,
Τὸ θαυματουργεῖν δῶρον ἐκ Θεοῦ μέγα.
Εἰκάδι δευτερίῃ Συκεώτην τύμβος ἔκρυψεν.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νέαρχος πυρὶ τελειοῦται.
Στίχοι
Τοῦ πρὸς σέ, Σῶτερ, ἐμπύρου θείου πόθου,
Νέαρχος εἶπεν, οὐδὲ πῦρ με χωρίσει.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ναθαναήλ, ὃς ἐστι Σίμων ὁ Ζηλωτής, ἤτοι ἡ ἀνάμνησις τῆς πρὸς τὸν Χριστὸν αὐτοῦ γνωρίσεως.
Στίχοι
Τὸν Ναζαρηνὸν γνοὺς Ναθαναὴλ μέγαν,
Τὴν Ναζαρὲτ σίγησον ἄχρηστον λέγειν.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῶν ἁγίων γυναικῶν Μυροφόρων ἑορτὴν ἑορτάζομεν, ἔτι δὲ μνείαν ποιούμεθα καὶ τοῦ ἐξ Ἀριμαθαίας Ἰωσήφ, ὅς ἦν μαθητὴς κεκρυμμένος, πρὸς δέ, καὶ τοῦ νυκτερινοῦ μαθητοῦ Νικοδήμου.
Στίχοι
Χ ριστῷ φέρουσιν αἱ Μαθήτριαι μύρα.
Ἐ γὼ δὲ ταύταις ὕμνον, ὡς μύρον φέρω.
Τ αῖς τῶν ἁγίων Μυροφόρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορὸς
Καταβασ ί α
Ἦχος α’
Ἀ ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
ὁ β’ χορὸς
Δ εῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,…
ὁ α’ χορὸς
… ἐ ν ᾧ στερεούμεθα.
ὁ β’ χορὸς
Ἐ πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
ὁ α’ χορὸς
Ὀ ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
ὁ β’ χορὸς
Κ ατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
ὁ α’ χορὸς
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ὁ β’ χορὸς
Στίχ. Α ἰ νο ῦ μεν, ε ὐ λογο ῦ μεν, καί προσκυνο ῦ μεν τ ὸ ν Κ ύ ριον.
Α ὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν ε ἰ ς το ὺ ς α ἰῶ νας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ᾠ δ ὴ θ’
ὁ α’ χορὸς
Στίχ. Μ εγάλυνον, ψυχή μου, τόν ἐθελουσίως παθόντα καί ταφέντα καί ἐξαναστάντα τριήμερον ἐκ τάφου.
ὁ ε ἱ ρμ ὸ ς
Φ ωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
ὁ β’ χορὸς
Στίχ. Μ εγάλυνον, ψυχή μου, τόν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστόν τόν ζωοδότην.
Φ ωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ,…
ὁ α’ χορὸς
Στίχ. Χ ριστός τό καινόν Πάσχα, τό ζωόθυτον θῦμα, ἀμνός Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν κόσμου.
Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς, μεθ’ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
ὁ β’ χορὸς
Στίχ. Σ ήμερον πᾶσα κτίσις ἀγάλλεται καί χαίρει, ὅτι Χριστός ἀνέστη καί ῞ᾼδης ἐσκυλεύθη.
Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.
ὁ α’ χορὸς
Τῆς Θεοτόκου
Δ ό ξα Πατρί…
Στίχ. Μ εγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.
Σ υμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι’ ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν…
Στίχ. Χ αῖρε, Παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη· σός γάρ Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Ε ὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός, ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.
Καταβασ ί α
ὁ α’χορὸς
Στίχ. Ὁ ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φ ωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει το ῦ τ ό κου σου.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐ ξαποστειλ ά ριον
Ἦ χος β’
ὁ α’ χορός
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅ τι ἅγιός ἐστι.
Ἐ ξαποστειλ ά ριον α ὐ τ ό μελον
ὁ α’ χορὸς
Ἦ χος β’
Σ αρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
ὁ β’ χορός
Ἕτερον τῶν Μυροφόρων αὐτόμελον
Ἦχος ὁ αὐτὸς
Γ υναῖκες ἀκουτίσθητε, φωνὴν ἀγαλλιάσεως, Τύραννον ᾍδην πατήσας, φθορᾶς ἐξήγειρα κόσμον, δράμετε φίλοις εἴπατε, τοῖς ἐμοῖς εὐαγγέλια, βούλομαι γὰρ τὸ πλάσμα μου, χαρὰν ἐκεῖθεν αὐγάσαι, ἐξ ἧς προῆλθεν ἡ λύπη.
AINOI
ὁ α’ χορός
Ἦχος β’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Π ᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ε ἰπάτωσαν Ἰουδαῖοι, Πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα: διὰ τί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; Ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν, Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν, δόξα σοι.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Χ αίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο, εἰπών, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας΄ Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἄ γγελος μὲν τό, Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν, ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν, Διὸ βοῶμέν σοι, Εὐεργέτα τῶν ἁπάντων Κύριε, δόξα σοι.
Ε ἶ τα τ ὰ Στιχηρ ὰ το ῦ Π ά σχα μετ ὰ τ ῶ ν Στ ί χων α ὐ τ ῶ ν.
ὁ α’ χορός
Ἦ χος πλ. α’
Στ ί χ. Ἀ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Π άσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
ὁ β’ χορός
Στ ί χ. Ὡ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δ εῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ’ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
ὁ α’ χορός
Στ ί χ. Ο ὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Α ἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
ὁ β’ χορός
Στ ί χ. Α ὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Π άσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις.
ὁ α’ χορός
Δόξα Πατρί… Ἑωθινόν Β’ Ἦχος β’
Μ ετὰ μύρων προσελθούσαις, ταῖς περὶ Μαριὰμ γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς. Ἠγέρθη γὰρ φησιν, Ἰησοῦς ὁ Κύριος, διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς, εἰς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην καὶ Κύριον.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… ἦχος πλ.α’
Ἀ ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν΄ Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Δοξολογία Μεγάλη
εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὀ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ παρόν Ἀναστάσιμον Τροπάριον
Ἦχος β ’.
Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Μετά τό· «Ε ὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.
Ἀ ντ ί φωνον α’
Ἦ χος β’
Στ ί χ. Ἀ λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Στ ί χ . Ψ άλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στ ί χ. Ε ἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στ ί χ. Π ᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δ ό ξα Πατρὶ…Κα ὶ ν ῦ ν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀ ντ ί φωνον β’
Ἦ χος ὁ α ὐ τ ὸ ς
Στ ί χ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στ ί χ. Τ οῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Στ ί χ. Ἐ ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Στ ί χ. Ε ὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν…
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀ ντ ί φωνον γ’
Ἦ χος πλ. α’
Στ ί χ. Ἀ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στ ί χ. Ὡ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Χ ριστὸς ἀνέστη…
Στ ί χ. Ο ὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χ ριστὸς ἀνέστη…
Στ ί χ. Α ὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χ ριστὸς ἀνέστη…
Ε ἰ σοδικ ὸ ν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἐ ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…
…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Ε ἶ τα
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος β’
Ὅ τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Τ αῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος ἀλλὰ κραυγάσατε, ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
τὸ ἀπολυτίκιον τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Ἦ χος β’
Ε ἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρ έ χων ἀ ν ά στασιν.
Τρισάγιον
᾽Απόστολος
Κυριακῆς Γ´ τῶν Πράξεων· (Πράξ. ς´ 1-7).
Προκείμενον ἦχος β’.
Ἰ σχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.
Στίχ. Π αιδεύων ἐπαίδευσέ με ὁ Κύριος.
Πρ ά ξεων τ ῶ ν Ἀ ποστ ό λων τ ὸ Ἀ ν ά γνωσμα
Ἐ ν ταῖς ἡμεραῖς ἐκείναις, πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους͵ ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν͵ Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις· ἐπισκέψασθε δέ͵ ἀδελφοί͵ ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ πλήρεις πνεύματος καὶ σοφίας͵ οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους͵ καὶ ἐξελέξαντο Στέφανον͵ ἄνδρα πλήρη πίστεως καὶ πνεύματος ἁγίου͵ καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα͵ οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων͵ καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν͵ καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα͵ πολύς τε ὄχλος τῶν ἱερέων ὑ π ή κουον τ ῇ π ί στει.
Ἀ λληλούϊα (γ’ ) Ἦχος β ΄
Ἐ πακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως.
Στίχ . Κ ύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν.
Εὐαγγέλιον
Κυριακῆς τῶν Μυροφόρων· (Μάρκου ιε´ 43– ις´ 8).
Τ ῷ καιρῷ ἐκείνῳ, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται. Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. καὶ λίαν πρωῒ τς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ’ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐ φοβο ῦ ντο γ ά ρ .
Δόξα Σοι Κύριε, δόξα Σοι.
Εἰς τὸ Ἐξαιρέτως
Ἦ χος α’
Στ ί χ. Ὁ ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φ ωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει το ῦ τ ό κου σου.
Κοινωνικ ὸ ν
εἰς ἦχον β’
Σ ῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.
Ἀ ντ ὶ το ῦ «Ε ἴδομεν τὸ φῶς…»
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)
Ἀ πόλυσις
«…ὁ ἀναστάς ἐκ νεκρῶν…»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.