ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΚΑΡΣΛΙΔΗ(2017)

4 ΝΟΕΜΒΡΙΟΥ 2017

+Μνήμη τοῦ Ὁσίου  Γεωργίου τοῦ Καρσλίδη

Αποτέλεσμα εικόνας για ΟΣΙΟΣ ΓΕΩΡΓΙΟΣ ΚΑΡΣΛΙΔΗΣ

 +Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἰωαννικίου τοῦ Μεγάλου

+Μνήμη τῶν ἁγίων Ἱερομαρτύρων, Νικάνδρου, Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου.

Τ ΠΑΡΑΣΚΕΥ ΕΣΠΕΡΑΣ (03/11/2017)

 

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν……

  • Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α’ στάσιν.

ὁ α’ χορός

Ἦχος α’.  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Τῶν οὐρανίων ταγμάτων.

Διαθερμαίνεις καρδίας πιστῶν Γεώργιε, πρὸς μίμησιν ἀγώνων, ὑπὲρ φύσιν σου πάτερ, καὶ ζῆλον ἐπαυξάνεις πάντων ἡμῶν, πρὸς τῆς κλίμακος ἄνοδον, τῶν ἀρετῶν ὧν ἐδείχθης ὑπογραμμός, καὶ κανὼν καὶ γνώμων Ὅσιε.

ὁ β’ χορός

Στίχ.  Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.

ργυρουπόλεως γόνον τοῦ Πόντου βλάστημα, καὶ μυροβόλον κρίνον, Δράμας μέλψωμεν πάντες, Γεώργιον Καρσλίδην τὸν θεαυγῆ, ὡς τῆς χάριτος σκήνωμα, ὁσίων κέρας καὶ κλέισμα τιμαλφές, ὁμολογητῶν τῆς πίστεως.

ὁ α’ χορός

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Τῆς διακρίσεως βάθρον καὶ διοράσεως, τὸν φωτοφόρον λύχνον, ἐπαινέσωμεν ὕμνοις, Γεώργιον τὸν νέον ἐν ἀσκηταῖς, θεοσόφοις ἀμάρυγμα, φωταγωγοῦν προστασίας αὐτοῦ βολαῖς, Ὀρθοδόξων τὰ συστήματα.

ὁ β’ χορός

Στίχ.   Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Σκληραγωγούμενος, πόθῳ σεπτὲ Γεώργιε, εἰς Γεωργίας Μάνδραν, σὴν ροπὴν τὴν ἁγίαν, κατέδειξας τοῖς πᾶσι καὶ μοναστῶν ἀνεδείχθης ὑπόδειγμα· διὸ καὶ χάριν ἀπείληφας ἐκ Θεοῦ, θεραπεύειν τὰ νοσήματα.

Στιχηρὰ τοῦ Ὁσίου

ὁ α’ χορός

Ἦχος δ’

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἐγκρατείας τοῖς βέλεσι, τὸν ἐχθρὸν ἐτραυμάτισας καὶ τὰς τούτου φάλαγγας ἐξεπόρθησας· διὸ τῆς νίκης ἀπέλαβες, βραβεῖα Μακάριε, παρ’ αὐτοῦ τοῦ κραταιῶς, σὲ Χριστοῦ ἐνισχύσαντος· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Θεωρίας τῆς κρείττονος, ἐπιβὰς παμμακάριστε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν τῷ σώματι, παρεῖδες, καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω ἀοίδιμε, θείῳ Πνεύματι, ὁδηγούμενος· ὅθεν Μοναζόντων, ὁδηγὸς κανὼν καὶ τύπος, γέγονας πίστει περίδοξος.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τῶν χαρίτων τοῦ Πνεύματος, ταῖς ἐνθέοις ἐλλάμψεσι, φαιδρυνθεὶς θεόφρον Ἰωαννίκιε, φωστὴρ ἐδείχθης τοῖς πέρασιν, ὀδύνας κακώσεων, καὶ τὸ σκότος τῶν παθῶν, ἀπελαύνων πρεσβείαις σου, καὶ ῥυόμενος, νοσημάτων παντοίων καὶ κινδύνων, τους ἐν πίστει ἐκτελοῦντας, τὴν παναοίδιμον μνήμην σου.

Στιχηρὰ τῶν ἁγίων Ἱερομαρτύρων

ὁ β’ χορός

Ἦχος β’

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ

Ὅτε, ἐκ τοῦ ξύλου σε

Κλῆσιν, τὴν φερώνυμον πλουτῶν, ἐκ τῆς τοῦ Θεοῦ προμηθείας, ταύτην τοῖς πράγμασι, Μάκαρ ἐπεσφράγισας, καὶ ἐβεβαίωσας· πολεμίων γὰρ σύστημα, καὶ στῖφος τυράννων, ἐν τῇ καρτερίᾳ σου κατεπολέμησας· ὅθεν νικητήρια φέρων, πίστει ἀνεκραύγαζες· Δόξα, τῷ ἀμάχῳ κράτει σου φιλάνθρωπε.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Μύρα, εὐωδέστατα ἡμῖν, τὰ τῶν ἰαμάτων ἐκβλύζεις, σήμερον Νίκανδρε, ἐν τῇ θείᾳ μνήμῃ σου, καὶ ἀπελαύνεις Σοφέ, δυσωδίαν τῶν θλίψεων, καὶ πάθη σωμάτων, καὶ πλουσίας χάριτος, πληροῖς τὸν σύλλογον, πάντων τῶν Χριστῷ ἐκβοώντων· Σὺ εἶ τὸ ἀκένωτον μύρον, τὸ εὐωδιάζον τοὺς ὑμνοῦντάς σε.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ἔχων, παρρησίαν πρὸς Χριστόν, τὸν ἐνδοξαζόμενον μόνον, ἐν τοῖς Ἁγίοις αὐτοῦ, τοῦτον καθικέτευε, Ὅσιε Νίκανδρε, ὑπὲρ πάντων τῶν πόθῳ σου, τελούντων τήν μνήμην, καὶ ἀνευφημούντων σου, τὰ κατορθώματα, ὅπως τῶν ἀφράστων ἐκείνων, θείων ἀγαθῶν καὶ τῆς δοξης, κοινωνοὶ γενώμεθα πρεσβείαις σου.

 ὁ α’ χορός

Δξα Πατρί… Ἦχος πλ. α´.

Τὸν διακριτικὸν Ὅσιον, τὸν ἔχοντα πάντοτε λόγον ἅλατι ἠρτυμένον καὶ νουθετῶντα καὶ διδάσκοντα τοὺς αὐτῷ προσιόντας, Γεώργιον, τὸν τῆς Ἀναλήψεως τοῦ Σεμνείου σεπτὸν δομήτορα, εὐσχημόνως τιμήσωμεν καὶ ἐν κατανύξει αὐτῷ βοήσωμεν· ὁ πλήθους χριστωνύμων ἐξαγορεύσας τὰ παραπτώματα καὶ ὁδηγήσας αὐτὸ πρὸς ἀρετῆς κτῆσιν καὶ τελείωσιν, ὁδήγησον καὶ ἡμᾶς εὐχαῖς σου πρὸς σωτηρίαν, τοὺς μεγαλύνοντας τοὺς ἀτρύτους πόνους σου καὶ εὐλαβῶς προσκυνοῦντας τὴν χαριτόβρυτον σορὸν τῶν πανιέρων λειψάνων σου.

ὁ β’ χορός

Κα νν… Θεοτοκίον

ν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς΄ Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Παρασκευῇ ἑσπέρας Ἦχος βαρὺς

 ὁ α’ χορός

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

 ὁ β’ χορός

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

 ὁ α’ χορός

Στίχ. ξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

Και τα΄Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β´ 1 – 11)

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α´ 1 – 10)

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 1 – 9)

Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες …..

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν …….

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελον. Ἦχος α´.

Τὸν τῆς Ἀργυρουπόλεως γόνον καὶ Πόντου τὸ περίδοξον βλάστημα, Γεώργιον, τὸν ἐξαιρέτως ἐν 2ράμᾳ τιμώμενον Ὅσιον, ὡς νεόδμητον ἔπαλξιν πίστεως τιμήσωμεν κράζοντες· ἀρετῶν πρόβολε καὶ χαρίτων θείων κειμήλιον, ὁ Χριστῷ συναγαλλόμενος ἐν σκηναῖς οὐρανίαις, μὴ παύσῃ Αὐτὸν ἡμῖν ἱλεούμενος τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

πστιχα

Ες τν Στίχον.

      ὁ α’ χορός

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις, ὁ ἐν ἐσχάτοις καιροῖς, ὁσιοτάτων ἀσκητῶν κατορθώματα, ἐρήμου τῆς Παλαιστίνης, καὶ τῆς Αἰγύπτου λαμπρῶς, ἀναζωγραφήσας πάτερ ὅσιε, τρισμάκαρ Γεώργιε, γόνε Ἀργυρουπόλεως, Ποντίων εὖχος, Ἐκκλησίας ὡράισμα, Δράμας σέμνωμα, καὶ νεόφωτον πύρσευμα, Μάνδρας τῆς Ἀναλήψεως Χριστοῦ ἐνθεώτατε, ἐξ οὐρανίου εὐκλειας ὁ περισκέπων ἀείποτε, τοὺς σοὶ προσιόντας, καὶ τιμῶντάς σου τὴν μνήμην ψαλμοῖς καὶ ᾄσμασι.

  • ὁ β’ χορός

Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Χαίροις, ὁ ἀγαπήσας Χριστόν, ἐκ τῆς νεότητος σου χρόνων Γεώργιε, καὶ ὅλον ἀφιερώσας βίον Αὐτῷ σὸν σεπτόν, κλέισμα Ποντίων πολυτίμητον· Αὐτοῦ θείᾳ χάριτι, φυλακὴν καθυπέμεινας, καὶ διεσώθης, ἐκ θανάτου πανόλβιε, ἵνα στέφανον, λάβῃς ὁμολογίας σου, καὶ κατὰ πνεῦμα τέκνα σου ἐκ τοῦ αἰωνίζοντος, σώσῃς θανάτου εὐχαῖς σου καὶ διδαχαῖς θεοπνεύστοις σου, σοφὲ ποδηγέτα, εὐσεβῶν καὶ κατευθῦντορ αὐτῶν πρὸς θέωσιν.

  • ὁ α’ χορός

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ ταπεινὸς ἀσκητής, τῆς ἀσιτίας ἐραστὴς καὶ τῆς νήψεως, εὐχῆς τῆς ἀδιαλείπτου ὁ φωτοφόρος ἀστήρ, Μάνδρας θεῖε κτίτορ Ἀναλήψεως, τῆς Δράμας Γεώργιε, θείου Πνεύματος ὄργανον, καὶ ὁδοδείκτα, τῶν πιστῶν πρὸς τελείωσιν, ἐκβοῶμέν σοι, φιλοσίων οἱ σύλλογοι· πρέσβευε οὖν μακάριε, ὑπὲρ τῶν τιμώντων σε, καὶ ἐκτελούντων σὴν μνήμην τὴν σεβασμίαν καὶ πάμφωτον, Χριστῷ τῷ Σωτῆρι, τῷ παρέχοντι εὐχαῖς σου ἡμῖν τὸ ἔλεος

 ὁ β’ χορός

Δξα Πατρί… Ἦχος πλ. δ´.

Τὸν ἐν ἀσθενικῷ σώματι κρύπτοντα ὑγιεστάτην καρδίαν, καὶ μνήμην διηνεκῆ ἔχοντα θανάτου, Γεώργιον, τοὐπίκλην Καρσλίδην, τὸν ἀοίδιμον, μελισταγέσιν εὐφημήσωμεν ᾄσμασιν· οὖτος γὰρ τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβὼν ἐπωμάδιον ἀγογγύστως διήνυσε τῆς ἀσκήσεως τὸ στάδιον καὶ Μονὴν τῇ Αὐτοῦ Ἀναλήψει ἐν Δράμᾳ ἐδόμησεν· ἣν ἐργαστήριον εὐχῆς καὶ ὁσιότητος ἀνέδειξεν· ἐν αὐτῇ καὶ τὸν ἀγῶνα καλῶς τελέσας μετέστη ἐκ τοῦ θανάτου πρὸς τὴν ζωήν, ἵνα Χριστῷ συνεῖναι, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα καὶ πλούσιον ἔλεος.

 ὁ α’ χορός

Κα νν… Θεοτοκίον ἦχος ὁ αὐτὸς

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

                                                 ὁ προεστὼς: Νῦν ἀπολύεις ….Τρισάγιον….

ὁ α’ χορὸς

 Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

ναλήψεως Μάνδρας σεπτῆς δομήτορα, χαροποιοῦ πένθους μύστην καρδιακῆς προσευχῆς, ταπεινώσεως καὶ νήψεως τὸ ἔσοπτρον, ὕμνοις Γεώργιον πιστοί, ὥσπερ ὁμολογητῶν τιμήσωμεν νέον εὖχος, βοῶντες· φρούρει θεόθεν σημειοφόρε τοὺς ἱκέτας σου

          ὁ β’ χορός

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Tὴν ἐπίγειον δόξαν, πάτερ, κατέλειπες καταυγασθεὶς τῇ ἐλλάμψει τῆς ἐπινοίας Θεοῦ, ὅθεν ἔφανας ἐν γῇ ὡς ἄστρον ἄδυτον· θείας φωνῆς γὰρ ὡς Μωσῆς μυστικῶς ἀξιωθείς, ἰσάγγελος ἀνεδείχθης καὶ δωρημάτων ταμεῖον, Ἰωαννίκιε μακάριε.

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος γ’. Θείας πίστεως.

Γνῶσιν ἔνθεον, καρποφόρησαν, ὡς ὁμότροπος, τῶν Ἀποστόλων, ἐν ἱερεύσι πιστὸς ἐχρημάτισας καὶ μαρτυρίου τοὶς σκάμμασι Νίκανδρε, συγκοινωνὸν τὸν Ἑρμαῖον ἐκέκτησο, μεθ’ οὐ πρέσβευε, Κυρίω τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Κα νν… Θεοτοκον  ατς

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ  καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

πόλυσις  

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν….»

https://agioskosmasoaitolos.wordpress.com

3 ΝΟΕ17 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΚΑΡΣΛΙΔH

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s