ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΙΠΠΟΥ (2015)

14 ΝΟΕΜΒΡΙΟΥ 2015

     Σάββατον

† Φιλίππου τοῦ ἀπο­στό­λου ἐκ τῶν ιβ΄ (α΄ αἰ.). Γρηγορίου ἀρχιεπισκόπου Θεσ­σα­λο­νίκης τοῦ Παλαμᾶ (†1340), Κωνσταντί­νου νεομάρτυρος τοῦ ῾Υδραίου (†1800).


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος γ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

Ἀπολυτίκιον  Ἦχος γ’

ὁ α’ χορὸς

Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ  ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορός  

Δόξα Πατρί…

Ἀπόστολε Ἅγιε Φίλιππε…

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  τι σν τ κρτος… 

Μετὰ τὴν Α’ Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

ὁ α’ χορὸς

Ἦχος πλ. β’

Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας, δι’ αὐτῶν ὁ Θεός, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

 ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός. 

Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικοὶ αἰκισμοὶ ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι.

 ὁ α’ χορὸς

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος,πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. 

Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, σήμερον ἀνεδείχθη, ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ Κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος. 

ὁ β’ χορὸς

Δόξα… Νεκρώσιμον

Ἀληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή· ὅτε τὸν Κόσμον κερδήσωμεν, τότε τῷ τάφῳ οἰκήσωμεν, ὅπου ὁμοῦ βασιλεῖς καὶ πτωχοί. Διὸ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας δούλους σου ἀνάπαυσον, ὡς φιλάνθρωπος.

ὁ α’ χορὸς

Καὶ νῦν … Θεοτοκίον

Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις. Συγχάρητέ μοι, ὅτι εὑρέθηἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, Θεὸς δόξα σοι.

Ὁ Ν’ ψαλμὸς χύμα 

ΚΑΝΟΝΕΣ

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς.

Λόγοις γεραίρω τοὺς ἐραστὰς τοῦ Λόγου. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος πλ. β’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Ὁ αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθών, ἐν μέσῳ τῆς θαλάσσης ἀνεβόα· Κυρίῳ τῷ Θεῷ ἡμῶν ᾄσωμεν, ὅτι δεδόξασται.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Λελαμπρυσμένῳ νοΐ, τοὺς σκοτεινοὺς περὶ τὸ φῶς, δυσσεβοῦντας τυράννους οἱ Μάρτυρες αἰσχύναντες, πρὸς ἀνέσπερον φέγγος, νικηφόροι γενόμενοι, σοφῶς μετέβησαν.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

 Οἱ Ἱεράρχαι Χριστοῦ, τῶν Ὁσίων ὁ χορός, Προφητῶν καὶ Δικαίων ἁπάντων ὁμήγυρις, ἀρετῶν ταῖς ἰδέαις, ἀστραπτόμενοι ἔφθασαν, πρὸς οὐρανίους σκηνάς.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

 Γυναίων πᾶσα πληθύς, προσῳκειώθη τῷ Θεῷ, καὶ τὴν Εὔαν τὸν δεινῶς ἀπάτῃ θανατώσαντα, συμπατήσασα πόνοις, ἀνδρικοῖς μακαρίζεται, ἐνθέοις ᾄσμασι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὁ ἀπὸ γῆς κατ’ ἀρχάς, πλάσας τὸν ἄνθρωπον Χριστέ, τὰς ψυχὰς τῶν σῶν δούλων, ἀνάπαυσον δεόμεθα, ἐν σκηναῖς τῶν δικαίων, καὶ ἐν τόποις ἀνέσεως, ὡς Ὑπεράγαθος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἱερωτέρα Ἁγνή, τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἀνεδείχθης τεκοῦσα, τὸν ποιητὴν τῆς κτίσεως, ὃν ἀπαύστως δυσώπει, οἰκτειρῆσαι τοὺς δούλους σου, τοὺς σὲ δοξάζοντας.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς.

Ἕκτον προσαυδῶ τοῖς ἀπελθοῦσι μέλος.

Ποίημα Θεοφάνους.

Ὁ Εἱρμὸς

Ὡς ἐν ἠπείρῳ

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Ἐν οὐρανίοις θαλάμοις διηνεκῶς, οἱ γενναῖοι Μάρτυρες, δυσωποῦσί σε Χριστέ. Οὓς ἐκ γῆς μετέστησας πιστούς, αἰωνίων ἀγαθῶν, τυχεῖν ἀξίωσον.

 ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. 

Κατακοσμήσας τὰ πάντα ζῶον μικτόν, μέσον με τὸν ἄνθρωπον, ταπεινότητος ὁμοῦ, καὶ μεγέθους ἔπλασας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σῶτερ ἀνάπαυσον.

 ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. 

Τοῦ παραδείσου πολίτην καὶ γεωργόν, κατ’ ἀρχάς με ἔταξας, παραβάντα δὲ τὴν σήν, ἐντολὴν ἐξώρισας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σῶτερ ἀνάπαυσον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὁ ἐκ πλευρᾶς διαπλάσας Εὔαν τὸ πρίν, τὴν ἡμῶν προμήτορα, ἐξ ἀχράντου σου γαστρός, σάρκα περιβάλλεται δι’ ἧς, τοῦ θανάτου τὴν ἰσχύν, Ἁγνὴ διέλυσε.

Καὶ τοῦ Ἀποστόλου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Τὸν εὐκλεῆ Φίλιππον ὑμνῶ προφρόνως. Θεοφάνους.

ᾠδὴ α’  Ἦχος πλ. β’

Εἱρμὸς

Ὡς ἐν ἠπείρῳ

ὁ α’ χορός

Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ταῖς ὑπερφώτοις ἀκτῖσι τῆς τοῦ Χριστοῦ, θεϊκῆς λαμπρότητος, ἐνηδόμενος τρανῶς, θεοκῆρυξ Φίλιππε ταῖς σαῖς, κατὰ μέθεξιν αὐγαῖς, ἡμᾶς καταύγασον.

ὁ β’ χορός

Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ τοῦ Πατρός σοι τὴν δόξαν δι’ ἑαυτοῦ, ὑποδείξας Φίλιππε, τῷ  χορῷ τῶν Μαθητῶν, σὲ Χριστὸς ἐνέταξε τὴν σήν, προγινώσκων ἀρετήν, θεομακάριστε.

ὁ α’ χορός

Δόξα Πατρί…

Νῦν  οὐκ αἰνίγμασι βλέπεις οὐδὲ σκιαῖς, οὐδ’ ἐσόπτροις Πάνσοφε, τὴν πηγὴν τῶν ἀγαθῶν, ὀρεκτῶν τὸ ἔσχατον Xριστόν, ἀλλὰ πρόσωπον ὁρᾷς, σαφῶς πρὸς πρόσωπον.

ὁ β’ χορός 

Καὶ νῦν… Θεοτοκίον

Ἐκλελοιπότων Ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθὼν Ἡγούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς, νῦν  ἐβασίλευσεν.

ᾨδὴ γ’ Ὁ Εἱρμὸς

 ὁ α’ χορὸς

Ἐν τῇ στερρᾷ, τῆς πίστεώς σου πέτρᾳ, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον Κύριε· σὲ γὰρ ἔχω ἀγαθέ, καταφυγὴν καὶ στερέωμα.

  ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σωματικοῖς, ὁμιλοῦντες νῦν πόνοις, οἱ Ἀθληταί, τὴν ἄπονον ἐσκόπουν, ἀντίδοσιν χαίροντες, καὶ νῦν παύουσιν ἡμῶν, πόνους παντοίους ἐν χάριτι.

  ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Γνώμῃ στερρᾷ, σοβοῦντες τὰ θηρία, τὰ πονηρά, οἱ θεῖοι Ἱεράρχαι, ἐρρύσαντο ἄτρωτα, τῆς κακίας τῆς αὐτῶν, τὰ τοῦ Χριστοῦ θεῖα θρέμματα.

  ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Ἐθελοντί, ζυγὸν τὸν τοῦ Κυρίου, ὑπεισελθών, χορὸς ὁ τῶν ὁσίων, ἐνέκρωσε φρόνημα, τῆς σαρκὸς καὶ τὴν ζωήν, τὴν δι’ αἰῶνος ἀπέλαβε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Ῥῦσαι πυρός, Χριστὲ τοῦ αἰωνίου, τοὺς εὐσεβῶς, τοῦ βίου μεταστάντας, καὶ δὸς αὐτοῖς ἄφεσιν, ὀφλημάτων ἀγαθέ, καὶ αἰωνίαν ἀπόλαυσιν.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον 

Αἱ τὸν Χριστόν, ποθήσασαι Γυναῖκες, σὲ τὴν αὐτόν, ἀρρήτως τετοκυῖαν, πανάχραντε Δέσποινα, γεγηθότι λογισμῷ, παρεστῶσαι νῦν χορεύουσι.

Κανὼν τῶν Κοιμηθέντων

Ὁ Εἱρμὸς

Οὐκ ἔστιν Ἅγιος

 ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

 Νομίμως ἤθλησαν οἱ σοί, Μάρτυρες ζωοδότα, καὶ στεφάνῳ τῆς νίκης, κοσμηθέντες παρὰ σοῦ, τοῖς μεταστᾶσι πιστοῖς, αἰωνίαν λύτρωσιν αἰτοῦσί σε.

  ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

 Παιδεύσας πρότερον πολλοῖς, τέρασι καὶ σημείοις, ἐμὲ τὸν πλανηθέντα, ἐπ’ ἐσχάτων σεαυτόν, κενώσας ὡς συμπαθής, καὶ ζητήσας εὗρες καὶ διέσωσας.

  ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. 

Ῥεόντων ἄστατον φοράν, τοὺς πρὸς σὲ διαβάντας, ἐν σκηναῖς αἰωνίοις, κατοικεῖν χαρμονικῶς, ἀξίωσον Ἀγαθέ, δικαιώσας πίστει τε καὶ χάριτι.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον 

Οὐκ ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ, συνέλαβες ἐν γαστρί, τοῦ θανάτου λύσαντα τὴν δύναμιν.

ᾠδὴ γ’

ὁ α’ χορός

Εἱρμὸς

Οὐκ ἔστιν ἅγιος ὡς σύ

Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑπάρχων ἔμπλεως φωτός, πρακτικῆς θεωρίας, τῷ  φωτὶ τῷ  μεγάλῳ, γενομένῳ μεθ’ ἡμῶν, κατηξιώθης Χριστῷ, λειτουργῆσαι, Φίλιππε θεσπέσιε.

ὁ β’ χορός

Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Κρηπὶς δογμάτων εὐσεβῶν, ἡ σὴ μυσταγωγία, τοῖς πιστοῖς ἀνεδείχθη· δι’ αὐτῆς γὰρ τὸν Υἱόν, ἐπέγνωμεν συμφυῶς, ἡνωμένον, ὄντα τῷ  Γεννήτορι.

ὁ α’ χορός

Δόξα Πατρί…

Λυχνία γέγονας χρυσῆ, δᾳδουχῶν τοῖς ἀνθρώποις, τὸ ἀΐδιον φέγγος, καὶ φωτίζων τῇ    αὐτοῦ, τὴν οἰκουμένην σαφῶς, ἐπιγνώσει, Φίλιππε πανάριστε.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Ἐπὶ σοὶ πάναγνε σεμνή, πεποιθὼς μὴ ἐκπέσω, τῆς εἰς σὲ προσδοκίας, ἀλλ’ ὡς Μήτηρ συμπαθής, τοῦ φιλανθρώπου Θεοῦ, τῶν παγίδων, τοῦ ἐχθροῦ με λύτρωσαι.

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σ ε Θες μν,…

ὁ α’ χορός

Κάθισμα  Ἦχος πλ. δ’ – Τὴν Σοφίαν καὶ Λόγον

Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ  Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορὸς 

Δόξα Πατρί…Ὅμοιον

Ὀμβροφόρος νεφέλη πνευματική, ἀληθῶς ἀνεδείχθης τοῖς ἐπὶ γῆς, ποτίζων ὡς ἄρουραν, μυστικῶς τὰς καρδίας ἡμῶν· διαδραμὼν γὰρ τῷ  λόγῳ, δροσίζεις τὰ πέρατα, ὑετοὺς προχέων, τὰ μύρα τῇ λάρνακι· ὅθεν διαπνεύσας, ταῖς ἀπίστοις καρδίαις, ὀσμὴν τὴν τοῦ Πνεύματος, ἐν αὐταῖς ἐθησαύρισας, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον Ὅμοιον

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τι πράξαι, οὐδὲ καταφύγιον, ἀλλ’ ουδ’ ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι· Φεῦ μοι τῷ  ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν  προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον· Πρέσβευε τῷ  σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα ἀνέθηκα Δέσποινα

ᾨδὴ δ’ Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην· δόξα τῇ δυνάμει σου Κύριε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἱστάμενοι ἔβλεπον, τὸν ἀλαζόνα οἱ Ἀθλοφόροι, πρὸ ποδῶν αὐτῶν πατούμενον, καὶ τὸν πάντων Κτίστην, εὐχαρίστως ἐδόξαζον.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

 Ῥημάτων λαμπρότητος, οἱ Ἱεράρχαι καθοπλισθέντες, πρὸς τὸ φῶς τῆς ἐπιγνώσεως, τοὺς ἀνθρώπους, σκότους τῶν αἱρέσεων ἔσωσαν.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Ὡς ἄνθρακες ὤφθησαν, τῇ πρὸς τὸ θεῖον θερμῇ συνέσει, καὶ τὰ πάθη καταφλέξαντες, τὰ ὑλώδη, Ὅσιοι μεγάλως δοξάζονται.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Τῶν ζώντων τε Κύριε, καὶ τῶν θανόντων ἐξουσιάζων, οὓς μετέστησας ἀνάπαυσον, μετὰ πάντων, εὐαρεστησάντων σοι Δέσποτα.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον 

Κύριος Ἄχραντε, ἐκ σοῦ ἀρρήτως σάρκα φορέσας, τῶν Γυναίων τὸν κατάλογον, ἐν ἀνδρείᾳ, διηγωνισμένον προσήκατο.

Κανὼν τῶν Κοιμηθέντων

Ὁ Εἱρμὸς

Χριστός μου δύναμις,

 ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Σοφίας μείζονος, δεικνύων γνώρισμα, καὶ τῆς περὶ τὰ δῶρα πολυτελοῦς, Δέσποτα χρηστότητος, τὰς τῶν Μαρτύρων χορείας, τοῖς Ἀγγέλοις συνηρίθμησας.

 ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

 Ἀφράστου δόξης σου, τυχεῖν ἀξίωσον, τοὺς πρὸς σὲ μεταστάντας, ἔνθα Χριστέ, τῶν εὐφραινομένων ἐστίν, ἡ κατοικία καὶ φωνή, καθαρᾶς ἀγαλλιάσεως.

 ὁ β’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

 Ὑμνοῦντας πρόσδεξαι, τὸ θεῖον κράτος σου, οὓς ἐκ γῆς προσελάβου, τέκνα φωτός, τούτους ἐργαζόμενος, τῆς ἁμαρτίας τὴν ἀχλύν, ἐκκαθαίρων πολυέλεε.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Δοχεῖον ἄχραντον, Ναὸν πανάμωμον, Κιβωτὸν παναγίαν, παρθενικόν, τόπον ἁγιάσματος, σὲ καλλονὴν τοῦ Ἰακώβ, ὁ Δεσπότης ἐξελέξατο.

ᾠδὴ δ’

ὁ β’ χορός

Εἱρμὸς

Χριστός μου δύναμις

Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡλίου σκήνωμα, Χριστοῦ τοῦ ὄντως φωτός, καὶ ναὸς ἀνεδείχθης χωρητικός, τούτου τῆς λαμπρότητος, καὶ οὐρανὸς δόξαν Θεοῦ, τοῖς ἀνθρώποις διηγούμενος.

ὁ α’ χορός

Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Φθαρείσης πάθεσι, τῆς ἀνθρωπότητος, ἐμβληθεὶς θεῖον ἅλας παρὰ Χριστοῦ, ταύτης ἀπεξήρανας, τὴν σηπεδόνα τὴν δεινήν, θεοφάντορ ἀξιάγαστε.

ὁ β’ χορός

Δόξα Πατρί…

Ἰσχὺϊ Φίλιππε, Χριστοῦ ῥωννύμενος, τῶν δαιμόνων τοῦ στίφους καὶ δυσσεβῶν, ὤφθης δυνατώτερος, τοῖς ἐπὶ γῆς ἀναβοῶν, ζωῆς θείας εὐαγγέλια.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

Λιμένα εὔδιον, Χριστὸς ἀνέδειξε, τοῖς ἐν πίστει καὶ πόθῳ σε ἀληθεῖ, Δέσποινα πανάμωμε, ἐκ διανοίας καθαρᾶς…  

ὁ β’ χορός

…Θεοτόκον καταγγέλλουσιν.

ᾨδὴ ε’ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ Χριστέ, φώτισον τὴν καρδίαν μου, ἐκ νυκτός σοι κραυγάζοντος, καὶ σῶσόν με.

 ὁ β’ χορὸς

Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ…..

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Ὑφαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, ἐνδυθέντες ἱμάτιον Ἀθληταί, τὸν ἐχθρὸν ἀπεγυμνώσατε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Σὺν ἁγίοις Προφήταις τιμήσωμεν, Ἱεράρχας θεόφρονας, καὶ Ὁσίους Θεῷ εὐαρεστήσαντας.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Ἐκ περάτων τοῦ σύμπαντος Μάρτυρες, ἐναθλοῦντες κεκράγατε, καὶ Χριστὸς τῆς φωνῆς ὑμῶν εἰσήκουσε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

 Ῥυομένη ἡμᾶς πάσης φάνηθι, τοῦ ἐχθροῦ βλάβης Δέσποινα, δυσωποῦσα Χριστὸν τὸν μόνον εὔσπλαγχνον.

Κανὼν τῶν Κοιμηθέντων

Ὁ Εἱρμὸς

Τῷ θείῳ φέγγει σου Ἀγαθέ,

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. 

Ὡς ὁλοκάρπωσις ἱερά, καὶ ὡς ἀπαρχὴ τῆς ἀνθρωπίνης οἱ Μάρτυρες φύσεως, τῷ δεδοξασμένῳ προσενεχθέντες Θεῷ, ἡμῖν τὴν σωτηρίαν ἀεὶ βραβεύουσι.

 ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τῆς οὐρανίου διαγωγῆς, τῆς διανομῆς τῶν χαρισμάτων ἀξίωσον Δέσποτα, τοὺς προκοιμηθέντας πιστοὺς ἱκέτας σου, παρέχων τῶν πταισμάτων τὴν ἀπολύτρωσιν.

 ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ὁ μόνος φύσει ζωοποιός, τὸ τῆς ἀγαθότητος ὄντως, ἀνεξιχνίαστον πέλαγος, τοὺς τελειωθέντας, τῆς Βασιλείας τῆς σῆς, ἀξίωσον Οἰκτίρμον μόνε ἀθάνατε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἰσχὺς καὶ ὕμνησις ὁ ἐκ σοῦ, Δέσποινα τοῦ κόσμου γεννηθείς, καὶ σωτηρία ἐγένετο τοῖς ἀπολλυμένοις, ἐκ τῶν τοῦ ᾍδου πυλῶν, ῥυόμενος τοὺς πίστει σε μακαρίζοντας.

 ᾠδὴ ε’

Εἱρμὸς

Τῷ θείῳ φέγγει σου Ἀγαθέ

ὁ α’ χορός

Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰὸν ψυχόλεθρον τοῦ ἐχθροῦ, ταῖς ἀλεξικάκοις σου, θεοῤῥῆμον παλάμαις ἐξήρανας, τοὺς θανατηφόρῳ κεκρατημένους βυθῷ, χαλεπῆς ἀλγηδόνος ἀναῤῥυόμενος.

ὁ β’ χορός

Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Πυρίπνους ὅλος ἀναδειχθεὶς τῇ  τοῦ Παρακλήτου ἐπιδημίᾳ, καὶ χάριτι Φίλιππε, τοὺς ἀποψυγέντας, ἐν ἀθεΐας κρυμῷ, τῇ τῆς πίστεως θέρμῃ ἐζωοποίησας.

ὁ α’ χορός

Δόξα Πατρί…

Πλησίον γέγονας τοῦ Χριστοῦ, τὰς ἐνδιδομένας σοι, λαμπηδόνας ἀμέσως δεχόμενος, καὶ διαβιβάζων τοῖς σοὶ προστρέχουσι, φωτίζων καὶ προσάγων, τούτους τῷ  Κτίστῃ σου.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Ὁ λόγῳ πάντα δημιουργῶν, καὶ σοφῇ προνοίᾳ κυβερνῶν, μόνος ὡς βούλεται Κύριος, ἄκρᾳ εὐσπλαγχνίᾳ, δημιουργεῖται ἐκ σοῦ, καὶ σάρξ ἀνερμηνεύτως…

ὁ α’ χορός

…Πάναγνε γίνεται.  

ᾨδὴ ς’ Ὁ Εἱρμὸς

  ὁ β’ χορὸς

Τῷ κήτει καταποθείς, τῷ τῆς ἁμαρτίας κραυγάζω σοι, Χριστέ. Ὡς τὸν Προφήτην, ἐκ φθορᾶς με ἐλευθέρωσον.

   ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Αἱμάτων θείαις ῥοαῖς, νοητοὺς ἐχθροὺς ἐβυθίσατε, πιστῶν δὲ τὰς καρδίας, Ἀθλοφόροι κατηρδεύσατε.

   ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Σταυρώσαντες ἑαυτούς, κόσμῳ καὶ τοῖς πάθεσιν, Ὅσιοι σοφοὶ σὺν Ἱεράρχαις, θείας δόξης ἠξιώθητε.

   ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Τῶν Προφητῶν ὁ χορός, καὶ σεπτῶν Γυναίων κατάλογος, καλῶς ἠγωνισμένος, κατὰ χρέος μακαρίζονται.

  ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Ἀνάπαυσον ὁ Θεός, τῶν προκοιμηθέντων τὰ πνεύματα, μετὰ τῶν ἐκλεκτῶν σου, παρορῶν αὐτῶν τὰ πταίσματα.

  ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σαρκὶ τεκοῦσα Χριστόν, τῆς σαρκός μου τὰ πάθη θανάτωσον, καὶ ζώωσον Παρθένε, τὴν ψυχήν μου μεσιτείᾳ σου.

Κανὼν τῶν Κοιμηθέντων

Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν

  ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

 Σταυρῷ προσηλούμενος, τῶν Μαρτύρων τοὺς χορούς, πρὸς ἑαυτὸν συνήγαγες, μιμουμένους τὸ πάθος σου Ἀγαθέ· διό σου δεόμεθα, τοὺς πρὸς σὲ μεταστάντας διανάπαυσον.

   ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

 Ἀφράστῳ τῇ δόξῃ σου, ὅταν ἔλθῃς φοβερός, κρῖναι τὸν κόσμον ἅπαντα, ἐν νεφέλαις εὐδόκησον Λυτρωτά, φαιδρῶς ὑπαντῆσαί σοι, οὓς ἐκ γῆς προσελάβου, πιστούς δούλους σου.

   ὁ β’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Πηγὴ ζωῆς πέφυκας, ἐν ἀνδρείᾳ θεϊκῇ, πεπεδημένους Δέσποτα, ὁ ἐξάγων τοὺς δούλους σου τοὺς πρὸς σέ, πιστῶς ἐκδημήσαντας, ἐν τρυφῇ Παραδείσου κατασκήνωσον.

  ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Εἰς γῆν ἀπεστράφημεν, παραβάντες τοῦ Θεοῦ, τὴν ἐντολὴν τὴν ἔνθεον, διὰ σοῦ, δὲ Παρθένε πρὸς οὐρανόν, ἐκ γῆς ἀνυψώθημεν, τὴν φθορὰν τοῦ θανάτου ἐκτινάξαντες

ᾠδὴ ς’

Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη

ὁ β’ χορός 

Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Νεμομένην, καὶ λυμαινομένην, βλέπων τὴν πλάνην τοῦ ἐχθροῦ, τὸ τῶν ἀνθρώπων γένος, τὰ σὰ βέλη τὰ ἠκονημένα, τοὺς Ἀποστόλους τείνας ἐξαπέστειλας, καὶ διήνοιξας θώρακος πτύξιν, Χριστὲ τοῦ δράκοντος, ἅπαντας τῆς αὐτοῦ, λύμης καὶ φθορᾶς Σῶτερ ἰώμενος.

ὁ α’ χορός 

Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑπερτέρῳ, φέγγει καταλάμπων, ὤφθης καθάπερ ἀστραπῇ, τῇ οἰκουμένῃ φαίνων, καὶ ὡς ὄρος γλυκασμὸν σταλάζων, ὡς Θεοῦ δρόσος οὐρανόθεν πίπτουσα, ὡς Ἀπόστολος ἐκλελεγμένος, τὴν δωδεκάριθμον, φάλαγγα συμπληρῶν, τὴν τῶν Μαθητῶν Χριστοῦ Πανόλβιε.

ὁ β’ χορός

Δόξα Πατρί…

Μυηθείς σου, τὸ τοῦ μυστηρίου, βάθος ὁ θεῖος Μαθητής, ὡς ποταμὸν εἰρήνης, ἐπιβλύζοντα τρυφῆς χειμάῤῥουν, ὡς ἐπικλύζον κῦμα δόξαν ἔθνεσι, σὲ ἐκήρυξε μεγαλοφώνως, καὶ τὴν σὴν ἔνδοξον, κένωσιν Ἀγαθέ, τὴν ὑπὲρ ἡμῶν εὐηγγελίσατο.

ὁ α’ χορός 

Καὶ νῦν… Θεοτοκίον 

Νεκρουμένους, καὶ ἀπολλυμένους, πάντας θανάτῳ τοὺς βροτούς, σὺ τὸν Χριστὸν τεκοῦσα, τὴν ἀκήρατον ἀθανασίαν, ἀνεκαλέσω πρὸς ζωὴν αἰώνιον, καὶ ἐφώτισας ἐσκοτισμένους, καὶ ἠλευθέρωσας, λύσασα τὰ δεσμά, τῆς ἀπαγωγῆς ἡμῶν Πανύμνητε.

ὁ β’ χορός 

Ὁ Εἱρμός

Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος, καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον  Ἦχος πλ. δ’

Ὡς ἀπαρχὰς

Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητὴς τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεόν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος, ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.

Ὁ Οἶκος

Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ  λόγῳ σου, καὶ φώτισον μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΔ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα.

Στίχοι

  • Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου,

  • Τὰ τῶν ποδῶν σοι νίπτρα Σῶτερ ἐκτίνει.

  • Ἤρθης κἀκκεφαλῆς δεκάτῃ Φίλιππε τετάρτῃ.

Tῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ’ Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ’. ᾨδὴ α’ 

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου…

ὁ α’ χορός

…στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου· σύ γάρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος Ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τήν εἰρήνην βραβεύουσα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, κα προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάρια

ὁ α’ χορὸς

Ἦχος γ’

Ἐν Πνεύματι τῷ Ἱερῷ

Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων, καὶ τῇ Τριάδι παρεστώς, ἐν Πατρὶ τεθέασαι, Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.

ὁ β’ χορὸς

Θεοτοκίον

Ὑπεραγία Παρθένε, δέησιν νῦν  τῷ  Υἱῷ σου, ὑπὲρ ἡμῶν σὺν Φιλίππῳ, τῷ  θείῳ καὶ θεηγόρῳ, προσφέρουσα ἐκ παντοίων κακῶν περίσῳζε πάντας.  

ΑΙΝΟΙ

Ἦχος α’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τῶν οὐρανίων ταγμάτων

Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα, ἐπὶ τῆς γῆς παμμάκαρ, διεχύθη καὶ ταύτην, ἐπλήρωσε δογμάτων, δι’ ὧν τὸν Υἱόν, τῷ  Πατρὶ καὶ τῷ  Πνεύματι, θεολογοῦντες Ἀπόστολε μυστικῶς, ὁμοούσιον δοξάζομεν.  

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὡς ἑωσφόρον σε πάντες τῶν Ἀποστόλων Χριστοῦ, καὶ φαεινὸν λαμπτῆρα, τῆς σεπτῆς Ἐκκλησίας, Φίλιππε τρισμάκαρ, ἔχοντες νῦν, τὰς ψυχὰς φωτιζόμεθα, καὶ ἐκ κινδύνων λυτρούμεθα δυσχερῶν, ταῖς πρεσβείαις σου πανεύφημε.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Διὰ σταυροῦ τὸν ἀγῶνα τὸν τῆς ἀθλήσεως, διηνεκῶς τῆς νίκης, ἀνεδήσω στεφάνους, Φίλιππε ἀξίως, μεθ’ ὧν εἰσελθών, εἰς τὰ ἄνω βασίλεια, συμπαρεδρεύεις Ἀπόστολε τῷ  Χριστῷ, καὶ πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς.

ὁ α’ χορός

Δόξα  Πατρί… Ἦχος β’

Φιάλαι τῶν ἀρωμάτων ἐν κόσμῳ, αἱ σιαγόνες σου Σοφέ, ὤφθησαν Ἀπόστολε Φίλιππε, περικιρνῶσαι τοῖς πιστοῖς, πόμα τὸ ζωοποιόν· πρᾶξιν γὰρ εἰς θεωρίας ἐπίβασιν ἐσχηκώς, Χριστοῦ ὀπαδὸς ἐχρημάτισας, τὴν στεῖραν καὶ ἄτεκνον ἐθνῶν Ἐκκλησίαν, εὐτεκνωθεῖσαν ἐν αὐτῷ, καταποικίλας διδαχαῖς· ἣν καὶ νῦν  δυσώπει λυτρωθῆναι, δεινῶν καὶ ἀναγκῶν, δύνασαι γὰρ ἐν Θεῷ, πολλὰ ἐγγίζων αὐτῷ.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον ὁμόηχον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δοξολογία Μεγάλη

εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

 ὁ β’ χορός

τὸ Ἀπολυτίκιον  Ἦχος γ’

Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ  ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὐτοῦ.

Ἀπολυτίκιον  Ἦχος γ’

Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ  ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλλει τό στερέωμα.

Ἀπόστολε Ἅγιε Φίλιππε…

Εἰσοδικὸν

ὁ α’ χορός 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Ἀπολυτίκιον  Ἦχος γ’

Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ  ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ  

Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.  

Τρισάγιον.

Ἀπόστολος

(Α´ Κορ. δ´ 9-16)

Προκείμενον ἦχος πλ.δ’  

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὐτοῦ.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τό στερέωμα.  

Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

 Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ ᾽Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Ἀλληλούϊα (γ’)  Ἦχος α΄

 Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

Στίχ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην (᾽Ιω. α´ 44-52).

Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ ᾽Ιησοῦς, ᾽Ακολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾽Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, ᾽Ιησοῦν υἱὸν τοῦ ᾽Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ᾽Εκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος, ῎Ερχου καὶ ἴδε. Εἶδεν ὁ ᾽Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, ῎Ιδε ἀληθῶς ᾽Ισραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη αὐτῷ Ναθαναήλ, ῾Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ ᾽Ισραήλ. Ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ. Καὶ λέγει αὐτῷ, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. 

 ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν 

ὁ β’ χορός

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις 

14 ΝΟΕ15 ΣΑΒΒΑΤΟΝ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΙΠΠΟΥ

Σχολιάστε