«ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΩΝ ΚΥΠΡΙΑΝΟΥ ΚΑΙ ΙΟΥΣΤΙΝΗΣ» ΗΧΟΣ Γ΄»ΘΕΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΤΗ ΧΟΡΗΓΙΑ»

Ἦχος γ’. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες, Θεογνωσίας,
Κυπριανὲ καταισχύνας τὸν δράκοντα· καὶ μαρτυρίου τὸν
δρόμον διήνυσας, σὺν Ἰουστίνῃ ὁμοῦ τῇ Θεόφρονι· μεθ’ ἧς
πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ Μέγα
Ἔλεος.