Αρχείο κατηγορίας ΚΑΡΑΜΑΝΗΣ ΑΘΑΝΑΣΙΟΣ

«Ὁ τὸν ἀμπελῶνα φυτεύσας» ΗΧΟΣ ΒΑΡΥΣ ΑΠΟΣΤΙΧΟ ΕΣΠΕΡΙΝΟΥ ΚΑΤΑΚΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗ Δ΄ΝΗΣΤΕΙΩΝ (ΕΣΠΕΡΑΣ)

Ἰδιόμελον Ἦχος βαρὺς

Ὁ τὸν ἀμπελῶνα φυτεύσας, καὶ τοὺς ἐργάτας καλέσας, ἐγγὺς ὑπάρχει Σωτήρ, δεῦτε οἱ τῆς Νηστείας ἀγωνισταί, μισθὸν ἀπολαύσωμεν, ὅτι πλούσιος ὑπάρχει, ὁ δοτήρ καὶ ἐλεήμων, μικρὸν ἐργασάμενοι, κομισώμεθα, τὸ τῆς ψυχῆς ἔλεος.

» ΕΩΘΙΝΟΝ Δ΄» ΚΑΡΑΜΑΝΗΣ ΑΘΑΝΑΣΙΟΣ «ΕΙΣ ΜΝΗΜΟΣΥΝΟΝ ΑΙΩΝΙΟΝ»

ΑΘΑΝΑΣΙΟΣ ΚΑΡΑΜΑΝΗΣ
(1911-2012)
Άρχων Πρωτοψάλτης της Αγιωτάτης Αρχιεπισκοπής Κων/λεως

 

Την 12η Αυγούστου 2012, εξεδήμησεν προς Κύριον ο Άρχων Πρωτοψάλτης της Αρχιεπισκοπής Κωνσταντινουπόλεως κ. Αθανάσιος Καραμάνης.

Είη η μνήμη αυτού αιωνία!

» ΕΩΘΙΝΟΝ Δ΄» ΚΑΡΑΜΑΝΗΣ ΑΘΑΝΑΣΙΟΣ

ΕΩΘΙΝΟΝ Δ’ Ἦχος δ’

Ὄρθρος ἦν βαθύς, καὶ αἱ Γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά σου Χριστέ, ἀλλά τὸ σῶμα οὐχ εὑρέθη, τὸ ποθούμενον αὐταῖς· διὸ ἀπορουμέναις, οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες. Τί τὸν ζῶντα μετὰ τῷν νεκρῶν ζητεῖτε; ἔλεγον. Ἠγέρθη ὡς προεῖπε, τί ἀμνημονεῖτε τῶν ῥημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον, ἀλλ’ ἐδόκει λῆρος τὰ εὐαγγέλια, οὕτως ἦσαν ἔτι νωθεῖς οἱ Μαθηταί· ἀλλ’ ὁ Πέτρος ἔδραμε, καὶ ἰδὼν ἐδόξασέ σου, πρὸς ἑαυτὸν τὰ θαυμάσια.