Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ 24 ΟΚΤΩΒΡΙΟΥ 2015

24 ΟΚΤΩΒΡΙΟΥ 2015

Σάββατον

Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…  

ὁ α’ χορὸς

Ἦχος α’

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Εὐσεβεῖα ἐμπρέπων τὴ ἀθλήσει δεδόξασαι, τὴν τῶν Χριστοκτόνων κακίαν καθελῶν τὴ ἐνστάσει σου, διὸ καὶ προσενήνοχας Χριστῷ, Μαρτύρων ἀρραγῆ συνασπισμῶν, ὥσπερ θεῖος παιδοτρίβης καὶ ὁδηγός, Ἀρέθα παμμακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν Ἰάματα.

ὁ β’ χορὸς

Δόξα…

Εὐσεβεῖα ἐμπρέπων τὴ ἀθλήσει δεδόξασαι,……

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος… 

ὁ α’ χορὸς

Καθίσματα Μαρτυρικὰ

Ἦχος γ ‘

Τὴν ὡραιότητα

Τῶν Ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι· ἀνδρείως γὰρ ἐνίκησαν, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, εἰρήνην παράσχου τῷ λαῷ σου.

 ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ 

Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων, πρὶν ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.

 ὁ α’ χορὸς

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος,πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς

Ἰδιόμελον

Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τόν Σταυρόν τῆς ἀληθείας.

ὁ β’ χορὸς

Δόξα…

Τὴν ὡραιότητα

Ὅτε τῷ λόγῳ σου, παραστησόμεθα, τῷ ἀδεκάστῳ σου, βήματι Κύριε, μὴ καταισχύνῃς τοὺς εἰς σέ, Σωτὴρ ἡμῶν πεπιστευκότας· πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, ἐν σκηναῖς τῶν δικαίων σου, Χριστέ, οὓς προσελάβου ἀνάπαυσον, ὡς μόνος ὑπάρχων πολυέλεος.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος,

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χύμα

ΚΑΝΟΝΕΣ

Μύσταις προσοίσω τοῦ Θεοῦ θεῖον μέλος. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος γ’

Ὁ Εἱρμὸς

 ὁ α’ χορὸς

Θαυμαστὸς ἐνδόξως, ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι, ὡς λυτρωτῇ ἡμῶν Θεῷ.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Μαρτυρίου κλέος σοφοὶ εὕρατε, πάντες Ἀθληταί, βασάνους πολυτρόπους, ἐνεγκόντες γενναίως ὑπὲρ τῆς ἀληθείας· ὅθεν πίστει ὑμᾶς δοξάζομεν ἀεί.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Ὑπερτέραν σχόντες ζωήν, ὤφθητε προφῆται καὶ σοφοί, Κυρίου ἱεράρχαι, τοῦ κενωθέντος Λόγου, ποιμάναντες ὁσίως, τοῦ Σωτῆρος τὴν ποίμνην σθένει θεϊκῷ.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Σταυρωθέντες κόσμῳ σαρκός, ὅσιοι πάσας ἡδονὰς ἠρνήσασθε, καὶ σκεύη, τοῦ Πνεύματος δειχθέντες, τὰ πνεύματα πλάνης, θείῳ σθένει ἐξηφανίσατε σαφῶς.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Τοὺς ἐκ γῆς προστάξει τῇ σῇ Κύριε, πίστει εὐσεβεῖ, οἰκτίρμον μεταστάντας, ζωῆς ἀτελευτήτου, καὶ φωτὸς ἀνεσπέρου, ἀξιώσας ἀνάπαυσον ὡς ἀγαθός.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὡς Θεὸν τεκοῦσαν σαρκὶ Πάναγνε, γνώμῃ εὐσεβεῖ, τιμῶμέν σε ἀπαύστως, μετὰ σεμνῶν Γυναίων, ἀσκήσει λαμπρυνθέντων, καὶ ἀθλήσει καταβαλόντων τὸν ἐχθρόν.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς:

Τοῦτο τρίτον μέλισμα θνῄσκουσι νέμω.

Ὁ Εἱρμὸς

Τεμνομένην θάλασσαν

 ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Τῇ ταφῇ σου θάνατον θανατώσας, καὶ καθελὼν τοῦ ᾅδου τὴν τυραννίδα, εἰς οὐρανοὺς πρόδρομος ἡμῶν, ἀναπεφοίτηκας, Ἀθλοφόρων δῆμον συνανυψώσας, νῦν τὰς ψυχάς ἀνάπαυσον, τῶν μεταστάντων Χριστέ.  

  ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Ὁ τοὺς θείους Μάρτυρας ἐνισχύσας, καὶ δι’ αὐτῶν τὴν πλάνην ἐξαφανίσας, ταῖς προσευχαῖς τούτων, ὡς Θεός, τοὺς τελευτήσαντας, τῆς παρὰ σοῦ Σῶτερ ἀθανασίας, καὶ μακαρίας λήξεως, τυχεῖν ἀξίωσον.

  ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Υπὲρ δούλων Δέσποτα, τὸ σὸν αἷμα, σφαγιασθείς, ἐξέχεας ὡς οἰκτίρμον, τὴν ὀφειλὴν τὴν ὑπὲρ αὐτῶν, καταβαλόμενος· διὰ τοῦτο εὔσπλαγχνε, σὲ αἰτοῦμεν, νῦν τάς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων Χριστέ.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τὴν ἁγνὴν ὑμνήσωμεν Θεοτόκον, τὴν τὸν Θεὸν τεκοῦσαν, τὸν τῷ θανάτῳ τῷ ἑαυτοῦ, θάνατον ἡμῖν ἀναμοχλεύσαντα, καὶ ζωὴν πηγάσαντα τὴν ἀγήρω, καὶ δι’ αἰῶνος μένουσαν μακαριότητα.

Καὶ τοῦ Ἁγίου  οὗτος, οὗ ἡ Ἀκροστιχίς.

Μαρτυρικὴν σύνοδον Θεοτερπέα μέλψομεν ὕμνοις.

Θεοφάνους

ᾨδὴ α’ Ἦχος πλ. δ’

ᾌσμα ἀναπέμψωμεν

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ, Ἀρέθα παμμακάριστε ταῖς ἱκεσίαις σου, καὶ τῶν σὺν σοὶ Μαρτύρων, τὸν νοῦν μου καταύγασον, ὅπως ὑμῶν ὑμνήσω, τὴν φωσφόρον καὶ ἔνθεον μνήμην.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ,…….

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἄνω τὸ πολὶτευμα σαφῶς, ἐν οὐρανοῖς κτησάμενος, θεομακάριστε, Χριστοῦ τῇ ἐκμιμήσει, σαυτὸν παραδέδωκας, πόθῳ τοῦ Μαρτυρίου, τοὶς ἀνόμοις Ἑβραίοις θεόφρον.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ῥῆμα παραβὰς τὸ τοῦ Θεοῦ, Ἑβραῖος ὁ παράνομος, καὶ ἀδικώτατος τὴν θεόλεκτον ποίμνην, Χριστοῦ ἐλυμήνατο, ὅμως εἰσπράττει δίκην, τῇ δικαίᾳ καὶ θείᾳ προνοία.

  ὁ α’ χορὸς

Δόξα Πατρί… 

Τρίβον διοδεύων ἀληθῶς, πρὸς οὐρανὸν τὴν φέρουσαν, Χριστῷ προσήγαγες, Μαρτύρων Ἐκκλησίαν, Ἀρέθα πανεύφημε, πάσης ἐξ ἡλικίας, καὶ ἐκ γένους παντὸς ἠθροισμένην.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ὕμνοις τὴν πανάχραντον πιστοί, Παρθένον εὐφημήσωμεν, τὴν Θεομήτορα, τὴν κεχαριτωμένην, τὴν σκέπην τὴν ἔνθεον, τὸν εὔδιον λιμένα, τὴν ἁπάντων πιστῶν σωτηρίαν

ᾨδὴ γ’

Ὁ Εἱρμὸς

 ὁ α’ χορὸς

Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὐκ ἔστιν ἅγιος, οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Ῥώμῃ Θεοῦ σθενούμενοι, Μάρτυρες ἔνδοξοι, ὀλεθροτόκον δύναμιν, τοῦ ἐν κακίᾳ δυνατοῦ δυσμενοῦς, τελείως ὠλέσατε, καὶ νίκης εἰλήφατε θεῖον στέφανον.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Ὁ τοὺς ὁσίους Κύριε, δείξας ἐχθροῦ νικητάς, ταῖς αὐτῶν Ἰησοῦ παρακλήσεσιν, ἁγίασον, φώτισον, καὶ σῶσον, τοὺς ἐν πίστει καὶ πόθῳ, ἀπαύστως ἀνυμνοῦντάς σε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Σὺν τοῖς Προφήταις ἅπασιν, ἀνευφημήσωμεν, τοὺς τῶν Γυναίων θείους χορούς, τοὺς ἐν ἀσκήσει, καὶ ἐν ἀθλήσει διαλάμψαντας, καὶ τὸν πολυμήχανον ὄφιν πατήσαντας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Οὓς ἐξ ἡμῶν μετέστησας, θείᾳ βουλήσει Χριστέ, μετὰ Ἁγίων σύνταξον, τὰ ἐν τῷ βίῳ παραβλέψας αὐτῶν, οἰκτίρμον ἐγκλήματα, πρεσβείαις δεόμεθα τῶν Ἁγίων σου.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Οἱ σεσωσμένοι Πάναγνε, σοῦ τῷ σεπτῷ τοκετῷ, τοῦ Γαβριὴλ βοῶμέν σοι πιστῶς, τὸ Χαῖρε καὶ δεόμεθα, τῇ παρακλήσει σου, πταισμάτων ἄφεσιν πᾶσιν αἴτησαι.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ὁ ἐκ μὴ ὄντων

  ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Ὁ διαπλάσας ἐκ γῆς με, καὶ πρὸς τὴν γῆν, στραφέντα τὸν δείλαιον, ἀναπλάσας λαμπρότερον, τὰς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων, πρεσβείαις τῶν Μαρτύρων.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. 

Τῶν Ἀθλοφόρων Μαρτύρων τοὺς αἰκισμούς, στρεβλώσεις καὶ μώλωπας, καὶ πληγὰς δυσωπούμενος, τὰς ψυχὰς ἀνάπαυσον τῶν μεταστάντων, πρὸς σὲ τὸν πάντων κτίστην.

 ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ῥῦσαι γεέννης πυρός τε, καὶ ζοφερῶν, τοῦ ᾅδου φιλάνθρωπε, σκηνωμάτων τοὺς δούλους σου, τοὺς ἐν πίστει Δέσποτα, κεκοιμημένους, τῇ σῇ ἐλπίδι πάντας.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἱερωτέρα ὡς μήτηρ τοῦ πλαστουργοῦ, τῆς κτίσεως πέφηνας, τοῦ τὸν θάνατον λύσαντος, Θεοτόκε Πάνσεμνε, καὶ ἀφθαρσίαν ἡμῖν δεδωρημένου.

ᾨδὴ γ’

Οὐρανίας ἁψῖδος

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥωννυμένην ὁρῶντες, τῇ τοῦ Σταυροῦ χάριτι, σοῦ τὴν Ἐκκλησίαν, Ἑβραίων παῖδες παράνομοι, φθόνῳ τηκόμενοι, ἐν αἰκισμοῖς πολυτρόποις, ἀφειδῶς ᾐκίζοντο, μόνε Φιλανθρωπε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥωννυμένην ὁρῶντες,……

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰοβόλον τὴν γλῶσσαν, οἱ δυσσεβεῖς ἔχοντες, καὶ σὲ βλασφημοῦντες τὸν τούτων, τοὺς προγεννήτορας, ἐλευθερώσαντα, τῆς παλαιᾶς τυραννίδος, τοὺς εἰς σὲ πιστεύοντας, Σῶτερ κατέσφαξαν.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κατὰ μόνας ὁ πλάσας, θεουργικῷ νεύματι, σὺ τὰς τῶν ἀνθρώπων καρδίας, τὶς τῆς προνοίας σου, βάθος δυνήσεται, καταλαβεῖν ὅπως ποίμνην, ἣν Χριστὲ συνήγαγες, λύκοις παρέδωκας;

  ὁ α’ χορὸς

Δόξα Πατρί… 

Ἡ θεόφρων σου ποίμνη, βαρβαρικοῖς ξίφεσι, κατατεμνομένη προθύμως, ἐπεκαλεῖτό σε. Δέξαι τὰ πνεύματα, καὶ τὰς ψυχὰς ἡμῶν Σῶτερ, καὶ πρὸς φῶς ὁδήγησον, τῆς βασιλείας σου.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Νεκρωθέντα μὲ πάλαι, πρὸς τὴν ζωὴν Πάναγνε, πάλιν ἐπανήγαγες, μόνη τὴν ἐνυπόστατον, ζωὴν γεννήσασα· ᾗ προσβαλὼν διερράγη, προφανῶς ὁ θάνατος, ὁ δυσμενέστατος.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σ ε Θες μν… 

Μαρτυρικόν Κοντάκιον

Ἦχος πλ. δ’

Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ Φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.

ὁ β’ χορὸς

Κάθισμα Ἦχος πλ. δ’

Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

Τοῦ Σταυροῦ τῇ δυνάμει καθοπλισθείς, καὶ τῇ πίστει τειχίσας πόλιν τὴν σήν, τοῖς ἔργοις κατῄσχυνας, τοῦ τυράννου τὸ φρύαγμα, ὑπομονῆς δὲ τύπος, ἐνθέου γενόμενος, τῷ Χριστῷ προσήγαγες, ἐν ταύτῃ τοὺς Μάρτυρας· ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, Ἀρέθα ἀείμνηστε, τὴν πανέορτον μνήμην σου. Ἀθλοφόρε μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων λύτρωσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου πανάμωμε, ἀνομιῶν με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου, πρεσβείαις σου Ἄχραντε.

ᾨδὴ δ’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός, καὶ ὁ Ἅγιος ἐξ ὄρους, κατασκίου δασέος.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἱερεῖα καθάπερ, προσανηνέχθητε πίστει, σφαγέντες, ὥσπερ ἄρνες σοφοί, ἀμνῷ τῷ ἐπὶ ξύλου Σταυροῦ, ἐπευδοκήσαντι ἀθληταί, ἐθελουσίως ταθῆναι, ὑπὲρ γένους ἀνθρώπων.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σὺν ὁσίοις τιμῶμεν, τοὺς εὐκλεεῖς Ἱεράρχας, φωστῆρας γεγονότας πιστῶν, παθῶν μὲν σκότος λύοντας, τῆς δὲ ἀχλύος ἐκκαθάραντας, καὶ πρὸς ἄδυτον ἐν πίστει, προσχωρήσαντας φέγγος.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὡραιότητι λόγων, οἱ θεηγόροι Προφῆται, φαιδρύνουσι πιστῶν τὰς ψυχάς, ἀγώνων ταῖς λαμπρότησι, καὶ τῶν θαυμάτων ἀνατολαῖς, καταυγάζουσι καρδίας, θεοφόροι Γυναῖκες.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τοὺς τὸν βίον λιπόντας, ὑπερκοσμίου δόξης, μετόχους δεῖξον Λόγε Θεοῦ, πταισμάτων ἀπολύτρωσιν, τούτοις δωρούμενος ἀγαθέ, ὧν περ ἔπραξαν ἐν γνώσει, ἐπὶ γῆς καὶ ἀγνοίᾳ.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τῶν Μαρτύρων τὴν δόξαν, Ἱεραρχῶν καὶ Ὁσίων, τὸ θεῖον ἐγκαλλώπισμα, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν Γυναίων σεμνολόγημα, ἀνυμνήσωμεν ἀξίως, τοῦ Θεοῦ τήν Μητέρα.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ἔθου πρὸς ἡμᾶς

ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Τάφον δι’ ἡμᾶς, συμπαθῶς κατῴκησας Δέσποτα, τάφους ὁ κενώσας ὡς Θεός, καὶ νικηφόρους δείξας τοὺς Μάρτυρας, ἐν τόποις ἀνέσεως, τοὺς κοιμηθέντας δούλους σου κατάταξον.

 ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Ὁ τῶν Ἀθλητῶν, τοὺς στερροὺς ἀγῶνας καὶ μάστιγας, καὶ τὰς τῶν μελῶν ἀποκοπάς, ἃς ὑπὲρ σοῦ ὑπέμειναν Δέσποτα, ἀσμένως δεξάμενος, οὓς προσελάβου ῥῦσαι κολάσεως.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Νεύματι τῷ σῷ, τῆς ζωῆς ὁ ἔχων τὰ τάλαντα, τῆς ἀτελευτήτου σου ζωῆς, καὶ ἀκηράτου δόξης ἀξίωσον, οὓς πρὸς σὲ μετέστησας, τῆς ἁμαρτίας λύσας τὸ μεσότοιχον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Μήτηρ ἀληθῶς, καὶ παρθένος ὤφθης Πανάμωμε, γέννησιν καὶ τόκον ἀληθῆ, τῇ παρθενίᾳ μόνῃ συνάψασα· Θεὸν γὰρ ἐγέννησας, τὸν τοῦ θανάτου λύσαντα τὴν δύναμιν.

ᾨδὴ δ’

Σύ μου ἰσχὺς Κύριε

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Συναγωγή, κραταιουμένη τῷ Πνεύματι, καὶ χορεία, θεία καὶ ὑπέρλαμπρος, μαρτυρικὸς δῆμος καὶ στρατός, ὁ τροπαιοφόρος, Ἀρέθαν ἔχων ταξίαρχον, ὑμνείσθω φιλοτίμως, ὑπὸ τῶν μελῳδούντων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Συναγωγή, κραταιουμένη………….

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὑπὸ τῆς σῆς, συγκροτουμένη συνέσεως, ἡ θεόφρων, πόλις σου Πανόλβιε, τοῦ πολιᾷ, λάμποντος σεμνή, πρὸς τοὺς παρανόμους, ἀνδρείως διηγωνίσατο, καὶ νίκην ἀραμένη, μελῳδεῖ τῷ Σωτῆρι· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νόμῳ καινῷ, ζωοποιοῦντι τῷ Πνεύματι, πεφραγμένη, νόμον τὸν τοῦ γράμματος, τὸν ἀναιροῦντα ἡ εὐσεβής, πόλις ὑπερέσχε, τῇ τῆς ψυχῆς καθαρότητι, καὶ τρόπων εὐγενεία, τῷ Χριστῷ μελῳδοῦσα· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

 ὁ β’ χορὸς

Δόξα Πατρί…

Ὄντως Θεοῦ, πόλις ἐδείχθης Ὑπέρτιμε, καὶ Μαρτύρων, θεῖον ἐνδιαίτημα, καὶ περὶ σοῦ ᾄδεται φαιδρῶς, νῦν δεδοξασμένα, μεγάλα καὶ ἀξιάκουστα· χορὸν γὰρ μελῳδοῦντα, τῷ Δεσπότῃ προσῆγες· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Δαυϊτικῆς, ἐκ βασιλίδος βλαστήσασα, συγγενείας, τὸν παμβασιλεύοντα, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρός, Λόγον ἀπορρήτως, καὶ ὑπὲρ νοῦν ἀναλάμψαντα, ἐγέννησας Παρθένε, Θεοτόκον· διὸ σε, θεοφρόνως…

ὁ β’ χορὸς

……. πιστοὶ μακαρίζομεν.

ᾨδὴ ε’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὡς Θεός, τῇ ταπεινῇ μου ψυχῇ, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Οἱ μώλωπες ὑμῶν καὶ αἱ πληγαί, ἐχθροῦ μὲν ὤφθησαν πληγαὶ ἀνίατοι, τὰς ἡμῶν πληγὰς δὲ νῦν θεραπεύουσι, πάντων πιστῶν, Ἀθληταὶ Κυρίου.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὑμνήσωμεν Ὁσίων τὴν πληθύν, καὶ μακαρίσωμεν τοὺς Ἱεράρχας Χριστοῦ, καὶ τιμήσωμεν τοὺς Προφήτας νῦν, ὑπὲρ ἡμῶν αὐτὸν δυσωποῦντας.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Θεὸν τὸν σαρκωθέντα δι’ ἡμᾶς, ποθοῦσαι πανευκλεεῖς Γυναῖκες, γνώμῃ εὐθείᾳ ἐναθλήσασαι, καὶ ἀσκήσασαι, τῆς Βασιλείας καταξιοῦνται.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἐν Παραδείσου Κύριε σκηναῖς, ἐν χώρᾳ ζώντων Χριστέ, ἔνθα σου λάμπει τὸ φῶς, κατασκήνωσον, οὓς μετέστησας, ἀπὸ τῆς γῆς, πιστούς σου οἰκέτας.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐκ σοῦ Θεὸς σεσάρκωται Ἁγνή, καὶ ἀνωτέραν σε νῦν Ἀγγέλων ἀνέδειξε, ποιημάτων τε ὑπερέχουσαν, πάντων· διό σε ὑμνολογοῦμεν.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Πρὸς σὲ ὀρθρίζω

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Ἐν Ἐκκλησίᾳ, τῶν πρωτοτόκων ἀγαθέ, τοὺς ἐκδημήσαντας ἐξ ἡμῶν, πρεσβείαις τῶν Ἀθλητῶν, καὶ σεπτῶν Μαρτύρων, δικαίοις συναρίθμησον.

ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Λύτρον πταισμάτων, τὸ τῶν Μαρτύρων σου Χριστέ, παναγιώτατον αἷμα, νῦν προσδέχου, τῶν εὐσεβῶς κοιμηθέντων Σῶτερ, καὶ τούτους διανάπαυσον.

ὁ α’ χορὸς

 Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἴθυνον Λόγε, τῶν ἀπελθόντων τὰς ψυχάς, εἰς τὸν αἰώνιον τόπον τῆς τρυφῆς, καὶ τῆς ὑπὲρ νοῦν τῶν ἁγίων θείας λαμπρότητος ἀξίωσον.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὲ τὴν Παρθένον, τὴν ὑπὲρ λόγον ἐν γαστρί, τὸν ἀπερίληπτον Λόγον συλλαβοῦσαν, τὸν τοῖς νεκροῖς τὴν ζωὴν διδόντα, ἀξίως μακαρίζομεν.

ᾨδὴ ε’

Ἴνα τὶ με ἀπώσω

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὁ θεόλεκτος δῆμος, καὶ θεομακάριστος ἀγωνιζόμενος, καὶ θερμῶς ἀλλήλους, ἐνισχύοντες καὶ συνασπίζοντες, ὑπὸ τῶν ἀνόμων, ὑπὲρ Χριστοῦ σφαγιασθῆναι, εὐκλεῶς οἱ καλλίνικοι εἵλοντο.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὁ θεόλεκτος δῆμος, καὶ θεομακάριστος……..

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νευρωθέντες τῇ πίστει, καὶ τῆς εὐσεβείας τῷ ζήλῳ Σῶτερ πυρούμενοι, οἱ θεράποντές σου, παρανόμων τὸν φόβον οὐκ ἔπτηξαν, καὶ τῇ σῇ ἀγάπῃ, εἰλικρινῶς συνδεδεμένοι, ἑαυτοὺς ἑκουσίως παρέδωκαν.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Θεοῦ θείᾳ προνοίᾳ, καὶ τοῖς ἀνεφίκτοις της σοφίας κρίμασιν, ἀναθέντες πᾶσαν, τὴν ζωὴν αὐτῶν δῆμος ὁ ἔνθεος, πρὸς τὰς παρανόμους, Ἑβραϊκὰς μιαιφονίας, εὐθαρσῶς οἱ γενναῖοι ἐχώρησαν.

ὁ α’ χορὸς

Δόξα Πατρί… 

Ἐπὶ σοὶ πεποιθότες, καὶ πεπιστευκότες ἐν τῇ Ἀναστάσει σου, οἱ σοὶ Σῶτερ μύσται, οὐκ ἐρίζοντες οὐδὲ κραυγάζοντες, ὑπὸ τῶν ἀνόμων, ὑπὲρ τῆς σῆς ὁμολογίας, ἀνῃρέθησαν οἱ γενναιότατοι.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ὁ Θεοῦ Θεὸς Λόγος, ὁ πρὸ τῶν αἰώνων Πατρὶ συναΐδιος, εὐσπλαγχνίας πλούτῳ, ἐν γαστρί σου σκηνώσας ἐπτώχευσε, καὶ βροτὸς ἐφάνη, ἐπὶ τῆς γῆς σάρξ χρηματίσας,…….

ὁ α’ χορὸς

…… Θεοτόκε Παρθένε πανύμνητε.

ᾨδὴ ς’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Οἱ λύχνοι τῆς φρικτῆς φρυκτωρίας, οἱ ἄρνες τοῦ Ἀμνοῦ καὶ Ποιμένος, οἱ στρατιῶται Χριστοῦ, οἱ πανευκλεεῖς αὐτοῦ Ἀθληταί, τιμάσθωσαν, ἱεραῖς μελῳδίαις.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὑψώθη τῶν Ὁσίων ὁ δῆμος, ὑψώσας Θεὸν ἐν ταπεινώσει, καὶ ἐδοξάσθη πληθὺς Ἱεραρχῶν, ἐν ἔργοις ἀεί, δοξάσαντες, τὴν ἁγίαν Τριάδα.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Θαυμάτων ἐπιδείξεσι θείαις, καὶ πόνων καρτερίᾳ τελείᾳ, τοὺς ἀνομοῦντας ἐχθρούς, ὁ ἱερὸς Γυναίων χορός, κατέπληξεν, ἱερῶς ἀριστεύσας.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἐν πίστει οὓς ἐκ γῆς προσελάβου, ἁγίων συναρίθμησον δήμοις, καὶ τοῦ πιστοῦ Ἀβραάμ, τάξον Χριστέ, ἐν κόλποις Σωτήρ, δοξάζειν σου, τὴν πολλὴν εὐσπλαγχνίαν.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Μαρτύρων Προφητῶν τε ἁγίων, τῶν πάντων ἀπ’ αἰῶνος Δικαίων, καύχημα σὺ εἶ Ἁγνή· ὅθεν φωναῖς, σαφῶς ἱεραῖς, τιμῶμέν σε, σὺν αὐτοῖς εἰς αἰῶνας.

 Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ἀνάγαγε ἐκ φθορᾶς

 ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Μετάβαλε εἰς χαρὰν τῶν πίστει κεκοιμημένων, τὸν κοπετόν, πρεσβείαις τῶν Ἀθλοφόρων, περιζωννὺς τούτους εὐσεβῶς, τὴν εὐφροσύνην Χριστέ, καὶ πρὸς φῶς τὸ σόν, εὔθυνον καὶ ἐφοδήγησον.

 ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἀνάπαυσον ὁ Θεὸς τῷ πλήθει τῶν ἐν οἰκτιρμῶν σου, Πατριαρχῶν, κόλποις τοὺς μεταστάντας, ἔνθα τὸ φῶς λάμπει τὸ φαιδρόν, τοῦ σοῦ προσώπου Χριστέ, παρορῶν αὐτῶν, ἅπαντα τὰ παραπτώματα.

 ὁ β’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Θαυμάστωσον ἐπὶ τοὺς ἐντεῦθεν ἀπηλλαγμένους, καὶ τῶν δεινῶν, τοῦ βίου λελυτρωμένους, τὸ θαυμαστὸν ἔλεος Χριστέ, τῆς φιλανθρωπίας σου, καὶ χαρᾶς τῆς σῆς, ἔμπλησον καὶ ἱλαρότητος.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Νεκρώσεως καὶ φθορᾶς ἐρρύσω με, καὶ θανάτου, τῷ παραδόξῳ τόκῳ σου Θεομῆτορ· σὺ γὰρ Ἁγνὴ τέτοκας ἡμῖν, ἀφθαρσίας πηγήν, καὶ τῷ σῷ φωτί, κόσμον ὅλον κατελάμπρυνας.

ᾨδὴ ς’

Ἱλάσθητί μοι Σωτὴρ

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῷ αἵματι τοῦ Χριστοῦ, σημειωθέντες οἱ Ἅγιοι, τὰ αἵματα ἑαυτῶν, προθύμως ἐξέχεον, οἱ ἔνδοξοι Μάρτυρες, καὶ νῦν βασιλεύειν, σὺν αὐτῷ κατηξιώθησαν.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῷ αἵματι τοῦ Χριστοῦ,……

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εἰρήνην προφητικῶς, ἐλάλουν γλῶσσαι ψελλίζουσαι, ἐκήρυττον τὸν Χριστόν, νηπίων ψελλίσματα, παρθένοι θεόφρονες, ὑπὲρ εὐσεβείας, ἑαυτὰς Θεῷ προσήνεγκαν.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥαγήσεταί σοι τὸ φῶς, ἀνατελεῖ τὰ ἱμάτια, πλουσίως παρὰ Θεοῦ, Ἀρέθα θεσπέσιε, πρὸς ὃν ἐξεδήμησας, ἀποστάζων ἔτι, τοὺς ἱδρῶτας τῆς ἀθλήσεως.

 ὁ β’ χορὸς

Δόξα Πατρί… 

Πληθὺς σοι Μαρτυρική, ἐνθέως Σῶτερ προσήνεκται,τὰ αἵματα διὰ σέ, προθύμως κενώσασα, καὶ αἰτεῖ τὴν ἄφεσιν, τῶν ἁμαρτημάτων, τοῖς αὐτὴν ἀεὶ δοξάζουσιν.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ἐξέλαμψεν ἐκ Σιών, ἡ τοῦ Ὑψίστου εὐπρέπεια, τὸ πρόβλημα τῆς σαρκός, καθ’ ἕνωσιν ἄρρητον, ἐκ σοῦ Ἀπειρόγαμε, περιβεβλημένη, καὶ τὸν κόσμον κατεφώτισεν.

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Ἱλάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηριας μου.

Συναπτὴ μικρά, μεθ’ ἣν Ἐκφώνησις

Σ γρ ε βασιλες… 

Κοντάκιον Ἦχος δ’

Ἐπεφάνης σήμερον 

Εὐφροσύνης πρόξενος ἡμῖν ἐπέστη, ἡ φωσφόρος σήμερον, τῶν Ἀθλοφόρων ἑορτή, ἣν ἀνυμνοῦντες δοξάζομεν, τὸν ἐν ὑψίστοις ὑπάρχοντα Κύριον.

Ὁ Οἶκος

Τὸν νοῦν μου φώτισον Χριστέ, τῇ αἴγλῃ τῶν ἀγώνων, Ἀρέθα τοῦ γενναίου, καὶ πάντων τῶν ἁγίων τῶν ἀθλησάντων σὺν αὐτῷ· πρῶτος γὰρ ἁπάντων ἀνεδείχθη ὁ στερρός, φαιδρῶς παραταξάμενος κατὰ τῶν ἀθετούντων τὴν σάρκωσιν σου, τοῦ ὑπὲρ φύσιν σαρκωθέντος καὶ τεχθέντος, ἵνα ἡμᾶς λυτρώσῃς τῆς πλάνης, καὶ δείξῃς ἀπλανῶς τοῖς βουλομένοις διοδεύειν τὴν ὁδὸν τοῦ μαρτυρίου, ἣν οἱ Ἀθληταὶ ἐβάδισαν, σὲ ἀνυμνοῦντες τὸν ἐν ὑψίστοις ὑπάρχοντα Κύριον.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΔ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ.

Στίχοι

  • Τμηθείς, Θεῷ προσῆξε Μάρτυς Ἀρέθας,

  • Πολλοὺς ὁμοίως Μάρτυρας τετμημένους.

  • Ἀρέθα εἰκάδι σὺν γνωστοῖσι τετάρτῃ τμήθης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη μιᾶς γυναικὸς καὶ τοῦ βρέφους αὐτῆς, ἣν ἰδὸν τὸ βρέφος ἐν τῷ πυρί, ἐπιρρῖψαν ἐν τῇ φλογὶ ἑαυτὸ τελειοῦται

Στίχοι

  • Τῇμητρὶ πρὸς πῦρ ἡσύχως τεφρουμένη,

  • Φωναῖς ὑποψελλίζον εἵπετο βρέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Σεβαστιανῆς.

Στίχοι

  • Σεβαστιανὴ τῇ τομῇ βλύζει γάλα,

  • Οὐχ αἷμα καὶ σάρξ ὥς περ οὖσα πρὸς ξίφος.

 Οἱ ἅγιοι Μᾶρκος, Σωτήριχος, Οὐαλεντῖνος κατὰ γῆς συρόμενοι, καὶ οἱ ἅγιοι Ἀκάκιος ὁ πρεσβύτερος καὶ Νέρδων ξίφει καὶ πυρὶ τελειοῦνται.

Ταῖς αὐτῶν  ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ὁ β’ χορὸς

εἱρμὸς η’ ᾠδῆς

Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

ὁ Διάκονος: Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

 ΤΙΜΙΩΤΕΡΑ

ὁ α’ χορὸς 

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾨδὴ θ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἱερεῖα καθάπερ προσήχθητε, τῷ τυθέντι δι’ ἡμᾶς, καὶ τοὺς θείους ναοὺς ἐπληρώσατε, τῶν Ἀγγέλων χαρμονῆς, Ἀθλοφόροι Κυρίου· διὸ ταῖς εὐχαῖς ὑμῶν πάντες στηρίξατε, καὶ τῆς τοῦ ἐχθροῦ βλαβερᾶς, πλάνης ῥύσασθε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὡς φωστῆρες ζωῆς λόγον ἔχοντες, ἐφωτίσατε ψυχάς, Ἱεράρχαι Χριστοῦ ἱερώτατοι, θείας δόξης κοινωνοί, ὡς τὸ πῦρ δεδεγμένοι, τοῦ Πνεύματος Ὅσιοι, πάθη ἐφλέξατε, καὶ τὴν τῶν δαιμόνων, πυρὰν ἠφανίσατε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Σὺν Προφήταις ἁγίοις τιμήσωμεν, τῶν Ὁσίων τὴν πληθύν, τοὺς πρὸ νόμου ἐκλάμψαντας νόμῳ τε, πολιτείᾳ καθαρᾷ. Γυναικῶν τε ἁγίων, τοὺς χοροὺς αἰνέσωμεν καὶ ἐκβοήσωμεν, Κύριε· πρεσβείαις αὐτῶν, σῶσον πάντας ἡμᾶς.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἡ ταφή σου Χριστὲ καὶ Ἀνάστασις, πάντων γέγονε ζωή· διὰ τοῦτο τολμῶντες βοῶμέν σοι· Μετὰ πάντων ἐκλεκτῶν, οὓς πιστῶς προσελάβου, δούλους σου ἀνάπαυσον, τούτων τὰ πταίσματα, πάντα συγχωρῶν, ὡς Θεὸς καὶ φιλάνθρωπος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φοβερὸς οὗτος τόπος ἐβόησεν, ὁπηνίκα Ἰακώβ, σοῦ τὸν τύπον ἐν κλίμακι ἔβλεψε, Θεοτόκε ἀψευδῶς, τῶν Μαρτύρων ἡ δόξα, Ὁσίων τὸ καύχημα, Ἀγγέλων ἀγλάϊσμα, πάντων Προφητῶν, καὶ πιστῶν τὸ διάσωσμα.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Τὴν ἐν βάτῳ καὶ πυρί

 ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Νῦν ὡς μόνος ἀγαθός, καὶ φιλάνθρωπος Θεός, τοὺς μεταστάντας πρὸς σέ, τῶν Μαρτύρων ταῖς λιταῖς, ἐν χώρᾳ τῶν πρᾳέων γῆς κατασκήνωσον, τὴν λύσιν τῶν πταισμάτων παρέχων, Ἐλεῆμον αὐτοῖς, διὰ μέγα καὶ πλούσιον ἔλεος.

 ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἐν Ἁγίων σου σκηναῖς, ἐν τοῖς κόλποις Ἀβραάμ, οὓς προσελάβου Σωτήρ, συναρίθμησον τοῖς σοῖς δικαίοις, ἔνθα λάμπει τὸ φῶς, τοῦ προσώπου σου, τὸ ἄχραντον καὶ θεῖον, καὶ μένει δι’ αἰῶνος, ἡ ὄντως ἀΐδιος ἀγαλλίασις.

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε

Μακαρίας σου ζωῆς, αἰωνίων ἀγαθῶν, ἀκαταπαύστου τρυφῆς, εὐφροσύνης ἀληθοῦς, ἀξίωσον τοὺς δούλους σου, οὓς μετέστησας βουλήσει ζωοδότα, ἐν τόπῳ τῷ τῆς χλόης, ἐπὶ τῶν ὑδάτων τῆς ἀναπαύσεως.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὡς ἁγία Κιβωτός, μαρτυρίου τε Σκηνή, τὸν ζωοδότην Θεόν, ὑπεδέξω ἐν γαστρί, Παναμώμητε τὸν Κτίστην σου, τὴν ἀπόφασιν κατάρας τῆς ἀρχαίας, καὶ νόμον τοῦ θανάτου, ἰδίῳ θανάτῳ ἀναμοχλεύσαντα.

ᾨδὴ θ’

Ἔφριξε πᾶσα ἀκοὴ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μέτοχοι δόξης τοῦ Χριστοῦ, κοινωνήσαντες θανάτου γεγόνατε, Ἅγιοι Μάρτυρες, καὶ βασιλείας τῷ διαδήματι, κατεκοσμήθητε φαιδρῶς· Θεῷ δὲ παρίστασθε, ἡμῖν αἰτούμενοι, σωτηρίαν ψυχικὴν ἀξιάγαστοι.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μέτοχοι δόξης τοῦ Χριστοῦ,……

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νόμιμοι ὤφθητε Χριστοῦ, στρατιῶται καὶ ἀήττητοι Μάρτυρες, Ἀρέθα πάνσοφε, καὶ σοὶ προθύμως οἱ συναθλήσαντες, σὺν Ἀθλοφόροις γυναιξί, παρθένοι νεάνιδες· διὸ δεόμεθα, ἐκτενῶς ὑπὲρ ἡμῶν ἱκετεύσατε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὅμιλος πρόκειται ἡμῖν, ἐκκλησία τε Μαρτύρων θεόλεκτος, δεῦτε φιλόθεοι, μετ’ ἐγκωμίων τούτους ὑμνήσωμεν, ὡς νικηφόρους Ἀθλητάς, ὡς θείους θεράποντας, ὡς ἱκετεύοντας, ἐκτενῶς ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον.

 ὁ α’ χορὸς

Δόξα Πατρί… 

Ἴθυνον Λόγε τοῦ Θεοῦ, τὴν ζωήν μου καὶ κυβέρνησον Δέσποτα, τῶν θεραπόντων σου, ταὶς ἱκεσίαις τῶν ἀγαπώντων σε, καὶ καταξίωσον αὐτῶν, γενέσθαι συμμέτοχον, τὰς ἁμαρτίας μου, παρορῶν ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Σκήνωμα γέγονας Θεοῦ, τὸν ἀχώρητον ἐν μήτρᾳ χωρήσασα, καὶ τὸν πρὶν ἄσαρκον, σεσαρκωμένον ἡμῖν γεγέννηκας, ὃν νῦν δυσώπησον Ἀγνή, πταισμάτων συγχώρησιν, πᾶσι δωρήσασθαι, τοῖς ἐν πίστει σε ἀεὶ μεγαλύνουσιν.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Συναπτὴ μικρά, μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Γυναῖκες ἀκουτίσθητε

Ἀρέθα παναοίδιμε, σὺν τοῖς συνάθλοις πρέσβευε, Χριστῷ βραβεῦσαι τῷ κόσμῳ, ὁμόνοιαν καὶ εἰρήνην, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, Μεγαλομάρτυς ἔνδοξε, καὶ ἱλασμὸν τοῖς τελοῦσι, τὴν ἱερὰν ἡμῶν μνήμην.

ὁ β’ χορὸς

Θεοτοκίον

Φθαρεῖσαν ἀνεκαίνισας, τὴν φύσιν τοῦ Προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ ἀπειράνδρως τεκοῦσα, τὸν Ποιητὴν τῆς κτίσεως, ὑφ’ οὗ ῥωσθέντες ἤθλησαν, χοροὶ Μαρτύρων μέλποντες, σὲ τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε.

Α Ι Ν Ο Ι (χύμα)

ΨΑΛΜΟΣ ΡΜΗ’ (148)

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΝ’ (l50)

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὁ προεστὼς

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν… 

Εἰς τὰ Ἀπόστιχα

Στιχηρὰ Μαρτυρικὰ

ὁ α’ χορός

Ἦχος γ΄

Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο οἱ Χριστοῦ στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν, τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. α’. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Αἱ Δυνάμεις τῶν ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα θνητὸν περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. β’. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν..

ὁ β’ χορὸς

Στίχ. γ’. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν.

Νεκρώσιμον

Ἄνθρωποι, τί μάτην ταραττόμεθα; ὁ δρόμος βραχύς ἐστιν, ὃν τρέχομεν, καπνὸς ὑπάρχει ὁ βίος, ἀτμὶς καὶ τέφρα καὶ κόνις, πρὸς ὀλίγον φαινόμενος, καὶ ταχέως ἀχρειούμενος· διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

ὁ α’ χορός

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων, ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

 

ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Εὐσεβεῖα ἐμπρέπων τὴ ἀθλήσει δεδόξασαι, τὴν τῶν Χριστοκτόνων κακίαν καθελῶν τὴ ἐνστάσει σου, διὸ καὶ προσενήνοχας Χριστῷ, Μαρτύρων ἀρραγῆ συνασπισμῶν, ὥσπερ θεῖος παιδοτρίβης καὶ ὁδηγός, Ἀρέθα παμμακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν Ἰάματα.

ὁ β’ χορὸς

Δόξα Πατρί..Καὶ νῦν… Θεοτοκίον Ἦχος α’

Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες. Αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον γ’

ὁ α’ χορὸς

Στίχ. α’ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἀπολυτίκιον  Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Εὐσεβεῖα ἐμπρέπων τὴ ἀθλήσει δεδόξασαι, τὴν τῶν Χριστοκτόνων κακίαν καθελῶν τὴ ἐνστάσει σου, διὸ καὶ προσενήνοχας Χριστῷ, Μαρτύρων ἀρραγῆ συνασπισμῶν, ὥσπερ θεῖος παιδοτρίβης καὶ ὁδηγός, Ἀρέθα παμμακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν Ἰάματα.

ΕΙΣΟΔΟΣ

ὁ α’ χορὸς

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

ὁ β’χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορὸς

 Ἀπολυτίκιον  Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Εὐσεβεῖα ἐμπρέπων τὴ ἀθλήσει δεδόξασαι, τὴν τῶν Χριστοκτόνων κακίαν καθελῶν τὴ ἐνστάσει σου, διὸ καὶ προσενήνοχας Χριστῷ, Μαρτύρων ἀρραγῆ συνασπισμῶν, ὥσπερ θεῖος παιδοτρίβης καὶ ὁδηγός, Ἀρέθα παμμακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν Ἰάματα.

ὁ β’χορὸς

Τοῦ Ναοῦ 

ὁ α’ χορὸς

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

  Κοντάκιον  Ἦχος πλ. δ’

Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε

Τρισάγιον

᾽Απόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.

Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   3:12-18

Ἀδελφοί, ἔχοντες  τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα· καὶ οὐ καθάπερ Μωῡσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς ᾿Ισραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. Ἀλλ᾿ ἐπωρώθη τὰ νοήματα αὐτῶν· ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅ, τι ἐν Χριστῷ καταργεῖται, ἀλλ᾿ ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· ἡνίκα δ᾿ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εὶκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.

Ἀλληλούϊα  (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

(ζ΄ 1 – – 10)

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Καπερναούμ.  Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.  ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.  οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο,  ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.  ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου· οὐ γὰρ εἰμι ἱκανός ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·  διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλ’ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.  καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.  ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· Λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.  Καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

ὁ β’ χορός

 Ἀγαλλιᾶσθε δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις Ἀλληλούϊα

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις

24 ΟΚΤ15 ΣΑΒΒΑΤΟΝ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: