ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΡΩΜΑΝΟΥ ΤΟΥ ΜΕΛΩΔΟΥ (1 ΟΚΤΩΒΡΙΟΥ)

Ψαλλομένη τῇ 1η Ὀκτωβρίου

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Αποτέλεσμα εικόνας για Όσιος Ρωμανός ο Μελωδός

ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ᾿ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Ὁ μουσουργέτης ἡ λύρα τοῦ θείου Πνεύματος, ἡ ἀηδὼν ὁ τέττιξ, ὁ τῶν θείων ᾀσμάτων, αὐλὸς τῆς Ἐκκλησίας, πᾶσιν ἡμῖν τὰς αὐτοῦ παρατίθεται, μελῳδικὰς εὐωχίας καὶ δι᾿ αὐτῶν, κατευφραίνει τοὺς θεόφρονας.

Ὁ φαεινότατος λύχνος καὶ διειδέστατος, ἡ μελουργὸς κιθάρα, ἡ νευρὰ τῶν εὐσήμων, τοῦ Πνεύματος λογίων ᾄδει τρανῶς, ἐκδιδάσκων τὰ πέρατα, ἐν ἀσιγήτοις ὕμνοις δοξολογεῖν, τῆς θεότητος τὴν μίαν αὐγήν.

Σὺ τῷ Δεσπότῃ τῶν ὅλων ὡς παριστάμενος, καὶ παῤῥησίαν Πάτερ, πρὸς αὐτὸν κεκτημένος, ἡμῶν τῶν ἐκτελούντων μνήμην ποιοῦ, τὴν φαιδράν σου πανήγυριν, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, Ῥωμανὲ θεομακάριστε.

Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς ἐπέστη κατ᾿ ὄναρ σοι, Θεοτόκος ἡ ἄχραντος, Ῥωμανὲ μακάριε ὡς ηὐδόκησε, τόμον σοι θεῖον δεδώρηται, ὃν δεχθεὶς τῷ στόματι, ἐγλυκάνθης νοερῶς, καὶ ψυχὴν καὶ διάνοιαν καὶ μελίῤῥυτα, καὶ θεόπνευστα ᾄσματα καὶ ὕμνους ἐξεφώνησας τῷ κόσμῳ, Χριστοῦ εἰς αἴνεσιν, Ἅγιε.

Ἡ θεόληπτος γλῶσσά σου, θεοκίνητον ὄργανον, Ῥωμανὲ γεγένηται θείῳ Πνεύματι, ὅθεν ᾀσμάτων ἐν κάλλεσι, καὶ λόγων γλυκύτητι, ὑψηγόρως ἀνυμνεῖς, τοῦ Κυρίου τὴν σάρκωσιν τὴν ἀπόῤῥητον, δι᾿ ἧς σέσωσται κόσμος τῆς ἀπάτης, καὶ πρὸς δόξαν ἀφθαρσίας, περιφανῶς ἀνυψώθημεν.

Τὴν ἡδύφωνον σάλπιγγα, τῶν ᾀσμάτων τοῦ Πνεύματος, Ῥωμανὸν τὸν Ὅσιον εὐφημήσωμεν, αὐλὸν τὸν θεῖον τῆς χάριτος, τὴν γλῶσσαν τὴν ἔμμουσον, τὴν κιθάραν τὴν τερπνήν, ἀηδόνα τὴν εὔλαλον καὶ πολύφωνον, ἁρμονίας τῆς θείας τῶν Ἀγγέλων, δι᾿ ἧς ᾔνεσε πανσόφως, τὰ μεγαλεῖα τῆς πίστεως.

Δόξα. Ἦχος πλ. β’.

Ἐπέφανε σήμερον, ὡς ἀστὴρ πολύφωτος, ἡ τοῦ ὁσίου Ῥωμανοῦ μνήμη, τὴν Ἐκκλησίαν φαιδρύνουσα· θείων γὰρ ᾀσμάτων συνθήκη, ἡμᾶς συναγείρει, πρὸς αἶνον καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ, καὶ βοᾶν πρὸς αὐτόν· χαίροις τῆς ἄνωθεν ἐπιπνοίας, ταμεῖον ἱερόν, καὶ τῆς ἀγγελικῆς μελῳδίας, μυσταγωγὲ θεσπέσιε· χαίροις, ὁ ἐκ τῆς Θεοτόκου τὸ χάρισμα λαβών, καὶ τὴν Ἐκκλησίαν πλουτήσας ὕμνοις μελιχροῖς· χαίροις μελῳδὲ οὐράνιε, ὁ τῆς Δαβιτικῆς κινύρας πλέον ᾄσας τὰ μεγαλεῖα τοῦ Θεοῦ· Ἀλλ᾿ ὦ πάτερ Ὅσιε, Ἀγγέλοις συνὼν καὶ ἀγαλλόμενος, πρέσβευε σὺν αὐτοῖς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε;…

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α’.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ἐκκλησία τοῦ Θεοῦ, ὡς ἄλλον Δαβὶδ πλουτοῦσα, Ῥωμανὸν τὸν θεόληπτον, προχορεύοντα ἐν Πνεύματι, καὶ τὸν καινὸν ὕμνον ᾄδοντα, τῷ Σῷ Νυμφίῳ Χριστῷ· θειοτέρα γὰρ ὄψει, τῆς Θεοτόκου ταῖς χερσίν, εἰς δεκάχορδον μετεσκεύασται ὄργανον, παρ᾿ Αὐτῆς λαβὼν τὴν χάριν καὶ ἀξίως διαγαγὼν τὸν βίον, καὶ μολπαῖς οὐρανίοις, οὐρανώσας πιστῶν τὰς ψυχὰς πάντας διεγείρει βοᾶν, Κύριε δόξα Σοι.

Ἦχος β’.

Τῶν ἀρετῶν τῷ φωτὶ λαμπρυνόμενος, μετάρσιος ὤφθης τῷ πνεύματι, Ῥωμανὲ πατὴρ ἡμῶν· μυηθεὶς γὰρ τὰ θεῖα, ἑνώσει τῇ κρείττονι, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, Ἀγγέλοις ἀμιλλώμενος καὶ ἀγγελικῆς τάξεως, θεολήπτῳ γλώσσῃ, τοὺς ὕμνους ἐκθέμενος· ἔνθους ὑμνηπόλος, τῇ Ἐκκλησίᾳ ἐγνωρίσθης, τῷ σῷ λόγῳ γὰρ παιδεύεται, μελῳδικῶς Χριστῷ κραυγάζειν, Κύριε δόξα Σοι.

Ἦχος γ’.

Θείῳ πόθῳ πτερωθείς, Δαβιτικῶς παραῤῥιπτεῖσθαι, ἐν τῷ τῆς Θεοτόκου ἠρετίσω οἴκῳ, ἤ πρόσκαιρον ἔχειν, τῶν ἐν κόσμῳ ἀπόλαυσιν· καὶ ταῖς θείαις ἀναβάσεσιν, ἀνακαθάρας τὸν νοῦν, ἀποκαλύψεως θείας ἠξίωσαι, καὶ τῆς Ἁγνῆς Παρθένου θεράπων ὤφθης ἔνθεος, λαμπρυνθεὶς παρ᾿ Αὐτῆς, τὴν ψυχὴν μακάριε· ἔνθεν λόγοις ὑψηγόροις, καὶ γράμμασι πανσόφοις, τὴν ἐν Αὐτῇ οἰκονομίαν τοῦ Λόγου, θεολογών ἀνύμνησας κράζων πάτερ Ῥωμανέ, Κύριε, δόξα Σοι.

Ἦχος δ’.

Ῥώμῃ θείᾳ κρατυνθείς, φερωνύμως Ῥωμανέ, τὸ ἀσθενὲς τῆς φύσεως ὑπερεῖδες, καὶ πρὸς ἀσκητικοὺς ἀγῶνας, ῥωμαλέῳ ἀπεδύσω φρονήματι· καὶ ἐν αὐτοῖς τὸν τοῦ σκότους θριαμβεύσας ἄρχοντα, ὁσίως καὶ ἀμέμπτως Χριστῷ εὐηρέστησας, πρὸς τὸ βραβεῖον ἀφορῶν, τῆς ἄνω κλήσεως· καὶ νῦν ἀνακεκαλυμμένως βλέπων, ἃ βλέπουσιν Ἄγγελοι, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ὁ αὐτός.

Τοῦ Παρακλήτου ἡ χάρις, καθαρόν σε εὑροῦσα σκήνωμα, ἐν τοῖς χείλεσί σου δαψιλῶς ἐξεχύθη, Ῥωμανὲ πατὴρ ἡμῶν· ὅθεν πᾶσαν εὔφρανας τὴν Ἐκκλησίαν, τῷ φθόγγῳ τῶν ῥημάτων σου, καὶ τῇ τῆς θεηγόρου ἡδύτητι γλώσσης σου· τὸ γὰρ μέλι τῆς χάριτος, ἀποστάζουσιν οἱ λόγοι σου, καὶ ἐν ὠσὶ τῶν καρδιῶν ἡμῶν, τὰ θεῖα μέλη σοῦ ἠχοῦσι, τὴν μελῳδίαν τὴν οὐράνιον· ὡς γὰρ θεῖος μελῳδός, πάντας προτρέπεις Χριστῷ κράζειν, Κύριε δόξα Σοι.

Καί νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε…

Εἰς τόν Στίχον, Στιχηρά Προσόμοια. Ἦχος πλ.α’. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ ἱερὸς μελῳδός, τοῦ Παρακλήτου παναρμόνιον ὄργανον, ἡ λύρα ᾀσμάτων θείων, γλῶσσα Θεοῦ λιγυρά, ἁρμονίας θείας ἐξαγγέλουσα· ὁ νοῦς ὁ θεόληπτος, μυροθήκη τοῦ Πνεύματος, κάλαμος θεῖος, ὁ κινούμενος ἄνωθεν, καὶ συνθέμενος, μελῳδήματα ἔνθεα, νάβλα ἡ καλλικέλαδος, εὐάρμοστον τύμπανον, τὸ μυστικῶς ἀλαλάζον, τὰς συμφωνίας τῆς χάριτος· Χριστὸν ἐκδυσώπει, Ῥωμανὲ ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.

Στ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίρων, ἐν θεολήπτῳ ψυχῇ, καὶ οὐρανίῳ θεοφόρε φρονήματι, ἐν οἴκῳ τῆς Θεοτόκου, προσκαρτερῶν καὶ Αὐτήν, παννυχίῳ στάσει ἱλεούμενος, χερσὶ Ταύτης δέδεξαι, ἐμφανείᾳ τῇ κρείττονι, τὸ θεῖον δῶρον, καὶ αὐτίκα θεόσοφος, ἀναδέδειξαι, μελῳδὸς καὶ ἡδύφωνος· ὅθεν ἐνθέως ᾔνεσας, μολπὰς τὰς τῆς χάριτος, ἐν Ἐκκλησίᾳ Ὁσίων, κατὰ Δαβὶδ τὸν θεόφρονα, μεθ᾿ οὗ ἐκδυσώπει, Ῥωμανὲ ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.

Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Ὅλος, πεπληρωμένος φωτός, ἔνθεος ὅλος τῆς Παρθένου τῇ χάριτι, ἐκίνησας τὴν σὴν γλῶσσαν, πρὸς ὑμνῳδίαν Θεοῦ, τοῦ σαρκὶ τεχθέντος ὑπὲρ ἔννοιαν, καὶ πάντας ἐξέστησας, τῇ συνθήκῃ τῶν λόγων σου, καὶ τῇ τῶν ὑμνῶν, οὐρανίᾳ γλυκύτητι, ὡς γὰρ Ἄγγελος, ἐν τῷ ᾄδειν τεθέασαι· ὅθεν σὲ μακαρίζομεν, ὡς θεῖον θεράποντα, καὶ ἱερὸν ὑμνηπόλον τῶν μεγαλείων τῆς χάριτος, καὶ πᾶσιν αἰτοῦντα, Ῥωμανὲ ἡμῖν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β’.

Πρώτη καλῶν ἀπαρχή, ὤφθης σωτηρίας ἀφορμή, Ῥωμανὲ πατὴρ ἡμῶν· ἀγγελικὴν γὰρ ὑμνῳδίαν συστησάμενος, θεοπρεπῶς ἐπεδείξω τὴν πολιτείαν σου. Χριστὸν τὸν Θεὸν ἱκέτευε, πειρασμῶν καὶ κινδύνων λυτρωθῆναι τοὺς ἀνυμνοῦντάς σε.

Καί νῦν. Θεοτοκίον.

Θεοτόκε, Σὺ ἡ ἄμπελος ἡ ἀληθινή…

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.

Ὡς σάλπιγξ θεόληπτος  τῶν οὐρανίων ᾠδῶν, ἐνθέως  ἐφαίδρυνας τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς θείοις σου ᾄσμασι, σὺ γὰρ τῆς Θεοτόκου, ἐμπνευσθεὶς τῇ ἐλλάμψει, ἔνθεος ὑμνηπόλος ἐγνωρίσθης ἐν κόσμῳ· διό σε πόθῳ τιμῶμεν, Ῥωμανὲ Ὅσιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον…

Ἀπόλυσις.

ΕΝ ΤΩ ΟΡΘΡΩ

        Μετά τήν α’Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τόν τάφον Σου, Σωτήρ.

Ὡς ἔνθεον ζωήν, Ῥωμανὲ διανύων, κατεῖδες μυστικῶς, τὴν Ἁγνὴν Θεοτόκον, παρ᾿ Ἧς καὶ τὸ οὐράνιον, Πάτερ δέδεξαι δώρημα, καὶ ἀνύμνησας, ὥσπερ ἐπόθεις θεόφρον, τοῦ Θεοῦ ἡμῶν, τὰς ἑορτὰς καὶ Ἁγίων, τὰ σκάμματα, Ἅγιε.

Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.

Παρέσχες θαυμαστῶς, Ῥωμανῷ τῷ Ὁσίῳ, ἐν τόμῳ μυστικῷ, τὴν πλουσίαν Σου χάριν, διὸ καὶ ἀνεβόα Σοι, ἡδυφώνως Πανύμνητε, χαῖρε Δέσποινα, φωτὸς ἀΰλου δοχεῖον, χαῖρε Ἄχραντε, ἡ κραταιὰ προστασία, ἡμῶν καὶ ἀντίληψις.

Μετά τήν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.

Ῥώμην ἄνωθεν, ἐνδεδυμένος, κατεπάλαισας, ἐχθρῶν τὸ στῖφος, ἀσκητικοῖς Ῥωμανὲ ἀριστεύμασι, καὶ ἀρετῶν διαλάμψας δυνάμεσι, πρὸς τὸ ἀνέσπερον φῶς μεταβέβηκας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.

Φῶς παρέσχετο, Θεογεννῆτορ, καὶ οὐράνιον, δέδωκε μέλος, Ῥωμανῷ τῷ ἱερῷ Σου θεράποντι, ὃν ταῖς χερσί Σου αὐτῷ τόμον δέδωκας, τῆς οὐρανίου σοφίας τεκμήριον. Ὅθεν ἅπαντες ὑμνοῦμεν τὰ μεγαλεῖά Σου, θαυμάτων Σου δοξάζοντες τὸ μέγεθος.

Μετά τόν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α’. Τόν Συνάναρχον Λόγον.

Τῇ σοφίᾳ τῇ θείᾳ μυσταγωγούμενος, Ῥωμανὲ θεοφόρε ,ἐν μελιῤῥύτοις φθογγαῖς, τὰς καρδίας τῶν πιστῶν εὐφραίνεις Ὅσιε, καὶ πρὸς ἀγάπην θεϊκήν, διεγείρεις τὰς ψυχάς, τῶν πόθων σὲ ἀνυμνούντων, ὡς ἀληθῆ μυστογράφον, καὶ ὑποφήτην θείου Πνεύματος.

Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.

Τὸν Θεὸν ἀποῤῥήτως κυοφορήσασα, τὴν τῶν ἀνθρώπων οὐσίαν ἐκ τῆς ἀρχαίας ἀρᾶς, ἐπανήγαγες Ἁγνὴ πρὸς δόξαν ἄῤῥητον, διὸ ὑμνοῦμέν Σε πιστῶς, ὡς σωτηρίας ἀπαρχήν, βοῶντές Σοι Θεοτόκε· χαῖρε ἡ σώσουσα πάντας, ἐκ τῶν βελῶν τοῦ πολεμήτορος.

Οἱ Ἀναβαθμοί· τό α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23).

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Ὁ Ν᾿ Ψαλμός.

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ.: Ἐλεήμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σο, ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἀγγελικῇ κοσμούμενος ζωή, πνευματικὴ κιθάρα ὤφθης, Ῥωμανὲ πατὴρ ἡμῶν· καὶ ἐν τῇ δοθείσῃ σοι χάριτι, καλῶς δοξάσας τὸν Κύριον, τοὺς υἱοὺς τῆς Ἐκκλησίας ἐξεπαίδευσας, ἀσματικῶς ὑμνεῖν, Αὐτοῦ τὴν χρηστότητα. Αὐτῆς ἀξίωσον Ἅγιε, ταῖς σαῖς παρακλήσεσι, τοὺς τελοῦντας τὴν μνήμην σου.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς:  Μέλπω Ῥωμανόν, τὴν θεηγόρον μοῦσαν. Γερασίμου.

Ὠδή α’. Ἦχος α’. Σοῦ ἡ τροπαιοῦχος δεξιά.

Μνήμην σου τὴν θείαν καὶ λαμπράν, τῶν ἐγκωμίων κοσμῆσαι ταῖς ἄνθεσι, χάριν μοι πρυτάνευσον, ἐκ τῆς πανσόφου σου γλώσσης θεόπνευστε, Ῥωμανὲ τρισμάκαρ, τῶν Ἀσωμάτων ἐφάμιλλε.

Ἔρωτος τοῦ θείου τῷ πυρί, ἀναφλεχθεὶς Ῥωμανὲ τὴν διάνοιαν, ἐν τῷ κόσμῳ ἔλαμψας, ὥσπερ λυχνία πολύφωτος Ὅσιε, τῆς δικαιοσύνης, τὰς φωταυγείας ἀστράπτουσα.

Λύρα θεοκίνητος ὀφθείς, καὶ παναρμόνιον ὄργανον Πνεύματος, ταῖς μολπαῖς τῶν λόγων σου, τῆς Ἐκκλησίας φαιδρύνεις τὸ πλήρωμα, ᾄδων τὰς ὑψώσεις, Δαυϊτικῶς τοῦ Θεοῦ ἡμῶν.

Πᾶσαν τὴν ἀπάτην ἐκφυγών, ἀσκητικῶς τῷ Χριστῷ ἠκολούθησας, ᾧ καὶ πίστει ἔκραζες· ὄπισθεν Λόγε τῆς Σῆς ὡραιότητος, βαίνων ἀνενδότως, ἀξιωθείην τῆς θέας Σου.

Θεοτοκίον.

Ὤφθης ἐν ὁράματι Ἁγνή, ὥσπερ λαμπὰς ζωηφόρος καὶ πάμφωτος, καὶ τῇ θείᾳ αἴγλῃ Σου, τὸν Ῥωμανὸν εὐκλεῆ θεοῤῥήμονα, Κόρη ἀπειργάσω, καὶ ὑμνολόγον θεόληπτον.

Ὠδή γ’. Ὁ μόνος εἰδώς.

Ῥημάτων σου Πάτερ ἡ μολπή, τὴν τῶν Ἀγγέλων αἴνεσιν, ἐκμιμουμένη πάντας ἐπτέρωσε, πρὸς ἀναβάσεις ἀΰλου ἔρωτος· οὗ ὀφθεὶς ἀνάπλεως, ἐνθεαστικώτατα, τῆς Τριάδος τὴν δόξαν ἀνύμνησας.

Ὡς ἄλλος θεόπνευστος Δαυΐδ, τερπνῶς προεμελῴδησας, πρὸ τῆς ἐμψύχου κιβωτοῦ Ὅσιε, τῆς Ἐκκλησίας τοῦ σὲ δοξάσαντος, ᾧ καὶ ἀνεκραύγαζες· ἅγιος εἶ Κύριε, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Μαρτύρων τοὺς ἄθλους ἐπαίνων, ἐν θεοφθόγγοις ᾄσμασι, τὰ τῶν Ὁσίων ὕμνησας τάγματα, ὧν ἀνιχνεύων τὰ κατορθώματα, τῷ σφοδρῷ σου ἔρωτι, ἐπὶ γῆς ὡς Ἄγγελος, Ῥωμανὲ ἀληθῶς πεπολίτευσαι.

Ἀφθόνως ἐκ θείων θησαυρῶν, τοῖς χείλεσί σου ἔνδοξε, τοῦ Παρακλήτου χάρις ἐκκέχυται καὶ εὐσεβείας σὲ λύραν ἔμμουσον, ἀληθῶς εἰργάσατο, κόσμον καταθέλγουσαν τῇ γλυκύτητι πάτερ τῶν λόγων σου.

Θεοτοκίον.

Ναῷ προσεδρεύων ἀκλινῶς, τῆς πεφηνυῖας ἔνδοξε, λαμπρὸν τοῦ Κτίσαντος ἐνδιαίτημα, τῇ φωταυγείᾳ Αὐτῆς κατηύγασαι, ᾗ καὶ ἀνεκραύγαζες· χαῖρε Ἀειπάρθενε, οὐρανοῦ τε καὶ γῆς τὸ μεθόριον.

Κάθισμα (ἐκ τοῦ Πολυελέου). Ἦχος πλ. α’. Τόν Συνάναρχον Λόγον.

Τῇ σοφίᾳ τῇ θείᾳ μυσταγωγούμενος, Ῥωμανὲ θεοφόρε ,ἐν μελιῤῥύτοις φθογγαῖς, τὰς καρδίας τῶν πιστῶν εὐφραίνεις Ὅσιε, καὶ πρὸς ἀγάπην θεϊκήν, διεγείρεις τὰς ψυχάς, τῶν πόθων σὲ ἀνυμνούντων, ὡς ἀληθῆ μυστογράφον, καὶ ὑποφήτην θείου Πνεύματος.

Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.

Τὸν Θεὸν ἀποῤῥήτως κυοφορήσασα, τὴν τῶν ἀνθρώπων οὐσίαν ἐκ τῆς ἀρχαίας ἀρᾶς, ἐπανήγαγες Ἁγνὴ πρὸς δόξαν ἄῤῥητον, διὸ ὑμνοῦμέν Σε πιστῶς, ὡς σωτηρίας ἀπαρχήν, βοῶντές Σοι Θεοτόκε· χαῖρε ἡ σώσουσα πάντας, ἐκ τῶν βελῶν τοῦ πολεμήτορος.

Ὠδή δ’. Ὄρος Σε τῇ χάριτι.

Ὅλος ἐνθεώτατος, ἐδείχθης ἐν ΙΙνεύματι, ἀνακαθάρας σεαυτόν, τῶν ἐπιγείων μολυσμῶν, σὺ γὰρ ἀνεπτέρωσας, τὸν τῆς καρδίας σου ἔρωτα πάνσοφε, πρὸς ἐποπτείαν τῶν θείων ἐλλάμψεων.

Νόμοις βιωσάμενος, ὁσίως τοῦ Πνεύματος, ἔμπρακτος γνώμων καὶ κανών, καὶ ἀπαρχὴ θεοπρεπής, ᾀσμάτων γεγένησαι, ἐν Ἐκκλησία Ὁσίων ὡς γέγραπται, ὡς ὑπηρέτης τοῦ θείου θελήματος.

Τήξας δι᾿ ἀσκήσεως, σαρκὸς τὴν εὐπάθειαν, τὴν σὴν ψυχὴν καθάπερ γῆν, πίονα ἔδειξας σοφέ, λαμπρῶς ἀναθάλλουσαν, τῶν θεϊκῶν δωρεῶν τοὺς ἀστάχυας, τῆς Ἐκκλησίας τὰ τέκνα ἐκτρέφοντας.

Ἦρθης πρὸς τὴν ἄδυτον, αὐγὴν καὶ Τρισήλιον, ἐκ πολιτείας πρακτικῆς, ὡς ἐραστὴς τῶν ὑπὲρ νοῦν· ἐντεῦθεν τὸ σύντονον, τῶν Ἀσωμάτων, πρὸς ἄϋλον αἴνεσιν, κατανοήσας ἡμῖν διεπόρθμευσας.

Θεοτοκίον.

Νάμασι Πανύμνητε, τῆς Σῆς ἐπισκέψεως, καταρδευθεὶς θεοπρεπῶς, ὁ θεηγόρος Ῥωμανός, τῷ κόσμῳ ἀνέβλυσεν, ἀγγελικῆς μελῳδίας τὰ ῥεύματα, τὰς νοουμένας ἀρούρας εὐφραίνοντα.

Ὠδή ε’. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Θερμοτάτῃ διανοίᾳ τῷ Χριστῷ προσκολλώμενος, τῆς τοῦ κόσμου συναφείας σεαυτὸν ἀπεμάκρυνας, καὶ ναὸς Θεοῦ φωτοειδής, ἐγένου θεοφόρε, τῇ καθαρᾷ πολιτείᾳ σου.

Ἐπτερώθης τῇ ἀγάπῃ τοῦ Σωτῆρος μακάριε, ἐκδημήσας ἐκ τῆς ὕλης, καὶ αὐτὸν θεασάμενος, ὄμμασι καρδίας νοεροῖς, ὅθεν πανσόφοις ὕμνοις, τὴν τούτου δόξαν ἀνύμνησας.

Ἡ θεόπνευστός σου γλῶσσα ὥσπερ πλῆκτρον οὐράνιον, τῇ τοῦ Πνεύματος ἐμπνεύσει, κρουομένη θεόληπτε, τῆς οἰκονομίας τοῦ Χριστοῦ, μυστήριον τὸ μέγα, ᾠδαῖς ἐνθέοις ἐδόξασε.

Θεοτοκίον.

Γεωργήσασα ἀσπόρως τὸν τροφέα τῆς κτίσεως, ὡς Παράδεισος, εὐώδης Θεοτόκε Πανύμνητε, ἄρουραν εἰργάσω λογικήν, ᾀσμάτων μελιῤῥύτων, τὸν Ῥωμανὸν τὸν θεόληπτον.

Ὠδή στ’. Ἐκύκλωσεν ἡμᾶς.

Ὁ βίος σου ταῖς ἀρεταῖς κοσμούμενος, ἐξέλαμψεν ὡς ἥλιος, καὶ τοῖς τῶν πανσόφων σου ᾠδῶν, Πάτερ ἀπαυγάσμασι κατηύγασε, τοὺς ἐν νυκτί, τῆς ἀμελείας καθεύδοντας.

Ῥιφθεὶς ὡς Ἡσαΐας θείῳ ἄνθρακι, ἐπισκοπῆς τῆς κρείττονος, τῆς σωματωσάσης τὸν Θεόν, Τρισαγίων ὑμνῶν ἀνεκήρυξας, ἐπὶ τῆς γῆς, τὴν ἁρμονίαν πατὴρ ἡμῶν.

Ὀσμῆς ζωαρχικῆς πλήρεις ὡράθησαν σοφὲ αἱ σιαγόνες σου, καὶ τὰς διανοίας τῶν πιστῶν, τῇ διανομῇ τῶν δωρημάτων σου, διαπαντός, εὐφραίνουσι καὶ ἐκτρέφουσι.

Προσκαρτερῶν τῆς Θεομήτορος, Θεόν τε ἱλεούμενος, νηστείαις Ῥωμανὲ καὶ προσευχαῖς, ὤφθης τῆς Τριάδος ἐνδιαίτημα, προσοικειῶν, ταύτῃ τοὺς σοὶ προσανέχοντας.

Θεοτοκίον.

Μητέρα Σε Θεοῦ καὶ Κόρην ἄφθορον, καὶ θεῖον συναπτήριον, Ἀγγέλων καὶ ἀνθρώπων ἐμφανῶς, ὁ κλεινὸς θεράπων Σου Πανάχραντε, ἐπεγνωκώς, τὰ μεγαλεῖα Σου ὕμνησε.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.

Ὥσπερ κιθάραν τῆς σοφίας παναρμόνιον καί ὑποφήτην θεοπνεύστων ἀνακρούσεων, εὐφημοῦμεν Ῥωμανέ σε ἀσμάτων ὕμνοις· ἀλλ’ ὡς φόρμιγξ δωρεῶν τῶν ὑπέρ ἔννοιαν, πρός ἐγρήγορσιν ἡμᾶς θείαν διέγειρον, τούς βοῶντας σοι, χαίροις Πάτερ θεόληπτε.

Ὁ Οἶκος.

Ἄνωθεν ἐκομίσω, ἐκ χειρῶν τῆς Παρθένου, Ῥωμανὲ τὴν θεόπνευστον χάριν, ἐντεῦθεν ᾔνεσας μελιχρῶς, τὴν τοῦ Σωτῆρος ἀπόῤῥητον κένωσιν διό σου τὴν λαμπρότητα, θαυμάζοντες πόθῳ βοῶμεν·

Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ὑμνεῖται·

χαῖρε, δι᾿ οὗ ὁ Σατὰν πατεῖται.

Χαῖρε, ἁρμονίας τῆς ἄνω θησαύρισμα·

χαῖρε, συμφωνίας ἀΰλου ἐναύλισμα.

Χαῖρε, ὄργανον θεόπνευστον ὕμνων τῶν πνευματικῶν·

χαῖρε, στόμα τὸ μελίῤῥυτον λόγων τῶν ᾀσματικῶν.

Χαῖρε, ὅτι ἐδείχθης πνευματέμφορος λύρα·

χαῖρε, ὅτι ἡδύνεις εὐσεβῶν τὴν χορείαν.

Χαῖρε, αὐλὸς τῆς χάριτος εὔσημος·

χαῖρε, μολπὴ τοῦ κρείττονος εὔηχος.

Χαῖρε, λαμπὰς θεαυγὴς Ἐκκλησίας·

χαῖρε, ἀστὴρ παμφαὴς εὐσεβείας.

Χαίροις Πάτερ θεόληπτε.

Συναξάριον.

Τῇ α΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ, τοῦ Ποιητοῦ τῶν Κοντακίων.

Στίχοι·

Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον,

Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις.

Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Σὲ νοητήν.

Ὀμβροβλυτεῖς, Ῥωμανὲ τοῖς πέρασιν, ἀπὸ χειλέων εὐαγῶν, ὕδωρ τὸ ἁλλόμενον ἀεί, καὶ τὸν τῆς χρηστότητος, γλυκασμὸν ἐξαίροντα, τῆς ἀγνωσίας τὸν καύσωνα, τὸν αἰνετὸν μεγαλύνων, Θεὸν καὶ ὑπερένδοξον.

Ὑπεριδών, κοσμικὴν τερπνότητα, ἀγγελικὴν διαγωγήν, σώματι ἐζήλωσας θνητῷ, ὅθεν πρὸς ἀθάνατον λῆξιν μεταβέβηκας, σὺν Ἀσωμάτοις τερπόμενος, καὶ μεγαλύνων ἀπαύστως, Θεὸν τὸν ὑπερένδοξον.

Στόμα Θεοῦ, γεγονὼς ἐτράνωσας, τὴν θείαν δόξαν ἐπὶ γῆς, καὶ ἐκ τῶν ῥεόντων καὶ φθαρτῶν, πρὸς τρυφὴν τὴν ἄῤῥευστον, καὶ ζωὴν τὴν ἄληκτον, τοὺς ἐκβοῶντας ἐπτέρωσας ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ἄρτος ψυχῶν, καὶ μάννα οὐράνιον, καὶ πῦρ σοφὲ φωτιστικόν, πέλουσιν οἱ λόγοι σου σαφῶς, ἡμᾶς ἐκκαθαίροντες, καὶ τρέφοντες ἄγουσι, πρὸς φωτισμὸν τὸν σωτήριον, ὅθεν πιστῶς ἐκτελοῦμεν, τὴν ἱεράν σου πανήγυριν.

Θεοτοκίον.

Νόμῳ φθορᾶς, δουλωθεὶς Πανάμωμε, ἀπεμακρύνθην τοῦ Θεοῦ, σὺ οὖν ἡ τεκοῦσα ἐν σαρκί, τὸν τοῦ νόμου πάροχον, νόμους ἐγκαινίζοντα, καινοπρεποῦς πολιτεύματος, πρὸς μεταγνώσεως φέγγος, ὁδήγησόν με καὶ σῶσόν με.

ᾨδὴ η΄. Ἐν καμίνῳ Παῖδες.

Γράμμασι χαράξας ἱεροῖς, ᾀσμάτων οὐρανίων τὴν μέθοδον καὶ τὸν τύπον, δι᾿ αὐτῶν τοὺς εὐσεβεῖς, βοᾶν ἐξεπαίδευσας εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἔπηξας ὡς κλίμακα ζωῆς, τῶν λόγων σου τὰς ὑψώσεις, προθέμενος ὡς βαθμίδας τῶν πανσόφων σοῦ στροφῶν, τὴν συνθήκην τοῖς κράζουσιν εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ῥήσεσι Χριστοῦ ἀκολουθῶν, ἐσκόρπισας τοῖς αἰτοῦσι χαρίτων τῶν ἀθανάτων, θησαυρὸν τὸν ἀληθῆ, κραυγάζων θεσπέσιε εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἀνωτέρα πάσης ὁρατῆς, καὶ ἀοράτου Κόρη, κτίσεως ἀνεδείχθης, σωματώσασα Χριστόν, τὸν πάντα ποιήσαντα· ὅθεν ἀνωτέραν δεῖξον τὴν ψυχήν μου, τῆς τῶν γηίνων δόξης, ἕνα σὲ δοξάζω, μόνη δεδοξασμένη.

ᾨδὴ θ΄. Τῦπον τῆς Ἁγνῆς.

Στήλην γεγραμμένην Πνεύματι, τῶν ἱερῶν σου ὕμνων τὴν καλλιέπειαν, τῇ τοῦ Χριστοῦ, Ἐκκλησία κατέλιπες, καὶ ὡς νύμφην αὐτὴν κατεκόσμησας, ὡς λίθοις πολυτίμοις, τοῖς μελιχροῖς σου μελῳδήμασιν.

Ἴδες τὴν πηγὴν τῆς χάριτος, τὴν Θεοτόκον Κόρην μυσταγωγοῦσάν σε, καὶ ποταμόν, νοητὸν σὲ δεικνύουσαν, ὡς ἐν ὕδασι θείοις μεθύσκοντα, ᾀσμάτων μελῳδίαις, τῆς οἰκουμένης τὰ πληρώματα.

Μίαν ἀληθῶς Θεότητα, ἐν χαρακτῆρσι Πάτερ τρισὶν ἀνύμνησας, τὴν πανσθενῶς, συγκρατούσαν τὰ σύμπαντα, τρισυπόστατον φύσιν καὶ ἄκτιστον, ᾗ νῦν μετ᾿ εὐφροσύνης, καὶ θυμηδίας προσεχώρησας.

Ὅλος φωταυγὴς γενόμενος, τῇ ἀπροσίτῳ δόξῃ τοῦ Παντοκράτορος, καὶ νοερῶς, ᾄδων Πάτερ τῷ Κτίσαντι, σὺν Ἀγγέλοις ἀσίγητον αἴνεσιν, τὸν ὕμνον μου προσδέχου, ὥσπερ θυμίαμα εὐπρόσδεκτον.

Θεοτοκίον.

Ὕψος τοῦ ἀχράντου τόκου Σου, τίς ἐπαξίως ὑμνήσει Θεομακάριστε; Σὺ γὰρ Θεόν, ὑπὲρ νοῦν σωματώσασα, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ἀνυψώσας· διὸ κἀμὲ ἐκ λάκκου, τῆς ἀπωλείας Κόρη ὕψωσον.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ῥωμανὸς ὁ θεῖος, καὶ μελῳδὸς ὁ θαυμαστός, ὑμνολογείσθω ἀξίως, οἷα θεράπων τοῦ Θεοῦ· ὅτι ἡμᾶς ἐκδιδάσκει, ὑμνεῖν Τριάδα Ἁγίαν.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!

Ὢ, τοῦ παραδόξου θαύματος! ἡ Θεοτόκος Ἁγνή, ἐπιστᾶσα κατ᾿ ὄναρ σοι, τῇ τοῦ τόμου Ἅγιε, ἐπιδόσει σε δείκνυσιν, ὄργανον θεῖον καὶ θεοκίνητον, καὶ ὑμνηπόλον Πάτερ θεόληπτον, ὅθεν ἐξήγγειλας, ᾄσματα οὐράνια, γλώσσῃ λαμπρῷ, Ῥωμανὲ μακάριε, Χριστοῦ εἰς αἴνεσιν.

Πάτερ, Ῥωμανὲ θεόπνευστε, τῇ καθαρᾷ σου ζωή, καθαρθεὶς τὴν διάνοιαν, ὑλικῶν ἐμφάσεων, θείας χάριτος ἔτυχες, καὶ τῷ Σωτῆρι ὁσίως ἔθυσας, θυσίαν θείας ὄντως αἰνέσεως, ὅθεν συμμέτοχος, τῶν Ἀγγέλων γέγονας, μεθ᾿ ὧν ἀεί, ὕμνον τὸν τρισάγιον ᾄδεις τῷ Κτίσαντι.

Πάτερ, Ῥωμανὲ μακάριε, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ὥσπερ κλῆρον οὐράνιον, καὶ πλοῦτον πολύτιμον, καταλέλοιπας Ὅσιε, τῶν ἡδυφθόγγων ὕμνων καὶ λόγων σου, τὰς θεογράφους συνθήκας ἔνδοξε· οἷς πλουτιζόμενοι, τῷ νοῒ καρπούμεθα, τὴν ἐξ αὐτῶν, γνῶσιν θεοδίδακτον, Χριστὸν δοξάζοντες.

Πάτερ, Ῥωμανὲ θεόσοφε, δι᾿ ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, καὶ ἀγρύπνων στάσεων, τῷ Θεῷ εὐηρέστησας· ὅθεν ἐπλήσθης θείων ἐλλάμψεων, καὶ μετετέθης πρὸς φῶς τὸ ἄδυτον, θέσει θεουμένος, καὶ ἀΰλῳ στόματι ὑμνολογῶν, σὺν Ἀγγέλων τάξεσι, τὸν πάντων Κύριον.

Δόξα. Ἦχος πλ. α’.

Τῇ θεοφθόγγῳ γλώσσῃ σου, τὴν Ἐκκλησίαν παιδεύεις, θύειν θυσίαν κατὰ Δαβίδ, θείας αἰνέσεως, τῷ Θεῷ ὅσιε· φωτισθεὶς γὰρ τῷ Πνεύματι, ἃ ἐδέξω ἄνωθεν, πᾶσι παρέθου σαφῶς πρὸς μετοχὴν ζωῆς τῆς κρείττονος. Καὶ νῦν τὸ γέρας κληρωσάμενος, τῶν ἀοιδίμων πόνων, Ῥωμανὲ πατὴρ ἡμῶν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καί νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαριστοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ᾿ ᾠδή.

Ἀπόστολον, ἐκ τῆς πρός Γαλάτας Ἐπιστολῆς Παύλου (Κεφ. Ε΄, 22- ς´, 2)

Ἀδελφοί, ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῆς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. Ια΄, 27-30).

Εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον.

Ἄνωθεν τὸ δῶρον ἀπειληφώς, ἐκ τῆς Θεοτόκου, παμμακάριστε Ῥωμανέ, ὑμνήσας πανσόφως, τὰ θεῖα μεγαλεῖα, κενώσεως τοῦ Λόγου, ὡς ἔμπνουν ὄργανον.

Δημοσιεύτηκε 4th February 2015 από τον χρήστη Καθηγητής Αντ.Μάρκου

  

Προσθέστε ένα σχόλιο

Αυτός ο ιστότοπος χρησιμοποιεί cookie από το Google για την παροχή των υπηρεσιών του, για την εξατομίκευση διαφημίσεων και για την ανάλυση της επισκεψιμότητας. Η Google κοινοποιεί πληροφορίες σχετικά με την από μέρους σας χρήση αυτού του ιστότοπου. Με τη χρήση αυτού του ιστότοπου, αποδέχεστε τη χρήση των cookie.ΜΆΘΕΤΕ ΠΕΡΙΣΣΌΤΕΡΑΈΓΙΝΕ

ΟΡΘΟΔΟΞΟΣ ΥΜΝΟΓΡΑΦΙΑ Α Ὑπεύθυνος: Ἀντ. Μάρκου, Καθηγητής Ἁγιολογίας 

Ἰστοσελίδα τοῦ Κέντρου Ἁγιολογικῶν Μελετῶν ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΕΤΑΦΡΑΣΤΗΣ

 

 

 

 

 

 

AUG

17

    1. Ἐνημέρωσις0 Προσθέστε ένα σχόλιο

    2. Δημοσιεύτηκε 17th August 2016 από τον χρήστη Καθηγητής Αντ.Μάρκου

    3.   

    4.              Παρακαλοῦνται οἱ ἀναγνῶστες τοῦ παρόντος Ἰστοτόπου, νά ἐπισκέπτωνται γιά νεώτερες ἀναρτήσεις ὑμνογραφικοῦ ἐνδιαφέροντος τήν ΟΡΘΟΔΟΞΟ ΥΜΝΟΓΡΑΦΙΑ Β, (orthodox hymnographyb.blogspot.com), ὅπου στό ἑξῆς θά ἀναρτῶνται ἔργα παλαιῶν καί νεωτέρων ὑμνογράφων.

                 Καταβάλλεται προσπάθεια οἱ νέες ἀναρτήσεις νά ἔχουν ὁμοιογένεια ὡς πρός τήν ἐμφάνιση καί τήν μορφή.

JAN

22

    1. Ἀκολουθία Ὁσίου ΚΛΗΜΕΝΤΟΣ τοῦ Σαγματᾶ0 Προσθέστε ένα σχόλιο

    2. Δημοσιεύτηκε 22nd January 2016 από τον χρήστη Καθηγητής Αντ.Μάρκου  

    3. Ετικέτες: Ακολουθίες

    4. Ψαλλομένη τῇ 26η Ἰανουαρίου

      Ποίημα Μητροπολίτου Ἐδέσσης Ἰωήλ

      ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣΦιλάγιον στράτευμα Χριστοῦ, συνελθόντες σήμερον, ἐν Σαγματίῳ ὑμνήσωμεν, τὸν θεῖον Κλήμεντα, τῆς Μονῆς τὸν στύλον, Βοιωτίας πρόμαχον, τοῦ θείου Μελετίου τὸ βλάστημα, ὃν ὑπερήλασε, ἐν σπηλαίῳ ὡς ἰσάγγελος, κατὰ μόνας βιώσας ὁ ἔνθεος.Τὸ πέλαγος ὄντως τῆς ζωῆς, νουνεχῶς τὸ ἄστατον, διαπεράσας κατήντησας, πρὸς τὰ ἀκίνητα, καὶ τὴν τῶν πραέων, κληρουχίαν Ὅσιε, ὑμνῶν ἀκαταπαύστως τὸν Κύριον, Ὅν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.Δόξα. Ἦχος β΄.Καὶ νῦν. Θεοτοκίον.

      Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.Δόξα. Τριαδικόν.Καὶ νῦν. Θεοτοκίον.

      Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

      Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.Καὶ νῦν. Θεοτοκίον.

      Ἀπόλυσις.

      ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣΦιλομόναχον ἄθροισμα, ἐν ᾠδαῖς εὐφημήσωμεν, καθαρὸν τοῦ Πνεύματος καταγώγιον, τῆς Βοιωτίας τὸν πρόβολον, πιστῶν ἐγκαλλώπισμα, καὶ Μονῆς τοῦ Σαγματᾶ, ποδηγέτην θεόφρονα, ἀνακράζοντες· ταῖς λιταῖς σου μὴ παύσῃ ἱκετεύων, τὸν φιλάνθρωπον Δεσπότην, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.Καθ’ ἡμέραν ἀπέθνησκες, ὡς ὁ Παῦλος ἐφθέγξατο, τῇ προθέσει Κλήμη θεομακάριστε, τῇ ἐκκοπῇ τοῦ θελήματος, νηστείαις δεήσεσι, καὶ εὐχῇ τοῦ Ἰησοῦ, τῶν δακρύων τοῖς χεύματι, καρτερότητι, στεναγμοῖς ἀλαλήτοις κακουχίαις, καταπλήξας Μελετίου, τὸ ἱερὸν φροντιστήριον.Ἀπελήλαται Ὅσιε, τῶν δαιμόνων τὸ στράτευμα, ἐν τῷ ὄρει Κλήμη τῆς σῆς ἀσκήσεως· ὡς γὰρ ἀμφίστομον φάσγανον, τὴν πίστιν κτησάμενος, τὰς ὀχλήσεις τῆς σαρκός, τῶν παθῶν τὰ κινήματα, καὶ φυσίωσιν, τοῦ νοὸς διεσκέδασας ἀκόπως, ὑπὲρ φύσιν ἐξαστράπτων, ἐπιστασίᾳ τῆς χάριτος.Δόξα. Ἦχος πλ. β΄.Καὶ νῦν. Θεοτοκίον.

      Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

      Εἰς τήν Λιτήν. Ἦχος α΄.Ἦχος β΄.Ἦχος γ΄.Ἦχος δ΄.Δόξα. Ἦχος πλ. α΄.Καὶ νῦν. Θεοτοκίον.

      Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν. Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.Δόξα. Ἦχος πλ. δ΄.Καὶ νῦν. Θεοτοκίον.

      Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.Καὶ νῦν. Θεοτοκίον.

      Ἀπόλυσις.

      ΟΡΘΡΟΣἩδέως ὁ χορός, τῶν φιλούντων σε Κλήμη, τὴν κλῆσίν σου σοφέ, ἑορτάζει κατ’ ἔτος, ἐν ᾗ ἀναμιμνήσκεται, τὰς σεπτὰς ὑποθήκας σου, τὰ παλαίσματα, τοὺς ὀχετοὺς τῶν δακρύων, ἃ ἐξέχεας, ἐν στεναγμοῖς ἀλαλήτοις, πιάνας τὴν ἔρημον.Λεπτύνας τοῦ νοός, τὰ δυσίατα πάθη, τῇ μνήμῃ τοῦ Θεοῦ, θεωρίας τὸν τόπον, κατείληφας ἀοίδιμε, μυστικῶς εὐφραινόμενος, ταῖς ἐλλάμψεσι, τῆς φωτοφόρου Τριάδος, καὶ ὡς ἥλιος, μαρμαρυγαῖς τὰ σὰ τέκνα, αὐγάζων πανόσιε.Τὸν στάχυν τῆς ζωῆς, γεωργήσασα ξένως, ἡμῶν τῶν γηγενῶν, ἀνεζύμωσας γένος· διὸ καὶ τὴν κατάποσιν, τῆς πικρίας ἐξήμεσαν, οἱ προστρέχοντες, μεταλαβεῖν τοῦ Υἱοῦ Σου, τὸν οὐράνιον, καὶ ζωοπάροχον ἄρτον, Παρθένε πανάμωμε.

      Μετὰ την β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.Ὁ Ν’ Ψαλμός.Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…Ὁ γῆν ὡς οὐρανὸν οἰκήσας, καὶ οὐρανὸν ὡς γῆν περιπολεύσας τῷ Πνεύματι, ἀνεδείχθης ἐν τῷ στύλῳ, Κλήμη πανόσιε· διὸ καὶ κατηξιώθης πολυτελοῦς χάριτος, λαβὼν παρὰ Θεοῦ ἐξουσίαν, τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ νῦν ταῖς ἄνω χοροστασίαις συναυλιζόμενος, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

      Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου.ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.Ἡ θεοΰφαντος χλαῖνα καὶ ἀλουργίς, ἣν περιεβάλλετο, φιλανθρώπως ὁ Σωτήρ, τὴν ἐμὴν γυμνότητα ψυχῆς, τῇ στολῇ τῶν ἀρετῶν, Κόρη ἀμφίασον.Ῥαγδαιοτάτως οἱ ἄνεμοι τῶν παθῶν, τὸν Ἀδὰμ ἀπέῤῥιψαν, ἐν τῷ λάκκῳ ὀδυνῶν, ἀλλ’ ὁ θεῖος τόκος Σου Ἁγνή, ὅπου ἦν θεοπρεπῶς, αὐτὸν ἀνήγαγε.

      Ὁ Κανὼν τοῦ Ὁσίου, οὑ ἡ ἀκροστιχίς: Ὅσιε Κλήμη, ἀεὶ ὑπὲρ ἡμῶν πρέσβευε. Ἰωήλ.Ὁ κτήσας τὴν πάμφωτον, θεολογίας ἀκρόπολιν, τὸν νοῦν μου καταύγασον, ἵνα ὑμνήσω σου, Κλήμη Ὅσιε, ἀσκήσεως τὰ ἔργα, δι’ ὧν ἐμεγάλυνας, Χριστὸν τὸν Κύριον.Ἰσχύϊ τῆς χάριτος, καθυποτάξαι τῷ κρείττονι, τὸ χεῖρον ἠθέλησας, Κλήμη μακάριε· ὅθεν ἔφυγας, τερπνότητα τοῦ βίου, ἁγνείᾳ τὸ σῶμά σου, περιφραξάμενος.Μαρτύρων τὰ πνεύματα, καὶ τῶν Ὁσίων συστήματα, ἀνθρώπων οἱ σύλλογοι, τῶν Ἀποστόλων χοροί, καὶ ὁμήγυρις, τῶν θείων Ἀσωμάτων, ὑμνήσωμεν ᾄσμασι, τὴν Ἀειπάρθενον.

      ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.Σαρκὶ ὡράθης τοῖς βροτοῖς, προελθὼν ἐκ Παρθένου, Ἑαυτῷ συναρμόσας, τὸν προπάτορα Ἀδάμ, καὶ μὴ ἐκστὰς τοῦ Πατρός, τῆς οὐσίας Σῶτερ καὶ θεότητος.Ὑπὲρ τὴν φύσιν τετοκώς, ἐξ ἁγνῆς Σου λοχείας, ὑπὲρ φύσιν ἀνάγει, τοὺς παρὰ φύσιν βροτούς, ὁ φυσικῶς ἐκ Πατρός, πρὸ αἰώνων, μυστικῶς γεννώμενος.

      Τοῦ Ὁσίου. Τοὺς Σοὺς ὑμνολόγους.Λαμπρῶς ταῖς εὐχαῖς τοῦ Μελετίου, ὁδὸν τοῦ Κυρίου τὴν στενήν, διαπεράσας Ὅσιε, τῶν οὐρανῶν ἐκέρδησας, τὸν πλατυσμὸν καὶ ἄνεσιν, Κλήμη Πατὴρ ἡμῶν ἔνδοξε.Θεοτοκίον.

      Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      ᾨδὴ δ΄. Τῆς Θεοτόκου. Χριστός μου δύναμις.Ἰᾶσαι τάχιστα, ψυχῆς τὰ τραύματα, καὶ σαρκὸς τὰς ὀχλήσεις ἀντιβολῶ, ταῖς ἱκετηρίαις Σου, πρὸς τὸν Υἱόν Σου καὶ Θεόν, Θεοτόκε ἀειπάρθενε.Ὑψόθεν Ἄσπιλε, ἡμᾶς ὁ Κύριος, ἐπεσκέψατο σάρκα ἀναλαβών, τὴν ἀποστατήσασαν, ἐκ τῶν αἱμάτων σου Ἁγνή, δανειζόμενος τὸ φύραμα.

      Τοῦ Ὁσίου. Ὁ καθήμενος ἐν δόξῃ.Ἁπλανεῖ διδασκαλίᾳ, Μελετίου τοῦ μάκαρος, καὶ τῇ θείᾳ νεύσει, Κλήμη μονοτρόπων ἐβίωσας, κατὰ παθῶν βασιλεύσας τελεώτατα, καὶ κατέβαλες, τὸν σκολιώτατον δράκοντα.Θεοτοκίον.

      ᾨδὴ ε΄. Τῆς Θεοτόκου. Τῷ θείῳ φέγγει Σου, Ἀγαθέ.Νοΐ καὶ γλώσσῃ σεμνοπρεπῶς, πᾶσα τῶν γηΐνων ἡ πληθύς, χαῖρε Παρθένε κραυγάζει Σοι· χαῖρε ἐπηρμένη πύλη τῆς χάριτος, τῆς ἄνω Βασιλείας τοῦ Παντοκράτορος.Μαρία χαῖρε Σεραφική, τοῦ ἁγίου ἄνθρακος λαβίς, ὡς Ἡσαΐας προεῖδέ Σε· χαῖρε νοερὸν τοῦ Πνεύματος κάτοπτρον· ἀνδρῶν πνευματοφόρων, χαῖρε τὸ κήρυγμα.

      Τοῦ Ὁσίου. Ἐξέστη τὰ σύμπαντα.Προχέει ἡ κάρα σου, Τριάδος τὴν ἐνέργειαν, τὴν μεριζομένην ἀμερίστως, καὶ θεραπεύει τῶν ἀλγουμένων πληγάς, Κλήμη ὡς ἀείῤῥοος πηγή, ἔχουσα ἰάματα, τῆς ψυχῆς καὶ τοῦ σώματος.Θεοτοκίον.

      ᾨδὴ στ΄. Τῆ Θεοτόκου. Τοῦ βίου τὴν θάλασσαν.Λαβὶς ἡ τὸν ἄνθρακα, περισχοῦσα Ἰησοῦν, Ὑπεραγία Δέσποινα, ὡς Ἡσαΐας εἶδε τὸ παλαιόν, ἐφάνης καὶ ἔφλεξας, φρυγανώδη ἀπάτην τοῦ ἀλάστορος.Ὡς ἄλλος Παράδεισος, ἡ κοιλία Σου Ἁγνή, τὸ ζωηφόρον πέφυκεν, τῆς σωτηρίας ξύλον ἀειθαλές, ἐξ οὗ ἀνεβλάστησε, ὁ καρπὸς τῆς θεώσεως Ἀπείρανδρε.

      Τοῦ Ὁσίου. Τὴν θείαν ταύτην.Μανίαν, Κλήμη ἡγήτορος, Μονῆς τοῦ Μελετίου ἀπέστρεψας, παρέχων ἄφεσιν, τοῦ φθονικοῦ παραπτώματος, ὑπερκοσμίως κράζων ἐπὶ τοῦ ὄρους σου.Θεοτοκίον.

      Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.Ὁ Οἶκος.

      Συναξάριον.Στίχοι·ἀρθεὶς ἀνέπτει πρὸς μονὰς οὐρανίους.Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

      ᾨδὴ ζ΄. Τῆς Θεοτόκου. Οἱ παῖδες ἐν Βαβυλῶνι.Ὁ πλοῦτος τῶν πενομένων, ῥανὶς διψώντων θεόῤῥυτος, ξηρανθείσης καρδίας ἡ δρόσος, συμφορῶν μεταποίησις, τῆς σωτηρίας πρόξενος, ἀνεδείχθης Πανάχραντε.Ὑπάνοιξον Θεοτόκε, ἡμῖν τὴν πύλην τῆς χάριτος, τῇ ὀξείᾳ Σου Μῆτερ πρεσβείᾳ, ἵνα πάντες κραυγάζομεν· εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλία Σου.

      Τοῦ Ὁσίου. Οὐκ ἐλάτρευσαν.Ῥεῖθρα ἄφθονα, ὡς ῥεῦμα ἀνεπίστροφον, ἡ θεία κάρα σου, ἐκ τῆς πηγῆς τοῦ Χριστοῦ, βλυστάνει τοῖς μέλπουσι, Κλήμη τὸ μέλισμα· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.Θεοτοκίον.

      ᾨδὴ η΄. Τῆς Θεοτόκου. Ἐκ φλογὸς τοῖς ὁσίοις.Νοητοῦ Νυμφίου, παστὰς γεγένησαι, παντευλόγητε Κόρη Θεογεννήτρια, Λόγον τοῦ Θεοῦ τῷ Ἀδὰμ συνενώσασα· ὅθεν Σέ τιμῶμεν εἰς πάντας τοὺς αἰῶνας.Νομικῆς διαθήκης Κόρη μετήνεγκας, τὸ δυσβάστακτον βάρος εἰς ἐλαφρότητα, Πνεύματος Θεοῦ, Νομοδότην γεννήσασα, Ὅν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

      Τοῦ Ὁσίου. Παῖδας εὐαγεῖς.Ἔσπευσας τὸ χεῖρον ὑποτάξαι, τῷ κρείττονι ἀνδρικῶς ἐκβιασάμενος, φύσιν τὴν φιλόϋλον, Κλήμη παμμακάριστε, γενναίως γὰρ ὑπήνεγκας, φθαρτῶν τὴν ἔλλειψιν, τὸ ψῦχος, τὴν γυμνότητα Πάτερ, τὸ κοινὸν βραβεῖον, κατὰ σκοπὸν διώκων.Θεοτοκίον.

      ᾨδὴ θ΄. Τῆς Θεοτόκου. Θεὸν ἀνθρώποις.Ὡς κλίνη ὄντως ἡ Σολομώντειος, ἐν ᾗ ὁ Λόγος Μῆτερ, ἀνεκλίθη ὁ ἄσαρκος, καὶ ἠγέρθη φορῶν τὸ ἀνθρώπινον, δι’ εὐσπλαγχνίαν ἄκραν καὶ ἀγαθότηττα, Κόρη Σὲ τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.Λιμὴν νοσούντων, χαῖρε Παντάνασσα, τῶν αἰχμαλώτων χαῖρε ταχινὴ ἀπολύτρωσις, μοναζόντων ἀνδρῶν, χαῖρε στήριγμα, χαῖρε τῶν πενομένων πλοῦτος ἀσύλητος, καὶ τῆς οἰκουμένης, σωτηρία παντευλόγητε.

      Τοῦ Ὁσίου. Ἅπας γηγενής.Ὥσπερ μελισσῶν, ἐφείλκυσας Ὅσιε, πρὸς τὸ Σαγμάτιον, μοναζόντων θίασον, καὶ φωτοφόρον τοῦτον διέπλασας, καθυποτάξας πνεύματι, αὐτῶν τὸ φρόνημα, καὶ ἐκτέμνων, τοῖς ἐνθέοις ῥήμασι, τῶν παθῶν τὰς αἰτίας ἀοίδιμε.Θεοτοκίον.

      Ἐξαποστειλάριον. Ἦχος β΄. Σαρκὶ ὑπνώσας.Θεοτοκίον.

      Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.Πρὸς θεωρίας τὸ ὕψος παμμάκαρ ἤλασας, ἐν τῷ φρικώδει στύλῳ, τῆς Μονῆς Σαγματίου, οἰκήσας καὶ βιώσας ἀσκητικῶς, ὡς στρουθίον ἐν δώματι, καὶ ὁλικῶς ἀγαπήσας τὸν Ἰησοῦν, τὸν ἀρχέκακον ἐτρόπωσας.Μὴ διαλίπῃς πρεσβεύων Κλήμη μακάριε, ὑπὲρ τῶν συγκροτούντων, τὴν ἁγίαν σου μάνδραν, ἐν ὄρει Σαγματίῳ τῷ θαυμαστῷ, καὶ πιστῶς ἀνυμνούντων σε· καθηγητὴς γὰρ ὑπάρχεις τῶν μοναστῶν, καὶ προστάτης ἑτοιμότατος.Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, κροτήσωμεν τῷ πνεύματι, καὶ ἑορτίως πανηγυρίσωμεν, ἐπὶ τῇ θείᾳ μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν· Ἱερεῖς καὶ μιγάδες συντρεχέτωσαν, καὶ ὁλοκαρδίως ὑμνείτωσαν τῆς Μονῆς δομήτορα, τὸν ἐν ὄρει Σαγματίῳ μονοτρόπως βιώσαντα· ποιμένες καὶ διδάσκαλοι, τὸ τῶν δακρύων ῥεῦμα, καὶ μετανοίας τύπον, εὐφροσύνως εὐφημήσωμεν· τῆς ἡσυχίας τὸν θησαυρόν, τῆς θεωρίας τὸν λύχνον, τῆς ὑπομονῆς τὸν ἀστέρα, τὸ πρότυπον τῶν μοναστῶν, τῆς Τριάδος λαμπρὸν δοχεῖον, ἁγνείας τὸ ἀκηλίδωτον ἔσοπτρον, Κιθαιρῶνος τὸ κλέος, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Ὅσιε Κλήμη, Βοιωτίας κλέος, ταῖς σαῖς πρεσβείαις, τὴν μάνδραν σου καὶ πάντας τοὺς πιστοὺς ἐπισκίασον καὶ ῥῦσαι ἐκ πάσης ἀνάγκης καὶ περιστάσεως.Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε. Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά Σου τὸν δοῦλόν Σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν Σου, Κύριε.

      Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

      Μεγαλυνάριον.

       

       

       

       

    5. Χαίροις Ἀθηναίων γόνος λαμπρός, καὶ τοῦ Σαγματίου ὁ οἰκήτωρ ὁ θαυμαστός· χαίροις μοναζόντων, κανὼν τῆς ἀκριβείας, καὶ πάσης Ἑκκλησίας, Κλήμη τὸ κλέϊσμα.

    6. Καὶ νῦν. Θεοτοκίον.

    7. Δόξα. Ἦχος πλ. α΄.

    8. Ἡ σεβασμία Μονή σου Κλήμη ἀγάλλεται, κατέχουσα ἐν κόλποις, τὴν ἁγίαν σου κάραν, ὡς ῥόδον γὰρ βλυστάνουσα μυρισμόν, ἀρωμάτων τοῦ Πνεύματος, τοῖς ἀλγουμένοις παρέχει τὸν κουφισμόν, καὶ νοσοῦσι τὰ ἰάματα.

    9. Ἐν τῇ Μονῇ Μελετίου φοιτήσας πρώτιστα, φωτὶ τῆς μετανοίας, τῶν παθῶν ἐκδιώκεις, τὸ σκότος θεοφόρε τὸ ἀφεγγές, καὶ ναὸς φωτεινόμορφος, τῆς μακαρίας Τριάδος ἀναδειχθείς, τοὺς συνόντας σοι κατηύγασας.

    10. Τὸ ξύλον ὄντως τῆς ζωῆς, τοῦ Παραδείσου Δέσποινα, ἐβλάστησας ἀσπερμάντως, τῇ συνεργείᾳ Πνεύματος, τῶν πρωτοπλάστων λύσασα, λύπην τῆς ἁμαρτίας καὶ πᾶσαν κατήφειαν.

    11. Συντρίψας τόξον δυνατῶν, ἀσκητικῷ φρονήματι, ἰσάγγελος ἐν τῷ στύλῳ, τοῦ Σαγματίου γέγονας, καὶ ὤφθης ὡς ὑψίκορμος, Κλήμη τῆς θεωρίας ὁ φοῖνιξ πανεύφημε.

    12. Λάμπρυνον ταχύ, λαῶν τὴν σκοτόμαιναν, θείαις ἐλλάμψεσι, τῶν πρεσβειῶν Σου νύμφη Ἀνύμφευτε· ἀφάτως γὰρ ἐκύησας, φῶς τὸ ἀπρόσιτον τὸ φωτίζον, πάντα εἰσερχόμενον, ἐν τῷ κόσμῳ Ἁγνὴ Ἀειπάρθενε.

    13. Ἤρθης ἀπὸ γῆς, πρὸς ἄνω σκηνώματα, τοῦ Παντοκράτορος, καὶ πρεσβεύεις πάντοτε, ὑπὲρ ἡμῶν τῶν πίστει τιμώντων σε, καὶ ἐκτελούντων Ὅσιε, τὴν θείαν μνήμην σου, τὴν σὴν κάραν, ἐν τῷ μέσῳ ἔχοντες, ὡς κειμήλιον Κλήμη πανάγιον.

    14. Ἴθυνας τὸν νοῦν, ψυχὴν καὶ διάνοιαν, πρὸς τὸ ἀκρότατον, ἐφετῶν τῆς χάριτος, χωρητικὸν δοχεῖον γενόμενος, ἐνεργειῶν τοῦ Πνεύματος, Κλήμη πανόσιε, καὶ ἐν στύλῳ ἤστραψας ὡς ἥλιος, καταυγάζων πιστῶν τὰ συστήματα.

    15. Ἡδέως Μῆτερ, τὸ χαῖρε κράζω Σοι, τῶν ἀσωμάτων χαῖρε, χαρμονὴ ἡ ἀπέραντος, Ἐκκλησίας Χριστοῦ τὸ προπύργιον, χαῖρε τῶν κακοδόξων ὄντως κατάπτωσις, κτίσεως ἁπάσης, ἡ κυρία χαῖρε Ἄχραντε.

    16. Ἰδεῖν τὸν τόκον Σου ἐπεπόθησε, τῶν Προφητῶν χορός, Θεοχαρίτωτε πρόπαλαι, προτυπῶν ἐν σημείοις τὸ ἄφραστον, θαῦμα τῆς Σῆς λοχείας καὶ ἀκατάληπτον, τοῖς ἐπιζητοῦσι, ψηλαφῆσαι τὸ μυστήριον.

    17. Ἕλκυσον βυθοῦ τῆς ἀπωλείας, πρεσβείαις πρὸς τὸν Υἱόν Σου Ἀπειρόγαμε, πάντας τοὺς ὑμνοῦντάς Σε, ἱκεσίοις ᾄσμασι, καὶ μελῳδοῦντας Πάναγνε, ἐκ βάθους πάντοτε· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

    18. Ὑψίπυργος ὤφθης ἐν τῷ στύλῳ, θυμοῦ ἐδαφίσας τὴν ἐνέργειαν, Κλήμη γὰρ ἡγήτορα, τῆς προτέρας μάνδρας σου, τῆς ταραχῆς ἀπήλλαξας, διδοὺς τὴν ἄφεσιν, κραυγάζων· ὁ Θεὸς συγχωρήσοι, Πάτερ τὴν σὴν πτῶσιν, νυνὶ καὶ εἰς αἰῶνας.

    19. Βίον τὸν ἀφρόντιδα θεόφρον, ἠράσθης κατασκηνώσας εἰς Σαγμάτιον, ἔνθα καὶ διέλυσας, τὰς πλοκὰς τοῦ δράκοντος, δίκην ἀράχνην Ὅσιε· διὸ καὶ ἔψαλλες· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

    20. Ὁ τῶν ὅλων Δεσπότης, ὃν ἐσωμάτωσας, τῆς ἀπάτης διέῤῥηξε τὸ χειρόγραφον, γράφων ἐπὶ Σέ, ὥσπερ τόμῳ τὴν λύτρωσιν, αἵματι τιμίῳ, ἡμῶν τῶν αἰχμαλώτων.

    21. Μαριὰμ ἡ ἁγία πόλις καὶ ἄσειστος, ἧς αὐτὸς ἐν τοῖς βάρεσι Θεονύμφευτε, ἄναξ ὁ Θεός, ἀριδήλως γινώσκεται, τοῦ σατᾶν σκεδάζων, τὰς μηχανὰς τοῦ σκότους.

    22. Σὲ τὴν ἄχραντον, Παρθένον τὸ ὡράϊσμα, μητέρων κλέϊσμα, τῶν μοναστῶν βοηθόν, μιγάδων τὸ τείχισμα, μέλπομεν λέγοντες· Παντευλόγητε, ταῖς Σαῖς λιταῖς περίζωσαι, τοὺς αἰτοῦντάς Σου τὴν σκέπην.

    23. Ἔνδον ἔγραψας τῇ νεύσει τοῦ Κυρίου σου, νόμον θεόγραφον, ἐν τῇ ψυχῇ σου καλῶς, κραυγάζων γηθόμενος, Κλήμη τὰ ᾄσματα· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

    24. Πλοῦτος ἄσυλος, τὸ ξύλον τὸ σωσίκοσμον, τοῦ Παντοκράτορος, ἐν τῇ Μονῇ Σαγματᾷ, ὑπάρχει πανόλβιε· τοῦτο γὰρ Ὅσιε, σοὶ ἐδώρησε, ὁ βασιλεὺς τῆς πόλεως, ὡς ἀλέξημα δαιμόνων.

    25. Νυμφεύσας ἀκαταλήπτως, Χριστὸς τὴν σάρκα Σου Δέσποινα, τὸν Ἀδὰμ συμβουλῇ πλανηθέντα, ἐκ τοῦ ᾅδου ἀνέσυρε, διαλαθὼν τοῦ δράκοντος, τῇ μορφῇ καὶ τῷ σχήματι.

    26. Τὸ ἄδυτον καὶ φρικῶδες, ταμεῖον κρύψαν πολύτιμον, μαργαρίτην Χριστὸν ἡ γαστήρ Σου, ἀνεφάνη τοῖς μέλπουσιν· εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλία Σου.

    27. Κλήμης ἐν ὄρει Σαγματίῳ θάνεν εἰκάδι ἕκτῃ.

    28. Κλήμης ὁ θεῖος ἐν μεταρσίῳ στύλῳ,

    29. Τῇ ΚΣΤ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Κλήμεντος, τοῦ ἐν τῶ Ὄρει Σαγματίῳ ἀσκήσαντος, πλησίον τῶν Θηβῶν.

    30. Ὡς Μελετίου φοιτητήν, καὶ Σαγματίου οἰκήτορα, ὡς σκεῦος τοῦ Παρακλήτου, καὶ θεατὴν τῶν ἀῤῥήτων, ὡς θεωρίας τὸ τέμενος καὶ ὀλετῆρα παθῶν ἐγκωμιάζομέν σε πάντες, ὑμνολογοῦντές σου τὰ παλαίσματα. Σὺ γὰρ τὸν ἀκρότομον οἰκήσας λίθον, τὸν πτερνιστὴν κατέβαλες, τοὺς συνόντας σοι ἐδίδαξας καὶ τὴν γῆν ἡγίασας· ὅθεν μετατεθεὶς τοῖς ἄνω σκηνώμασι, μετὰ τῶν Ἁγίων κατατρυφᾶς τοῦ Χριστοῦ τὴν λαμπρότητα, καταλιμπάνων ἡμῖν παραμύθιον, τὴν θείαν Κλήμη καὶ πάντιμον κάραν σου.

    31. Ἑορτάζει σήμερον, ἐν Σαγματίῳ, τὴν ἁγίαν μνήμην σου, ἡ θεοστήρικτος Μονή, ὡς κεκτημένη ἀλώβητον, τὴν θείαν Κλήμη, καὶ πάντιμον κάραν σου.

    32. Νοσοῦσαν φύσιν ἣν ἔπλασε, Χριστὸς ἀθανατίσαι βουλόμενος, ἐκ Σοῦ προέρχεται, Θεοχαρίτωτε, σάρκα λαμβάνων ὁ ἄσαρκος, καὶ ἀφθαρτίζει Μῆτερ, ἡμῶν τὸ πρόσλημμα.

    33. Ὡς ὄρθρος Κλήμη ἀνέτειλας, ἐν ὄρει Σαγματίῳ πανεύφημε, αὐγάσας ἅπαντα, τῶν μοναστῶν τὰ συστήματα, διὰ τοῦ τρόπου Πάτερ τῆς πολιτείας σου.

    34. Ἡγήσας, Κλήμη μακάριε, ὡς πάχνης ἀδρανέστερα τραύματα, τοῦ πολεμήτορος, ἐν τῷ σπηλαίῳ κατώκησας, ὡς ἀθλητὴς πυκτεύων, τῆς συνειδήσεως.

    35. Παλάτιον πάμφωτον, ἐνεφάνη Σου γαστήρ, ἐν ταπεινῷ γὰρ σχήματι, ὁ Χριστὸς προελήλυθεν ἐξ αὐτῆς, θανάτου βουλόμενος, καταλῦσαι τὸ κράτος Θεονύμφευτε.

    36. Ἐξήνθησας Πάναγνε, ὡς ἡ ῥάβδος Ἀαρών, τὸ ἄνθος τὸ ἀμάραντον, εὐλογίας Παρθένε τῶν γηγενῶν, δι’ οὗ τῆς προμήτορος, ἡ ἀρὰ ἀπεφθάρη καὶ κατήργηται.

    37. Ῥεόντων ἀπόλαυσον, τῇ χάριτι τοῦ τόκου Σου, ἤμβλυνε ὁ Κλήμης Θεοτόκε, καὶ ἀπαθείας τὴν λαμπροτάτην στολήν, Μῆτερ ἀνδρικῶς περιβληθείς, πᾶσαν ἡδυπάθειαν, ἀφανίζει τοῦ σώματος.

    38. Ἐδείχθης μονότροπος, οἰκήσας τὸ ἀκρότομον, σπήλαιον σοφὲ τοῦ Σαγματίου, καὶ τῶν πραγμάτων τοῦ οὐρανίου φωτός, ὤφθης ἐποπτεύων μυστικῶς, ἄριστα θεούμενος, τῇ εὐχῇ πανσεβάσμιε.

    39. Ὑπῆλθες γηθόμενος, ζυγὸν τὸν τοῦ Κυρίου σου, Κλήμη ἀνελθὼν ἐν Σαγματίῳ, καὶ θείας δόξης ἐξ οὐρανοῦ πληρωθείς, ηὔφρανας ὡς ἥλιος λαμπρός, τοὺς προσερχομένους σοι, θεραπεύων νοσήματα.

    40. Ἁγνείας ζύμη θεοτελής, χαῖρε Θεοτόκε Μαριάμ, ἐξ ἧς γηΐνων τὸ φύραμα, ὅλον ἐζυμώθη ἀρτοποιούμενον, εἰς ἓν ἀκαταλήπτως μετὰ τοῦ τόκου Σου.

    41. Ἀΰλων χαῖρε ἡ χαρμονή, τῶν ἀνθρώπων χαῖρε ἡ τρυφή, τοῦ παλαμναίου καθαίρεσις, ᾅδου τοῦ παμφάγου, χαῖρε ἡ νέκρωσις, Μητρόθεε Παρθένε, χαῖρε Ἀνύμφευτε.

    42. Ἱερώτατον δοχεῖον ἀρετῶν πλῆρες Δέσποινα, μυροθήκη θεία, πάντων τῶν ἀνθέων τοῦ Πνεύματος, καὶ θεοφόρος φιάλη ἡ ἐγκλείσασα, τὸν Ἀχώρητον, ὤφθης ἡμῖν Ἀπειρόγαμε.

    43. Ἐφετῶν τὴν κορωνίδα, ὁλικῶς ἐπεπόθησας, τοῦ Χριστοῦ ἐν στύλῳ, κράζων ὡς στρουθίον τὸ ὄνομα, μετὰ δακρύων καὶ αἴρων πρὸς οὐράνια, τῶν ὁσίων σου, ζεῦγος χειρῶν τὸ πανάγιον.

    44. Ἡ ἀγέλη μοναζόντων, μελισσῶν θεοσύλλεκτος, ἐπεγνώσθη Κλήμη, κύκλῳ τοῦ φρικώδους κελλίου σου, τῆς ἡσυχίας τὸ μέλι ἀποστάζουσα, νουθεσίαις σου, ἐν Σαγματᾷ πανσεβάσμιε.

    45. Ὁ Λόγος ἤνεγκεν, Ἀγγέλοις ἄτρεπτον, καὶ ἀνθρώποις Παρθένε τοῖς χοϊκοῖς, θέωσιν τὴν ἄῤῥητον, καὶ καταισχύνην τοῖς ἐχθροῖς, προελθὼν ἐκ τῆς νηδύος Σου.

    46. Ῥημάτων δέομαι, Σωτὴρ φιλάνθρωπε, τὴν Μητέρα ὑμνῆσαί Σου ψαλμικῶς, ἣν αἱ ἀπειράριθμοι, τῶν Ὀρθοδόξων γενεαί, ἐπαξίως μακαρίζουσι.

    47. Ὡς πολύφορος ἄμπελος καὶ ἀτρύγητος, κοιλιοφόρως τὸν βότρυν τῆς ἀφθαρσίας ἡμῖν, Θεοτόκε Μαριὰμ ὤφθης κυπρίζουσα, καὶ ὁ καρπός Σου ἀληθῶς, εἰς τοὺς αἰῶνας Ἁγνή, ὑπάρχει εὐλογημένος, Ὅν ταῖς λιταῖς Σου δυσώπει, ὑπὲρ τῶν πίστει ἀνυμνούντων Σε.

    48. Τῶν ἀστάτων προκρίνας τὰ αἰωνίζοντα, ἀνεπιστρόφως τὸν δρόμον πρὸς τὰς ἀγήρω μονάς, ὡς ἰσάγγελος βροτὸς Κλήμη διώδευσας· ὅθεν τὴν ποίμνην σου σοφέ, καθοδήγει ἀσφαλῶς, ἀγρύπνῳ ἐπιστασίᾳ, διασκεδάζων πρεσβείαις, μηχανουργίας τοῦ ἀλάστορος.

    49. Μαρία θυγάτηρ πρωτοπλάστων, καὶ Μήτηρ ὑπάρχεις τοῦ Θεοῦ, σκηνὴ ἡ ἀχειρότευκτος, ἐν ᾗ τὴν σωτηρίαν μου, κρυφιομύστα Πάναγνε, ὁ Σὸς Υἱὸς ἱερούργησε.

    50. Ἡγήσω τὰ πρόσκαιρα ὡς χόρτον, τρυφὴν τὴν ἐγκράτειαν σαρκός, θησαύρισμα ἀλώβητον, ἀκτημοσύνην πάντιμε, καὶ εὐδοξίαν ἔνθεον, Κλήμη ψυχῆς μετριότητα.

    51. Κτησάμενος πᾶσαν τὴν πτωχείαν, τὴν ὄντως σοφὲ πλουτοποιόν, καὶ πένθος τὸ χαρμόσυνον, ἐκτήσω τοῦ θελήματος, τὴν ζωηφόρον νέκρωσιν, καταθαμβὼν τοὺς συνόντας σοι.

    52. Κλοπῇ κακίας τοῦ ἐχθροῦ, ἐσυλήθην ὁ τάλας, χαρισμάτων Παρθένε, στερηθεὶς τῶν θεϊκῶν· διὸ πτωχεύει ἑκών, ὁ Υἱός Σου Μῆτερ καὶ πλουτίζει με.

    53. Οὐκ ἔστιν ἅγιος ὡς Σύ, Κύριε ὁ Θεός μου, ὁ τεχθεὶς ἐκ Παρθένου, παραδόξως δι’ ἡμᾶς, καὶ ἀφελὼν τοῦ σατάν, ἐξουσίαν Σῶτερ τῇ δυνάμει Σου.

    54. Θεοτοκίον.

    55. Σταγόσι δακρύων σου, ὡς ποταμὸς ἀνεπίσχετος, γηΐνων τοὺς ἄνθρακας, καταμαράνας ταχύ, ἀκηλίδωτον, ἐμφάσεων τῶν θείων, τοῦ Πνεύματος γέγονας, ἔσοπτρον Ὅσιε.

    56. ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

    57. Τῶν μακαρίων πυλώνων τοῦ οὐρανοῦ, τὸ λαμπρὸν ὑπέρθυρον, ἀνεδείχθης Μαριάμ, ποδηγοῦσα, πάντας τοὺς πιστούς, πρὸς νομὰς ἀειθαλεῖς, Θεομακάριστε.

    58. Μεγαλυνέτωσαν πάντες οἱ γηγενεῖς, ὁμοφώνως σήμερον, μελῳδίαις ἱεραῖς, νοητὸν δοχεῖον τῆς χαρᾶς, Θεοτόκον Μαριάμ, τὴν Ἀπειρόγαμον.

    59. Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς: Μητρὸς Κυρίου ἀναμέλπω τὸν ὕμνον. Ἰωήλ.

    60. Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός…

    61. Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου…

    62. Εὐαγγέλιον Ὁσιακόν.

    63. Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

    64. Ἱερόθεον τέμενος τοῦ Χριστοῦ, παρθενίας ἀτίμητος θησαυρός, ἀλάβαστρον πάντιμον, ἀρωμάτων τοῦ Πνεύματος, λαμπὰς τηλαυγεστάτη, αὐγάζουσα ἅπαντας, καὶ βακτηρία θεία ὑπάρχεις Πανύμνητε· ὅθεν κουφισμόν Σε, ἀλγηδόνων εἰδότες, ὡς πάσχοντες Δέσποινα, τῇ πολλῇ εὐσπλαγχνίᾳ Σου, προσελθόντες βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, νοσημάτων ἄνεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσκυνοῦσι, αὐτοῦ τὰ παθήματα.

    65. Τὴν βαθύγειον ἄρουραν τῆς ψυχῆς, ὡς γηπόνος φιλόθεος γεωργῶν, παθῶν τὰ ζιζάνια, ἀπαθείᾳ κατέκαυσας, καὶ τὸν πολύχουν στάχυν, φυτεύσας ἐν δάκρυσι, ἑκατονταπλασίως, ἐθέρισας δράγματα· ὅθεν τῶν χαρίτων, γεγονὼς σιτοδότης, τοὺς πάντας ἐνέπλησας, ἀγαθῶν ἀξιάγαστε, ὡς ταμεῖον ἀστείρευτον. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πίστει τὴν ἁγίαν μνήμην σου.

    66. Παστὰς ὡς ἐπέραστος παρθενική Σου νηδύς, ἐν ᾗ ἐνυμφεύσατο τὴν Ἐκκλησίαν Χριστός, ἐφάνη Ἀπείρανδρε· ὅθεν εὐλογημένος, ὁ καρπὸς τῆς γαστρός Σου, ἔσται εἰς τοὺς αἰῶνας, προξενῶν θυμηδίαν, τοῖς πίστει προσκυνοῦσι, τὸν ἄσπορον τόκον Σου.

    67. Τῶν πάντων περίψημα κατανοῶν σεαυτόν, ὡς παίδων ἀθύρματα τοῦ ἀγελάρχου θυμόν, ἐδέχθης πανεύφημε· ὅθεν καὶ τεθνηκότα, τοῦ ἡγήτορος Κλήμη, ἔκραξας ἀοράτως, ἀδελφὲ συγχωρήσοι, τανῦν καὶ εἰς αἰῶνα, τὴν πτῶσίν σου Κύριος.

    68. Καὶ νῦν. Θεοτοκίον.

    69. Δόξα.

    70. Μετὰ την α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

    71. Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

    72. Σαγματίου οἰκήτωρ, Βοιωτίας τὸ καύχημα, καὶ τοῦ θαυμαστοῦ Μελετίου φοιτητὴς περιώνυμος, ἐφάνης τῇ χάριτι Χριστοῦ, οἰκήσας ἐν σπηλαίῳ θαυμαστῶς, διὰ τοῦτο Πάτερ Κλήμη χαρμονικῶς, ὑμνοῦμέν σε ἐκβοῶντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

    73. Κλῆμα εὔφορον, τοῦ Παρακλήτου, Κλήμη γέγονας, τῇ σῇ ἀσκήσει, ἐν τῷ ὄρει Σαγματίῳ πανεύφημε· σὺ γὰρ βιώσας ἐν στύλῳ ὡς Ἄγγελος, θεοειδὴς ἀνεδείχθης τῇ χάριτι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

    74. Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

    75. Σαββατίσας ὁ νοῦς σου, θεόφρον Κλήμη, ἀπὸ πάντων τῶν ὁρωμένων, διηνεκῶς ἠδολέσχει τὰ καινὰ καὶ ἄφθαρτα. Σὺ γὰρ τὸν ἀκρότομον λίθον οὐρανώσας, ἀρεμβάστῳ καρδίᾳ καὶ ἀδιαλείπτοις προσευχαῖς, εἰς τὸ ἀκρότατον τῆς θεωρίας ὕψος ἤλασας· ὅθεν ἀγάπῃ αὐξούμενος, πραότητι κοσμούμενος, ἀγαλλιάσει Πνεύματος εὐφραινόμενος, εἰρήνη Χριστοῦ βραβευόμενος, συνέσει καὶ γνώσει Θεοῦ φωτιζόμενος, σοφίᾳ λαμπρυνόμενος καὶ ταπεινοφροσύνῃ ὁδηγούμενος, τῆς θεοειδοῦς εἰκόνος τὸν χαρακτῆρα, ἐν ἑαυτῷ ἐγνώρισας, καὶ πᾶσι γέγονας τῆς μετανοίας τὸ ὑπόδειγμα, ἧς ἀξίωσον καὶ ἡμᾶς ταῖς ἀπαύστοις πρεσβείαις σου.

    76. Χαίροις, ἐρημιτῶν καλλονή, τῆς ἀγρυπνίας ἐραστὴς μανικώτατος, δακρύων θείων ἡ κρήνη, τῶν ἀρετῶν θησαυρός, χαμευνίας τόμος ὁ πολύφυλλος· εὐχῆς ἐργαστήριον, τῶν παθῶν ἐλατήριον, τῆς εὐσεβείας, τὸ λαμπρὸν οἰκητήριον, τῆς θεώσεως, τὸ ὑπέρλαμπρον τέμενος, Κλήμη ἀειμακάριστε, τὸ κλῆμα τῆς πίστεως Εὐαγγελίου βλαστάνον, τῆς σωτηρίας τοὺς βότρυας, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

    77. Ὤφθης, ὑπὲρ τὴν γῆν ἐστηκώς, ἐν τῇ Μονῇ τοῦ Μελετίου ἀοίδιμε, ὑψώσας ὁσίας χεῖρας, πρὸς τὸν Δεσπότην Χριστόν, τόν σε Ἰακώβῳ φανερώσαντα· διὸ καὶ τὸν ἔπαινον, τῶν ἀνθρώπων πτοούμενος, καὶ τοῦ νοός σου, ἀποστήσας τὴν ἔπαρσιν, ἀνεχώρησας, μεταβὰς εἰς Σαγμάτιον· ἔνθα οἰκῶν ἀπρόσιτον, καὶ ἄβατον σπήλαιον, τῆς μακαρίας Τριάδος, τὸν γλυκασμὸν κατετρύφησας, Ἥν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

    78. Ὄρπηξ, ἀειθαλὴς ἀληθῶς, ἄνθος ἁγνείας μοναχῶν πολυέραστον, καρπὸς εὐκλεὴς τοῦ δένδρου, τοῦ Μελετίου σοφέ, ἀνεδείχθης Κλήμη τῇ ἀσκήσει σου· ὡς κρῖνον γὰρ ἅπαντας, εὐωδίας ἐπλήρωσας, τῆς ἡσυχίας, ἀποπνέων ἀρώματα, ὡς ἀλέα δέ, νοητὴ ἐξανθήσασα, πάντιμε τὴν εὐσέβειαν, βελίαρ φρυάγματα, καὶ τῶν δαιμόνων τὰ στίφη, περιφανῶς διεσκέδασας· διὸ ταῖς λιταῖς σου, τοὺς τιμῶντάς σου τὴν μνήμην, σκέπε πρεσβείαις σου.

    79. Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

    80. Εἰς ἐκεῖνα τὰ ἀγαθά, ἃ ἐπιθυμοῦσι παρακύψαι οἱ Ἄγγελοι, εἰς ἐκεῖνον τὸν ἱερὸν ἐφοίτησε χῶρον, ἡ τοῦ Ὁσίου Κλήμεντος παμμακάριστος ψυχή, καὶ ἔξω τυγχάνει τῆς ζάλης καὶ τῆς συγχύσεως· θαύματα γὰρ εἰργάσατο καὶ Σαγματίου Μονῆς καθηγήσατο, χρηματίσας διδάσκαλος· ὕδωρ ἐκ πέτρας Χριστοῦ ἐπήγασε, τὰς λιθώδεις καρδίας, δάκρυα στάζειν παρασκευάσας. Οὕτω τὸν παρόντα αἰῶνα, ἀσκητικῶς διήνυσε, καὶ ἐν οὐρανῷ μετετέθη, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

    81. Τὴν ἐτήσιον μνήμην τελοῦντες, τῆς σῆς ὁσίας κοιμήσεως, Κλήμη παναοίδιμε, τοὺς ἀσκητικούς σου ἀγῶνας τιμῶμεν· τῶν ὀφθαλμῶν τὰ δάκρυα, τῶν γονάτων τὰς κάμψεις, τοῦ σώματος τὴν τῆξιν, τῆς χαμευνίας τὸν κόπον, τῆς προσευχῆς τὴν θέρμην, τὴν σπουδὴν τῆς νηστείας καὶ τελευταῖον τῆς ψυχῆς τὴν κάθαρσιν. Διό σοι ἱκετηρίαν ᾠδὴν ἀναπέμπομεν λέγοντες· μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

    82. Τὸν χοϊκὸν ἀπεκδυσάμενος ἄνθρωπον, ἀλλὰ καὶ τῆς βροτείας φύσεως ἔξω γεγονώς, τὰ ἔνεδρα τοῦ βελίαρ, ἐποίησας ἄχρηστα. Νευρούμενος γὰρ τῇ ἀοράτῳ ἐπιστασίᾳ τοῦ Πνεύματος καὶ ἀναλαβὼν τὴν παντευχίαν τῆς εὐχῆς, τὰς ἐπιδρομὰς τῶν ἀνθρωποκτόνων δαιμόνων ἀνέστειλας, καὶ τῶν μοναστῶν πρότυπον γέγονας. Διὸ μετὰ τῶν Ὁσίων πρεσβεύεις Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

    83. Βαβαὶ τῶν πολλῶν σου καμάτων, Ὅσιε Κλήμη μακάριε, ἃ διὰ Πνεύματος Ἁγίου, ἀνδροπρεπῶς ἐν τῷ στύλῳ ὑπήνεγκας. Βαβαί σου τῆς γενναιοτάτης ὑπομονῆς καὶ καρτερίας, δι’ ἧς τοὺς στυγεροὺς κατέπληξας δαίμονας καὶ τοὺς ἁγίους Ἀγγέλους πρὸς εὐφημίαν ἐκίνησας. Βαβαί σου τῆς πανευφήμου ἐνστάσεως, δι’ ἧς τοὺς γεώδεις λογισμούς, ὡς ἀράχνην διέλυσας καὶ πρὸς θεωρίαν τὸν νοῦν παρεσκεύασας· ὅθεν ὁσιακῆς ἠξίωσαι στάσεως, πρεσβεύων ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

    84. Εὐφραίνου ἐν Κυρίῳ, τοῦ Σαγματίου Μονὴ ἡ περίβλεπτος, κατέχουσα ἐν κόλποις, ὡς χρυσοκόλλητον στέφανον, τοῦ Ὁσίου Πατρὸς ἡμῶν τὴν κάραν· ὡς γὰρ πᾶσιν ἀνθρώποις σύμφυτον τὸ ἀναπνεῖν, οὕτω Κλήμεντι τὸ θαυματουργεῖν· πάλαι μὲν τερατουργὸς τοῖς ἀγωνίσμασι, νῦν δὲ σημειοφόρος ἀναδέδεικται ταῖς ἰάσεσι, καὶ πρεσβευτὴς τῶν ψυχῶν ἡμῶν.

    85. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε’ 15).

    86. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ’ 7).

    87. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ’ 1).

    88. Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

    89. Τῶν μοναζόντων καλλονήν, καὶ τῶν Ὁσίων τὸ κλέος, Ἀθηναίων βλάστημα, τῆς χάριτος τὸ σκεῦος, Κλήμεντα τὸν θεῖον, ἐγκωμιάσωμεν πιστοί, χαίροις αὐτῷ βοῶντες, ὁ νοητὸς τῆς Βοιωτίας Εὐφράτης, ἐξ οὗ καταρδεύεται τῶν πιστῶν τὸ πλήρωμα· χαίροις, ὁ ἐν δάκρυσι βαλὼν τῆς μετανοίας τὰ σπέρματα, καὶ ἐν χαρᾷ συλλέξας τὰ δράγματα· χαίροις, ὁ τοῦ σώματος τὰς ἡδονὰς νεκρώσας καὶ τὸν ἀρχαῖον συντρίψας πτερνιστήν. Διὸ νῦν πανάριστε Πάτερ, τῷ θείῳ παριστάμενος θρόνῳ, μέμνησο καὶ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

    90. Ὡς ποιμὴν θεοπρόβλητος, καὶ μιγάδων διδάσκαλος, λογικῆς σου ποίμνης σοφὲ τὰ θρέμματα, περιὼν ἐθεράπευσας, τὰ ἔνδον νοσήματα, τῆς ψυχῆς τὰ χαλεπά, ἐπιπνοίᾳ τῆς χάριτος, τοῦ Κυρίου σου, τοῦ εἰπόντος ποτὲ τοῖς Ἀποστόλοις, ὅτι μείζονα ποιήσει, ἐμοῦ βροτοῦ πνευματέμφορος.

    91. Ἡ μυρίπνοος κάρα σου, τῆς Τριάδος ἐνέργειαν, τὴν κοινὴν πανόλβιε ἀποπνέουσα, τοῖς προσιοῦσιν ἐκ πίστεως, διώκει νοσήματα, καὶ ὁ τάφος σου ἡμῖν, ἐκβλυστάνει ἰάματα, τοῖς ὑμνοῦσί σε· διὰ τοῦτο κατέχει ἡ Μονή σου, ὡς κειμήλια εὐώδη, τὰ δύο ταῦτα ἀλώβητα.

    92. Τὸν Σταυρὸν ἐπωμάδιον, τοῦ Χριστοῦ φέρων Ὅσιε, ἄσκευος μονώτατος καὶ ἀπέριττος, πρὸς ἀζυγίας τὰ σκάμματα, εὐτόνως εἰσέδραμες, παρορῶν τῶν γεηρῶν, καὶ ῥεόντων ἀπόλαυσιν, τὴν φιλόϋλον· διὸ Κλήμη ἀξίως μετετέθης, πρὸς μονὰς τῆς Τρισηλίου, καὶ φωτοφόρου Θεότητος.

    93. Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

    94. Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

    95. Σαγματίου οἰκήτωρ Βοιωτίας τὸ καύχημα, καὶ τοῦ θαυμαστοῦ Μελετίου φοιτητὴς περιώνυμος, ἐφάνης τῇ χάριτι Χριστοῦ, οἰκήσας ἐν σπηλαίῳ θαυμαστῶς, διὰ τοῦτο Πάτερ Κλήμη χαρμονικῶς, ὑμνοῦμέν σε ἐκβοῶντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

    96. Κλῆμα εὔφορον, τοῦ Παρακλήτου, Κλήμη γέγονας, τῇ σῇ ἀσκήσει, ἐν τῷ ὄρει Σαγματίῳ πανεύφημε· σὺ γὰρ βιώσας ἐν στύλῳ ὡς Ἄγγελος, θεοειδὴς ἀνεδείχθης τῇ χάριτι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

    97. Κόρη τῆς Ναζαρέτ, ἀνύμφευτε Μαρία, Κυρία Θεοτόκε, μὴ παύσῃ ταῖς λιταῖς Σου, φρουροῦσα τοὺς ἱκέτας Σου.

    98. Χάριτι θεϊκῇ, τῆς παμφαοῦς Τριάδος, ἐβάστασας θεόφρον, ζυγὸν τὸν τοῦ Κυρίου, ἀσμένως Κλήμη Ὅσιε.

    99. Καύσωνα λογισμῶν, τῆς χαμαιζήλου δόξης, κατέσβεσας τοῖς ῥείθροις, τῶν σῶν δακρύων Κλήμη, τρυγὼν Χριστοῦ φιλέρημος.

    100. Φρόνημα τῆς σαρκός, καθυποτάξαι θέλων, ἐν Σαγματίῳ ὄρει, ἀνῆλθες ἐν τῷ στύλῳ, οἰκῆσαι παναοίδιμε.

    101. Βρόχους διαφυγών, τῶν ζοφερῶν δαιμόνων, ἀσκητικοῖς σου τρόποις, ἠλευθερώθης Κλήμη, Πατὴρ ἡμῶν μακάριε.

    102. Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

    103. Ἀσκητικῶς βιώσας ἐπὶ γῆς καὶ ἀποπλύνας τοῖς δάκρυσι τῆς ψυχῆς τὸν ῥύπον, εἰσῆλθες χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Σὺ γὰρ ἐν μετεώρῳ στύλῳ τὸ τῆς σαρκὸς κατέβαλες φρόνημα, τῆς ταπεινώσεως ἐνεδύθης ἔνδυμα καὶ οὐρανοπολίτης ἐφάνης. Ἀλλ’ ὦ Κλήμη μακάριε, Ὁσίων συνόμιλε καὶ ὁμόσκηνε Ἀγγέλων, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

    104. Τοῦ βίου τερπνότητα σφοδρῶς, πατήσας ἐνέκρωσας, τὰς ἐξεργέσεις τοῦ σώματος, ὡς πύκτης ἄριστος, καὶ ἐνειλημμένος, ἀπροσίτοις λάμψεσιν, ἀγέλας μοναστῶν Κλήμη Ὅσιε, ὡς τηλαυγέστατος, ἀπαθείας καὶ ἁγνότητος, Πάτερ λύχνος λαμπρῶς περιήστραψας.

    105. Τὸν τάφον κυκλοῦντες τὸν σεπτόν, τοῦ ὁσίου Κλήμεντος, ἁγιασμὸν ἀρυόμεθα, καὶ θείαν δύναμιν, καθελεῖν τὸ κράτος, τοῦ δεινοῦ ἀλάστορος, καὶ λῦσαι ἀλγημάτων τὰ τραύματα, ἃ κατατρύχουσι, τὰς ψυχὰς ἡμῶν καὶ σώματα, ἀνιάτως ὡς σκώληκες ἄφθιτοι.

    106. Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

JAN

18

    1. Ἀκολουθία τῶν 14 ΕΝ ΛΑΡΙΣῌ ΑΓΙΩΝ0 Προσθέστε ένα σχόλιο

    2. Δημοσιεύτηκε 18th January 2016 από τον χρήστη Καθηγητής Αντ.Μάρκου  

    3. Ετικέτες: Ακολουθίες

    4. Ψαλλομένη τῇ α’ Κυριακῇ τοῦ μηνός Νοεμβρίου

      Ποίημα Μητροπολίτου Ἐδέσσης Ἰωήλ

      ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Φιλεόρτων συστήματα, συνελθόντες τιμήσωμεν, Ἐκκλησίας ἄνδρας ἁγίους σήμερον, τούς ποιμανσίᾳ ἐκλάμψαντας, ἀθλήσει καί αἵματι, καί ἀσκήσει θαυμαστῇ, ἐν ἀρχαῖοις τοῖς ἔτεσι, οἱ μακάριοι, καί ἐν χρόνοις ἐσχάτοις ἐκβοῶντες, δεκατέσσαρα Λαρίσης, χαίρετε ἄστρα πολύφωτα.Οἱ κλεινοί Νεομάρτυρες, τῆς Λαρίσης κοσμήματα, περιοίκου πάσης δέ τά στηρίγματα, ὁ Γεδεών ὁ πανθαύμαστος, Τυρνάβου τό καύχημα, καί Κοσμᾶς ὁ Αἰτωλός, καί Ῥαψάνης τό βλάστημα, ὁ Γεώργιος, Ἰωάννης ὁ ἐκ Μονεμβασίας, καί σύν τούτοις ὁ παμμάκαρ, Δαμιανός εὐφημήσθωσαν.Τόν ἀρχέκακον δράκοντα, καί τά τούτου γεννήματα, κακοφρόνων ἅπαντα τά συστήματα, Ἀγαρηνῶν δέ μυθεύματα, πανεύφημοι Ἅγιοι, ἐτροπώσατε στερρῶς, θείοις λόγοις τῆς χάριτος, καί ἀσκήσεσι, καί ἀθλήσει νομίμῳ καί ἐνστάσει· διό σήμερον τήν μνήμην, ὑμῶν τιμῶμεν γηθόμενοι.Δόξα. Ἦχος πλ. β’.Καί νῦν. Τό Δοξαστικόν τοῦ ἤχου.

      Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καί Ἀναγνώσματα.Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

      Εἰς τήν Λιτήν, Ἰδιόμελα.Ἐν τῇ Λαρίσῃ πανεύφημοι Ἅγιοι, καί ἐν τῇ περιοίκῳ ταύτης, ἐν ἡμέραις ἀρχαίαις καί ἐπ’ἐσχάτων τῶν χρόνων, τά στίγματα τοῦ Κυρίου, πολυτρόπως ἐβαστάξατε, καί ὡς σάλπιγγες εὔηχοι, τοῦ Εὐαγγελίου τά διδάγματα ἐμελωδήσατε τοῖς πᾶσι· τῆς πολυειδοῦς πλάνης τοῦ βελίαρ, τήν ἀθεότητα ἠδαφίσατε, καί τόν Χριστόν ὁλοψύχως ἠγαπήσατε· Ὅν ταῖς εὐχαῖς ὑμῶν, Ἱεράρχαι καί Ἀθλοφόροι, δυσωπήσατε ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.Ἱεραρχῶν ἑννεάριθμος φάλαγγα, Ἀχίλλιε, Διονύσιε καί Θωμᾶ, Μᾶρκε, Νεόφυτε σύν Κυπριανῷ, Βησσαρίωνες δύο καί Ἀντώνιε, οἱ τήν Ὀρθόδοξον πίστιν στηρίξαντες, τῶν αἱρετικῶν τάς ἀγέλας σκεδάσαντες, καί τόν λαόν τοῦ Κυρίου, λόγοις καί βίῳ σεμνῷ παιδαγωγήσαντες, καί Ἀθλοφόρων τῶν νέων πεντάς περιάκουστος, Κοσμᾶ Ἱερομάρτυς, Δαμιανέ, Γεδεών, Γεώργιε καί Ἰωάννη πανεύφημοι, οἱ ἐν τοῖς χρόνοις τῆς πικρᾶς δουλείας μή δειλανδρίσαντες, ἀλλ’ εὐτόνως τῶν ὀρθῶν δογμάτων τήν ἀλήθειαν, μαρτυρικῶς ὁμολογήσαντες, διηνεκῶς πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.Ἔχοντες πρό ὀφθαλμῶν, τοῦ Χριστοῦ τά ζωηφόρα παθήματα, τῆς σαρκός τά σκιρτήματα, τοῦ νοός τά ἐπιβλαβῆ νοήματα καί τῆς ψυχῆς τό φιλάμαρτον ἠλογήσατε, περιχαρῶς ἀναλαβόντες ἐπωμάδιον, τόν σταυρόν τοῦ Κυρίου ἡμῶν. Ὅθεν ἐδείχθητε, τῆς ἑκουσίου πτωχείας σύζυγοι, τῆς προσευχῆς φίλοι, ἐλεημοσύνης ὑπέρμαχοι, τῆς καλῆς ὁμολογίας θιασῶται καί τοῦ μαρτυρίου ἐρασταί. Διό τήν πανίερον ὑμῶν μνήμην, ἐν τῇ περιφανεστάτῃ τῆς Λαρίσης πόλει, λαμπρῶς ἑορτάζοντες, ὑμᾶς καθικετεύομεν, Ἀρχιθῦται πανάριστοι καί λαμπροί τῆς Ἐκκλησίας ὁπλῖται, περιφρουρῆσαι ταῖς λιταῖς ὑμῶν τήν πόλιν ταύτην καί τόν Ὀρθόδοξον λαόν.Ἔχοντες τοῦ Παρακλήτου τήν χάριν, σημεῖα καί θαύματα, τέσσαρες καί δέκα τῆς Λαρίσης Ἅγιοι, ἐποιήσατε. Τά γάρ λείψανα ὑμῶν, ἰατρεῖα ἀδάπανα ἀνιάτων νόσων καί ψυχικῶν ἀρρωστημάτων, τοῖς βροτοῖς  ὤφθησαν καί ὁ βίος ὑμῶν ὑπογραμμός γέγονε, πᾶσι τοῖς αἰτοῦσιν τήν βοήθειαν ὑμῶν, ἥν πάντοτε μή παύσητε δωρούμενοι, ἡμῖν τοῖς ἐν κινδύνοις οὖσι καί δεομένοις τῆς ἀντιλήψεως ὑμῶν.Ἱεραρχική λαμπρότητι καί ἀθλητικῇ εὐπρεπείᾳ, οἱ τέσσαρες καί δέκα Ἅγιοι, τήν Μητρόπολιν Λαρίσης ἐκόσμησαν καί τῶν πιστῶν Ὀρθοδόξων τήν πίστιν ἐτράνωσαν, ἐν τῷ ἐμμένειν στερρῶς τοῖς πατρώοις δόγμασι καί τοῖς εὐσεβέσι παραδόσεσι. Ὅθεν λαμπρῶς τήν ἐπέτειον, τῆς ἱερᾶς συνάξεως αὐτῶν σήμερον ἄγοντες, δεόμεθα τούτων, διαφυλάττειν πάντοτε ταῖς αὐτῶν ἱκετηρίαις, ἐκ παντός κινδύνου ὑμᾶς καί περιστάσεως.Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε…

      Εἰς τόν Στίχον Προσόμοια, πρῶτον τό Ἀναστάσιμον τοῦ Ἤχου. Εἶτα τά ἑξῆς τῶν Ἁγίων. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.Χαίροις, Λαρισηνῶν ὁ χορός, οἱ θεοφόροι ἄνδρες δέκα καί τέσσαρες, οἱ πέντε τροπαιοφόροι καί οἱ ἑννέα λαμπροί, τῆς πόλεως ταύτης ἀρχιποίμενες· Ἀχίλλιε πάντιμε καί Γεώργιε ἔνδοξε, Θωμᾶ καί Μᾶρκε, Ἰωάννη, Νεόφυτε καί Ἀντώνιε, σύν δυσί Βησσαρίωσιν, ἅγιε Διονύσιε, Κοσμᾶ καί οἱ πάντιμοι, Κυπριανέ Ἰωάννη καί Γεδεών ὁ ὁσίαθλος· Χριστόν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τό μέγα ἔλεος.Ἅγιοι τῆς Λαρίσης κλεινοί, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ καλλωπίσματα, λαμπτῆρες τῆς εὐσεβείας, φωταγωγοῦντες ἡμᾶς, τῇ τοῦ Παρακλήτου θείᾳ χάριτι· κανόνες εὐθύτητος, τά στρεβλά τῶν αἱρέσεων, καί ἀταξίαν, τῶν παθῶν τήν ἀνύποιστον, οἱ εὐθύναντες, ζήλῳ θείῳ καί σώφρονι· κλήματα τά πολύφορα, ἀφθόνως ἐκβλύζοντα, γλεῦκον θαυμάτων ποικίλων, καί τῆς κατ’ἄμφω ἰάσεως. Χριστόν σαῖς πρεσβείαις, ἱκετεύσατε δοθῆναι, ἡμῖν δωρήματα.Πᾶσα τῶν φιλαγίων πληθύς, σήμερον τέρπεται ὁμοῦ καί ἀγάλλεται, τελοῦσα ἐν τῇ Λαρίσῃ, ἐν εὐλαβείᾳ πολλῇ, ὑμῶν θεοφόροι τά μνημόσυνα· τόν νοῦν γάρ στηρίξαντες, πρός τά ἄνω σκηνώματα, τά φρυγανώδη, καί τά ῥέοντα ἅπαντα, ἐμισήσατε, ὡς οὐράνιοι ἄνθρωποι· ὅθεν συνηριθμήθητε, Πατέρες καί Μάρτυρες, τῶν Ἀθλοφόρων τοῖς δήμοις, καί Ἐπισκόπων Θεοῦ ἡμῶν. Αὐτόν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, πταισμάτων ἄφεσιν.Τῇ παντουργικῇ ἰσχύϊ τῆς Τρισηλίου θεότητος, καί τῷ ἰδίῳ εὐσεβῇ θελήματι χρώμενοι, οἱ θεοφόροι Ἐπίσκοποι καί σύν αὐτοῖς οἱ ἅγιοι Μάρτυρες, τῆς Λαρίσης τά λογικά θρέμματα, τάς ζωοποιούς ἐντολάς τοῦ Σωτῆρος Χριστοῦ ἐτήρησαν, τήν στενήν βαδίσαντες, τῶν ἀρετῶν τρίβον καί νικητικῶς εἰσῆλθον, εἰς τάς μονάς τοῦ Οὐρανίου Πατρός, συνδιαιτώμενοι τοῖς πολίταις, τῆς Βασιλείας τῶν Οὐρανῶν, μεθ’ὧν καθικετεύουσιν ἀπαύστως, ὑπέρ τῶν πίστει τιμώντων, τήν ἀεισέβαστον μνήμην αὐτοῦ.Ἀνύμφευτε Παρθένε, ἡ τόν Θεόν ἀφράστως…

      Νῦν ἀπολύεις, Τρισάγιον, τό Ἀναστάσιμον Ἀπολυτίκιον τοῦ ἤχου καί τῶν Ἁγίων.Τούς δέκα τέσσαρας ἄνδρας, Λαρισηνούς ἀνυμνήσωμεν, τούς Ἀρχιερεῖς τοῦ Ὑψίστου, καί τούς θεόφρονας Μάρτυρας, τῆς ἀληθείας ἐραστάς τούς ἐνδόξους, ποιμαντορίαις θείαις καί μαρτυρίοις ἅπαντας διαπρέψαντας· Ἀχίλλιον τόν Μέγαν, Κυπριανόν, Βησσαρίωνας, Δαμιανόν στεφανίτην, καί Γεώργιον, Ἀντώνιον, Μᾶρκον, Ἰωάννην, Κοσμᾶν, Γεδεών, τόν Θωμᾶν τε καί τόν Νεόφυτον, σύν τῷ Διονυσίῳ, λιταῖς ἡμᾶς ἀεί φυλάττοντας.Λαρισαίων προστάται, δεκατέσσαρες Ἅγιοι, καί τῆς Ἐκκλησίας οἱ στύλοι, Ἱεράρχαι καί Μάρτυρες, ἐδείχθητε δυνάμει τοῦ Χριστοῦ, ἐν χρόνοις διαφόροις καί καιροῖς, ὥσπερ Ἄγγελοι βιώσαντες ἐπί γῆς, διό καί ἀνακράζομεν· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ὑμῶν, πᾶσιν ἰάματα. Τοῦ Γαβριήλ φθεγξαμένου Σοί Παρθένε, τό χαῖρε… 

      Ἀπόλυσις.

      ΕΝ Τῼ ΟΡΘΡῼ

      Μετά την β’ Στιχολογίαν, Καθίσματα τῶν Ἁγίων. Ἦχος α’. Τόν τάφον Σου, Σωτήρ.Θεοτοκίον.

      Ἀντί τοῦ Ἀμώμου τόν Πολυέλεον, μεθ’ὅν τά Εὐλογητάρια· εἶτα ἡ Ὑποκοή τοῦ ἤχου καί τό Κάθισμα τῶν Ἁγίων.Λαρισηνῶν οἱ θεοφόροι προστάται, ἀνευφημήσθωσαν μελίσμασι θείοις, Κυπριανός, Ἀχίλλιος, Νεόφυτος, Μᾶρκος, Διονύσιος, Βησσαρίωνες δύο, ὁ Θωμᾶς, Γεώργιος, Γεδεών Νεομάρτυς, Δαμιανός, Ἀντώνιος, Κοσμᾶς, καί Ἰωάννης, οἱ δέκα καί τέσσαρες.Ἐν Σοί οἰκήσας ὁ Θεός τῶν ἁπάντων, Παρθενομῆτορ Θεοτόκε Μαρία, ἡμῶν τήν φύσιν ὅλως ἀνεκαίνισε, τόν ἀρχαῖον δράκοντα, καί δεινόν πτερνοσκόπον, εὐσθενῶς συνέτριψε, καί θανάτου τά κέντρα, ἐν ἐξουσίᾳ ἔλυσεν Ἁγνή, καί σωτηρίαν, τοῖς πᾶσιν ἐδώρησε.

      Τό Ἐωθινόν Εὑαγγέλιον κατά τήν τάξιν αὐτοῦ. Εἶτα οἱ Κανόνες· ὁ Ἀναστάσιμος, τῆς Θεοτόκου καί τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς· Τέσσαρας καί δέκα τιμῶ Λαρισαίους. Ἰωήλ.

      ᾨδή α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ. Ἐνδεδυμένοι Ἱεράρχαι ἅγιοι, Λαρισηνοί τοῦ Χριστοῦ, θείαν διπλοΐδα, πρός Θεόν ὑψώσατε, τάς χεῖρας ἀξιάγαστοι, ὑπέρ πάσης τῆς ποίμνης, ὅπως φυλάξῃ τά δόγματα, τῆς Ὀρθοδοξίας ἀμόλυντα.Θεοτοκίον.

      ᾨδή γ’. Ὁ στερεώσας κατ’ἀρχήν.Ῥοή σημείων θαυμαστῶν, τῶν σῶν λειψάνων ἡ λάρναξ, ἐν Λαρίσῃ ἐπ’ ἐσχάτων τυγχάνει, προσπορίζουσα ἡμῖν, ἀσθενειῶν τήν ἴασιν, καί τῆς ψυχῆς εἰρήνην, πρωθιερᾶρχα Ἀχίλλιε.Θεοτοκίον.

      Τό Κοντάκιον καί ὁ Οἶκος τοῦ ἤχου, μεθ’ ὅν τό Κάθισμα τῶν Ἁγίων.Λαρίσης οἱ Μάρτυρες, καί Ἱερᾶρχαι σεμνοί, τήν πόλιν φρουρήσατε, ταῖς σαῖς ἁγίαις λιταῖς, ἐκ βλάβης τοῦ δράκοντος· σχόντες γάρ παρρησίαν, πρό τοῦ θρόνου Δεσπότου, πάσας τάς μεθοδείας, καί παγίδας δαιμόνων, σκεδάζετε ταχέως, ὑμῶν ἀντιλήψεσι.Ἀφράστως Ἀνύμφευτε, τόν ἐπί πάντων Θεόν, τεκοῦσα κατήργησας, τῆς ἁμαρτίας ἰσχύν, καί πᾶσαν κατήφειαν· παύσασα γάρ τήν λύπην, τῆς Προμήτορος Εὔας, ἤνεγκας τοῖς ἀνθρώποις, τήν χαράν Θεοτόκε, τοῖς πίστει προσκυνοῦσι, τόν ἄχραντον τόκον Σου.

      ᾨδή δ’. Σύ μου ἰσχύς.Ἀναδειχθείς τῆς Ἐκκλησίας Ἀντώνιε, θεολόγος νέος τά ἐντάλματα, ἐπιτυχῶς εἴρηκας λαῶ, Πάτερ ἐκδιώκων, τήν Χριστομάχον παράταξιν, κακόνοιαν ἀνθρώπων, τόν ἐφάμαρτον βίον, καί βελίαρ κακότητα Ἅγιε.Θεοτοκίον.

      ᾨδή ε’. Ἵνα τί με ἀπώσω.Καί ὁ ἄλλος τιμάσθω, πάσης Θετταλίας ἀστήρ ὑπέρλαμπρος, ὁ σημειοφόρος, Βησσαρίων Λαρίσης ὁ δεύτερος· οὗτος γάρ ταμεῖον, πολλῶν ὑπάρχων χαρισμάτων, τῶν πιστῶν τάς χορείας ἐπλούτισε.Θεοτοκίον.

      ᾨδή στ’. Ἱλάσθητί μου, Σωτήρ.Μελίσμασι εὐλαβῶς, ποιμένα τόν Ἐλεήμονα, τιμήσωμεν Λαρισηνῶν, σεπτόν Διονύσιον, οὗ πάντες δεόμεθα, ταῖς αὐτοῦ πρεσβείαις, λυτρωθῶμεν περιστάσεων.Θεοτοκίον.

      Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.Ὁ Οἶκος.

      Συναξάριον.Στίχοι·Λαρίσης ὑμνοῦμεν ἐν ᾄσμασι νέοις.

      ᾨδή ζ’. Παῖδες Ἑβραίων.Ῥήματα ἔφθεγξας τά θεῖα, ἐν Τυρνάβῳ διδούς ὁμολογίαν, τοῦ Χριστοῦ Γεδεών, καί εἴληφας τό στέφος, τοῦ μαρτυρίου ἔνδοξε, ἐκ χειρῶν τοῦ σοῦ Δεσπότου.Θεοτοκίον.

      ᾨδή η’. Ἑπταπλασίως κάμινον.Ὁλοκαρδίως δέδωκας, σεαυτόν τῷ Κυρίῳ σου, γόνε τῆς Ῥαψάνης, ἀθλητά Γεώργιε, στηρίζων τό πλήρωμα, Ὀρθοδόξων ὁμογενῶν, καί τοῦ πονηροῦ, διασκεδάζων τούς πλόκους, ἐνίκησας θεόφρον, ἐπ’ ἐσχάτων τῶν χρόνων, λαβών τοῦ μαρτυρίου, βραβεῖον τό πολύτιμον.Θεοτοκίον.

      ᾨδή θ’. Ἐξέστη ἐπί τούτῳ.Ὡς σχόντες παρρησίαν ἐν οὐρανῷ, ὑπέρ πάντων πρεσβεύσατε Ἅγιοι, Κυπριανέ, Γεδεών, Ἀχίλλιε καί Θωμᾶ, Νεόφυτε, Γεώργιε, Μᾶρκε, Βησσαρίωνες  καί Κοσμᾶ, παμμάκαρ Ἰωάννη, σύν τῷ Διονυσίῳ, Δαμιανέ καί σύ Ἀντώνιε.Θεοτοκίον.

      Ἐξαποστειλάρια. Πρῶτον τό Ἀναστάσιμον καί εἶτα τό ἑξῆς τῶν Ἁγίων. Γυναίκες ἀκουτίσθητε.Θεοτοκίον.

      Εἰς τούς Αἴνους, ἱστῶμεν στίχους η’  καί ψάλλομεν Ἀναστάσιμα τοῦ τυχόντος ἤχου καί τῶν Ἁγίων τά ἑξῆς δ’.Τῶν Λαρισαίων Ἁγίων χορείαν πάντιμον, τήν ἐκ δεκατεσσάρων, ἕως νῦν συγκειμένην, ἁγίους Ἐπισκόπους καί  Ἀθλητάς, ἐπαινέσωμεν λέγοντες· τήν πόλιν ταύτην φρουρήσατε ταῖς ὑμῶν, ἱκεσίαις πρός τόν Κύριον.Στ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καί ἀγαλλιάσονται ἐπί τῶν κοιτῶν αὐτῶν.Δόξα. Ἦχος πλ. α’.Καί νῦν. Θεοτοκίον.

      Ὑπερευλογημένη ὑπάρχεις…

      Δοξολογία Μεγάλη καί Ἀπόλυσις.

      ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈπόστολον τῆς Κυριακῆς καί τῶν Ἁγίων (ζῆτει τῇ 26η Ὀκτωβρίου, ἐν τῇ ἑορτῇ τοῦ Μεγαλ. Δημητρίου).

      Μεγαλυνάριον.

       

       

       

       

    5. Χαίρετε Λαρίσης οἱ εὐκλεεῖς, τέσσαρες καί δέκα, Ἱερᾶρχαι καί ἀθληταί, οἱ λαμπροί φωστηρες, αὐγαῖς τῆς εὐσεβείας, τά πλήθη Ὀρθοδίξων, καταλαμπρύναντες.

    6. Εὐαγγέλιον τῆς Κυριακῆς καί τῶν Ἁγίων (ζῆτει τῇ 13η Νοεμβρίου, ἐν τῇ ἑορτῇ τοῦ Ἱεροῦ Χρυσοστόμου).

    7. Τά Τυπικά καί εἰς τούς Μακαρισμούς Ἀναστάσιμα δ’ καί τῶν Ἁγίων ἡ γ’ καί στ’ ᾠδή.

    8. Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, κροτήσωμεν τῷ πνεύματι, καί γηθοσύνως πανηγυρίσωμεν, ἐπί τῇ θείᾳ μνήμῃ τῶν ἐν Λαρίσῃ Ἁγίων. Ἱερεῖς καί ἄρχοντες, εἰς μίαν συνελθέτωσαν συναγωγήν καί συμφώνως ὑμνείτωσαν, τούς δέκα καί τέσσαρας ἄνδρας. Κοσμικοί καί μονάζοντες, τούς Ἱεράρχας καί Μάρτυρας, συνελθόντες ἐπαινέσωμεν. Εὐσεβείας τούς ἐραστάς, ποιμανσίας τούς λύχνους, τῆς Ἱερωσύνης τά σκεύη, τό κόσμημα τῶν πιστῶν, τῆς Ὀρθοδόξου ὁμολογίας φίλους, Νεομαρτύρων λαμπράν προσθήκη, Εὐαγγελίου σεμνούς ῥήτορας, στύλους τῆς Ἐκκλησίας τούς ἀνεγκλήτους, τούς μύστας τῆς σοφίας, ὕμνοις γεραίροντες, οὕτως εἴπωμεν. Ἐπίσκοποι καί στεφανῖται Λαρίσιοι, οἱ τόν καλόν ἀγῶνα νομίμως ἀγωνησάμενοι καί στεφανωθέντες, μή παύσητε δεόμενοι, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.

    9. Λαρισηνοί Ἱεράρχαι καί θεῖοι Μάρτυρες, Μητρόπολιν Λαρίσης, καί λαόν τοῦ Κυρίου, φρουρήσατε πρεσβείαις ὑμῶν ἀεί, ἐκ ποικίλων αἱρέσεων, τῶν ταραχῶν διαβόλου, καί ἐκ πολλῶν, ἐφαμάρτων καταστάσεων.

    10. Νεομαρτύρων πεντάδα, τήν περιάκουστον, Δαμιανόν τόν Νέον, καί Κοσμᾶν θεοφόρον, Τυρνάβου πολιοῦχον τόν Γεδεών, Ἰωάννην, Γεώργιον, τῶν Λαρισαίων τό κλέος καί τήν τιμήν, ἐγκωμίοις καταστέψωμεν.

    11. Τούς ἀρχιθύτας Λαρίσης ἐγκωμιάσωμεν, Ἀχίλλιον καί Μᾶρκον, Βησσαρίωνας δύο, Νεόφυτον, Ἀντώνιον καί Θωμᾶν, Διονύσιον ἅγιον, καί σύν αὐτοῖς τοῖς ἐνθέοις Κυπριανόν, πρεσβευτάς ἡμῶν πρός Κύριον.

    12. Ἦχος α’. Τῶν οὐανίων ταγμάτων.

    13. Παρθένε Ἀπειρόγαμε, πιπτόντων ἐπανόρθωσις, καί τῶν πταιόντων ὑπάρχεις, τό ἱλαστήριον Μῆτερ, διό ἡμᾶς ἀνόρθωσον, εὐχαῖς και ἱκεσίαις Σου, ἐκ λάκκου παραβάσεων, ἵνα ὑμνῶμεν ἀπαύστως, τῶν σῶν χαρίτων τό πλῆθος.

    14. Λαρίσης δεκατέσσαρας, Ἁγίους ἐπαινέσωμεν, Ἀρχιερεῖς τούς ἑννέα, καί τήν πεντάδα Μαρτύρων, τούς κήρυκας τῆς πίστεως, Μαρτύρων καλλωπίσματα, καί ξίφη τά τοῦ Πνεύματος, ἵνα ῥυσθῶμεν πρεσβείαις, ταῖς τούτων ἐκ τοῦ βελίαρ.

    15. Λυτῆρα τῶν ἀνθρώπων ἐκ τῶν κακῶν, τῶν ποικίλων τεκοῦσα Πανάχραντε, καί ἰατρόν, πάντων τῶν ἀλγούντων σωματικῶς, ἐκ νόσων Ἀειπάρθενε, καί ἐξ ἐπηρείας τοῦ πονηροῦ, μή παύσῃ ταῖς πρεσβείαις, Αὐτόν ἐκδυσωποῦσα, ὑπέρ ἡμῶν τῶν ἀνυμνούντων Σε.

    16. Ἡ Λάρισα καυχᾶται σεμνοπρεπῶς, ἐπί τῇ μνήμῃ ὑμῶν ἀξιάγαστοι, καί συγκαλεῖ, τόν λαόν ὑμνῆσαι τήν βιοτήν, τά ὑπέρ φύσιν θαύματα, λόγους καί διδάγματα εὐσεβῆ, μαρτύρια καί ἄθλους, καί πάσας τάς βασάνους, ὑμῶν Ἁγίων ἀκροθήνια.

    17. Ἰδού τῶν Λαρισαίων οἱ εὐσεβεῖς, κληρικοί τε ὁμοῦ καί μονάζοντες, καί ὁ λαός, σύναξιν ποιοῦμεν περιφανῆ, τιμῆσαι δεκατέσσαρας, σεμνούς Ἱεράρχας καί Ἀθλητάς, τούς ἐν τοῖς χρόνοις τούτοις, καί ἐν παλαιοτέροις, δίκην ἡλίου διαλάμψαντας.

    18. Σκεῦος τοῦ Κτίστου πάγχρυσον, καί πιστῶν τό ἑδραίωμα, καί τῶν ἀσθενούντων ἄκος καί βοήθεια, παστάς ἡ ὁλόφωτος, τοῦ Σωτῆρος τῶν γηγενῶν, ἰσχύς κραταιά, σκέπη, τό κράτος καί τεῖχος, τῶν Σέ ἐπευφημούντων, ἐγνωρίσθης Παρθένε, Κυρία Θεοτόκε, Πανύμνητε Μαρία.

    19. Ὑπογραμμός γεγέννησαι, ἐν σπηλαίῳ ἀσκούμενος, τοῖς πιστοῖς ἀνθρώποις, Μάρτυς πολυθαύμαστε, καί ἤρθης τῇ χάριτι, πρός τό ὕψος Δαμιανέ, θείων ἀρετῶν, ἐπιζητῶν ἐπιμόνως, θεώσεως τό εἶδος, διό καί γηθοσύνως, ἀγχόνης τιμωρίαν, ἐδέξω Ὁσιώτατε.

    20. Ἱερωσύνης ἔνδυμα, ἐνδυθείς περιώδευσας, τήν Ἑλλάδα πᾶσαν, ἐν ὑστέροις ἔτεσι, Κοσμᾶ Ἰσαπόστολε, διαλύων Ἀγαρηνῶν, πλάνην τήν οἰκτράν, τοῖς θεοσόφοις σου λόγοις· διό ἐν τῇ Λαρίσῃ, ἐπαινοῦμεν τούς ἄθλους, τήν τμῆσιν τῆς σῆς κάρας, τόν βίον καί τά θαύματα.

    21. Σύστημα σύντριψον τοῦ βελίαρ, καί πνευμάτων αὐτοῦ τῆς πονηρίας, Θεοτόκε Ἁγνή, λιταῖς Σου ταῖς ὀξείαις, ὑπέρ ἡμῶν πρεσβεύουσα, τῶν τιμώντων τόν Σόν τόκον.

    22. Ἴαμα Μάρτυρες Κυρίου, καί Ἐπίσκοποι Λαρίσης θεοφόροι, τά ὀστέα ὑμῶν, τά πάντιμα ἐδείχθη, τοῖς Ὀρθοδόξοις ἅπασι, τοῖς τιμῶσι τήν σήν μνήμην.

    23. Ἅγιε Μάρτυς Ἰωάννη, καταγόμενος ἐκ τῆς Μονεμβασίας, ἐν Λαρίσῃ κλεινέ, ἐσχάτως τό σόν αἷμα, ὑπέρ Χριστοῦ ἐξέχεας, καρτερίᾳ ἀνεκφράστῳ.

    24. Λαρίσης τήν Σύναξιν ἀνημνέω τῶν Ἁγίων Απάντων. 

      Αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ελέησον και σῶσον ἡμᾶς, Ἀμήν.

    25. Τούς τέσσαρας καί δέκα λαμπρούς Ἁγίους,

    26. Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἐν τῇ Ἱερᾷ Μητροπόλει Λαρίσης διαλαμψάντων τεσσάρων καί δέκα Ἁγίων, ἤτοι: Ἀχιλλίου, Διονυσίου, Βησσαριώνων δύο, Νεοφύτου, Θωμᾶ, Μάρκου, Ἀντωνίου καί Κυπριανοῦ, Ἀρχιεπισκόπων Λαρίσης, καί τῶν ἁγίων Νεομαρτύρων Κοσμᾶ τοῦ Αἰτωλοῦ, Γεδεών τοῦ Καρακαλληνοῦ, Ἰωάννου τοῦ Μονεβασιώτου, Δαμιανοῦ τοῦ ἐν Κισσάβῳ  καί Γεωργίου τοῦ ἐκ Ῥαψάνης.

    27. Τούς εὐσεβεῖς καί θεοφόρους κήρυκας, τῆς ἀληθείας τά ἑδραιώματα, τῆς πίστεως τά σεμνώματα, τῆς εὐσεβείας τούς συνηγόρους, τούς δέκα καί τέσσαρας Λαρισηνούς Ἁγίους, τούς ἑννεαρίθμους Ἱεράρχας  καί την πεντάδα τῶν ἁγίων Μαρτύρων, τούς ἐν ὁσιότητι καί ἀθλήσει διαπρέψαντας, ἐν διαφόροις χρόνοις, ἐν τῇ πόλει καί τῇ περιοίκῳ τῆς Λαρίσης, σήμερον τελοῦντες αὐτῶν τήν σύναξιν, ἐπαινέσωμεν. Οὗτοι γάρ οἱ μακάριοι, ταῆς πλάνης ζόφωσιν διασκεδάσαντες, τόν βίον τῶν πιστῶν κατά Θεόν εὐθύναντες, ὡς ἀστέρες ἐξέλαμψαν, ἐν τῷ νοητῷ στερρεώματι. Διό πάντες ἡμεῖς ἐξαιτούμεθα αὐτῶν τήν βοήθειαν· πιστῶν γάρ ἐρείσματα πέλουσιν.

    28. Δεκατεσσάρων Ἁγίων τήν φάλαγγα, Λαρισηνῶν τό φιλόθεον σύστημα, γεραίρει τόν βίον καί ἄθλησιν, καί ἐξαιτεῖται αὐτῶν τήν βοήθειαν· πιστῶν γάρ ἐρείσματα πέλουσι.

    29. Λιμένα Σε ἀσφαλῆ, Παρθένε ὄντως γινώσκομεν, πενήτων τόν  θησαυρόν, βροτῶν καταφύγιον, νοσούντων τό ἴαμα, οἰκουμένης τεῖχος, καί πιστῶν τό ἀγαλλίαμα.

    30. Ὧς ἔνθεον καί σεμνόν, Θωμᾶν γεραίρομεν σήμερον, Λαρίσης τόν ποδηγόν, καί ταύτης Ἐπίσκοπον· ὡς ἄλλος γάρ ἥλιος, τόν λαόν καί τήν πόλιν, ἀρεταῖς αὐτοῦ κατήστραψε.

    31. Ἰθύνατε τόν λαόν, Ἀρχιερεῖς τε καί Μάρτυρες, πρός εὐσεβείας ζωήν, τῷ βίῳ καί ῥήμασι, καί πάσῃ σεμνότητι, ἐν ἀρχαίοις χρόνοις, καί ἐσχάτως ἀξιάγαστοι.

    32. Τῆς χαρᾶς τό δοχεῖον, θεοτόκε Δέσποινα χαρᾶς μου πλήρωσον, πᾶσαν τήν καρδίαν, συμφορῶν καί τῆς λύπης σκεδάζουσα, τά φρικτά ἐρέβη, καί σκοτοδίνην ἀκηδίας, καί σαρκός νοημάτων σκοτόμαιναν.

    33. Ἀνυμνείσθω σύν τούτοις, πόλεως Λαρίσης ποιμήν ἀξιάγαστος, καί τῆς ἡσυχίας, ἐραστής τε καί φίλος πιστότατος, ὁ παμμάκαρ Μᾶρκος, πατήρ ἐν πνεύματι ἀνθρώπων, ἀγαπώντων Χριστόν τόν φιλάνθρωπον.

    34. Ἐναρέτως βιώσας, μάκαρ Βησσαρίων ποιμήν θεοδόξαστε, καί τῶν Λαρισαίων, ὁδηγός πρός τά κρείττω γεγένησαι· ὅθεν ἐδοξάσθη, καί ἐτιμήθη κατά χρέος, ἡ ἁγία σου μνήμη μακάριε.

    35. Δοξολογῶ τόν ἀεισέβαστον τόκον Σου, Θεοτόκε νύμφη ἀπειρόγαμε, δι’οὗ ὁ κόσμος ἐκ φθορᾶς, καί τοῦ ἀντιδίκου, διά παντός ἠλευθέρωται, καί γένος τῶν ἀνθρώπων, εἰς τήν θέωσιν ἤχθη· διό πάντες τό χαῖρε Σοι ᾄδομεν.

    36. Ἱερουργός ἡγιασμένος γενόμενος, ἐν Λαρίσῃ ὤφθης ὥσπερ ἄσαρκος, ἱκετικῶς χεῖρας ἀνυψῶν, πρός τόν σόν Δεσπότην, ὦ ἀρχιθῦτα Νεόφυτε, ὑπέρ τοῦ σοῦ ποιμνίου, καί εἰρήνης τοῦ κόσμου, καί παντός Ὀρθοδόξου ἀοίδημε.

    37. Κραταιωθείς ἐξ οὐρανοῦ ἀξιάγαστε, ποιμενάρχης πάλαι ἐχρημάτισας, Λαρισηνῶν ὄντως ποδηγῶν, πρός τήν σωτηρίαν, λαόν Θεοῦ περιούσιον· διό σου ἀνυμνοῦμεν, τόν φιλόθεον βίον, ἀρετάς καί ἀσκήσεις Ἀντώνιε.

    38. Θεοτοκίον.

    39. Ἦχος δ’. Ταχύ προκατάλαβε.

    40. Σύ εἶ ἰσχύς Χριστιανῶν, Πανάχραντε Θεοτόκε, ὡς γεννήσασα Χριστόν τόν Σωτῆρα, καί τοῦ ἀρχαίου πτερνιστοῦ, τήν δυναστείαν ἔπαυσας, ἐλευθεροῦσα πάντας, ἐκ τῆς δουλείας τῷ τόκῳ Σου.

    41. Ἀρχιερεῦ Κυπριανέ, Μητροπολῖτα Λαρίσης, ἐπεγνώσθης μοναζόντων ὁ κόσμος· πολεμήσας γάρ καλῶς, τά τῶν παθῶν κινήματα, καί τῆς σαρκός ἐγέρσεις, πρός πλάτος ἦλθες τῆς χάριτος.

    42. Ἀπό καρδίας οἱ πιστοί, Λαρίσης τόν πολιοῦχον, ἀναμέλπουσιν Ἀχίλλιον πάντες· ἀνεδείχθη γάρ στερρός, ἐν τοῖς ἀρχαῖοις ἔτεσι, τῆς πίστεως ὁ φύλαξ, τῶν Ὀρθοδόξων καί πρόμαχος.

    43. Σωματωθείς ἐκ τῶν ἁγνῶν αιμάτων Σου, ὁ τοῦ ἀνάρχου Πατρός, Λόγος ἀπορρήτως, ἥλιος ὡς ἄδυτος, ἀνέτειλε Πανάχραντε, ἐκδιώξας τό σκότος, καί ἀρχεκάκου ἀλάστορος, καί τῆς ἁμαρτίας ἀναύρωσιν.

    44. Στρατείαν ὄντως τοῦ ἐχθροῦ ὠλέσατε, τήν φοβεράν ἐπί γῆς, ἐν τοῖς νέοις χρόνοις, λόγοις τε καί πράξεσι, στερρῶς ὑπερμαχήσαντες, μέχρις αἵματος πάντες, Εὐαγγελίου τῆς χάριτος, Μάρτυρες Λαρίσης πεντάριθμοι.

    45. Τῶν Λαρισαίων ἀνυμνῶ τά θαύματα, καί τήν σεμνήν βιοτήν, ἄθλησιν ἁγίαν, καί τά κατορθώματα, διό αἰτῶν τήν δύναμιν, τῆς Ἁγίας Τριάδος, ὅπως τιμήσω τήν σύναξιν, τούτων γηθοσύνοις μελίσμασι.

    46. Θεοτοκίον.

    47. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

    48. Ὡς Μήτηρ τοῦ Χριστοῦ, και πανάμωμος Νύμφη, παρίστασαι Ἁγνή, ταῷ Υἱῷ και Θεῷ Σου, πρεσβεύουσα Πανάμωμε, ὑπέρ πάντων ταῶν δούλων Σου, ἀνατείνουσα, ἱκετικῶς τάς παλάμας, διό ῥῦσαι με, ἐκ δεσμῶν τοῦ Βελίαρ, και πάσης στενώσεως.

    49. Ὁ πάντιμος χορός, Λαρισαίων Ἁγίων, ὡς ὄλβος τοῦ Χριστοῦ, πολυτίμητος ὄντος, δωρεῖται τά ἰάματα, τῆς ψυχῆς καί τοῦ σώματος, τήν εἰρήνευσιν, καί πρός ἀλλήλους ἀγάπην, ἡμῖν ἅπασι, τοῖς ἐκζητοῦσι ἐν πίστει, αὐτῶν τήν βοήθειαν.

    50. Μετά την α’ Στιχολογίαν, Καθίσματα Ἀναστάσιμα τοῦ ἤχου.

    51. Θεοτοκίον.

    52. Ἕτερον. Ὁ αὐτός. Τῆς ἐρήμου πολίτης. 

    53. Ἦχος α’. Τούς τρεῖς μεγίστους φωστῆρας.

    54. Καί νῦν. Θεοτοκίον.

    55. Δόξα. Ἦχος πλ. β’.

    56. Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καί ἀγαλλιάσονται ἐπί τῶν κοιτῶν αὐτῶν.

    57. Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

    58. Στ. Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὐτῶν.

    59. Καί νῦν. Θεοτοκίον.

    60. Δόξα. Ἦχος πλ. α’.

    61. Ἦχος δ’.

    62. Ἦχος γ’.

    63. Ἦχος β’.

    64. Ἦχος α’.

    65. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. 4, 7-15).

    66. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄ 15 – ΣΤ΄ 3).

    67. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄ 1 – 9).

    68. Σήμερον τῶν θεοφιλῶν τῆς Λαρίσης Ἁγίων, ἑορτάζεται ἡ μνήμη, πρός οὕς πάντες εὐφροσύνως, τό χαίρετε ἐκβοῶμεν λέγοντες· χαίρετε Ἀρχιθύται μακάριοι, Ἀχίλλιε, Θωμᾶ καί Νεόφυτε, Διονύσιε, Μᾶρκε καί Κυπριανέ, σύν δυσί Βησσαρίωσι, καί Ἀντώνιε· χαίρετε εὐκλεεῖς Νεομάρτυρες, Κοσμᾶ Ἱερομάρτυς, Ἰωάννη, Δαμιανέ, Γεδεών καί Γεώργιε· χαίρετε ἀξιάγαστοι τῆς Ἐκκλησίας Ποιμένες, καί Ἀθλοφόροι θεοδόξαστοι, οἱ τόν καλόν ἀγῶνα νομίμως τελέσαντες, καί ἐνδόξως στεφανωθέντες. Διό νῦν ἐν οὐρανοῖς συνδιαιτώμενοι Ἀγγέλοις, μή παύσητε πρεσβεύοντες, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

    69. Ἐπαξίως ἡ Λάρισα, ἐγκαυχᾶται Ἀχίλλιε, σύν Κοσμᾷ Ἀντώνιε καί Νεόφυτε, Κυπριανέ καί Γεώργιε, Θωμᾶ, Βησσαρίωνες, Γεδέων, Δαμιανέ, Μᾶρκε θεῖε Ἐπίσκοπε, Διονύσιε, θεοδόξαστε σύν τῷ Ἰωάννῃ, εὐλαβῶς ἐπιτελοῦσα, ὑμῶν τήν Σύναξιν Ἅγιοι.

    70. Ὡς πολύτιμον μάργαρον, τόν Χριστόν ἀξιότιμοι, ἐν καρδίᾳ ἔχοντες ἐκηρύξατε, Εὐαγγελίου ἀλήθειαν, Ἐπίσκοποι ἅγιοι, καί γενναῖοι Ἀθληταί, τῆς Λαρίσης σεμνώματα, ἐν τοῖς ἔτεσι, τοῖς ἀρχαίοις καί χρόνοις νεωτέροις, καί πιστῶν τῆς Ἐκκλησίας, τάς διανοίας ηὐγάσατε.

    71. Ὥσπερ στύλοι οἱ ἄσειστοι, Ἱεράρχαι ἀοίδημοι, τῆς Λαρίσης ὤφθητε πάντες χάριτι, ὁ προεξάρχων Ἀχίλλιος, καί Μᾶρκος ὁ ὅσιος, καί Θωμᾶς ὁ θαυμαστός, καί Νεόφυτος πάντιμος, Βησσαρίωνες, Διονύσιος σύν τῷ θεολόγῳ, Ἀντωνίῳ καί σύν τούτοις, Κυπριανός ὁ μακάριος.

    72. Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ι’ καί ψάλλομεν Ἀναστάσιμα δ’ καί τῶν Ἁγίων τά ἑξῆς στ’. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.

JAN

15

    1. Ἀκολουθία Ἁγίου Βασιλέως ΛΕΟΝΤΟΣ τοῦ Μακέλη0 Προσθέστε ένα σχόλιο

    2. Δημοσιεύτηκε 15th January 2016 από τον χρήστη Καθηγητής Αντ.Μάρκου  

    3. Ετικέτες: Ακολουθίες

    4. Ψαλλομένη τῇ 20η Ἰανουαρίου

      Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

      ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣὪ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς Ζωῆς, ἡ ἁγνὴ καὶ ἄμωμος, ὡς κρήνην ὑπερχειλῆ, θείας χρηστότητος, τῷ Λέοντι τῷ κλεινῷ, προμηθουμένη ἡμῶν ἀπεκάλυψε, τὴν Ταύτης θείαν πήγην, ὡς Σιλωὰμ κολυμβήθραν θεόβρυτον· ἐξ αὐτῆς γὰρ ἀναβλύζει, ὕδωρ τὸ ἁλλόμενον, καὶ ψυχῶν καὶ σωμάτων, ἀποπλύνει ἀῤῥωστήματα.Ὡς ἀλουργίδα ὑπέρλαμπρον, εὐκλεῶς φορέσας, πίστιν τὴν ἀμόλυντον, διέπρεψας εὐσεβῶς, Λέων πανάριστε· ὡς θεῖος γὰρ τεθηνώς, τὴν Ἐκκλησίαν τοῦ Λόγου διέθρεψας, καὶ φύλαξ πανευπρεπής, τοῦ ἱεροῦ θησαυροῦ ἐχρημάτισας· ἐξ’ οὗ μάκαρ καὶ σκορπίσας, δαψιλῶς τοῖς χρήζουσι, Βασιλείας τῆς ἄνω, χαρμοσύνως ἐπιβέβηκας.Δικαιοσύνης περιποιησάμενος τὸν πλοῦτον, βασιλικῆς καθέδρας ἠξίωσας, Λέων παμμακάριστε· τῇ προτυπωθείσῃ γὰρ ἐπωνυμίᾳ, κατάλληλον ἁρμόσας ζωήν, τῆς Βασιλίδος τῶν οὐρανῶν μύστης ἀναδέδειξαι· ὅθεν βασιλικῷ σου βρυχήματι, τῶν αἱρετικῶν διαλύσας τὰς φάλαγγας, στύλος καὶ ἑδραίωμα, τῆς Ἐκκλησίας ὤφθης· διὸ ἑορτάζει σου, ἀξιοπρεπῶς τὰ μνημόσυνα.Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος· ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

      Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης· ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ· καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Διὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ ῾Ιερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Καὶ οὐκέτι κληθήσῃ καταλελυμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι ῎ἔρημος· σὺ γὰρ κληθήσεται θέλημα ἐμόν, καὶ τῇ γῇ σου οἰκουμένη, ὅτι εὐδόκησε Κύριος ἐν σοὶ καὶ ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

      Εἰς τήν Λιτήν. Ἦχος α΄.Ἦχος β΄.Ἦχος γ΄.Δόξα. Ἦχος δ΄.Καὶ νῦν. Θεοτοκίον.

      Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.Στ. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.Δόξα. Ἦχος πλ. β΄.Καὶ νῦν. Θεοτοκίον.

      Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      Ἀπόλυσις.

      ΟΡΘΡΟΣὩς Ἄναξ εὐσεβής, καὶ θεράπων τοῦ Λόγου, διέλαμψας πιστῶς, βασιλεύσας ὁσίως· διό σε ἡ οὐράνιος, Βασιλεία ἐδέξατο, Λέων ἔνδοξε, ἐν ᾗ ἀπαύστως δυσώπει, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, τοῖς σὲ μακαρίζουσι.Ὡς Μήτηρ τοῦ Θεοῦ, καὶ πηγὴ εὐσπλαγχνίας, ἐγνώρισας Ἁγνή, τῷ πιστῷ Σου οἰκέτῃ, τὴν κρήνην Σου τὴν ἔνθεον, εἰς ἡμῶν περιποίησιν· μεθ’ οὗ ἅπαντες, μεγαλοφώνως ὑμνοῦμεν, καὶ δοξάζομεν, τὰς δυναστείας Σου Κόρη, βροτῶν ἀνακαίνισις.

      Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.Στ. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.Ὁ Ν’ Ψαλμός.Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…Ἱκετεύειν τὸν τῶν ὅλων Βασιλέα, Λέων παμμάκαρ, μὴ παύσῃ ἀεί, ὑπὲρ τῶν εἰλικρινῶς ἀνυμνολογούντων σε.

      Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Λέων εὐφημείσθω, ὁ θεόφρων Ἄναξ. Γερασίμου.Λάμψεσιν ἄχραντοις ἀληθῶς, καταστραπτόμενος Λέων μακάριε, φωτισμόν μοι βράβευσον, φωτιστικαῖς σου πρεσβείαις πρὸς Κύριον, μέλψαι τὰ σεπτά σου, καὶ εὐκλεὴ προτερήματα.Ὥσπερ ἀφθαρσίας ὑετός, τῆς Θεοτόκου ἡ θεία προμήθεια, Λέων σὲ ἀρδεύσασα, χειραγωγὸς ἀσφαλής σοι ἐγένετο, πρὸς εὕρεσιν μάκαρ, τῆς κρήνης τῆς πολυχεύμονος.Θεοτοκίον.

      ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.Φωτὸς κατηξίωται αὐγῆς, ὁ πηρωθεὶς τὸ πρότερον, ὥσπερ νιψάμενος ἐκ τοῦ ὕδατος, τῆς Ζωηφόρου Πηγῆς ἐκ πίστεως· ὅθεν ἐμεγάλυνε, οὖν σοὶ Λέων ἔνδοξε, τῆς ἡμῶν σωτηρίας τὴν κλίμακα.Θεοτοκίον.

      Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      ᾨδὴ δ΄. Ὄρος σὲ τῇ χάριτι.Ἴασιν καὶ λύτρωσιν, εὑρὼν ὁ ἀόμματος, τῇ μεσιτείᾳ σου σοφέ, ὡς κατετρύφησε πιστῶς, ναμάτων τῆς χάριτος, μεγαλοφώνως σὺν σοὶ ἀνεκήρυττε, τὰ μεγαλεῖα τῆς μόνης Θεόπαιδος.Θεοτοκίον.

      ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.Ὀμβροφόρος ὡς νεφέλη ἀοράτως ἐφέστηκε, καὶ Πηγὴν τὴν Ζωηφόρον Λέων σοὶ ἐφανέρωσεν, ἡ Πηγὴ τῶν θείων δωρεῶν, ἡ στάξασα ἐν κόσμῳ, τὸν ὄμβρον τὸν ὑπερούσιον.Θεοτοκίον.

      ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.Φωνῆς ἀκηκοὼς τῆς Θεομήτορος, ὥσπερ διψῶσα ἔλαφος, εἰσέδραμες τῷ ἄλσει ἐν χαρᾷ, καὶ ἰδὼν τὸν λόγον ἐκπληρούμενον, ῥεῖθρον καινόν, ἐν τῇ καρδίᾳ Λέων ἐπλούτησας.Θεοτοκίον.

      Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.Ὁ Οἶκος.Χαῖρε, τὸ κλέος τῶν ἀνασσόντων·Χαῖρε, Ζωοδόχου Πηγῆς ἀνακάλυψις·Χαῖρε, τοῦ Ζωοδότου γνησιώτατος τύπος·Χαῖρε, θεσμῶν τῆς πίστεως ἔρεισμα·Χαῖρε, Χριστοῦ κοινωνὲ Βασιλείας·Χαῖρε, Λέων ὑπέρτιμε.

      Συναξάριον.Στίχοι·ἔστεψε Χριστὸς οὐρανοκράτωρ Ἄναξ.Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

      ᾨδὴ ζ΄. Σὲ τὴν νοητήν.Ἀγγελικῆς, συναυλίας ἔνδοξε, φωτοφανῶς ἀξιωθείς, τοῦ παμβασιλέως Ἰησοῦ, ἐν μεθέξει γέγονας, εἰς τὰ ὑπερκόσμια οἰκήσας ἀνάκτορα, ἔνθα ἀΐδιος αἴγλη, θεουργικῶς καταυγάζεται.Ἄρχων λαοῦ, προμηθείᾳ κρείττονι, κατασταθεὶς προφητικῶς, στήλην τε καὶ τύπον σεαυτόν, καλῶν ἔργων ἔδειξας, Λέων παναοίδιμε, τοῖς εὐσεβῶς ἀνακράζουσιν· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.Ξένα ἀεί, πέλουσι τὰ θαύματα, τῆς Ζωηφόρου Σου Πηγῆς· νόσους γὰρ ἰᾶται χαλεπάς, λύει ἁμαρτήματα καὶ ἐλαύνει πνεύματα, τῆς πονηρίας ἑκάστοτε, εὐλογημένη Παρθένε· ὅθεν πιστῶς Σε δοξάζομεν.

      ᾨδὴ η΄. Ἐν καμίνῳ Παῖδες.Ἐπιπνοίας θείας μετασχών, ἀῤῥήτῳ εὐδοκίᾳ, τῆς μόνης Ἀειπαρθένου διήκουσας Αὐτῇ, καὶ πόθῳ ἐκραύγαζες· εὐλογῶ Σε εὐλογημένη Θεογεννῆτορ, καὶ τῆς Σῆς δυναστείας, τὸ κράτος μεγαλύνω, εἰς πάντας τοὺς αἰῶνας.Θεοτοκίον.

      ᾨδὴ θ΄. Τύπον τῆς Ἁγνῆς.Ἶρις νοητὴ ἀνέλαμψας, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, Λέων πανάριστε, ἔργων σεμνῶν, τῇ ποικιλίᾳ κοσμούμενος, ὡς ἐν χρόαις ἀΰλοις τοῦ Πνεύματος· διὸ τοὺς σὲ τιμῶντας, τῇ φωταυγείᾳ σου καταύγασον.Οἶκον θαυμαστόν Σοι δέδωκεν, εἰς αἰωνίαν κατοίκησιν ὁ Φιλάνθρωπος, ἐν τῇ Σιὼν τῇ οὐρανίᾳ μακάριε, προσδεχθεὶς τὴν σεπτὴν ὑπουργίαν σου· ἐξ οὗ συμπαθῶς νεῦσον, τὴν ὑμνωδίαν μου δεχόμενος.Ὕδωρ διαυγὲς καὶ ἄφθαρτον, ἐν τῇ ψυχῇ μου στάξον κρήνη πολύῤῥυτε, Σὲ δυσωπεῖ, Λέων ὁ θεῖος θεράπων Σου, Θεοτόκε ἁγνὴ ἀειπάρθενε· φλογμῷ γὰρ παθημάτων, ὁ Σὸς ἱκέτης ἀναλίσκομαι.

      Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.Θεοτοκίον.

      Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ΤαγμάτωνΤῆς ἐξουσίας τὰ σκήπτρα ὡς κλῆρον ἅγιον, ὁ τῶν ἀνάκτων Ἄναξ, σοὶ δεδώρηται Λέων· ὅθεν Ἐκκλησίας προασπιστής, ἀῤῥαγὴς ἐχρημάτισας, καὶ τὸν λαὸν τοῦ Κυρίου πανευσεβῶς, θείοις νόμοις ἐκυβέρνησας.Δόξα. Ἦχος πλ. α΄.Καὶ νῦν. Θεοτοκίον.

      Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

      Μεγαλυνάριον.

       

       

    5. Ὕδωρ ἐξαντλήσας ζωοποιόν, ἐκ τῆς θείας κρήνης, τῆς Παρθένου Λέων σοφέ, ὄμβροις τοῦ σοῦ βίου, ὡς ἀμπελῶνα θεῖον, ἀρχὴν σοὶ τὴν δοθεῖσαν, πλουσίως ἤρδευσας.

    6. Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι’ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

    7. Προοιμιαζομένη μυστικῶς, τὴν ἐσομένην ὑπεροχήν σου ἡ τοῦ Λόγου Μήτηρ, οἰκεῖόν σε ἐπεσπάσατο διάκονον· τὴν γὰρ ἀφανῆ Αὐτῆς Πηγήν, ἐμφανῆ τῷ κόσμῳ ποιῆσαι, διὰ σοῦ ηὐδόκησεν· ὅθεν τῇ χειρῇ Αὐτῆς, τὸ εὐκλεὲς ἀναδησάμενος διάδημα, ὡσεὶ ἐλαία ἐξήνθησας τὸν ἀληθῆ προφητικῶς ἁγιασμόν· δι’ οὗ καὶ ἡμᾶς ἁγίασον, Λέων παμμακάριστε.

    8. Τῆς ὑπὲρ νοῦν Βασιλείας τὴν ὡραιότητα, κληρονομήσας Λέων, ὡς θεράπων τοῦ Λόγου, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, συμπαθείας τὸ πέλαγος, τῆς ἀληθοῦς σωτηρίας τὴν ἀπαρχήν, τὴν ἁγνὴν Παντοβασίλισσαν.

    9. Τῇ βασιλείῳ σου κλήσει καλλωπιζόμενος, τῆς πάντων Βασιλίσσης, πιστὸς μύστης ἐδείχθης, ἧς τῇ ἐπινεύσει καθυπουργῶν, τὴν Πηγὴν τὴν θεόβρυτον, ὡς ἰαμάτων ἀκένωτον θησαυρόν, Λέων ἅπασιν ἐγνώρισας. (Δίς).

    10. Ὁ οὐρανὸς τῆς δόξης, ἡ Θεοτόκος Μαριάμ, ὡς κεκλεισμένην κρήνην, χάριτος θείας δαψιλοῦς, Σοὶ ἀνεπέτασε Λέων, Πηγὴν Αὐτῆς τὴν ἁγίαν.

    11. Χριστὸν πιστῶς θεραπεύσας, Λέων ἐν βίῳ εὐσεβῆ, διάδημα καὶ πορφύραν, ἐδέξω μεγαλοπρεπῶς, ὧν τῇ τιμῇ ὡς βαθμίδι, πρὸς θείαν δόξαν ἐχρήσω.

    12. Θεοτοκίον.

    13. Μένει εἰς αἰῶνα ἅπαντα, τὸ εὐαγές σου Λέων ὄντως μνημόσυνον· σὺ γὰρ θερμῶς, ὑπὲρ τιμὴν τὴν βασίλειον, ἀρετὴν τὴν ἁγίαν ἠγάπησας· διὸ ἐν τῇ Τριάδι, ἄλλον οἰκεῖόν σε παρέστησεν.

    14. Στέφος ἀφθαρσίας εἴληφας, ὑπερφυεῖ ἐλλάμψει καλλωπιζόμενον, Λέων σοφέ, καὶ ὥσπερ ἄναξ πιστώτατος, Βασιλεῖ τῷ ἀφθάρτῳ παρέστηκας, λαμπρῶς ἐστολισμένος, τὴν ἀληθῆ μεγαλειότητα.

    15. Ἄνωθεν ἡ χάρις Σου Ἁγνή, ὡς δρόσος ἐπουρανία, ἀπαύστως κατερχομένη, ἐν τῷ ὕδατι τῆς Σῆς Πηγῆς Παναμώμητε, παθημάτων ἄνθρακας ἀποσβεννύει, καὶ ῥῶσιν πρυτανεύει, τοῖς ὑπερυψοῦσι, τὴν Σὴν μεγαλωσύνην.

    16. Ῥάβδον βασιλείας εὐσεβοῦς, ἐγχειρισθεὶς θεόθεν, τὴν τοῦ Λόγου μερίδα διώκησας, θεοφρόνως, καὶ ψάλλων ἐκραύγαζες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

    17. Γῆν τὴν τῶν πραέων ἀσφαλῶς, κατακληρονομήσας, κατάσχεσιν αἰωνίαν, ἐκληρώσω ἐκ Θεοῦ, κραυγάζων θεόστεπτε· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

    18. Θεοτοκίον.

    19. Νάμα ζωῆς, ὡς ὕδωρ ἁλλόμενον, ὡς ἀφθαρσίαν ἀληθῆ, τῆς Ἀειπαρθένου καὶ Ἁγνῆς, θείαις ἐπινεύσεσιν, ὑπουργῶν ἀνεύρηκας, ἔνδον τοῦ δάσους πανεύφημε, τὴν Ζωοδόχον Κρήνην, πνευματικῶς διανέμουσαν.

    20. Νόμῳ Θεοῦ, κυβερνῶν τὸν βίον σου, πηδαλιοῦχος δεξιός, ὤφθης βασιλείας τῆς σεπτῆς· ταύτης γάρ τοὺς οἴακας, Χριστός σοι δεδώρηται, προεγνωκώς σου τὰς χάριτας, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

    21. Εἰκάδι Λέων περίκλυτος θυμὸν θεουδῆ ἀπέπνει.

    22. Ἄνακτα πιστὸν τὸν Λέοντα τὸν μέγαν,

    23. Τῇ Κ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Βασιλέως Λέοντος Μακέλλη τοῦ Μεγάλου, τοῦ Θρακός, τοῦ ἀνακαλύψαντος τὴν Ζωοδόχον Πηγὴν ἐν Κωνσταντινουπόλει.

    24. χαῖρε,  φωτὸς μέτοχε ἀφθαρσίας.

    25. χαῖρε,  δεινῶν αἱρέσεων σύντριμμα.

    26. χαῖρε,  τῆς Θεοτόκου ἀκραιφνέστατος φίλος.

    27. χαῖρε,  τεθλιμμένων ψυχῶν ἀνακούφισις.

    28. χαῖρε,  τὸ σθένος τῶν Ὀρθοδόξων.

    29. Ἄνασσα ἡ τῶν ὅλων, ὡς θερμόν σε οἰκέτην, ἄνακτα θεοσεβῆ δεικνύει· τὴν γὰρ Ταύτης ἐφευρὼν πηγήν, ἀξίως τῆς τιμῆς πεπολίτευσαι· διὸ τῇ σκηπτουχίᾳ σου ἰθυνόμενοί σοι βοῶμεν·

    30. Ὡς κολυμβήθραν Σιλωὰμ θεοχαρίτωτον, καὶ κρήνην θείαν ἐξ Ἐδὲμ ἀναπηγάζουσαν, τὴν πηγὴν τῆς Θεοτόκου ξένως ἀνεῦρες· ἀλλ’ ὡς Ἄναξ ἐστεμμένος θείῳ Πνεύματι, Βασιλεῖ τῷ ἀθανάτῳ καθοδήγησον, τοὺς βοῶντάς Σοι· χαίροις Λέων ὑπέρτιμε.

    31. Ὡς βρύσις εὐσπλαγχνίας ἀνεξάντλητος, Παρθενομῆτορ ἔμβρησας, τὰς τῶν δωρημάτων Σου ῥοάς, τῇ σεπτῇ πηγῇ Σου ὑπὲρ ἔννοιαν, ἐξ ἧς ἡμῖν, τῶν ἰαμάτων ῥεῖθρα προέρχονται.

    32. Ῥημάτων τῆς Παρθένου ὧν ὑπέσχετο, Λέων ἰδὼν τὴν ἔκβασιν, ἐγένου βασιλέων καλλονή, καὶ θεοπρεπὲς ἁγιαστήριον, πανευσεβῶς, τῇ δοξάσῃ Σε ᾠκοδόμησας.

    33. Ὀρέων αἰωνίων τὸ περίοπτον, ὄρος καὶ ἐμφανέστατον, ἡ τέξασα Θεὸν σωματικῶς, ὡς πέτραν γλυκασμὸν ζωῆς βλαστάνουσαν, Λέων σοφέ, πηγὴν τὴν θείαν σοι ἐφανέρωσε.

    34. Ἐφ’ ὑδάτων ὑπερώων Θεοτόκε ἀνέβλυσας, τὴν ζωήῤῥυτόν Σου Κρήνην ἐν τῇ πόλει τοῦ Βύζαντος, ἥνπερ ἐμφανῆ κόσμῳ παντί, τῇ Σῇ χειραγωγίᾳ, Λέων ὁ θεῖος κατέστησεν.

    35. Θεραπεύσας ἐθέλησας συμπαθείᾳ κεντούμενος, τοῦ πηροῦ Λέων παμμάκαρ, τὴν τοῦ δίψους ξηρότητα, θείας ἀληθῶς ἐπισκοπῆς, τῆς Κεχαριτωμένης, περιφανῶς κατηξίωσας.

    36. Ὠκείωθης τῇ τοῦ βίου καθαρότητι ἔνδοξε, τῷ τὰ σκήπτρα σοι θεόφρον ἱερῶς ἐγχειρίσαντι, Λέων λειτουργήσας καθαρῶς, τῇ γεννησάσῃ Τοῦτον, ὥσπερ εὐγνώμων τῆς χάριτος.

    37. Θαύμασιν ἐφαίδρυνας, ὡς ἄστροις Πανύμνητε, τὸν λογικόν Σου οὐρανόν, ναὸν τὸν θεῖον καὶ σεπτόν, ὃν Σοὶ καθιέρωσε, Λέων ὁ μέγας ἐν Ἄναξι Δέσποινα, ἐκπληρωθείσης τῆς Σῆς ὑποσχέσεως.

    38. Σύνεσιν ὡς στέφανον, φορέσας περίδοξον, καὶ τὴν εὐσέβειαν σοφέ, εἰς ἁλουργίδα φωταυγῆ, λαμπρῶς περιθέμενος, περικυκλούσας τὸν θρόνον σου ἔσχηκας, ὡς θεραπαίνας καλῶν τὴν κατάκτησιν.

    39. Ἔργων τῇ φαιδρότητι, ἠθῶν τε σεμνότητι, κεκοσμημένος ἀληθῶς, δικαιοσύνης εὐπρεποῦς, πιστῶς ἐβασίλευσας, τῆς σκηπτουχίας κεράσας τὸ ἔλαιον, τῶν εὐκελῶν ἀρετῶν τῇ ποιότητι.

    40. Βασίλισσα πέφυκας τοῦ οὐρανοῦ καὶ τῆς γῆς, Παρθένε πανάμωμε ὡς τετοκυῖα Θεόν, γενόμενον ἄνθρωπον· ὅθεν τῇ Σῇ ἐλλάμψει, αὐγασθεὶς ὁ Σὸς Λέων, ἤγειρέ Σοι προθύμως, ἱλαστήριον μέγα, ἐν ᾧ ὕδατί Σου οἱ προσιόντες ἀποκαθαίρονται.

    41. Βασίλειον ἔνδυμα ἐνδεδυμένος φαιδρῶς, οἰκέτης πιστώτατος τοῦ Βασιλέως Χριστοῦ, ἐδείχθης θεόσοφε· ὅθεν τῆς ἀσαλεύτου, βασιλείας ὁ κλῆρος, δέδοταί σοι ἀξίως, ὡς ἀντάμειψις θεία· ἐν ᾗ μέμνησω τῶν εὐφημούντων σε, Λέων μακάριε.

    42. Μητέρα Θεοῦ Σὲ ἀληθῆ, Παρθένε πανακήρατε, Λέων ὁ μέγας ὡς ἐπιστάμενος, ναὸν περίδοξον Σοὶ ἐδείματο, ἐν ᾧ τὸ ἁγίασμα, τῆς Σῆς ἀγαθότητος, Σιλωὰμ κολυμβήθρα ἐγνώρισται.

    43. Ἡ χάρις τοῦ Πνεύματος σοφέ, ὡς μῦρον ἐκκενούμενον, τῇ κεφαλῇ σου Λέων θεομακάριστε, σὲ βασιλέα πιστὸν ἀνέδειξε, τῷ Χριστῷ κραυγάζοντα· Ἅγιος εἶ Κύριε, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

    44. Ὑψώσας τὸ ὄμμα τῆς ψυχῆς, καὶ ἅπασαν τὴν αἴσθησιν, τῇ ἀστραψάσῃ ὕψωθεν χάριτι, πέλειαν εἶδες Λέων ἀμίαντον· ὅθεν χαίρων ἤντλησας, ὡς ὕδωρ ἁλλόμενον, ἐκ πηγῆς τῆς Παρθένου τὰ νάματα.

    45. Ἔφης οὐρανόθεν ἀψευδῶς, τῷ Σῷ θεράποντι Λέοντι Δέσποινα· εἰσελθὼν ἐρεύνησον, ἔνδον τοῦ δάσους, ἐν ᾧ κατακέκρυπται, εὐεργεσιῶν μου, τὰ διαυγέστατα νάματα.

    46. Νόμῳ ἰθυνόμενος σεπτῷ, χριστομιμήτου ἀγάπης ἐν Πνεύματι, ἐν ὁδῷ προήρησο, τῷ τυφλωθέντι συμπάσχειν μακάριε· ὅθεν τῆς Παρθένου, ὕδατι θείῳ δεδόξασαι.

    47. Ἔχων τὴν διάνοιαν ἀεί, προσατενίζουσαν φόβῳ τῷ κρείττονι, βίον ἀνεπίληπτον, ἀπὸ παιδὸς ἠγκαλίσω θεόληπτε, ἐντολῶν τῶν θείων, τὴν ἐργασίαν ἑλόμενος.

    48. ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.

    49. Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλέησόν με ὁ Θεός…

    50. Δόξα. Ταῖς τοῦ Θεοστέπτου…

    51. Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον. Εἶπεν ὁ Κύριος· Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε… (Ζήτει τῇ Λ΄ Σεπτεμβρίου).

    52. Προκείμενον. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

    53. Ὡς παντὸς Βασίλισσα, Θεογεννῆτορ, ἐμφανῆ κατέστησας, τὴν κεκρυμμένην Σου πηγήν, ἐν Βασιλίδι τῶν πόλεων, διὰ πιστοῦ ὑπηρέτου Σου Ἄχραντε.

    54. Μιμητὴς γενόμενος, θεόφρον Λέων, τοῖς ἐνθέοις τρόποις σου, τοῦ Βασιλέως Ἰησοῦ, συμβασιλεύειν ἠξίωσας, εἰς τοὺς αἰῶνας, σὺν τούτῳ γηθόμενος.

    55. Ὀμφῆς κρείττονος, ἠξιωμένος, ὡς ἀνάπλεως, θείας ἀγάπης, προμηθείᾳ τῆς ἁγνῆς Θεομήτορος, ἐπὶ τὸ ἄλσος σπουδαίως εἰσέδραμες, καὶ εὐλογίας τὸ ὕδωρ ἀνεύρηκας· ὅθεν ἔψαλλες, τῇ μόνῃ Ἀχράντῳ ἔνδοξε· χαῖρε τῆς συμπαθείας μέγα πέλαγος.

    56. Θείῳ χρίσματι, ὁ πάντων Ἄναξ, σὲ ἡγίασαι, τοῦ βασιλεῦσαι, ἁγιασθεὶς τὸν φιλόθεον τρόπον σου, ἔνθεν τὸν θρόνον ποικίλας τοῖς ἔργοις σου, ἄρχων ἡγούμενος ὤφθης περίοπτος· Λέων ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

    57. Δόξα. Καὶ νῦν. Θεοτοκίον.

    58. Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

    59. Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.

    60. Τῆς φωνῆς ἐπακούσας τῆς Θεομήτορος, τὴν πηγὴν ἀπεκάλυψας τὴν ζωήῤῥυτον, ἐξ ἧς ἐπλήσθης δαψιλῶς, θείας χρηστότητος· ὅθεν διέπρεψας ἐν γῇ, ὥσπερ Ἄναξ εὐσεβής, Ὀρθοδοξίᾳ ἐκλάμπων, Λέων ἀνάκτων τὸ κλέος, τῆς Θεοτόκου φίλε γνήσιε.

    61. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

    62. Ὡς εὐσεβείας ὑπουργός, τῶν θεοπαραδότων ὅρων, Λέων πανεύφημε, ἔπαλξις γέγονας· σὺ γὰρ ὡς ζηλωτὴς ἔργων θεοφιλῶν, πανευπρεπὲς ἄγαλμα, ἐν βασιλεῦσιν ὤφθης· ὅθεν εἰρηνικῶς βασιλεύσας, εἰρήνην αἰώνιον ἐν τῇ ἀϊδίῳ ἀπολαύσει, παρὰ Θεοῦ εἰκότως, εὗρες μακάριε. Αὐτὸν ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.

    63. Ὅτε, βασιλέα σε πιστόν, τῆς ἐκλελεγμένης μερίδος, Ἄναξ ὁ ἄναρχος, Λέων καταστήσατο, ὡς ὑπηρέτην Αὐτοῦ, εὐσεβείᾳ διέπρεψας, καὶ ἄξιος ὤφθης, τῆς ἐνθέου κλήσεως, ἐργάτης ἔνδοξε· ὅθεν, Βασιλείας τῆς ἄνω, τὰ ὑπερκαλλῆ ἐκληρώσω, καὶ ἀχειροποίητα ἀνάκτορα.

    64. Ὅτε, ἐπελάβου τῶν ἰχνῶν, τῆς ἀκουτισθείσης ὀμφῆς σοι, Λέων ὑπέρτιμε, τότε ὥσπερ ἔλαφος, διψῶσα ἔδραμες, πρὸς πηγὴν τὴν θεόβρυτον, τῆς ἁγνῆς Παρθένου, ἐξ ἧς τὸ ἀθάνατον νάμα ἐπλούτησας· ὥσπερ, κορεσθεὶς ὁδηγήσας, τὴν τῶν πηρωθέντων ὀμμάτων, θαυμασίων ἴασιν ἐκτήσατο.

    65. Ὅτε, ὁ χειμάῤῥους τῆς τρυφῆς, ἡ θεοχαρίτωτος Κόρη, ἡ τοῦ ἐλέους πηγή, βρύσιν τὴν ἀδάπανον, καὶ ζωηδώρητον, ἐν τῇ πόλει τοῦ Βύζαντος, εὐδόκησε κόσμῳ, ἐμφανῆ ποιήσασθαι, δι’ ἀγαθότητα, τότε, σὲ διάκονον Λέων, τῆς ἀνακαλύψεως ταύτης, ὡς πιστοῦ θεράποντος ἀνέδειξε.

    66. Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

    67. Τῇ τοῦ βίου σου χρηστότητι, ὁ τῆς δικαιοσύνης προσχὼν πρύτανις, εἰς μέγιστον θρόνον, τῆς βασιλείας σε ὕψωσεν· ἐν ᾧ ὡς λύχνος ἀναλάμψας, τὴν Ἐκκλησίαν ἐφαίδρυνας, τῇ μεγαλοπρεπείᾳ τῶν τρόπων σου. Τῶν γὰρ σκήπτρων τὸ κλέος, πρὸς αἶνον καὶ δόξαν, τοῦ ὑπερουσίου ἔθου Βασιλέως· διὸ ἀξίως σὲ ἠμείψατο, Λέων Ἄναξ ἔνθεε.

    68. Ὡς νεφέλη φωταυγής, ἡ τοῦ ἀνάρχου φωτὸς γεννήτρια, ἐπιστάσα Λέων ἐφώνει σοι· ἐν τῷ ἄλσει εἰσδραμών, τὸ τῆς εὐλογίας μου ὕδωρ εὑρήσει ποῦ κείμενον· ἐξ οὗ ἀντλήσας περιφανῶς, ὡς θεόβρυτος ποταμός, τὴν πόλιν τοῦ Θεοῦ τοῖς σοῖς ὁρμήμασιν εὔφρανας· τῇ δι’ ἐπαγγελίας γὰρ ἐξουσίᾳ, τῆς τρισηλίου ἀρχῆς τῇ εὐδοκίᾳ, πανσόφως ἐχρήσω ἔνδοξε. Καὶ νῦν ἡμᾶς οἰκείωσαι, τῷ πάντων βασιλεύοντι.

    69. Βασιλικὴν ἠμφιεσμένος πορφύραν, τῆς οὐρανίου Βασιλείας ἐραστής, Λέων ἐχρημάτισας· ἐν γὰρ τῷ θείῳ καρποφορήσας θελήματι, υἱὸς ἐδείχθης ἐν φωτί, τοῦ ἀθανάτου Βασιλέως· Ὃν ἡμῖν ἱλέωσαι, τὸν φύσει εὐδιάλακτον.

    70. Τῶν ἀνάκτων τὴν δόξαν, καὶ τοῦ Εὐαγγελίου τὸν τρόφιμον, Λέοντα τὸν ἔνδοξον, ᾀσματικῶς τιμήσωμεν· οὗτος γὰρ τῇ τῆς Θεοτόκου προνοίᾳ μυστικῶς καταρδευθείς, τὴν ζωηφόρον Ταύτης πηγήν, ὡς πέτραν ἐν ἐρήμῳ πολύῤῥητον ἀληθῶς ἀνεῦρον· ἐξ ἧς ὁ νέος Ἰσραήλ, τὸ μέλι τὸ οὐράνιον, κατὰ Δαυΐδ ποριζόμενος κραυγάζει· πότισον ἡμᾶς Δέσποτα, ἐκ τῆς ποιότητος τοῦ οἴκου Σου, καὶ ῥᾶνον ἡμῖν τῆς εὐσπλαγχνίας Σου τὸν γλυκασμόν, ταῖς τοῦ Σοῦ θεράποντος πρεσβείαις ὡς φιλάνθρωπος.

    71. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 61, 10-62,5).

    72. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′ 7).

    73. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ’ 1).

    74. Καὶ νῦν. Θεοτοκίον.

    75. Δόξα. Ἦχος β΄.

    76. Βαβαὶ τῆς Σῆς προμηθείας Ἁγνή! ὡς γὰρ ἐπηγγείλω, Ἄνακτα θεόστεπτον, ἐλαίῳ πνευματικῆς ἀγαλλιάσεως, ἀνέδειξας ἀληθῶς, ὥσπερ οἰκεῖον θεράποντα Ἄχραντε, τὸν Λέοντα τὸν πιστόν, Ὀρθοδοξίας τῇ δόξῃ κοσμούμενον· ὅθεν ἀληθείας ῥάβδου, εὐσεβῶς διώκησεν, ὡς βασίλειον κλῆρον, τὸν λαὸν τὸν περιούσιον.

    77. Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.

JAN

14

    1. Ἀκολουθία Ὁσίου ΜΕΛΕΤΙΟΥ τοῦ Γαλησιώτου0 Προσθέστε ένα σχόλιο

    2. Δημοσιεύτηκε 14th January 2016 από τον χρήστη Καθηγητής Αντ.Μάρκου  

    3. Ετικέτες: Ακολουθίες

    4. Ψαλλομένη τῇ 19η Ἰανουαρίου

      Ποίημα Μοναχοῦ Μελετίου

      ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣΘεόφρον Μελέτιε Χριστοῦ, χελιδὼν ἡ εὔλαλος, τῶν ἀρετῶν τὸ θησαύρισμα, πέτρα ἡ ἄῤῥηκτος, κρατὴρ ὁ προχέων, διδαχῶν τὰ ῥεύματα, σοφίας ὁ βυθὸς καὶ τῆς γνώσεως, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. (Δίς).Πάτερ Μελέτιε Χριστός, ἥλιόν σε ἔδειξε, τὴν οἰκουμένη αὐγάζοντα, ἐνθέοις λόγοις σου, φαεινὸν ἀστέρα, λαμπάδα πολύφωτον, πυρίμορφον ῥομφαίαν τοῦ Πνεύματος, ὕλην αἱρέσεων, Ἰταλῶν τε τὴν κακόνοιαν, καταργοῦντα· ὅθεν σε γεραίρομεν.Σταυρὸν ἐπ’ ὤμων εἰληφώς, Ὅσιε Μελέτιε, τὰς τῶν δαιμόνων καθεῖλες μηχανουργίας, νοῦν ἡγεμόνα κατὰ παθῶν ἐνστησάμενος· τὴν μάχαιραν δὲ πάλιν τοῦ Παρακλήτου σπασάμενος, τὰς κενοφώνους ἐξέτεμες γλωσσαλγίας, τῷ θυρεῷ τῆς πίστεως, τὰ πεπυρωμένα βέλη τῶν Ἰταλῶν ἀποσβεννύων· αὐτουργὸς δὲ θαυμάτων γεγονώς, Χριστὸν καθικετεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

      Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;Δόξα. Ἦχος α΄.Καὶ νῦν. Θεοτοκίον.Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος α΄. Ὁ ποιμενικὸς αὐλός.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      Ἀπόλυσις.

      ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣΤῶν Ὁσίων τὸ καύχημα, Ἐκκλησίας τὸ στήριγμα, ποταμὸν τῆς χάριτος προερχόμενον, ἐκ τῆς Ἐδὲμ καὶ ἀρδευόντα, δογμάτων τοῖς ῥεύμασι, πᾶν τὸ πρόσωπον τῆς γῆς, τῶν θαυμάτων τὸ πέλαγος, οἱ Ὀρθόδοξοι, συνελθόντες Μελέτιον τὸν θεῖον, ἱεραῖς ἐν ὑμνωδίαις, χρεωστικῶς εὐφημήσωμεν. (Δίς).Γραμματέως ὡς κάλαμος, ὀξυγράφου ἡ γλῶσσά σου, γέγονε Μελέτιε τὰ ὀρθόδοξα, τῆς εὐσεβείας διδάγματα, λαλοῦσα καὶ γράφουσα, Δυτικῶν δὲ τὰ σαθρά, καὶ κακόδοξα δόγματα, ἀπελέγχουσα, καὶ τὸ μόνον ὑπάρχειν ἐν Τριάδι, τὸν Πατέρα προβολέα, διατρανοῦσα τοῦ Πνεύματος.Δόξα. Ἦχος πλ. β΄.Καὶ νῦν. Θεοτοκίον.

      Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

      Εἰς τήν Λιτήν. Ἦχος α΄.Ὁ αὐτός.Ὁ αὐτός.Ὁ αὐτός.Ἦχος γ΄.Ἦχος δ΄.Ὁ αὐτός.Δόξα. Ὁ αὐτός.Καὶ νῦν. Θεοτοκίον.

      Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;Δόξα. Ἦχος δ΄.Καὶ νῦν. Θεοτοκίον.

      Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Ὁ ποιμενικὸς αὐλός.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      Ἀπόλυσις.

      ΟΡΘΡΟΣ

      Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.Δόξα. Τό αὐτό.Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, Ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

      Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.Δόξα.Καὶ νῦν. Θεοτοκίον.

      Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.Δόξα. Τό αὐτό.Τὰς σεπτὰς ἀγκάλας Σου, Παρθενομῆτορ, φιλευσπλάγχνως ἔπαρον, ὑπὲρ ἡμῶν τῶν ταπεινῶν, πρὸς τὸν Υἱόν Σου κραυγάζουσα· ῥῦσαι γεέννης, Υἱέ μου τοὺς δούλους Σου.

      Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;Ὁ Ν’ Ψαλμός.Καὶ νῦν.Ταῖς τῆς Θεοτόκου…Ὅσιε Πάτερ, ὑλικῆς προσπαθείας ἐκκαθάρας τὸ πνεῦμά σου, καὶ ἀλόγου δόξης ἀπαλλάξας τὸν λόγον σου, καὶ τῶν ψιλῶν ἐννοιῶν ἀπογυμνώσας τὸν νοῦν σου, τὸν ὑπερούσιον Νοῦν, καὶ Λόγον καὶ Πνεῦμα, τριαδικῶς τὴν Τριάδα κατώπτευσας· ἑνώσας δὲ πάλιν ταῦτα ταῖς πρὸς τὸ ἓν ἀνατάσεσι, μοναδικῶς αὖθις τὴν ἐν Τριάδι Μονάδα ἀνύμνησας, τῇ φύσει κατ’ εἰκόνα συνάψας, τὸ γνωμικὸν καθ’ ὁμοίωσιν, καὶ ἀμφότερα κεκαθαρμένα ἀνάξας πρὸς τὸ πρωτότυπον· θεὸς οὖν κατὰ χάριν, ἐνώπιον τοῦ φύσει Θεοῦ παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν, πάνσοφε Μελέτιε.

      Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου δύο.ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.Ἐγκόλπιον ὄντως χρυσοειδές, ἐκλογῆς τε σκεῦος, ἀνεδείχθης τῷ Βασιλεῖ, τηρήσας ἀλώβητον διόλου, τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν.Θεοτοκίον.

      Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς: Μελέτιον τὸν θεῖον, εὐφημῶ λόγοις.Μελέτην νόμου τοῦ Θεοῦ ποιούμενος, τὴν ἅπασάν σου ζωήν, νυκτὸς καὶ ἡμέρας, φερωνύμως γέγονας, Μελέτιος μακάριε, καὶ ὡς δένδρον ὡράθης, κατὰ Δαβὶδ προβαλλόμενον, καρποὺς ἀθανάτους τοῦ Πνεύματος.Λόγοις Πατέρων καὶ θεσμοῖς ἑπόμενος θεῖε Μελέτιε, ἐκ τοῦ Πατρὸς μόνου, σὺ ἐθεολόγησας, τὸ Πνεῦμα ἐκπορεύεσθαι, στηλιτεύσας γενναίως, τοὺς Δυτικοὺς δογματίζοντας, καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαιἘν τῇ γαστρί Σου μυστικῶς ἐχώρησας Κόρη Θεόνυμφε, τὸν τοῖς οὖσι πᾶσι, Λόγον μὴ χωρούμενον, καὶ ταῖς σεπταῖς ἐβάστασας, Σοῦ ἀγκάλαις Παρθένε, τὸν πᾶσαν κτίσιν βαστάζοντα· ὢ τοῦ ξενηκούστου ἀκούσματος.

       Τόπους οὗς ἡγίασαν, οἱ τοῦ Χριστοῦ πόδες Ὅσιε, καταλειφώς, Σιὼν πρὸς τὴν ἄνω, τὸν σὸν νοῦν ἀνεπτέρωσας,Ὥσπερ σοφὴ μέλισσα, ἁπανταχοῦ διερχόμενος, μελιττουργεῖς, ἀρετῶν τὸ μέλι, ἐκ λειμώνων τοῦ Πνεύματος.Ὅλον με τὸν ἄνθρωπον, ἐκ Σοῦ Παρθένε προσείληφεν, ὁ Πλαστουργός, κοινωνόν με δείξας, τῆς Αὐτοῦ θείας φύσεως.

      Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.Ἰσχὺν τὴν ἄμαχον φραχθείς, Χριστοῦ τοῦ πάντων Δεσπότου, παρ’ Αὐτοῦ ἐξαπεστάλης τῷ λόγῳ, εὐσεβείας τῷ ὀρθῷ, συνηγορήσων Ὁσιε, ἐκ Γαλησίου ὄρους, εἰς Βασιλίδα τῶν Πόλεων.Θεοτοκίον.

      Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.Δόξα.Καὶ νῦν. Θεοτοκίον.

      ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.Ὤφθης θεῖον ἀρχέτυπον, ἐναρέτου βίου πᾶσι Μελέτιε, ἀσιτείαν ἐκμιμούμενος, τοῦ Δωτῆρος τεσσαρακονθήμερον.Θεοτοκίον.

      Ἕτερος. Σύ μου ἰσχὺς Κύριε.Ὁ φαεινός, νῦν καὶ ἰσάγγελος βίος σου, ἀνατείλας, εἰς κόσμου τὰ πέρατα, τοὺς Ὀρθοδόξους ἡμᾶς καλεῖ, θείαν συγκροτῆσαι, καὶ σεβασμίαν πανήγυριν, καὶ σοῦ τὰ ὑπὲρ φύσιν, κατορθώματα μέλψαι, οἷς ἡ χάρις ἐν γῇ σε ἐδόξασεν.Θεοτοκίον.

      ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν σοι.Οἱ λόγοις οἷς ἐξέθου, σπουδαίως ἐμμελετῶντες, νοὸς ἀναβάσεσι, πρὸς τὸν Θεὸν ἀναφέρονται.Θεοτοκίον.

      Ἕτερος. Ἵνα τί με ἀπώσω.Ἴσος Μωσεῖ Ἠλίᾳ, καὶ ὑπὲρ αὐτοὺς χρηματίσας Μελέτιε, τεσσαρακοντάδας, ἡμερῶν πολλὰς ἄσιτος ἤνυσας, ὥστε ἐκπλαγῆναι, τὸν δεσμοφύλακα ἐν Σκύρῳ, καὶ καλεῖν σε ἐν σώματι ἄσαρκον.Θεοτοκίον.

      ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου.Νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, δῶρον θεῖον εἴληφας, ἱστᾶν τὸν ἥλιον, ἐκ βυθοῦ ζωγρεῖν ἰχθύας προστάγματι.Θεοτοκίον.

      Ἕτερος. Ἱλάσθητί μοι, Σωτήρ.Ὑπέρτερος ὑλικῆς, δυάδος Πάτερ γεγένησαι, μοναδικῷ ἐν νοΐ· ὅθεν ἐχρημάτισας, ἄΰλος καὶ ἄμεσος, μύστης καὶ ἐπόπτης, τῆς Τριάδος παμμακάριστε.Θεοτοκίον.

      Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.Ὁ Οἶκος.Συναξάριον.Στίχοι·Κτείνει δὲ Μελέτιος Αὐσόνων πλάνην.Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

      ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.Διπλοῦν ἐπλέξω σου τὸ στέφος, ἐξ ἀσκήσεως καὶ τῆς ὁμολογίας, τῆς ὑπὲρ τῆς μιᾶς τοῦ Πνεύματος αἰτίας, Λατινισμοῦ Μελέτιε, τὸν πολύαρχον ἐκκλίνων.Θεοτοκίον.

      Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.Ὡς παράδεισος εὔπνους ἀρωματοσύνθετον μῦρον, ὡς εὔοσμον ἡ θήκη σῶν λειψάνων, μυρίζει τοὺς ἐν πίστει, προσιόντας Μελέτιε, καὶ ἐκτελοῦντας ἀεί, τὴν σὴν ἁγίαν μνήμην.Θεοτοκίον.

      ᾨδὴ η΄. Τὸν Βασιλέα.Τμηθεὶς τὴν γλῶτταν, τῇ βασιλέως μανίᾳ, ἐκλαλῶν τὴν Θεοῦ ὤφθης δόξαν, τρανῶν αὖθις Τούτου, τὴν θείαν μοναρχίαν.Θεοτοκίον.

      Ἕτερος. Ἑπταπλασίως κάμινον.Ὁλολαμπῆ ἀνήγειρας, ἔτι ζῶν ὦ Μελέτιε, ναὸν τῇ Τριάδι, ἐν ὑψίστοις πάνσοφε, ὅνπερ ὁ θεόληπτος, δι’ ὀπτασίας φρικτῆς ἰδών, καὶ ἐκθαμβηθείς, τῇ ὑπὲρ νοῦν ἀγλαΐᾳ, ὡς ἔνθους ἀνεβόα, νοερῶς τῷ Δεσπότῃ· Χριστὸν ὑπερυψοῦτε, λαοὶ εἰς τοὺς αἰῶνας.Θεοτοκίον.

      ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.Παθῶν τῆς ἀτιμίας, καὶ αἰωνιζούσης, φλογὸς ἐκλύτρωσαι θεῖε Μελέτιε, τὸν ἐξυφάντα πόθῳ σοὶ τὸ ἐφύμνιον.Θεοτοκίον.

      Ἕτερος. Ἐξέστῃ ἐπὶ τούτῳ.Ἐνώπιον Τριάδος τῆς ἀρχικῆς, ὑπὲρ ἧς ἠγωνίσω Μελέτιε, παρεστηκώς, πρόσωπον πρὸς πρόσωπον καθορᾶς, θέσει θεὸς γενόμενος, καὶ φωτὸς πληρούμενος τριλαμποῦς· οὗ καὶ ἡμῖν μετάδος, τοῖς ὑμνηταῖς σου μάκαρ, καὶ τὴν σὴν μνήμην ἑορτάζουσιν.Θεοτοκίον.

      Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.Ἕτερον.Θεοτοκίον.

      Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.Ἐν προσευχῇ ἀεννάῳ ὅλον ἐπτέρωσας, τὸ λογικόν σου Πάτερ, τὴν δὲ ἐπιθυμίαν, ἐμάρανας νηστείᾳ διηνεκεῖ, τῇ ἀγάπῃ δὲ ἔσβεσας, τὸ θυμικὸν δι’ ὃ οἶκος τοῦ παντουργοῦ, ἐνεδείχθης θείου Πνεύματος.Καὶ περιόντα τῷ βίῳ καὶ μετὰ θάνατον, Χριστὸς ἐδόξασέ σε, ἐν πολλοῖς θαυμασίοις, Μελέτιε τρισμάκαρ· σὺ γὰρ Αὐτόν, ἐπὶ γῆς προεδόξασας, λόγοις καὶ ἔργοις ἐνθέοις τῆς ὑψηλῆς, καὶ ἁγίας πολιτείας σου.Ὦ ξυνωρὶς ὁμόψυχε, καὶ πεποθημένη Θεῷ, Μελέτιε Ὅσιε, καὶ Γαλακτίων ἱερέ, τίς σε κατ’ ἀξίαν ἐπαινέσεται; Δι’ ὑμῶν γὰρ ἡ πίστις τῶν Ὀρθοδόξων, οὐκ ἐν λόγοις μόνοις, ἀλλὰ καὶ θαύμασιν, ἀληθὴς ἀπεδείχθη καὶ τὰ νικητήρια εἴληφεν. Ὁ μὲν γὰρ ἐπὶ δένδρου ἀναρτηθείς, τῇ τοῦ Λατινόφρονος Ἄνακτος ἀπηνείᾳ, παραυτίκα τοῦτο, ἀναβλαστῆσαι ἐποίησας· καὶ τὴν γλῶτταν ἀποτμηθείς, τρανῶς ἐλάλεις, θεολογῶν τὸ Πνεῦμα ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι· ὁ δὲ τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς, τὰ θειότατα ἱερουργείς. Βαβαὶ τῶν τεραστίων, ἀκούσατε οἱ κατοικοῦντες τὴν οἰκουμένην καὶ γνῶτε, ὅτι ἐν μόνῃ τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ, ἡ Ὀρθόδοξος πίστις ἐθησαυρίσθη καὶ μόνοι οἱ κατ’ Αὐτὴν πιστεύοντες, τῆς τοῦ Θεοῦ δόξης καταξιοῦνται, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

      Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

      Μεγαλυνάριον.

       

       

    5. Δεῦτε τῆς Τριάδος τὸν ἐραστήν, τὸν λαμπρὸν φωστῆρα, Ἐκκλησίας τῆς τοῦ Χριστοῦ, τῆς ὁμολογίας, τῆς Ὀρθοδόξου στύλον, Μελέτιον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.

    6. Καὶ νῦν. Θεοτοκίον

    7. Δόξα. Ἦχος πλ. δ΄.

    8. Δεῦτε προσπτύξασθε πάντες οἱ κακῶς ἔχοντες, τὸ λείψανον τοῦ θείου, καὶ σεπτοῦ Μελετίου· βρύει γὰρ ἰάσεις παντοδαπάς, νοερῶς τοῖς προσψαύουσι, καὶ τὰ τοῦ σώματος πάθη καὶ τῆς ψυχῆς, θεραπεύει θείᾳ χάριτι.

    9. Τῶν Ὀρθοδόξων τὰ πλήθη δεῦτε συνδράμωμεν, τῇ μνήμῃ τοῦ Ὁσίου, καὶ σοφοῦ Μελετίου· οὗτος γὰρ ἀντέστη τοῖς Δυτικοῖς, ἀνδρικῶς μέχρις αἵματος, καὶ τὴν Ὀρθοδόξον πίστιν πᾶσιν ἡμῖν, ἀπαράτρωτον παρέδωκεν.

    10. Ἡ Φῶς ἀποκυήσασα, τὸ ἐκ Φωτὸς Θεόνυμφε, φαεινοτάτη νεφέλη, θεῖε πυρίμορφε στύλε, ἐμῶν ὀμμάτων δέομαι, τὰς κόρας φωταγώγησον· ὅσα γὰρ θέλεις δύνασαι, ὅπως ὑμνῶ Σε Παρθένε, καὶ τὸν ἐκ Σοῦ γεννηθέντα.

    11. Ἱδρῶσι τῶν ἀγώνων σου, τὴν ἔρημον κατήρδευσας, ταῖς διδαχαῖς δὲ τῶν λόγων, πᾶσαν ψυχὴν Ὀρθοδόξων, στηρίζεις πρὸς εὐσέβειαν, δι’ ἣν ἀθλῶν Μελέτιε, πικρὰς βασάνους εἴληφας, τὴν ἐκτομὴν τῆς σῆς γλώττης, καὶ τὴν μακρὰν ἐξορίαν.

    12. Ὁσίων ἐγκαλλώπισμα, καὶ Ὀρθοδόξων καύχημα, διὰ τῶν ἔργων ἐγένου, Μελέτιε θεοφόρε· ἀσκήσας γὰρ τὸ πρότερον, δαίμονας καταβέβληκας, καὶ ἐναθλήσας ὕστερον, ὑπὲρ τῆς πίστεως μάκαρ, Λατίνων πλάνην καθεῖλες.

    13. Παρθένε ἐξιλέωσαι Σὸν Υἱόν, ἡμῖν πᾶσι πρεσβεύοντας ἔχουσα, Σοὶ τῇ ἁγνῇ, Μάρκον τὸν Ἐφέσου τὸν Εὐγενικόν, τὸν Ὅσιον Μελέτιον, Γαλακτίωνά τε τὸν ἱερόν, τοὺς τρεῖς Τριάδος στύλους, καὶ τῆς Ὀρθοδοξίας, ἡμῶν προμάχους καὶ συνίστορας.

    14. Προσδέχου ὡς ψελλίσματα βρεφικά, ὡς λεπτὰ τὰ τῆς χήρας ὁ Κύριος, ὡς προχοήν, μύρου ὡς θυμίαμα ἐκλεκτόν, τὸν ὕμνον τοῦτον Ὅσιε, ὃν ὁ εὐτελής σου καὶ ἐναγής, δοῦλος προσέφερέ σοι, καὶ ἀμοιβὴν παράσχου, κᾀμὲ σωθῆναι ταῖς πρεσβείαις σου.

    15. Δακρύων κατεβάλλου Δαβιτικῶς, ἀρετῶν ἐν τῷ βίῳ τὰ σπέρματα, νῦν δὲ χαρᾶς, δράγματα θερίζεις ἐν οὐρανοῖς, καὶ συγχορεύεις τάγμασιν, ὁμολογητῶν τε καὶ ἀσκητῶν, ὡς ὁμολογητής τε, καὶ ἀσκητὴς παμμάκαρ, ὑπὲρ ἡμῶν Χριστοῦ δεόμενος.

    16. Φωτός Σου ταῖς ἀκτίσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῶν παθῶν ἐκδιώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον Σὲ καταγγέλοντας.

    17. Φωτὸς τοῦ ἀνεσπέρου, μέτοχόν με δεῖξον, τὸν σοὶ ὁμώνυμον θείαις πρεσβείαις σου, τὸν τὴν σεπτήν σου εἰκόνα ἐξεικονίσαντα.

    18. Τοὺς σὲ πρὸς τὸν Σωτῆρα, πρέσβυν τιθεμένους, καὶ ἑορτάζοντας πόθῳ τὴν μνήμην σου, σῶζε παντοίων κινδύνων Πάτερ Μελέτιε.

    19. Σφαῖρα χαρίτων γέγονας, οὐρανοῦ ἡ πολύαστρος, τῶν ζωδίων κύκλος, δι’ οὗ ἐσταδίευσε, δικαιοσύνης ἥλιος, καὶ ἅπασαν περίοδον τῆς φρικτῆς αὐτοῦ, οἰκονομίας πληρώσας, ἐφώτισε τὸν κόσμον, καὶ διέσωσε πάντας, τοὺς Σὲ κυριοτόκον, ἁγνὴ ὁμολογοῦντας.

    20. Ἰσάγγελον καὶ ἄϋλον, πολιτείαν διήνυσας, ἐν τῷ ἐπικήρῳ, καὶ ὑλαίῳ σώματι, Μελέτιε Ὅσιε· δι’ ὃ καὶ κατηξίωσαι μετὰ τελευτήν, ἐφεστηκέναι Ἀγγέλους, τῷ τάφῳ σου παμμάκαρ, τοῦ Θεοῦ σε κᾂν τούτῳ, δοξάζοντος ἀξίως, ὡς ἄκρον αὐτοῦ φίλον.

    21. Γνώρισαι θέλων ἅπασι, τοῖς ἀνθρώποις ὁ Κύριος, οἵας δόξης Πάτερ παρ’ Αὐτῷ τετύχηκας, τηρεῖ μετὰ θάνατον, παντοδυνάμῳ χάριτι, σοῦ τὸ ἱερόν, καὶ ἁγιώτατον σῶμα, φθορᾶς ἁπάσης κρεῖττον, εὐωδίας τε πλῆρες, καὶ κρήνην τῶν θαυμάτων, δεικνύει καθ’ ἑκάστην.

    22. Ὑπερφυῶς, τὸν Δημιουργὸν καὶ Σωτῆρα, Θεὸν Λόγον τέτοκας Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

    23. Σὺ τὴν μανίαν, οὐκ ἐπτοήθης Λατίνων, ἐκ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα, ὀρθῶς ἐκδιδάσκων, Μελέτιε θεόφρον.

    24. Ἀναρτηθείς, ἐπὶ ξηροῦ ξύλου μάκαρ, νεοθαλὲς τοῦτο παραχρῆμα, ἔδειξας καὶ φύλλοις, κομῶν χλοηφοροῦσαν.

    25. Ὅλη καλὴ ὑπάρχεις, ὅλη γλυκασμὸς καὶ ἡδύτης ἀκόρεστος, Μαρία Θεοτόκε· δι’ ὃ τῇ θεωρίᾳ τοῦ Σοῦ κάλλους ἀξίωσον, ἐπεντρυφᾶν με ἀεί, τὸν Σὸν οἰκτρὸν οἰκέτην.

    26. Λόγος οὐκ ἐξισχύει χάριν ἥνπερ εἴληφας ἐκδιηγήσασθαι, παρὰ Χριστοῦ τρισμάκαρ· σοῦ γὰρ τῇ ἐπιτάξει, καὶ ἡ ἄψυχος θάλασσα, θεραπαινὶς ὡς οἰκτρά, ὑπήκουε ταχέως.

    27. Μόνος μόνῳ τῷ Κτίστῃ διὰ ἡσυχίας καὶ ἄκρας ἀσκήσεως,  ἑνούμενος θεόφρον, τῆς Τούτου ἠξιώθης, θεωρίας καὶ χάριτος, ἧς καὶ ἡμᾶς μετασχεῖν, Μελέτιε δυσώπει.

    28. Ἵνα τὸ χαῖρέ Σοι βοῶμεν, ἀειπάρθενε Μαρία Θεοτόκε, ῥῦσαι πάντας ἡμᾶς, φλογὸς αἰωνιζούσης, Σὲ δυσωπεῖ Μελέτιος, ὁ Σὸς λάτρης Παναγία.

    29. Ἔσχε σε Σκῦρος νῆσος Πάτερ, ὑπερόριαν πενταετίαν ὅλην, καὶ ἐνταῦθεν εἰς γῆν, τὴν τῶν πραέων πέμπει, δοξολογούντων ᾄσμασι, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

    30. Ἄδει τῶν σῶν ὀρθῶν δογμάτων τὴν ἀκρίβειαν, βίβλος σῶν αἰνιγμάτων, κλίμαξ οὖσα σαφῶς, ἀνάγουσα πρὸς ὕψος, στιχουργικῶς τοὺς μέλποντας· ὁ Θεὸς εὐλογητὸς εἶ.

    31. Τῇ δ’ ἐννάτῃ δεκάτῃ Μελετίου πνεῦμα ἀέρθη.

    32. Κτείνει Δαβὶδ μὲν ἀλλόφυλον σφενδόνη,

    33. Τῇ ΙΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Μελετίου τοῦ Γαλλησιώτου καὶ Ὁμολογητοῦ.

    34. Σοὶ ὡς τῷ πάλαι Ἀβραάμ, ὄψις θεία φανεῖσα, πατρώας γῆς ἀπαίρειν, ὦ Πάτερ προσέταττεν· ὅθεν πᾶσι χαίρειν εἰπών, καὶ τὸν σὸν σταυρὸν ἐπωμισάμενος, πρὸς τὰς συμπλοκὰς τῶν ἀοράτων ἐχθρῶν ἐξελήλυθας· ὧν τὰς προσβολὰς τῇ δυνάμει τοῦ Σταυρωθέντος εἰς τέλος ἀποκρουσάμενος πρότερον, τῆς Ὀρθοδόξου πίστεως στεῤῥῶς ὑπερήθλησας ὕστερον, τῶν κακοδόξων Ἰταλῶν ἐναποφράττων τὴν γλωσσαλγίαν, τῇ δεινότητι τῶν λόγων, καὶ καρτερίᾳ τῆς σῆς ἐνστάσεως.

    35. Τῷ φωτὶ τοῦ Πνεύματος, τὴν σὴν ψυχὴν καταυγάσας, ὡς φωστὴρ πολύφωτος, Μελέτιε ἀνεδείχθης· πᾶσαν μέν, τῶν Ὀρθοδόξων ψυχὴν λαμπρύνων· σκότος δέ, κακοδοξούνταν ἐξαφανίζων, τῇ δεινότητι τῶν λόγων, καὶ καρτερίᾳ τῆς σῆς ἐνστάσεως.

    36. Ἡ πύλη ἡ τοῦ φωτός, κόρας καρδίας μου φώτισον, καὶ λάμπρυνόν μου τὸν νοῦν, ἵνα ἐνοπτρίζομαι, δόξαν τῆς θεότητος, καὶ Σὲ μεγαλύνω, τὴν ὁλόφωτον Βασίλισσαν.

    37. Φόβον Θεοῦ ἐσχηκῶς, θεμέλιον ἐν τῷ βίῳ σου, καὶ τούτῳ στοιχειωθείς, πᾶν εἶδος κατόρθωσας, ἀρετῆς καὶ ἤλασας, εἰς τὴν ἀκροτάτην τῆς ἀγάπης τελειότητα.

    38. Εὐφραίνουσι ψαλμικῶς, Θεοῦ τὴν πόλιν Μελέτιε, ὁρμήματα ποταμοῦ, οἱ λόγοι τοῦ Πνεύματος, οἱ ἐκ σοῦ ἐκρεύσαντες· καὶ γὰρ θεία χάρις, ἐξεχύθη σοῖς ἐν χείλεσιν.

    39. Ναόν Σε τοῦ Θεοῦ, καὶ κιβωτὸν καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ πιστοὶ καταγγέλομεν.

    40. Οὐ δέσμευσις, οὐ κάθειρξις, οὐδὲ τυράννου ἐπίταγμα, ἐκστῆσαι ἴσχυσαν, τῆς ὀρθῆς τῶν εὐσεβούντων σε πίστεως.

    41. Μόνου τοῦ Πατρὸς ἐκπορευτόν, τὸ Πνεῦμα τὸ Ἅγιον, θεολογῶν ὀρθῶς, ἓν τὸ αἴτιον τῶν φώτων ἐγνώρισας.

    42. Νίκην ἦρας Σὺ μόνη, κατὰ τῶν παθῶν τῆς σαρκὸς Ἀειπάρθενε, προσβολῆς ἁπάσης, λογισμοῦ ἀνωτέρα ὑπάρξασα· ὅθεν ὡς Παρθένος, καὶ ἡγεμὼν παρθενευόντων, παρθενεύειν με Κόρη ἐνίσχυσον.

    43. Ὁ λαμπρὸς τῶν Ὁσίων, ὄρχαμος Μελέτιος ἀνευφημείσθω μου, Γαλησίου ὄρους, καὶ βουνοῦ Αὐξεντίου ὁ ἥλιος, τῆς Ὀρθοδοξίας, ἡμῶν ὁ πρόμαχος καὶ πλάνης, Δυτικῶν ὁ γενναῖος ἀντίμαχος.

    44. Εἰς ἀκρότατον ὕψος, φθάσας ἀπαθείας παμμάκαρ Μελέτιε, κούφως διαβαίνειν, ποταμοὺς ἠξιώθης, τῆς χάριτος μεταστοιχειούσης, καὶ χωνευούσης παραδόξως, τὸ βαρύ σου καὶ βρίθον τοῦ σώματος.

    45. Ὑμνοῦντές Σου Παρθένε, τὸν τόκον τὸν ὑπὲρ λόγον, καρδίᾳ καὶ στόματι, Σὲ Θεοτόκον δοξάζομεν.

    46. Σὲ φῶς εἰς ἔθνη, τὸ ἀληθινὸν φῶς ἐτεθείκει, ψυχῶν τὰ νοσήματα, καὶ τῶν σωμάτων ἰώμενον.

    47. Μυούμενος ἐξ ὕψους, τὰ δέοντα θεοφόρε, στήλη ὤφθης ἔμψυχος, τῶν ἀρετῶν ἐν τοῖς πέρασιν.

    48. Θεία Σκηνή, ἡ Παρθένε ἄχραντε γέγονας, δι’ ἧς Λόγος ἐν ἡμῖν ἐσκήνωσεν· ὅθεν κᾀμέ, σκήνωμα παθῶν, ὑπάρχοντα δεῖνον, τοῦ θείου Πνεύματος σκήνωμα, ἠλλοιωμένον ὅλον, φωτεινόμορφον ὅλον, τῇ ἀῤῥήτῳ ἐλλάμψει τῆς χάριτος.

    49. Νεανικῶς, κατὰ παθῶν μὲν τὸ πρότερον, καὶ δαιμόνων, πόλεμον ἀράμενος, κατὰ τῆς πλάνης δὲ Δυτικῶν, ὕστερον παλαίσας, διπλοῦν ἀνέστησας τρόπαιον· διὸ καὶ τοὺς στεφάνους, ὁ Χριστός σοι παρέσχεν, ἐν ὑψίστοις διπλοῦς, ὦ Μελέτιε.

    50. Τὸ φιλεργόν, σὺ τῆς μελίσσης μιμούμενος, παραδείσους, περιῆλθες ἅπαντας, θείων Γραφῶν, καὶ τῶν ἱερῶν Πατέρων, καὶ ἄνθη ἐκ τούτων ἀποδρεψάμενος, Παράδεισον οἰκεῖον, τὴν σὴν βίβλον δεικνύεις, τὸ οὐράνιον μέλι πηγάζοντα.

    51. Ὑπὲρ νοῦν τὸ μυστήριον, τοῦ Σοῦ τόκου Κόρη· γὰρ διέμεινας, μετὰ τόκον παρθενεύουσα, καὶ ἐν τόκῳ ὥσπερ πρὸ τοῦ τόκου Σου.

    52. Νυσταγμοῦ τοῖς σοῖς ὄμμασιν, οὐδὲ σοῖς βλεφάροις ὕπνου μετέδωκας, ἕως τόπον τὴν καρδίαν σου, τῆς σεπτῆς Τριάδος κατεσκεύασας.

    53. Μελετῶν τὰ τοῦ Πνεύματος, εὐχαῖς τε καὶ ὕμνοις ἀεὶ ἐσχόλαζες, δι’ ὧν εἴληφας τὸ ἔσχατον, ὀρεκτῶν ἁπάντων, ὦ Μελέτιε.

    54. Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν δυσχερῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, Σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω Σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν, Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.

    55. Θεία λάρναξ λειψάνων σου τῶν σεπτῶν, ἰατρεῖον ἐδείχθη πνευματικόν, κιννάμωμον εὔοσμον, ἀμβροσία τοῦ νέκταρος, τὸ μέλι τὸ ἐκ πέτρας ῥυὲν, τὸ οὐράνιον μάννα, ἡ κολυμβήθρα, τὰ θαύματα χέουσα, κρόκος τε καὶ νάρδος, τῆς καρύας ὁ κῆπος, τὸ φρέαρ ζῶντος ὕδατος, ἐκ λιβάνου προῤῥέοντος· διὰ τοῦτο βοῶμέν σοι· Μελέτιε Πατὴρ ἡμῶν, ἡμῖν δίδου τούτων τὰς ποιότητας, τοῖς μετὰ πόθου τελοῦσι, τὴν πάνσεπτον μνήμην σου.

    56. Τὸν σταύρον σου ἐπ’ ὤμων ἀναλαβών, προσευχῇ καὶ νηστείᾳ ἐγκαρτερῶν, τοῦ Πνεύματος γέγονας, καθαρὸν ἐνδιαίτημα, τῶν μὲν παθῶν τὴν φλόγα μαράνας τοῖς δάκρυσι, τῶν δὲ πιστῶν τὰς καρδίας, στηρίζων σοῖς δόγμασιν· ὅθεν ἐκομίσω, ἀμοιβὴν τῶν ἀγώνων, πηγάζειν ἰάματα, καὶ τελεῖν τὰ τεράστια, σημειοφόρε Μελέτιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

    57. Νέον ὡς βρέφος τὸν Θεόν, τὸν πρὸ αἰώνων τεκοῦσα, νεοποίησον Παρθένε με ὅλον, ἁμαρτίαις χαλεπαῖς παλαιωθέντα, ὅπως Σοι, ᾆσμα καινὸν προσάδω, ἀπὸ καρδίας Θεόνυμφε.

    58. Οὐ πολυχρόνιος εἱρκτή, ἐν τε τῇ Ῥώμῃ καὶ Σκύρῳ, οὐ λιμοῦ στενοχωρία καὶ θλίψις, οὐ τῆς γλώττης ἐκτομή, παρασαλεῦσαι ἴσχυσαν, σὲ ἀνδρειόφρον Πάτερ, τοῦ Ὀρθοδόξου φρονήματος.

    59. Τὴν τῆς σοφίας σὺ πηγήν, ἐν τῇ ψυχῇ κεκτημένος, ἐξεπήγασας κρουνοὺς διδαγμάτων, καταρδεύοντας Γραικῶν, ὀρθοδοξούντων πλήρωμα, καὶ θολεροὺς χειμάῤῥους, τῶν Λατίνων ξηραίνοντας.

    60. Θεοτοκίον.

    61. Ἱεραῖς ἐντεύξεσι, τῶν ποταμῶν τὰ ὁρμήματα, διαπερᾶς, ἐν ποσὶν ἀβρόχοις, Ἠλιοὺ ὥσπερ δεύτερος.

    62. ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

    63. Θεοτοκίον.

    64. Ἐτρώθης πόθῳ τῶ γλυκεῖ Μελέτιε, τοῦ Βασιλέως Χριστοῦ, καὶ πάντα τὸν κόσμον, σκύβαλα λελόγισαι, καὶ πειρασμοὺς πανόλβιε, ὑποστὰς πολυτρόπους, ἔκ τε δαιμόνων ἀνθρώπων τε, ὡς τρυφὰς αὐτοὺς ἐκαρτέρησας.

    65. ᾨδὴ α΄. Ἦχος ὁ αὐτός. Ἁρματηλάτην Φαραώ.

    66. Ἐλπὶς ἀκαταίσχυντε τῶν πιστῶν, θερμή τε προστάτης, καταφύγιον ἀσφαλές, τῶν προσκαλουμένων Σε ἐν πίστει, πυρὸς γεέννης ἡμᾶς ῥῦσαι Δέσποινα.

    67. Λόγῳ τε καὶ πράξει τὴν ἀρετήν, ἀσκήσας ἐκ παίδων, ἠξιώθης χρηματισμοῦ, σοῦ γένους καὶ γῆς μεταναστεῦσαι, καὶ τῆς πρὸς σάρκα δεινῆς σχέσεως.

    68. Μελέτην τὸν βίον πνευματικήν, ἐνθέοις ἀγῶσιν, ἐνστησάμενος ὁλικῶς, τοῖς ἔργοις κατάλληλον ἐκτήσω, ἐπωνυμίαν ὦ Μελέτιε.

    69. Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Μελετίῳ ὁμώνυμος ὕμνον ᾄδει.

    70. Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός…

    71. Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου…

    72. Εὐαγγέλιον Ὁσιακόν.

    73. Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

    74. Καὶ νῦν. Θεοτοκίον.

    75. Μελετίου σήμερον, ἐπιτελοῦμεν, τὴν σεπτὴν πανήγυριν, εὐσεβοφρόνως οἱ πιστοί, πρὸς τὸν Σωτῆρα κραυγάζοντες· Χριστὲ πρεσβείαις, αὐτοῦ ἡμᾶς φύλαττε.

    76. Κατανύξει μου ψυχῆς, κλίνω σε γόνυ Ἀγαθή, καὶ δεόμενος βοῶ, πρόσχες καὶ ἴδε τὴν ἐμήν, ἐν ἁμαρτίαις συγκύπτουσαν ταλαιπωρίαν· μολύνας γὰρ κακῶς, ψυχὴν καὶ σῶμά μου, ἐκδέχομαι λοιπόν, κατὰ τὰς πράξεις μου, τὰς φοβερὰς γεέννης τιμωρίας· σὺ οὖν Παρθένε βοήθει μοι, καὶ λύτρωσαί με, ἐξ αὐτῶν ὅτι δύνασαι.

    77. Κατεπλάγη ὁ δεινός, τῆς δυσσεβείας βασιλεύς, παῤῥησίαν τὴν πολλήν, σοῦ ὦ Μελέτιε σοφέ, καὶ τὴν τῶν λόγων ἀλήθειαν καὶ τὸ κράτος· ὅθεν τὴν ὀργήν, εἰς τὸ ἥμερον, μετέβαλεν εὐθύς, καὶ ἐλάλει σοι, ἐν φιλικῷ τῷ ἤθει ἀρετῆς σου, τὸ ὑπερβάλλον αἰδούμενος· οἶδε γὰρ ὄντως, ἀνδρὸς θαυμάζειν, ἀρετὴν καὶ πολέμιος.

    78. Κατεπλάγη μοναστῶν, τοὺς σοὺς ἀγῶνας ἡ πληθύς, οὓς ἐν ὄρεσιν ἀσκῶν, ἀσάρκοις εἷλες δυσμενεῖς, ἀγγελικὴν διανύσας τρίβον παμμάκαρ· νήστειαν Μωϋσέως μιμούμενος, Ἄγγελων ἀδιάλειπτον αἴνεσιν· ἐν παννυχίοις στάσεσι καὶ ὕμνοις, πρὸς τὸν Θεὸν μεθιστάμενος· Ὃν ἐκδυσώπει, πυρὸς γεέννης ῥύσασθαι τὰς ψυχὰς ἡμῶν.

    79. Καὶ νῦν. Θεοτοκίον.

    80. Ἀνέτειλεν ἰδού, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ἡ μνήμη τοῦ σεπτοῦ, καὶ σοφοῦ Μελετίου, ὡς ἥλιος φωτίζουσα, τῶν πιστῶν τὰ συστήματα, ταῖς ἐλλάμψεσι, τῶν Ὀρθοδόξων δογμάτων, καὶ ταῖς χάρισι, τῶν ἰαμάτων τὰ πάθη, αὐτῶν θεραπεύουσα.

    81. Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

    82. Ὁ ἀειλαμπὴς πυρσὸς τῆς θεολογίας σου, τὸ τῶν πιστῶν περιήστραψε πλήρωμα· τὸν γὰρ Πατέρα ἀρχὴν Υἱοῦ τε καὶ Πνεύματος, ἀνακηρύξας Λατίνους καὶ ἤσχυνας· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ Πάτερ Μελέτιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

    83. Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων· χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

    84. Ἡ τοῦ Ἁγίου Πνεύματος ζωοπάροχος χάρις, τῇ σῇ ψυχῇ ἐνοικήσασα, Μελέτιε ἀοίδιμε, πολλὰ δι’ αὐτῆς, καὶ πρὸς τὸ συνημμένον σῶμά σου διεβίβασε, τοῦ θείου κάλλους αὐτῆς τὰ τεκμήρια, ὅλον σε ψυχὴν καὶ σῶμα, ναὸν ἑαυτῆς κατασκευάσασα ἅγιον· δι’ ὃ καὶ μετὰ θάνατον τῆς ψυχῆς σου χωρισθείσης ἀπὸ τοῦ σώματος, ἀχώριστος αὕτη ἀμφοτέρων διέμεινε· τὴν μὲν ψυχήν, ἐν οὐρανοῖς μέτοχον τῆς μακαρίας δόξης ἐργασαμένη, τὸ δὲ σῶμα, ἐν τάφῳ ἀδιάφθορον συντηρήσασα, καὶ κρήνην θαυμάτων, ὑπερφυῶν ἀναδείξασα. Ὢ δόξης ἀκραιφνοῦς, ἧσπερ ἠξίωσε ἡμῶν χαριτωθῆναι, ψυχὰς καὶ τὰ σώματα.

    85. Χαίροις, τῆς Ἐκκλησίας φωστήρ, οὐρανοχάλκευτον τοῦ Πνεύματος φάσγανον, τὸ πάσας ὁρμὰς συγκόψαν, τῶν Δυτικῶν ἀνδρικῶς, γλῶσσα ἡ πανσόφως στηλιτεύσασα, αὐτῶν τὰ κακόδοξα, καὶ ψυχόλεθρα δόγματα, θεολογίας γνώμων ὄντως εὐθύτατος, τοῦ πληρώματος, Ὀρθοδόξων τὸ καύχημα· ἄκμων ὁ ἀκατάβλητος, δεινὰ πολυποίκιλα, ὁ ὑπομείνας γενναίως, ὑπὲρ τῆς πίστεως Ὅσιε· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

    86. Χαίροις, τῶν ἀσκητῶν καλλονή, μονήρους βίου ὁ κανὼν ὁ εὐθύτατος, ἡ στάθμη τῆς ἐγκρατείας, ἡ τῶν δακρύων πηγή, ταπεινοφροσύνης τὸ κειμήλιον· εὐχῆς ἐργαστήριον, τό τερπνόν τε καὶ ἥδιστον, ἐν τῇ καρδίᾳ, Ἰησοῦ ἀδολέσχημα, ὁ Παράδεισον, τὴν θεόσοφον βίβλον σου, ἅπασιν ἐκτιθέμενος, βαθμίδας σοφώτατα, τῶν ἀρετῶν ὁ συγγράψας, δι’ ὧν ἐκ γῆς ἀνυψούμεθα· Χριστὸν μὴ ἐλλίπῃς, ἱκετεύειν ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

    87. Χαίροις, ὁ ἐν τῷ νόμῳ Θεοῦ, πάντα τὸν βίον μελετῶν ἐμμελέστατα· ὁ ἔχων ἐν σῇ μελέτῃ, τὸ ἐκκαιόμενον πῦρ, ὃ ἐν γῇ καρδίας ὁ Θεάνθρωπος, βαλεῖν παραγέγονεν, οὗ μελέτη ἐνώπιον, Θεοῦ ὑπῆρχεν, εἰσαεὶ καὶ ἀλήθειαν, ἐμελέτησε, θεῖος λάρυγξ ὡς γέγραπται· κλῆσιν ὁ τὴν φερώνυμον, πλουτήσας Μελέτιε, Χριστὸν δυσώπει ἀπαύστως, πλημμελημάτων τὴν ἄφεσιν, ἡμῖν δωρηθῆναι, τοῖς ἐν πίστει ἐκτελοῦσι, τὴν θείαν μνήμην σου.

    88. Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων· χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

    89. Τὸν ἐν ὁμολογηταῖς Ὅσιον καὶ ἐν Ὁσίοις ὁμολογητήν, Μελέτιον τὸν ἀοίδιμον, ᾄσμασιν ἐγκωμιαστικοῖς, τῶν μοναστῶν αἱ χορεῖαι καὶ τῶν φιλομαρτύρων τὰ στίφη ἐγκωμιάσωμεν· συμφώνως γάρ πρᾶξιν καὶ θεωρίαν κτησάμενος, κατοικητήριον γέγονε τοῦ Ἁγίου Πνεύματος· ὑπὲρ δὲ τῆς ὁμολογίας τῆς Ὀρθοδόξου πίστεως, μακρὰς ὕστερον φυλακὰς καὶ βασάνους ὑπομείνας, καὶ μηδαμῶς τοῖς κακοδόξοις ἐνδούς, ἀπαράτρωτον ἡμῖν αὐτὴν παρέδωκεν· ὅθεν ἐν ἀμφοτέροις εὐδοκίμησας, διπλῶν ἠξιώθη καὶ τῶν βραβείων καὶ νῦν πρεσβεύει Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

    90. Ὅσιε Πάτερ, ὁμολογητὰ Μελέτιε, τῆς τριλαμποῦς αἴγλης δοχεῖον γενόμενος, τῆς Ἐκκλησίας τοὺς λύκους μακρὰν σοῖς λόγοις ἀπήλασας καὶ τὴν Ὀρθόδοξον πίστιν ἡμῖν ἐτράνωσας, μίαν ἀρχὴν καὶ αἰτίαν τῶν φώτων, τοῦ Υἱοῦ καὶ Πνεύματος, τὸν Πατέρα κηρύξας, ὑπὲρ ἧς ἀπετμήθης τὴν θεολόγον σου γλῶσσαν· ἀλλὰ καὶ μετὰ τὴν ἐκτομὴν τρανῶς τοῖς πᾶσι θεολογεῖς, τὸ Πνεῦμα ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι, τῆς πολυαρχίας ἀποκλίνων, πολυθεΐαν ἑλληνικὴν εἰσαγούσης ἀφρόνως· ἧς ῥυσθέντες μονάδα Θεότητος, ἐν Τριάδι προσώπων δοξάζομεν.

    91. Πάτερ Μελέτιε, τῆς οὐρανίου Τριάδος ὢν λατρευτὴς, τὴν χάριν τοῦ Πνεύματος ἐν σεαυτῷ κατεπλούτησας· Οὗ τῇ ἑνώσει ἐκπυρωθείς, ἐρημικοὺς ἄνθρακας καὶ τοὺς τῶν αἱρέσεων, παντελῶς ἐναπέσβεσας, ζωτικὴ τοῖς πιστοῖς ἡμῖν δύναμιν χρηματίζων· διό μὴ παύσῃ αἰτούμενος τῶν δεινῶν ἀπαλλαγήν, καὶ ψυχῶν σωτηρίαν τοῖς εὐφημοῦσί σε.

    92. Πτέρυγας πνευματικῆς περιστερᾶς ἀναλαβὼν θεοφόρε, τὴν πρᾶξιν καὶ θεωρίαν, τὰς τῆς σοφίας ἀκρότητας, ψαλμικῶς ἐπετάσθης ἐπ’ ὄρη νοητὰ καὶ αἰώνια, καὶ κατέπαυσας ἀληθῶς εἰς τὴν πάντα νοῦν ὑπερέχουσαν τοῦ Θεοῦ εἰρήνην, διὰ τῆς ἄκρας καθ’ ἡσυχίαν ἑνώσεως, σαββατίσας ἀπὸ πάντων τῶν ὁρωμένων καὶ νοούμενων· ἧς καὶ νῦν ἐν οὐρανοῖς πληρέστερον ἀπολαύων Μελέτιε, αἴτησαι πρεσβείαις σου, εἰρήνην δωρηθῆναι τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

    93. Τὴν χάριν Ἠλιοὺ πεπλουτηκὼς καὶ δύναμιν, ποσὶν ἀβρόχοις διαπερᾷς τοῦ ποταμοῦ τὰ ὁρμήματα· τοῦ γὰρ τεθρίππου ἅρματος τῶν γενικῶν ἐπιβὰς ἀρετῶν, τῶν ἐνηδόνων παθῶν τῆς πλημμύρας ὑπεράνω γεγένησαι, νεκρωθεὶς τῷ κόσμῳ· πίστει δὲ ζῶν τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, Αὐτόν καθικέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

    94. Τεράτων αὐτουργὸς ἀνεδείχθης, Πατὴρ ἡμῶν Μελέτιε· ὀνείροις γὰρ προσφοιτῶν, τῶν καρδιῶν ἐκκαλύπτεις τὰ κεκρυμμένα· φύσιν ἀλόγων ἰχθύων, διὰ τοῦ λόγου σου ἐζώγρησας, ἡλίου δὲ δρόμον ἔστησας, μόνῃ εὐχῇ, πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

    95. Πανηγυρίσωμεν πιστοὶ ἱεροῖς εὐωχούμενοι ὕμνοις· συγκαλεῖται γὰρ ἡμᾶς ὁ θεῖος Μελέτιος πρὸς ἑστίασιν πνευματικήν, οὗ ἡ τράπεζα πλήρης, πόνων ἀσκητικῶν, καὶ ἀγώνων ἀθλητικῶν· αὐτοῦ μιμησώμεθα τὸ στεῤῥὸν τῆς ὁμολογίας, ἐν ᾗ ὡς φωστὴρ ἐξέλαμψεν.

    96. Ἔχαιρε πάλαι ἡ τοῦ Λαζάρου Μονή, τῆς Βασιλίδος Πόλεως, σεμνεῖον τὸ εὐαγέστατον· αὐτὴ γὰρ κατεῖχεν ἐν κόλποις, ὡς θησαυρὸν πολυτίμητον, τοῦ τρισμάκαρος Μελετίου τὸ ἱερώτατον λείψανον, ἅπαντα διασῷζον τὰ τῆς ἁγιότητος σήμαντρα· τὸν κροκοβαφῆ χρωματισμόν, τὴν ἄῤῥητον εὐωδίαν, καὶ τὰ τῶν θαυμάτων ῥεῖθρα, τὰ ποταμηδὸν ἐξ αὐτοῦ προχεόμενα, τοῖς μετὰ πίστεως προσπελάζουσιν· ὅθεν ἀντὶ ταύτης ἡμεῖς τοῦτον ἀνευφημοῦντες, πρὸς τὸν Σωτῆρα βοήσωμεν· ῥῦσαι Κύριε τὴν Πόλιν Σου, τῆς πολυχρονίου αἰχμαλωσίας, καὶ τὸν λαὸν ἐλευθέρωσον, ὃν ἐξηγόρασας τῷ τιμίῳ Σου αἵματι.

    97. Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι′ 7).

    98. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′ 7).

    99. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ’ 1).

    100. Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

    101. Σήμερον ἐπέλαμψεν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ὡς ἀστὴρ νεοφανής, ἡ μνήμη τοῦ τρισμάκαρος Μελετίου καὶ τῆς Ὀρθοδοξίας ἡμῶν ὑπερμάχου καὶ φύλακος. Δεῦτε οὖν οἱ Ὀρθόδοξοι πάντες, χρεωστικῶς αὐτὸν εὐφημήσωμεν λέγοντες· χαίροις, Μελέτιε Ὅσιε, ὁ ἐν τῇ ἀσκητικῇ παλαίστρᾳ, τῶν παθῶν καὶ δαιμόνων συγκόψας τὰς φάλαγγας, καὶ δοχεῖον σεαυτὸν κατασκευάσας τῆς θείας χάριτος· χαίροις, ὁ ὑπὲρ τῆς Ὀρθοδόξου πίστεως, πολυτρόπους ὑπομείνας βασάνους, καὶ ταύτην ἀκριβῶς συντηρήσας, τὴν δὲ κακοδοξίαν, γενναιότατα ἀπελέγξας· χαίροις, ὁ πολλοῖς θαύμασι καὶ ζῶν ἔτι καὶ μετὰ θάνατον, δοξασθεὶς παρὰ Χριστοῦ τοῦ Θεοῦ, ᾯ καὶ νῦν παριστάμενος, πρέσβευε δεόμεθα, ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης αἱρέσεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

    102. Τοὺς κατ’ ἔτος τὴν μνήμην σου, τὴν σεπτὴν ἑορτάζοντας, ἄνωθεν συντήρησον σαῖς ἐντεύξεσιν, ἐκ πάσης θλίψεως Ἅγιε, ὑγείαν τοῦ σώματος, καὶ ψυχῆς αὐτοῖς διδούς, πᾶσαν δὲ ἀποδίωξον, βλάβην ἔνδοξε, ὁρωμένων ἐχθρῶν καὶ ἀοράτων, ἐκ τῶν σοὶ συνωνυμούντων, καὶ σὲ τιμώντων Μελέτιε.

    103. Καὶ εἱρκταῖς συγκλειόμενος, μακροτάταις Μελέτιε, καὶ λιμαγχονήσεσι πιεζόμενος, καὶ ῥαβδισμοῖς συντριβόμενος, καὶ γλῶτταν τεμνόμενος, ὑπὸ τῆς τῶν Δυτικῶν, θηριώδους ὠμότητος, οὐ προδέδωκας, τὴν Ὀρθόδοξον πίστιν ἀλλ’ ἐδείχθης, ὥσπερ πέλεκυς συγκόπτων, πλάνην αὐτῶν τὴν κακόδοξον. (Δίς).

    104. Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

    105. Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

    106. Ὁ ἀειλαμπὴς πυρσὸς τῆς θεολογίας σου, τὸ τῶν πιστῶν περιήστραψε πλήρωμα· τὸν γὰρ Πατέρα ἀρχὴν Υἱοῦ τε καὶ Πνεύματος, ἀνακηρύξας Λατίνους καὶ ἤσχυνας· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Μελέτιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

    107. Τῶν οὐρανίων Ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε σῶσον ἡμᾶς, τοὺς εἰς Σὲ καταφεύγοντας· ὅτι ἐν Σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

       

    108. Πάτερ Μελέτιε, ἐκ νεότητος σεαυτὸν ἀφιερώσας τῷ Κυρίῳ, διὰ τῆς ἐργασίας τῶν ζωοποιῶν ἐντολῶν, ὁλικῶς τὴν καρδίαν σου, τῶν παθῶν ἀπεκάθηρας· καὶ ἱδρῶσιν ἀσκητικοῖς φίλτερον τοῦ οὐρανοῦ ἐνδιαίτημα, αὐτὴν κατεσκευάσας τῆς Ἁγίας Τριάδος. Ἐν ᾗ ὁ Πατὴρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον συνελθόντες, ὡς ἡ ὑπόσχεσις, μονὴν παρὰ σοὶ ἐποιήσαντο· παρ’ ὧν φωτιζόμενος τὴν ἐν τῇ Τριάδι κακῶς εἰσαγομένην δυαρχίαν ὑπὸ τῶν Λατίνων ἐστηλίτευσας, καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου.

    109. Ἔνθα ἦχος ἀνέδραμες, καθαρὸς ἑορτάζοντος, ἔνθα τὸ πολίτευμα Παύλου πέφυκεν· ᾧ καὶ κατ’ ἴχνος ἑπόμενος, τὸν δρόμον τετέλεκας, τῶν ἀγώνων τῶν μακρῶν, καὶ τὴν πίστιν τετήρηκας· ὅθεν δίπλοκον, ἀνεπλέξω τὸν στέφανον τῆς νίκης, τὸν μὲν τῆς ὁμολογίας, τὸν δὲ παθῶν τῆς ἀσκήσεως.

    110. Ἀκηλίδωτον ἔσοπτρον, ὁ Χριστός σε εὑράμενος, Ἑαυτοῦ Μελέτιε σοὶ ἐνήστραψε, φωτὸς ἐνθέου ἀμάρυγμα· ἐντεῦθεν δεικνύων σε, τῶν ἰάσεων πηγήν, τῶν πεινώντων τροφέα τε, τεραστίων δὲ αὐτουργόν, καὶ θαυμάτων ἐξαισίων, τῇ θαλάσσῃ καὶ ἡλίῳ, σοὶ πειθαρχεῖν ἐπιτάττοντα.

    111. Φωτισθεὶς ταῖς τοῦ Πνεύματος, ἀστραπαῖς ἀνεπτέρωσας, τὴν ψυχὴν Μελέτιε πρὸς τὸ ἔσχατον, τῶν ὀρεκτῶν καὶ ἀκρότατον, ἀσκήσει ἑνούμενος, καὶ ἀθλήσει πρὸς αὐτό, καρτερῶν γενναιότατα, πρὸς ἑκάτερα, τῇ μὲν θραύων τὰ βέλη τῶν δαιμόνων, τῇ δὲ τῶν αἱρετιζόντων, ἐξανασπῶν τὰ ζιζάνια.

    112. Καὶ νῦν. Θεοτοκίον.

    113. Δόξα. Ἦχος δ΄.

    114. Θεράπων Μελέτιε Χριστοῦ, Ἄγγελος ἐπίγειος, βροτὸς δ’ οὐράνιος γέγονας, καὶ γὰρ σὺ ἅπασαν, ἀρετὴν πλουτήσας, τὴν τρυφὴν κεκλήρωσαι, ζωῆς τῆς ἀθανάτου καὶ κρείττονος, ἧς ἀπολαύων νῦν, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην Χριστὸν καθικέτευε.

    115. Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

JAN

11

    1. Χαιρετισμοί Πάντων τῶν ἐν ΕΥΡΥΤΑΝΙᾼ ΑΓΙΩΝ0 Προσθέστε ένα σχόλιο

    2. Δημοσιεύτηκε 11th January 2016 από τον χρήστη Καθηγητής Αντ.Μάρκου  

    3. Ετικέτες: Χαιρετισμοί

    4. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

      Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

      Ἅπαντες Ευρυτάνες συνελθόντες προθύμως, ὑμνήσωμεν τόν ἅγιον δῆμον (ἐκ τρίτου, μετά τῆς ἐπωδοῦ· Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἡμῶν), τῶν ἐξ Εὐρυτανίας λαμπρῶς, ἐκλαμψάντων ἀρετῆς τοῖς σκάμμασιν, οὕς ἡ Τριάς ἐτίμησε, βοῶντας πρός αὐτούς τοιαῦτα·χαῖρε,  πληθύς θαυμαστῶν Μαρτύρων.χαῖρε,  Εὐρυτάνων θεόσδοτον τίμημα.Χαῖρε, καύχημα οὐράνιον εὐσεβῶν Χριστιανῶν.χαῖρε,  λελαμπρυσμένη τῶν Ἁγίων χορεία.χαῖρε,  ἐχθροῦ τελεία κατάργησις.χαῖρε,  πρός οὕς ὁμοφώνως βοῶσι.

      Βασιλεῖ τῶν αἰώνων στρατευθέντες ἐμφρόνως, ἠρνήσασθε τερπνά τά ἐν κόσμῳ, καί τά ἄνω ζητοῦντες θερμῶς, εὐσεβείας τοῖς πόνοις διαπρέψατε, ἑννεάριθμοι Ἅγιοι, ἀπαύστως Θεῷ βοῶντες·

      Γνῶσιν τῆς εὐσεβείας ἐν πολλῇ παρρησίᾳ, καί γλώσσῃ θεοσόφῳ κηρύξας, τῆς πλάνης καθεῖλες τήν ὀφρῦν, καί μαρτυρικοῖς ἄθλοις ἠνδραγάθησας, Μιχαήλ ἀγγελώνυμε· διό τιμῶντες σε βοῶμεν·χαῖρε,  σοφίας τῆς ἄνω μύστης.χαῖρε,  τοῦ Σωτῆρος σεπτόν ὁλοκάρπωμα.χαῖρε,  γέρας θεοδώρητον Εὐρυτάνων εὐσεβῶν.χαῖρε,  ὅτι ὡς θῦμα τῷ Χριστῷ προσηνέχθης.χαῖρε,  φωτός ἀϋλου κειμήλιον·χαῖρε,  πιστοῖς νέμων ἄνωθεν χάριν.

      Δύναμιν οὐρανίαν καί σοφίαν πλουσίαν, ἄνωθεν λαμπρῶς δεδεγμέναι, ἐν ἰδίοις ἕκαστος καιροῖς, οἱ ἐξ Εὐτρυτανίας λάμψαντες Ἅγιοι, εἰς μίαν νῦν συνήφθητε, χορείαν ὁμοῦ ἐκβοωντες·

      Ἔλαμψας ἐν ἀσκήσει καί ἁγίᾳ ἀθλήσει, σοφέ Δαμιανέ οὐρανόφρον, καί ἐν ἀμφοτέροις τόν Χριστόν δοξάσας, παρ’ Αὐτοῦ λαμπρῶς δεδόξασαι· διό σου τά παλαίσματα θαυμάζοντες ἀναβοῶμεν·χαῖρε,  ὁ ἔνδοξος Νεομάρτυς.χαῖρε,  εὐσεβείας φωστήρ οὐρανόφωτος.χαῖρε,  ἔρεισμα νεότευκτον κλονουμένων καρδιῶν.χαῖρε,  ὅτι ἐν ἄθλοις διαπρέπεις νομίμως.χαῖρε,  κλεινῶν Μαρτύρων ὁμόστεφος·χαῖρε,  φυτόν μυστικῆς εὐθαλείας.

      Ζήλῳ τῷ τῶν κρειττόνων ὁ θεόληπτος δῆμος, τῶν ἐξ Εὐρυτανίας Ἁγίων, τόν νοῦν πτερωθείς πρός οὐρανόν, τῶν ἐπιγείων σαφῶς κατεφρόνησαν, καί τά ἄνω κληρωσάμενοι, τῇ Τριάδι ἐκβοῶσιν·

      Ἤσχυνας τήν ἀπάτην, ὡς σοφός Ἱεράρχης, ἀθλήσας Σεραφείμ στερροψύχως· ἐντεῦθεν πλουσίως δοξασθείς, περιβόητος ἐγένου ἐν θαύμασι, νόσων σώζων καί θλίψεων, τούς εὐσεβῶς σοι ἐκβοῶντας·χαῖρε,  λαμπτήρ τοῦ Εὐαγγελίου.χαῖρε,  ὁ ἐν πόνοις Μαρτύρων περίδοξος.χαῖρε,  βάσις θεοστήρικτος τοῦ θεόφρονος λαοῦ.χαῖρε,  ὅτι συντρίβεις τοῦ βελίαρ τήν ῥύμην.χαῖρε,  λιμήν τῶν θλίψεων ἄκλυστος.χαῖρε,  ἐχθρῶν ἐλατήρ ἀοράτων.

      Θεοσύλλεκτος δῆμος ἐξ ἁγίων Μαρτύρων, λαμπρῶς συγροτηθείς ἐν Κυρίῳ, ἐν ὑστέροις ὤφθητε καιροῖς, Εὐρυτᾶνες ἑννεάριθμοι Ἅγιοι, χάριν ἡμῖν καί ἔλεος αἰτούμενοι τοῖς ἐκβοῶσιν·

      Ἵθυνας τοῦ νοός σου τάς κινήσεις θεόφρον, πρός μόνον τοῦ Σωτῆρος τόν πόθον, καί λιπών νεότητος ἀκμήν, πρός μαρτυρικούς ἀγῶνας ἐχώρησας· διό σε, ὦ Νικόλαε, γεραίροντες ἀναβοῶμεν·χαῖρε,  ὁ Μάρτυς τοῦ Κυρίου.χαῖρε,  τῆς εὐκλείας ἐκείνων ἰσότιμος.χαῖρε,  φοίνιξ ὁ ὑψίκομος χάριτος ἀθλητικῆς.χαῖρε,  ὅτι Ἀγγέλων ταῖς χορείαις συνήφθης.χαῖρε,  πιστοῖς παρέχων πᾶν δώρημα.χαῖρε,  τομήν ὑποστάς τοῦ αὐχένος.

      Κήρυκες εὐσεβείας ἐν ὑστέροις τοῖς χρόνοις, ἐν πράξεσι καί λόγοις καί ἔργοις, ὦ ἑννεάριθμοι Ἅγιοι γεγονότες, τούς πιστούς ἐστηρίξατε καί πάντας ἐπαιδεύσατε ἀφορᾶν πρός Χριστόν καί ψάλλειν·

      Λάμπων δι’ἐγκρατείας, τῆς ἀγάπης τῆς θείας ἐδέξω τήν οὐράνιον φλόγα καί στερρῶς Κυπριανέ μαρτυρίου τόν ἀγῶνα διήνυσας, αἰσχύνας τήν δυσσέβειαν καί πάντας προτρέπων βοᾷν σοι·χαῖρε,  πρηστήρ ἐχθροῦ τῆς ἀπάτης.χαῖρε,  ἀρετῶν οὐρανίων θησαύρισμα.χαῖρε,  μάστιγξ ἀκατάβλητος τοῦ ἀλάστορος ἐχθροῦ.χαῖρε,  ὅτι ἐκχέεις δι’Αὐτόν τό σόν αἷμα.χαῖρε,  ζωῆς ἀλήκτου συνόμιλε.χαῖρε,  γλυκύ καί γαλήνιον ὄμμα.

      Μεγαλύνει τούς ἄθλους τῆς ὑμῶν καρτερίας, Μονή Ἱερά τῆς Τατάρνης καί προστάτας κεκτημένη ὑμᾶς, ἐγκαυχᾶται ταῖς ὑμῶν ἀντιλήψεσιν, ἑννεάριθμοι Ἅγιοι, εὐλαβῶς τῷ Χριστῷ βοῶσα·Χαῖρε, ὁσίως ἠγωνισμένος·Χαῖρε, τῆς ἀσκήσεως θεῖον ὀσφράδιον·Χαῖρε, ῥώμης τῆς τοῦ Πνεύματος εὐψυχία θαυμαστή·Χαῖρε, ὅτι ἀνδρείως τάς βασάνους ὑπέστης·Χαῖρε, στερρόν τῆς πίστεως στήριγμα·Χαῖρε, Χριστοῦ τό νεόθυτον θῦμα·Χαίροις Ῥωμανέ ἔνδοξε.

      Ξένοι τῶν ἐν τῷ κόσμῳ ἀγαθῶν καί ἠδέων καί πάροικοι τῆς γῆς ὄντες πάντες, ὡς τά ἄνω ζητοῦντες θερμῶς, ξενοπρεπῶς ἠγωνίσασθε Ἅγιοι· ἔνθεν Εὐρυτᾶνες πάντες ὑμᾶς τιμῶντες βοῶσιν·

      Ὅλος ἡγιασμένος ἐν ἐσχάτοις τοῖς χρόνοις, Ἀκάκιε θεόφρον ἐδείχθης, λάμψας ἐν Ἄθῳ ἀσκητικῶς καί πληρωθείς τῶν χαρίτων τοῦ Πνεύματος· διό πολιτείαν σου ἀγάμενοι, Πάτερ, βοῶμεν·χαῖρε,  τό σκεῦος τῆς ἀπαθείας.χαῖρε,  τῶν ἐν Ἄθῳ ἀστήρ ὁ νεόφωτος.χαῖρε,  τύπος ἀπαράμιλλος τῶν ἀρχαίων Ἀκητῶν.χαῖρε,  ὅτι πρός ὕψος ἁγιότητος ἤρθης.χαῖρε,  πυρσός ἐνθέου φρονήσεως.χαῖρε,  πρόν ὅν ἐκβοῶσα προστρέχει.

      Πᾶσα Εὐρυτανία τῆς ὑμῶν πολιτείας, γεραίρει τούς ἀγῶνας καί πόνους, ὦ ἑννεάριθμοι Ἅγιοι, ἁγιασθεῖσα ἁγίοις ὑμῶν σκάμμασι καί τῷ ὑμῶν δοξάσαντι Χριστῷ, ἀπαύστως κραυγάζει·

      Ῥήμασι θεοφθόγγοις, ὡς Ἀπόστολος ἄλλος, κηρύττεις εὐσεβείας τον λόγον, Ἰσαπόστολε θεῖε Κοσμᾶ, και ἀθλητικῶς Χριστῷ ἐξεδήμησας· διό ἡ Ἐκκλησία σε, τιμῶσα συμφώνως βοᾷ σοι·χαῖρε,  ὁ κήρυξ τῆς ἀληθείας.χαῖρε,  μυστηρίων ἁγίων διάκονος.χαῖρε,  στόμα τό θεόσοφον ἱερῶν ὑποθηκῶν.χαῖρε,  ὅτι ἐκτήσω δόξαν τήν τῶν Μαρτύρων.χαῖρε,  ἡμῶν ὁ μέγας διάκσοσμος.χαῖρε,  παθῶν ψυχικῶν ῥιζοτόμος.

      Σύστημα Εὐρυτάνων θεοφόρων Ἁγίων, ἀστέρες παμφαεῖς Ἐκκλησίας, πᾶσαν πόλιν καί  χώραν ἡμῶν, τῇ δεδομένῃ ὑμῖν θείᾳ χάριτι, εὐλογεῖτε καί σκέπετε, ὡς ἄν ἀεί Χριστῶ βοῶμεν·

      Τῶν ἁγίων Μαρτύρων ἀληθῶς ἐμιμήσω, Γεράσιμε ψυχῆς τήν ἀνδρείαν, ἀσκητικῶς πρώην γυμνασθείς καί τόν σέ  πάλαι πτερνίσαντα ἤσχυνας· διό τάς ἀριστείας σου τιμῶντες Ἅγιε βοῶμεν·χαῖρε,  ὁ ἔνδοξος στεφανίτης.χαῖρε,  τῶν Μαρτύρων λαβών τό διάδημα.χαῖρε,  ξῖφος τό ἀμφίστομον τοῦ σέ τρώσαντος ἐχθροῦ.χαῖρε,  ὅτι τῆς πλάνης τήν ὀφρύν καταλύεις.χαῖρε,  χορῶν Ἁγίων συνέστιος.χαῖρε,  ἡμῶν θεραπεύων πᾶν πάθος.

      Ὕμνοις ἐπινικίοις τῆς ὑμῶν πολιτείας καί ἄθλων τῶν μεγίστων τούς πόνους, τιμῶμεν συνάπτοντες ὑμᾶς ἐν μιᾷ ἑορτῇ, Εὐρυτᾶνες Ἅγιοι· ἀλλ’ ἀεί διασώζετε πάσης βλάβης τούς βοῶντας·

      Φεγγοβόλοι ἀστέρες τῆς Χριστοῦ Ἐκκλησίας καί τῆς Εὐρυτανίας προστάται, ὦ ἑννεάριθμοι Ἅγιοι, σκότους  πειρασμῶν ἡμᾶς ἐκλυτρώσασθε, φωτί τῶν πρεσβειῶν ὑμῶν, ὡς ἄν πάντες ὑμῖν βοῶμεν·χαῖρε,  ἐν πᾶσι λελαμπρυσμένη.χαῖρε,  πρός ἀγῶνας ὁσίους διέγερσις.χαῖρε,  ὅμιλε συνόμιλε οὐρανίων στρατιῶν.χαῖρε,  χειραγωγία τῶν ἐν σκότει βιούντων.χαῖρε,  πιστῶν λαμπρά ὑποτύπωσις.χαῖρε,  χαρά ἀληθῶς θεοφρόνων.

      Χαίρει Εὐρυτανία τῇ ὑμῶν προστασίᾳ καί στόματι εὐσήμῳ κηρύττει τάς ὑμῶν ἀντιλήψεις ἀεί, ὦ ἑννεάριθμοι Χριστοῦ θεράποντες, δι’ ὧν κινδύνων ῥύεσθε τούς πιστῶς Κυρίῳ βοῶντας·

      Ψάλλοντες ἐν ὑψίστοις τό μακάριον ᾆσμα, σύν τάξεσιν ἀπαύστως ἀΰλοις, τῇ ὁμοουσίῳ Τριάδι, ὦ Εὐρυτᾶνες θεοφόροι Ἅγιοι, μή παύσησθε πρεσβεύοντες ὑπέρ πάντων τῶν ἐκβοῶντων·χαῖρε,  ἀνθρώπων ἡ προστασία.χαῖρε,  θυμηδία πιστῶν θεοδώρητε.χαῖρε,  σύντριμμα τοῦ δράκοντος καί πιστῶν καταφυγή.χαῖρε,  πλοῦτος χαρίτων καί παθῶν θεραπεία.χαῖρε,  σειρά Μαρτύρων θεόπλοκος.χαῖρε,  κἀμοῦ πρός Αὐτόν μεσιτεία.

      Ὦ χορεία ἁγία, Εὐρυτάνων Ἁγίων, Ἀγγέλων συμπολῖται τῶν θείων (ἐκ τρίτου, μετά τῆς ἐπωδοῦ· Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν), σύν αὐτοῖς δυσωπεῖτε Χριστόν, διδόναι ἡμῖν πταισμάτων συγχώρησιν, Εὐρυτανίᾳ πάσῃ δέ εὐλογίαν θείαν, βοώσῃ·

      Και αὖθις τό Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

      Δίστιχον·Τό χαῖρε Γεράσιμος εὐρύθμως κράζει.

    5. Ἑννεαρίθμοις τοῦ Χριστοῦ στεφανίταις,

    6. Τήν ἑννεάριθμον χορείαν καί θεόπλοκον, τῶν Εὐρυτάνων νῦν Ἁγίων μακαρίσωμεν, τούς ἀξίως δοξασθέντας παρά Κυρίου· Ἐκκλησίας γάρ ἐδείχθησαν στηρίγματα, καί λαμπρά Εὐρυτανίας καλλωπίσματα, οἷς βοήσωμεν· χαῖροις ἅγιον σύστημα.

    7. Ἀλληλούϊα.

    8. Χαίροις ἅγιον σύστημα.

    9. Χαῖρε, Χριστοῦ θαυμαστή συνοδεία·

    10. Χαῖρε, χορός Ἁγίων νεότευκτος·

    11. Χαῖρε, ἕνωσις θεία ἐν λαμπρᾷ ἁρμονία·

    12. Χαῖρε, σύναψις πανένδοξος και σεπτή παρεμβολή·

    13. Χαῖρε, συναυλία Μαρτύρων θεόληπτε·

    14. Χαῖρε, συνάθροισις μακαρία·

    15. Ἀλληλούϊα.

    16. Χαίροις ἅγιον σύστημα.

    17. Χαῖρε, χορός Ἀθλητῶν νικηφόρων·

    18. Χαῖρε, Χριστοῦ ὡραῖα ὁμήγυρις·

    19. Χαῖρε, ἑννεαρίθμων δῆμε σεπτῶν Ἁγίων·

    20. Χαῖρε, στῖφος θεοσύλλεκτον Ἀθλοφόρων εὐκλεῶν·

    21. Χαῖρε, θεοφόρων Ἁγίων συνέλευσις·

    22. Χαῖρε, χορεία δεδοξασμένη·

    23. Ἀλληλούϊα.

    24. Χαίροις μάκαρ Γεράσιμε.

    25. Χαῖρε, ὁρῶν τοῦ Σωτῆρος τό κάλλος·

    26. Χαῖρε, γερῶν ἀΰλων συμμέτοχος·

    27. Χαῖρε, ὅτι νομίμως τόν ἀγῶνα ἀνύεις·

    28. Χαῖρε, γέρας πολυτίμητον Ἐκκλησίας τοῦ Χριστοῦ·

    29. Χαῖρε, τοῦ Μεγάλου Χωρίου ὡράϊσμα·

    30. Χαῖρε, ὁ νέος Χριστοῦ ὁπλίτης·

    31. Ἀλληλούϊα.

    32. Χαίροις Κοσμᾶ Ἰσαπόστολε.

    33. Χαῖρε, ἠθῶν ἀγαθῶν φυτοκόμος·

    34. Χαῖρε, πιστῶν ὁ θεῖος διδάσκαλος·

    35. Χαῖρε, ὅτι διῆλθες πλείστους τόπους κηρύττων·

    36. Χαῖρε, γλῶσσα ἡ μελίρρυτος διδαγμάτων εὐσεβῶν·

    37. Χαῖρε, Ἀποστόλων τῶν θείων διάδοχος·

    38. Χαῖρε, ἡ σάλπιγξ τῆς εὐσεβείας·

    39. Ἀλληλούϊα.

    40. Χαίροις Πάτερ Ἀκάκιε.

    41. Χαῖρε, δι’οὗ ἡ πατρίς σου χορεύει·

    42. Χαῖρε, κανών ὁσίας ἀσκήσεως·

    43. Χαῖρε, ὅτι πλουσίως χαρισμάτων ἐπλήσθης·

    44. Χαῖρε, δένδρον τό κατάκαρπον ἀρετῶν ἀσκητικῶν·

    45. Χαῖρε, τῶν Ὁσίων τῶν πάλαι ὁμότροπος·

    46. Χαῖρε, τό ἄνθος τῆς ἀκακίας·

    47. Ἀλληλούϊα.

    48. χαῖρε,  ἐχθροῦ καταργῶν ἅπαν πῆμα.

    49. χαῖρε,  λαμπρόν τῆς χάριτος σκήνωμα.

    50. χαῖρε,  ὅτι ῥαδίως τόν Βελίαρ ἐκτρέπεις.

    51. χαῖρε,  πτῶσις ἡ τοῦ χείρονος καί πιστῶν νίκη σεπτή.

    52. χαῖρε,  τῆς ἀθλήσεως τίμιον μάργαρον.

    53. χαῖρε,  δι’ἄθλων δεδοξασμένος.

    54. Ἀλληλούϊα. 

      Νεκρωθείς τοῖς ἐν κόσμῳ, δι’ ἀσκήσεως πόνων, στερρέ Ῥωμανέ Ὁσιομάρτυς, λαμπρῶς ὡμολόγησας Χριστόν, μαρτυρικῶς ἐκτελέσας τόν δρόμον σου· διό ῥώμην οὐράνιον ἀεί δίδου τοῖς σοί βοῶσιν·

    55. Χαίροις Κυπριανέ θεόληπτε.

    56. Χαῖρε, σεμνή τῆς πατρίδος σου δόξα·

    57. Χαῖρε, κλεινῶν Μαρτύρων ἰσότιμε·

    58. Χαῖρε, ὅτι κηρύττεις εὐθαρσῶς τόν Σωτῆρα·

    59. Χαῖρε, κήρυξ διαπρύσιος τῆς θεότητος Χριστοῦ·

    60. Χαῖρε, μοναστῶν τῶν ἐν Ἄθῳ ἀγλάϊσμα·

    61. Χαῖρε, λαμπάς τῆς εθίας ἀγάπης·

    62. Ἀλληλούϊα.

    63. Χαίροις Μάρτυς Νικόλαε. 

    64. Χαῖρε, ἀμνός τοῦ Χριστοῦ καί Ποιμένος·

    65. Χαῖρε, Χριστοῦ κηρύξας τό ὄνομα·

    66. Χαῖρε, ὅτι τῷ ξίφει τόν αὐχένα ἐτμήθης·

    67. Χαῖρε, βότρυς ὁ γλυκύτατος τῆς ἀμπέλου τῆς ζωῆς·

    68. Χαῖρε, τῶν Μαρτύρων τῶν πάλαι ὁμόζηλος·

    69. Χαῖρε, κρῖνον Καρπενησίου·

    70. Ἀλληλούϊα.

    71. Χαίροις Σεραφείμ ἀξιάγαστε.

    72. Χαῖρε, παθῶν ἰατήρ ἀνιάτων·

    73. Χαῖρε, πηγή ἰάσεων ἄφθονος·

    74. Χαῖρε, ὅτι διώκεις τήν πανώλεθρον λύμην·

    75. Χαῖρε, πρόβολος ἀτίνακτος Ἐκκλησίας τοῦ Χριστοῦ·

    76. Χαῖρε, ὁ ἐν ἄθλοις στερρός καί ἀήττητος·

    77. Χαῖρε, ποιμήν ὁ τοῦ Φαναρίου·

    78.  Ἀλληλούϊα.

    79. Χαίροις Δαμιανέ μακάριε.

    80. Χαῖρε, εἰκών ἀρραγοῦς καρτερίας·

    81. Χαῖρε, Χριστοῦ θεράπων θρμότατος·

    82. Χαῖρε, ὅτι ἐν Ἄθῳ ἠγωνίσω ὁσίως·

    83. Χαῖρε, ὄργανον θεόπνευστον οὐρανίων διδαχῶν·

    84. Χαῖρε, Μυριχόβου βλαστός ἱερώτατος·

    85. Χαῖρε, ὁ θεῖος Ὁσιομάρτυς·

    86. Ἀλληλούϊα.

    87. Χαίροις Μιχαήλ ἔνδοξε.

    88. χαῖρε, ἐχθρῶν καταφλέξας τήν πλάνην·

    89. Χαῖρε, πυρός τῆς πλάνης σβεστήριον·

    90. Χαῖρε, ὅτι ἀνδρείως πυρί κατεφλέχθης·

    91. Χαῖρε, ἄνθος τό νεόδρεπτον πόνων τῶν μαρτυρικῶν·

    92. Χαῖρε, τῆς Γρανίστης τό κάλλιστον βλάστημα·

    93. Χαῖρε, ἰσχύος τῆς θείας πλήρης·

    94. Ἀλληλούϊα.

    95. Χαῖροις ἅγιον σύστημα.

    96. Χαῖρε, δι’ὦν Εὐρυτᾶνες σκιρτῶσι·

    97. Χαῖρε, Χριστοῦ ἁγία παράταξις·

    98. Χαῖρε, δεδοξασμένη ἱερά συστοιχία·

    99. Χαῖρε, ὅμιλε μακάριε Ἀθλητῶν νεοφανῶν·

    100. Χαῖρε, Μονῆς Τατάρνης τό στήριγμα·

    101. Χαῖρε, χορός εὐκλεῶν Ἁγίων·

    102. Τήν ἑννεάριθμον χορείαν καί θεόπλοκον, τῶν Εὐρυτάνων νῦν Ἁγίων μακαρίσωμεν, τούς ἀξίως δοξασθέντας παρά Κυρίου· Ἐκκλησίας γάρ ἐδείχθησαν στηρίγματα, καί λαμπρά Εὐρυτανίας καλλωπίσματα, οἷς βοήσωμεν· χαῖροις ἅγιον σύστημα.

JAN

4

    1. Παρακλητικός Κανών Πάντων τῶν ἐν ΕΥΡΥΤΑΝΙΑ ΑΓΙΩΝ0 Προσθέστε ένα σχόλιο

    2. Δημοσιεύτηκε 4th January 2016 από τον χρήστη Καθηγητής Αντ.Μάρκου  

    3. Ετικέτες: Παρακλητικοί Κανόνες

    4. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

      Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ· εἶτα τά Τροπάρια. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.Δόξα. Τό αὐτό.Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,…

      Ὁ Ν’ (50)  Ψαλμός.

      Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Ἑννεάριθμε σκέπε με δῆμε. Γερασίμου.Ἐκ πάσης ἀνάγκης καί συνοχῆς, ἀτρώτους τηρεῖτε, τούς τιμῶντας ὑμᾶς πιστῶς, ταῖς πρός τόν Χριστόν ὑμῶν πρεσβείαις, ἑννεαρίθμων Ἁγίων συνέλευσις.Νεκρώσατε πᾶσαν τοῦ δυσμενοῦς, καθ’ ἡμῶν μανίαν, προστασίαις ὑμῶν σεπταῖς, παθῶν ἡμῖν ἀπολύτρωσιν αἰτοῦντες, ἑννεαρίθμων Ἁγίων συνέλευσις.Ἐτέχθη ἀφράστως ὁ Λυτρωτής, ἐκ τῆς Σῆς νηδύος, καί παρέσχετο τοῖς βροτοῖς, τήν τῆς ἀρᾶς ἐλευθερίαν, οἰκείῳ πόθῳ, Παρθένε, δι’ ἔλεος.

      ᾨδή γ’. Οὐρανίας ἁψῖδος.Ῥώμην δίδοσθαι θείαν, κατά παθῶν ἅπασι, τοῖς εἰλικρινῶς προσιοῦσι, ὑμῖν ἑκάστοτε, Δαμιανέ ἱερέ, καί Μιχαήλ Σεραφείμ τε, καί κλεινέ Νικόλαε, ὑμῶν δεήσεσιν.Θεοτοκίον.

      Διάσωσον, ἑννεαρίθμων Ἁγίων σεπτή χορεία, πάσης βλάβης καί πειρασμῶν τε καί θλίψεων, τούς προσιόντας, ἁγίοις ὑμῶν πρεσβείαις.

      Κάθισμα. Ἦχος β’. Πρεσβεία θερμή.

      ᾨδή δ’. Εἰσακήκοα Κύριε.Ἑννεάφωτος ὤφθητε, ἀληθῶς λυχνία καταπυρσεύσαντες, τῷ φωτί τῆς θείας χάριτος, τήν Εὐρυτανίαν πᾶσαν Ἅγιοι.Θεοτοκίον.

      ᾨδή ε’. Φώτισον ἡμᾶς.Πόνων χαλεπῶν, ἀσινεῖς ἡμᾶς τηρήσατε, Εὐρυτάνων ἀντιλήπτορες θερμοί, ἑννεάριθμοι χορεία θεοδόξαστε.Θεοτοκίον.

      ᾨδή στ’. Τήν δέησιν.Μεγίστων, ἀξιωθέντες ἐπάθλων, Μιχαήλ  καί Σεραφείμ Ἱεράρχα, Δαμιανέ καί Νικόλαε μάκαρ, Κυπριανέ καί Κοσμᾶ Ἰσαπόστολε, μεγάλων θλίψεων ἀεί, ἀνωτέρους ἡμᾶς συντηρήσατε.Θεοτοκίον.

       Διάσωσον, ἑννεαρίθμων Ἁγίων σεπτή χοεία, πάσης βλάβης καί πειρασμῶν τε καί θλίψεων, τούς προσιόντας, ἁγίαις ὑμῶν πρεσβείαις.

      Κοντάκιον. Ἦχος β’. Ταῖς τῶν αἱμάτων σου.

      Προκείμενον. Θαυμαστός ὁ θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπό τῶν ἀνθρώπων…Καί νῦν. Ταῖς τῆς Θεοτόκου…Ὅμιλε θεότιμε, ἑννεαρίθμων Ἁγίων, Εὐρυτάνων καύχημα, καί μεσῖται μέγιστοι πρός τόν Κύριον, δυσωπεῖν πάντοτε, τόν κοινόν Δεσπότην, μή ἐλλείπητε δεόμεθα, ὡς ἄν ῥυώμεθα, πάσης προσβολῆς τοῦ ἀλάστορος, καί πόνων καί κακώσεων, καί ὀδυνηρῶν περιστάσεων, καί πιστῶς ἀνύειν, τόν βίον ἐνισχύσατε ἡμᾶς, θεοφιλέσιν ἐν πράξεσι, καί ζωῆς σεμνότητι.

      ᾨδή στ’. Οἱ ἐκ τῆς Ἰουδαίας.Μεγαλύνοντες ἄθλοις, καί ἀγῶσιν ἁγίοις τόν πάντων Κύριον, Νικόλαε τρισμάκαρ, Δαμιανέ θεόφρον, Μιχαήλ καί Γεράσιμε, ἀπό μεγάλων ἡμᾶς, λυτρώσασθε κινδύνων.Θεοτοκίον.

      ᾨδή η’. Τον Βασιλέα.Ῥῦσαι Οἰκτίρμον, τῆς τοῦ ἐχθροῦ δυναστείας, τούς τό κράτος Σου τό θεῖον προσκυνοῦντας, τῶν ἑννεαρίθμων, Ἁγίων Σου πρεσβείας.Θεοτοκίον.

      ᾨδή θ’. Κυρίως Θεοτόκον.Μή παύσησθε φρουροῦντες, τούς ὑμᾶς τιμῶντας, καί ἐξαιτεῖσθαι ἡμῖν θεῖον ἔλεος, ἐννεαρίθμων Ἁγίων, χορεία πάντιμε.Θεοτοκίον.

      Μεγαλυνάρια.Χαίροις ἐννεάριθμε καί σεπτή, χορεία Ἁγίων, Εὐρυτάνων οἱ ἀῤῥωγοί, οἱ τῷ Ζωοδότῃ, πρεσβεύοντες ἀπαύστως, ῥύεσθε πάσης βλάβης, ἡμᾶς καί θλίψεως.Ῥωμανέ τρισμάκαρ Μάρτυς Χριστοῦ, σύν τῷ Γερασίμῳ, τῷ ἀθλήσαντι καρτερῶς, καί τῷ Ἀκακίῳ, τῷ νέῳ ἐν Ὁσίοις, τῆς τοῦ Χριστοῦ ἀγάπης, ἡμᾶς πληρώσατε.Ἥνεγκεν ἀνδρείως πόνους πολλούς, ὑπέρ τῆς Σῆς δόξης, Ζωοδότα Παμβασιλεῦ, τῶν ἑννεαρίθμων, Ἁγίων ἡ χορεία, ὦν ταῖς πρεσβείαις σῶζε, τούς προσκυνοῦντάς Σε.Τούς ἐν τῷ ἁγίῳ ὑμῶν ναῷ, πίστει εὐχομένους, διασώσατε ἀβλαβεῖς, καί Μονήν Τατάρνης, θερμῶς ὑμᾶς τιμῶσαν, Ἅγιοι Εὐρυτᾶνες, ἀεί φρουρήσατε.

      Τό  Τρισάγιον  καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.Δόξα.Καί  νῦν.

      Ὑπό  τοῦ  Ἱερέως  Ἀπόλυσις. Καί  τῶν  Χριστιανῶν  ἀσπαζομένων  τήν  Εἰκόνα  τῶν Ἁγίων καί  χριομένων  δι’ ἁγίου  ἐλαίου, ψάλλονται  τά  παρόντα  Τροπάρια. Ἦχος β’. Ὅτε  ἐκ  τοῦ ξύλου.Ἦχος  πλ. δ’.Ἦχος  β’.

      Δίστιχον·Γερασίμου δέξασθε τήν ἱκεσίαν.

       

       

       

       

       

       

       

       

    5. Ἑννεαρίθμων Ἁγίων ἡ χορεία,

    6. Τήν  πᾶσαν  ἐλπίδα  μου  εἰς  Σέ  ἀνατίθημι, Μῆτερ  τοῦ  Θεοῦ, φύλαξόν  με  ὑπό  τήν σκέπην  Σου.

    7. Δέσποινα  πρόσδεξαι  τάς  δεήσεις  τῶν  δούλων  Σου  καί  λύτρωσαι  ἡμᾶς  ἀπό  πάσης ἀνάγκης  καί  θλίψεως.

    8. Ἔχοντες πολλήν πρός τόν Χριστόν, ἤδη παρρησίαν Ἁγίων, χορεία πάντιμε, Εὐρυτάνων καύχημα, καί στῦλοι ἄσειστοι, δυσωπεῖτε δεόμεθα, λυτροῦσθαι κινδύνων, καί παθῶν καί θλίψεων, τούς ὑμῖν σπεύδοντας, λύσιν δέ διδόναι πταισμάτων, καί εἰρήνην πᾶσαν ἐν βίῳ, τοῖς ὑμᾶς γνησίως μακαρίζουσι.

    9. Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή ἀστοχήσωμεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν Χριστιανῶν.

    10. Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.

    11. Ἐλέησον  ἡμᾶς, Κύριε,  ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.

    12. Πᾶσαι  τῶν  Ἀγγέλων  αἱ στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων  ἡ  δωδεκάς, οἱ  Ἅγιοι Πάντες  μετά  τῆς  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.

    13. Ῥύσασθε  ἐκ πάσης ἡμᾶς πληγῆς, καί πάσης ἀνάγκης, καί κακίας τε καί ὀργῆς, τῶν ἑννεαρίθμων, Ἁγίων ἡ χορεία, τούς τῇ σεπτῇ πρεσβείᾳ, ὑμῶν προστρέχοντας.

    14. Χαίρετε οἱ νέοι ἐν Ἀθληταῖς, οἱ πόνοις οἰκείοις, καθελόντες τόν δυσμενῇ, οἱ Μονήν Τατάρνης, ἀπαύστως βοηθοῦντες, ἀπαύστως βοηθοῦντες, καί πᾶσι χορηγοῦντες, χαράν τήν κρείττονα.

    15. Μιχαήλ θεόφρον σύν τῷ Κοσμᾷ, Δαμιανέ μάκαρ, Σεραφείμ τε θαυματουργέ, Κυπριανέ θεῖε, ὁμοῦ σύν Νικολάῳ, αἰτεῖτε ἡμῖν, πᾶσι τό θεῖον ἔλεος.

    16. Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν  ἀειμακάριστον  καί παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν ἀσυγκρίτως  τῶν  Σεραφείμ, τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ μεγαλύνομεν.

    17. Ὑπέρφωτε λυχνία, τῆς ἀΰλου δόξης, δεδοξασμένη Μαρία Πανύμνητε, τῆς τοῦ ἐχθροῦ κακουργίας, ῥῦσαί με δέομαι.

    18. Οἱ μεγίστοι προστάται, τῆς Μονῆς Τατάρνης, ἐννεαρίθμων Ἁγίων τό σύστημα, τήν ἐκ Θεοῦ εὐλογίαν, πᾶσιν αἰτήσασθε.

    19. Ἰδού Εὐρυτανία, θερμῶς ὑμῖν προσπίπτει, ἐκδεχομένη ὑμῶν τήν βοήθειαν, ἐννεαρίθμων Ἁγίων, χορεία πάντιμε.

    20. Σύ εἶ Παρθένε, τοῦ ταπεινοῦ Σου ἱκέτου, ἀγαλλίαμα καί πρός Θεόν μεσίτις, ὦ οἰκείωσαί με, ταῖς μητρικαῖς λιταῖς Σου.

    21. Ἀγαλλιᾶται, Εὐρυτανία προστάτας, ὑμᾶς ἔχουσα ὦ Μάρτυρες Κυρίου, ἦ δίδοσθε ἀπαύστως, βοηθείαν ἐξ ὕψους.

    22. Ἔργοις ἀμέπτοις, εὐαρεστεῖν τῷ Κυρίῳ, ἐνισχύσατε ἡμᾶς ἐκδυσωποῦμεν, ταῖς ὑμῶν πρεσβείαις, Ἁγίων ἡ χορεία.

    23. Γεωργίᾳ Παρθένε, μετανοίας γνησίας βίου σεμνότητα, καί τρόπων εὐκοσμίαν, πιστῶς καλλιεργεῖν με, καταξίωσον Ἄχραντε, ἵνα ὑμνῶ Σου Ἁγνή, τό πλῆθος τοῦ ἐλέους.

    24. Ἐξ ἐχθρῶν ἀοράτων, Σεραφείμ Ἱεράρχα καί Ῥωμανέ στερρέ, Κυπριανέ παμμάκαρ, Κοσμᾷ σύν Ἀκακίῳ, ἀσινεῖς διασώζετε, τούς προσιόντας θερμῶς, ὑμῶν τῇ προστασίᾳ.

    25. Ἡ ἁγία χορεία, Εὑρυτάνων Ἁγίων ἡ ἐννεάριθμος, Χιστοῦ τῆ Ἐκκλησίᾳ, ὁμόνοιαν εἰρήνην, ἐξαιτήσασθε ἄνωθεν, καί τῶν πταισμάτων ἡμῶν, παρά Κυρίου λύσιν.

    26. Προσόμοιον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με ὁ Θεός,…

    27. Δόξα. Ταῖς τῶν Σῶν Ἁγίων…

    28. Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

    29. Ὡς ἑννεάριθμοι λύχνοι ἀείφωτοι, τῶν Εὐρυτάνων τήν χώραν αὐγάζετε, τῷ φέγγει τῆς θείας χησόττητος, τοῖς φωτοφόροις ὑμῶν παρακλήσεσιν, Ἁγίων χορεία ὑπέρτιμε.

    30. Ἄχραντε, ἡ διά λόγου…

    31. Δεσπότη, καί Ποιητήν τῶν ἁπάντων, τόν Χριστόν σωματικῶς τετοκυῖα, σωματικῆς ἀλγηδόνος με ῥῦσαι, καί δεσποτείας πικρᾶς τοῦ ἀλάστορος, ἀπάλλαξόν με δυσωπῶ, τῇ πολλῇ Σου Παρθένε χρηστότητι.

    32. Ἐνθέως, παρά Θεοῦ δοξασθέντες, ὡς δοξάσαντες Αὐτόν διά βίου, ὦ Ῥωμανέ καί Γεράσιμε Μάρτυς, καί θεοφόρε Ἀκάκιε Ὅσιε, ἐξ ἀδοξίας τῶν παθῶν, τούς ὑμᾶς εὐφημοῦντας λυτρώσασθε.

    33. Σωμάτων, καί τῶν ψυχῶν τάς ὀδύνας, θεραπεύσατε ὑμῶν ἱκεσίαις, καί πᾶσαν βλάβην ἐχθροῦ καί μανίαν, ἐπαπειλοῦσαν ἡμῖν δεινόν ὄλεθρον, διώξατε νῦν ἀφ’ ἡμῶν, Εὐρυτάνων Ἁγίων ὁμήγυρις.

    34. Ἴασαι Ἁγνή, τῶν ψυχῶν ἡμῶν τό σύντριμμα, ἐκκαθαίρουσα νοός τόν μολυσμόν, ῥυπτικαῖς σου προστασίαις δυσωποῦμέν Σε.

    35. Ὅμιλε κλεινέ, Ἀθλητῶν τῆς θείας πίστεως, Εὐρυτάνων καλλωπίσματα σεπτά, τήν ζωήν ἡμῶν ὑψόθεν κυβερνήσατε.

    36. Ἔχοντες ὑμῶν, τήν πρεσβείαν εἰς βοήθειαν, ἐκλυτρούμεθα δεινῶν ἐπιφορῶν, ἑννεάριθμοι θεράποντες τοῦ Κτίσαντος.

    37. Καθαρόν ὤφθης σκήνωμα, τοῦ Δημιουργοῦ τῶν ὅλων Πανύμνητε· ὅθεν κάθαρόν με δέομαι, πάσης ῥυπαρίας καί φαυλότητος.

    38. Συνοχῆς πικρᾶς ῥύσασθε, τῶν πειρατηρίων τοῦ βίου, Ἅγιοι, τούς ἐν πίστει καταφεύγοντας, ταῖς ὑμῶν ἁγίαις ἀντιλήψεσι.

    39. Μαρτυρίου ταῖς χάρισι, περιηνθισμένοι ὦ Νεομάρτυρες, γεωργεῖν ἡμᾶς σθενώσατε, τά τῆς μετανοίας ἄνθη εὔοσμα.

    40. Προστάται ἡμῶν, καί πρέσβεις πρός τόν Κύριον, καί θεῖοι φρουροί, καί φύλακες καί ἔφοροι, χορεία ἑννεάριθμε, Εὐρυτάνων Ἁγίων ἐδείχθητε· διά τοῦτο βοῶμεν ὑμῖν, ἀσφαλῶς τήν ζωήν ἡμῶν ἱθύνατε.

    41.  Ἐπίβλεψον, ἐν εὐμενείᾳ…

    42. Θρόνος πύρινος ὤφθης, καί χρυσαυγής θάλαμος, τοῦ Παμβασιλέως τῆς δόξης, καί Παντοκράτορος, Παρθένε Ἄχραντε· ὅθεν ἡμᾶς ναούς δεῖξον, τοῦ Ἁγίου Πνεύματος, βίου λαμπρότητι.

    43. Ἱλασμόν καί εἰρήνην, Κυπριανέ ἔνδοξε, σύν τῷ Ῥωμανῷ Γερασίμῳ, καί τῷ Κοσμᾷ ὁμοῦ, πάτερ Ἀκάκιε, ἡμῖν ἀεί ἐξαιτεῖσθε, παρά τοῦ δοξάσαντος, ὑμᾶς ἐν θαύμασι.

    44. Ἀθληταί θεοφόροι, νέα Χριστοῦ σφάγια, τῆς Εὐρυτανίας ἁπάσης, στῦλοι ἀκλόνητοι, ἡμᾶς στηρίξατε, Ὀρθοδοξίας τῇ πέτρᾳ, ἀφ’ ἡμῶν διώκοντες πᾶσαν ἐπήρειαν.

    45. Θεοτοκίον.

    46. Νοσοῦσι τῶν πόνων ἀπαλλαγήν, καί τοῖς θλιβομένοις, τήν τελείαν ἀναψυχήν, ὑμῶν ἱκεσίαις χορηγεῖτε, ἑννεαρίθμων Ἁγίων συνέλευσις.

    47. ᾨδή α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.

    48. Καί νῦν. Θεοτοκίον.

    49. Οἱ ἑννεάριθμοι καί πάμφωτοι λύχνοι, τῆς ζωηφόρου τοῦ Χριστοῦ φωταυγείας, Εὐρυτανίαν πᾶσαν οἱ πυρσεύοντες, ἀφ’ ἡμῶν διώξατε, τῶν παθῶν τήν ὁμίχλην, καί χαράν βραβεύσατε, καί ὑγείαν κατ’ ἄμφω, τοῖς τῇ πρεσβείᾳ σπεύδουσιν ὑμῶν, ἑννεαρίθμων Ἁγίων ὁμήγυρις.

JAN

2

    1. Ὀκτώηχοι Κανόνες ΤΙΜΙΟΥ ΠΡΟΔΡΟΜΟΥ0 Προσθέστε ένα σχόλιο

    2. Δημοσιεύτηκε 2nd January 2016 από τον χρήστη Καθηγητής Αντ.Μάρκου  

    3. Ετικέτες: Κανόνες

    4. Ποίημα ἁγ. Ἰωάννου τοῦ Μαυρόποδος, Ἐπισκόπου Εὐχαΐτων

      ΗΧΟΣ Α΄.ᾨδὴ α’. Ἦχος α’. Σοῦ ἡ τροπαιοῦχος.Ῥείθροις Ἰορδάνου ποταμοῦ, ὁ καταδύσας ἐλέους τὴν ἄβυσσον, ῥείθροις κατανύξεως, τὰς ἁμαρτίας μου σοφὲ κατάδυσον, καὶ δακρύων ὄμβροις, τὸν λογισμόν μου κατάρδευσον.Τὴν ἀμαυρωθεῖσάν μου ψυχήν, ἁμαρτιῶν ζοφερῶν ἐπιχύσεσι, λύχνος ὢν φανότατος, τοῦ ἐκ γαστρὸς πρὸ ἑωσφόρου λάμψαντας, ἡλίου τῆς δόξης, καταύγασον μετανοίας φωτί.Ὄρος τὸ κατάσκιον Θεοῦ, τὸν ὑψηλὸν οὐρανὸν καὶ εὐρύχωρον, θάλαμον τὸν ἔμψυχον, τὸν εὐθαλῆ καὶ εὐανθῆ παράδεισον, τὴν Παρθένον Κόρη, ὡς Θεοτόκον ὑμνήσωμεν.

      ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.Προφήτην σε ὄντα καὶ παντός, Προφήτου περισσότερον, ἐν γεννητοῖς τε γυναικῶν μείζονα, οὐδεὶς τῶν πάντων ὑμνῆσαι δύναται, πρὸς ἀξίαν Πρόδρομε, πλὴν τὸ κατὰ δύναμιν, Χριστοῦ φίλος ὡς γνήσιος δέχοιο.Ἐν σώματι μάκαρ ὑλικῷ, κᾂν ἔζησας ἄϋλος, ὁ ἀληθῶς ἐπίγειος Ἄγγελος, ἀλλ’ ὅμως εἶδας αὐτῶν τὴν ἄσπονδον μάχην καὶ ἀνένδοτον· διὰ τοῦτο νέκρωσον, τὸ ἐχθρὸν καὶ ἐπίβουλον φρόνημα.Καλήν Σε καλεῖ ἐν γυναιξίν, ὡραίαν ἐν νεάνισι καὶ ἐν παρθένοις νύμφην ἀνύμφευτον, ἡ ᾀσματίζουσα νύμφη Δέσποινα, οὐ γὰρ ἔστι Πάναγνε, σταθμὸς ἰσοστάσιος, τῆς πολλῆς καλλονῆς Σου καὶ χάριτος.

      Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      ᾨδὴ δ΄. Ὄρος Σε τῇ χάριτι.Μέγαν σε ἐνώπιον Κυρίου γενέσθαι δηλῶν, ὁ Γαβριὴλ τῷ σῷ πατρί, οἶνον καὶ σίκερα φησίν, οὐ μὴ πίη, ἔτι δὲ ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ ἐμπλησθήσεται Ἁγίου Πνεύματος, Ἅγιε Πρόδρομε.Λόγοις σε, τοῦ Λόγου τὴν φωνὴν μέλπειν Πρόδρομε, λόγων ἰσχὺς ἀδυνατεῖ, πρὸς δὲ τὴν σὴν περιωπήν, πᾶς νοῦς καὶ διάνοια ἰλιγγιᾶ, κἂν πρὸς τὸ βραχὺ ἀνανήψασθαι, εὐλαβουμένη τὸν πρόδηλον ὄλισθον.Ἴαμα Ἁγνὴ τὴν παρὰ Σοῦ δρόσον στάξον μοι, ἁμαρτιῶν διακαεῖ, συνεχομένῳ πυρετῷ, τῇ ψυχῇ μου φέρουσαν ἀναψυχήν, παθῶν τοῦ πνίγους καὶ καύσωνος, καὶ τὸν ἐκ τούτων φλογμὸν καταψύχουσαν.

      ᾨδὴ ε΄. Ὁ φωτίσας.Μετανοίας ἡ βροντόφωνος σάλπιγξ καὶ εὔσημος, ἡ πρὸς πάντα διηχήσασα τοῦ κόσμου τὰ πέρατα, λιγυρὸν διάτορον, καὶ παναρμόνιόν τε μέλος, μετανοεῖν με ἐνίσχυσον.Σὺ δικαίως, ὑπὲρ πάντας δικαίους τετίμησαι, ὃν γὰρ πάντες, Πατριάρχαι Προφῆται καὶ Δίκαιοι, ἰδεῖν ἐπεθύμησαν, αὐτὸς ἰδών τε καὶ βαπτίσας, πάντων εὐλόγως προκέκρισαι.Ὁ φωτίσας, οὓς ὁ ἄρχων τοῦ σκότους ἐσκότισε, καὶ συνάξας, οὓς ἡ πλάνη ὡς ὕδωρ ἐσκόρπισε, φώτισόν μου σύναξον, νοῦν σκοτεινὸν ἐσκορπισμένον, τῆς Σὲ τεκούσης δεήσεσιν.

      ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.Τὸν ἄσαρκον ἐν σώματί σε Ἄγγελον, ἀσώματος Ἀρχάγγελος, προμηνύει Βαπτιστὰ τῷ σῷ πατρί, Ἄγγελον ἐσόμενον τῆς χάριτος καὶ μηνυτήν, τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου Χριστοῦ.Παράστηθι προστάτης ἀκαταίσχυντος, καὶ ῥύστης ἀπροσμάχητος, ἐκδημούσῃ τῇ ψυχῇ μου Βαπτιστά, Πρόδρομον δίδους αὐτῇ τὴν σκέπην σου, καὶ ἀγαθὸν συνοδοιπόρον τὴν σὴν ἀντίληψιν.Ῥυθμίζουσα Σεμνὴ καὶ συνετίζουσα, μὴ λίποις καὶ φωτίζουσα, τὸν ἀσύνετον ἐμὲ καὶ σκοτεινόν, Σὺ γὰρ φωτισμὸς εἶ τῆς καρδίας μου, καὶ γλυκασμός, ἀλλὰ γενοῦ μοι καὶ ἱλασμὸς Ἀγαθή.

      ᾨδὴ ζ΄. Σὲ τὴν νοητήν.Δρόσῳ τῇ σῆς θερμῆς ἀντιλήψεως, τὴν φλεγομένην μου ψυχήν, ἐν καμίνῳ τῶν ἡδονῶν, δρόσισον καὶ ἄναψον, πῦρ ἐν τῇ καρδίᾳ μου, θείας ἀγάπης δροσίζον αὐτήν, φλογίζον δὲ τῶν παθῶν τῆς σαρκός, τὰς ἀκανθώδεις ὁρμάς.Οἷα ποιμήν, καλὶς καὶ ὁμόζηλος, τοῦ ἀρχιποίμενος Χριστοῦ, βακτηρία τῶν σῶν εὐχῶν, ποίμανόν με Πρόδρομε, θρέμμα χρηματίζοντα, τῆς σῆς ἀγέλης καὶ πρόβατον, ποίμνης τῆς σῆς, καὶ ἐπὶ ἀρετῶν χλόην με ἔκθρεψον.Μῦρον ἡμῖν μυστικὸν ἀνέβλυσας, οὐκ ἀνθρωπίνῃ μηχανῇ, οὐδὲ τέχνῃ μυρεψικῇ, συντεθὲν Ὑπέραγνε, ὡς ἐξ ἀρωμάτων δέ, τῶν παναχράντων αἱμάτων Σου, ἐν Σῇ γαστρί, σκευασθὲν καὶ φρικτῶς θείῳ πυρὶ ἐψηθέν.

      ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες.Ἐνεδρεύει λέων ὁ κρυπτός, ἁρπάσαι τὸν πτωχόν με, ὡς λέων ἐν ἀποκρύφῳ, ἐν τῇ μάνδρᾳ τῇ αὐτοῦ, καὶ θέσθαι κατάβρωμα τὸ σὸν θρέμμα, σύνθλασον τούτου τὰς μύλας τῇ σῇ ῥάβδῳ, καὶ ποιμαντικῇ σου ἐκδίωξον σφενδόνῃ.Ὁπλοφόρος ὑπερασπιστής, πρόμαχος σταυροφόρος, τὰς φάλαγγας τῶν δαιμόνων, διακόπτων κραταιῶς, γενοῦ μοι τῷ δούλῳ σου θεοκῆρυξ, μεθισταμένῳ καὶ διαζευγνυμένῳ, τῆς γῆς καὶ τοῦ σκήνους, τοῦ ζεύξαντος προστάξει.Σὲ ἐτύπου αἰνιγματωδῶς, ῥάβδος ἀαρωνῖτις τὴν ἔντιμον ὄντως ῥάβδον, καὶ πολύτιμον σαφῶς, ὑπέρτιμε Δέσποινα ἀποτίστως, ὥσπερ ἐκείνη, βλαστήσασαν ὡραῖον ἄνθος ἀφθαρσίας τὸν Κύριον τῆς δόξης.

      ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας Σου.Ὤφθης ἀνθρωπίνης φύσεως, καὶ νοερᾶς οὐσίας μάκαρ μεθόριον, ἀϋλίαν γὰρ μετὰ τῆς ὕλης ἰσάγγελον, ἀσαρκίαν ἐσχάτην ἐν σώματι, ἀπάθειάν τε ἄκραν, ἐμπαθῆ τῇ σαρκὶ ἐκατόρθωσας.Νύκτα τῶν παθῶν μου σκέδασον, φωτιστικαῖς ἀκτῖσι τῆς ἀπαθείας σου, καὶ τὸν λύχνον μου, τὸν ἐσβεσμένον ὑπάναψον, ὡς πολύφωτος λύχνος τῆς χάριτος· ὁτι σὺ φωτιεῖς μου, τὸν τῆς καρδίας λύχνον Πρόδρομε.Ὅλον ἐμαυτόν σοι Πρόδρομε, καὶ τὴν ἐλπίδα πᾶσαν τῆς σωτηρίας μου, προσανατιθῶ, σὺ τὴν ζωήν μου κυβέρνησον, καὶ γενοῦ μοι φρουρός, ἀδιάστατος, ἐπὶ τῷ νῦν αἰῶνι, ἐν δὲ τῷ μέλλοντι προστάτης θερμός.

      ΗΧΟΣ Β΄.ᾨδὴ α΄. Ἐν βυθῷ κατέστρωσε.Ἀπὸ βρέφους ἔρημον ξηράν, ἄβατον καὶ ἄνυδρον, γῆν ὑπὲρ φύσιν ἀνθρωπίνην ὤκησας, ἐντεῦθεν ἐξήνθησεν, ὡσεὶ κρῖνον ἡ στεῖρα ἔρημος Πρόδρομε, σὲ τὸν ἐκ στείρας, ὅρπηκα τῆς χάριτος ἐκτρέψασα.Τῶν ἐπαίνων σου ὁ πλατυσμός, καὶ τῶν ἐγκωμίων σου, ὁ πληθυσμὸς καὶ τῆς δόξης τὸ μέγεθος, στενοῦσι με Πρόδρομε, ἀπορίαν ἐξ ἀπορίας ἐπάγονται, καὶ σμικρύνουσί μου τὸν νοῦν, τῇ πυκνότητι συμπνίγονται.Ἡ Θεοῦ σοφία ἑαυτοῦ, οἶκον ᾠκοδόμησεν, ἀχειροποίητον Σὲ Ὑπεράμωμε, ἐν ᾧ κατοικήσασα, πορφυρίδα βασιλικὴν ἐξυφάνατο, ἐκ τῶν Σῶν αἱμάτων, ὡς ἀπὸ ἐρίων ἁλουργῶν ἑαυτῇ.

      ᾨδὴ γ΄. Τῆς πίστεως ἐν πέτρᾳ με.Διάῤῥηξον, τὸν σάκκον μου τῆς αἰσχύνης, ἐπένδυσον χιτῶνα τῆς εὐφροσύνης, περίζωσόν με ζώνην τῆς σωφροσύνης, καὶ τοῦ νυμφῶνός με Θεοῦ ἀξίωσον, σὺ γὰρ φίλος γνήσιος τοῦ νυμφίου Χριστοῦ.Ἡ σάλπιγξ ἡ μεγάλη τῆς μετανοίας, ὁ κῆρυξ ὁ λαμπρὸς τῆς θεογνωσίας, ὁ ῥήτωρ ὁ πυρίπνους τῆς βασιλείας, ὁ τὴν μετάνοιαν πρῶτος κηρύξας ἐν γῇ, μετανοίας τρόπους μοι δίδου Πρόδρομε.Σκληρὸς καὶ ἀκατάνυκτος χρηματίζων, νωθρὸς καὶ βαρυκάρδιος δεδειγμένος, τὴν βλύσασαν τὸ ὕδωρ τῆς σωτηρίας, καθικετεύω Σε Θεογεννήτρια, ὕδωρ κατανύξεως ἐπομβρῆσαί με.

      Κάθισμα. Ἦχος β΄. Εὐσπλαγχνίας ὑπάρχεις.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      ᾨδὴ δ΄. Ἐλύληθας.Νοήμασιν ἐντρυφῶν οὐρανίοις μακάριε, τρυφῆς ὡς παράδεισον, ἄκαρπον ἔρημον ὤκησας, ἄϋλος ὡς Ἄγγελος, τροφῇ ἀΰλων Ἀγγέλων ἐκτρεφόμενος.Ἐκάκωσε τὸ οἰκτρὸν τῆς μοιχείας ἀνδράποδον, δεσμοῖς σε, τὸν λύσαντα ἀνόμου μίξεως σύνδεσμον, καὶ προκινδυνεύοντα, τῶν θείων νόμων ὁ ὄντως ἀνομίας υἱός.Ὑπέρτερον οὐρανοῦ καὶ τῆς γῆς Σε πλατύτερον ἀνέδειξεν σκήνωμα, ὁ οὐρανοῦ καὶ τῆς γῆς Ποιητῆς, Κόρη παναμώμητε, καὶ ἐν γαστρί Σου σκηνώσας ἀνεπαύσατο.

      ᾨδὴ ε΄. Ὁ φωτισμός.Ἐν τῷ πυρί, τῇ γεέννης Σωτήρ μου μὴ μὲ βαπτίσῃς, ὥσπερ ἐν βαπτίσματι τελευταίῳ, ἠχρειωκότα, ἐν πολλαῖς ἀνομίαις, ὅ μοι δέδωκας πρῶτον βάπτισμα, ταῖς τοῦ Βαπτιστοῦ Σου πρεσβείαις δὲ σῶσόν με.Ἅρμα πυρός, τὸν Ἠλίαν ἐξάραν ἀναλαμβάνει, ὡς εἰς οὐρανὸν, ἀλλὰ σὺ Προφῆτα, ἐπὶ γῆς μένων, τῇ χειρί σου βαπτίζεις, τὸν Δεσπότην τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ σεραφικὸς παραστάτης δεικνύει θαμών.Νοῦς ἀμυδρός, καὶ καρδία βραβεῖα καὶ στενὴ γλῶσσα, ποῖόν Σοι προσοίσουσιν ὕμνον Κόρη, πᾶς γὰρ ὁ κόσμος, χεῖλος ἓν μία γλῶσσα, ἐὰν γένονται οὐ δυνήσονται, ὄντως ἐπαξίως ὑμνῆσαί Σε Δέσποινα.

      ᾨδὴ στ΄. Πρὸς Κύριον ἐκ κήτους.Οὐ γέγονε Προφήτης σοῦ ἐπὶ τῆς γῆς ὑπέρτερος, οὐδὲ Ἀπόστολος, οὐδὲ Μάρτυς, οὐδὲ Δίκαιος, οὐδὲ ἐν γεννητοῖς γυναικῶν, ἐγήγερται μείζων σου Ἰωάννη πανεύφημε.Προέφησεν Ὑψίστου προφητικῶς Προφήτην σε, προπορευόμενον, πρὸ προσώπου θεῖε Πρόδρομε, Κυρίου καὶ Αὐτοῦ, ὁδοὺς ἑτοιμάζοντα ὁ πατήρ σου φθεγγόμενος πνεύματι.Ῥαγῆναί με προσύλου καὶ γεηρᾶς ἐφέσεως, καὶ ὑψηλότερον, τῶν παθῶν καὶ τῶν ὀρέξεων, γενέσθαι τῆς σαρκός, Δέσποινα, παράσχου μοι, οὐρανῶν ὑψηλότερον σκήνωμα.

      ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.Σὲ μάκαρ δηλῶν, ἐκ προσώπου τοῦ Πατρὸς ὁ Ἡσαΐας, πρὸς τὸν Υἱὸν σαρκοθησόμενον, πόῤῥωθεν κράζει τὸν Ἄγγελον· νῦν ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἐμόν, πρὸ προσώπου Σου ὃς ἔμπροσθέν Σου, τὴν ὁδὸν κατασκευάσει τὴν Σήν.Ἐνώπιον σοῦ, ἐκχεῶ περιπαθῶς, τὴν δέησίν μου, τὴν θλίψιν πᾶσαν τῆς καρδίας μου, ἀπαγγελῶ σου ἐνώπιον, πρόστηθι, παράστηθι σῶσον, τὸν οἰκέτην σου Πρόδρομε, ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ πικρῶς τὸ πνεῦμά μου.Ῥημάτων ἐμῶν, εἰσφορὰν τὴν πενιχρὰν προσδεξάμενος, ὡς προσφορὰν τελείαν ἄμωμον, ὥσπερ θυμίαμα εὔοσμον, ἀρωματοσύνθετον μῦρον, συμφορᾶς πάσης ῥῦσαί με, περιφορᾶς τε τῶν παθῶν Θεογεννήτρια.

      ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ.Ἐπικειμένην ἀφανῶς, τοῦ θανάτου τμητικὴν ὁρῶν ἀξίνην, τῆς ψυχῆς μου τῇ ῥίζῃ τὴν ἐκτομὴν δειλιῶ, καὶ τρέμω τὸ πῦρ τὸ ἀκάματον, δένδρον χρηματίζων γεωργοῦν ἀκαρπίαν.Ὡς γῆς τυγχάνουσα ψυχή, ἣ πιοῦσα ὑετὸν πολλάκις μένει, μὴ ποιοῦσα βοτάνην, τοῖς γεωργοῦσιν αὐτὴν χρήσιμην, ἀνεύθετον πόαν δέ, πῶς εὐλογηθήσῃ παρὰ τῶν παριόντων.Ὁ καθαρώτατος ναός, τοῦ Σωτῆρός μου Χριστοῦ καὶ Βασιλέως, ὁ περίδοξος θρόνος ὁ ὑψηλὸς οὐρανός, ὁ ὄντως ἄσυλος παράδεισος, ἄνοιξόν μοι πύλας Δέσποινα Παραδείσου.

      ᾨδὴ θ΄. Ἀπορεῖ πᾶσα γλῶσσα.Ὢ παῤῥησίας, ὢ τιμῆς, ἀπείρου καὶ δόξης ἧς ἠξιώθης, μόνος ὑπὲρ πάντας τοὺς Ἁγίους Δικαίους, τοὺς ἐκ τοῦ αἰῶνος Πρόδρομε· Ὅν γὰρ Προφῆται, ἐκ γενεῶν ἀρχαίων προήγγειλαν, Χριστὸν τοῦτον χειροθετήσας, ἁπάντων πλέον δεδόξασαι.Νεκροῦντα μέλη, τὰ ἐπὶ τῆς γῆς καὶ τὸ σῶμα, ὑποπιάζειν καὶ δουλαγωγεῖν αὐτό, ἐνίσχυσόν με μάκαρ, καὶ τὸ πωλικὸν καὶ ἄτακτον σκίρτημα τούτου, ὑποπιάζειν θείῳ τε πνεύματος ζυγῷ τοῦτο καθυποκλίνειν, παράσχου μοι Βαπτιστὰ τοῦ Χριστοῦ.Ἡ τῆς γεέννης ἔμφλογος εἰκών, καταφλέγει ἱστορουμένη, καὶ κατὰ διάνοιαν χρωματογραφουμένη, τὴν πολυπαθῆ καρδίαν μου, τὴν καιομένην σπινθηροβόλοις ἄνθραξι τῶν ἁμαρτιῶν, ἥνπερ σῇ δροσοβόλῳ πρεσβείᾳ σβέσον μοι Πρόδρομε.Σὲ εὐλογοῦσιν Ἄγγελοι, Ἀσώματοι ἄνω Σὲ ἀνυμνοῦσιν, ἄνθρωποι ἐν σώματι Παρθένε, Κόρη κάτω, γῆ καὶ οὐρανὸς καὶ θάλασσα, κοινῇ χορείᾳ, παναρμονίῳ μέλει, παγκόσμιον ᾠδήν, χαῖρέ Σοι χαρμοσύνως βοῶσι Θεογεννήτρια.

      ΗΧΟΣ Γ΄.ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα.Ἐν τῷ θείῳ στεφάνῳ, σὲ τῆς σεπτῆς Ἐκκλησίας, ὡς διαυγῆ μαργαρίτην, ὁ Χριστὸς ἔπηξε, καὶ ὡς ἀστέρα φαιδρό, ἐν τῷ στερεώματι μαρμαρυγαῖς φωτοβόλοις, ἄνωθεν αὐγάζοντα τὰς διανοίας ἡμῶν.Ὁ ἑδράσας ἀσχέτως γῆν ἐφ’ ὑγρῶν θεμελίων καὶ στερεώσας ἀπτώτως, οὐρανὸν δεύτερον ἐπὶ ὑδάτων Χριστός, ὕδασι βαπτίζεται, ὑπὸ σοῦ ὅνπερ δυσώπει, ὕδωρ κατανύξεως μάκαρ ὀμβρῆσαί μοι.Σωτηρίας ἡ πύλη ἡ διανοίξασα πύλας, τοῦ Παραδείσου κλεισθείσας, καὶ ἐμοὶ ἄνοιξον τῆς εὐσπλαγχνίας Θεοῦ, πύλην δι’ ἧς ἤνοικται τῆς οὐρανῶν Βασιλείας, τοῖς ἀνθρώποις Δέσποινα, πύλη εὐρύχωρος.

      ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.Ὅλη ἀκάνθαις ὑλομανεῖ τῶν παθῶν, καὶ δεινῶς κεχέρσωται, ἡ ψυχή μου καὶ δέομαι, ταύταις ἐπαφεῖναί σου τῆς εὐσπλαγχνίας, τὴν τέμνουσαν ἀξίνην.Ῥιζοτομήσας τὰς τῶν ἐμῶν ἡδονῶν, ἀκάνθας κατάσπειρον, ἐν τῇ γῇ τὰς καρδίας μου, Θεοῦ φόβον Πρόδρομε, ὅπως βλαστήσῃ καλῶν πολύχουν στάχυν.Ἱερωτέρα Σὺ πάσης τῆς λογικῆς, Πανάμωμε φύσεως, ἀσυγκρίτως γεγένησαι, Χερουβεὶμ ὑπάρχεις γάρ, καὶ Σεραφεὶμ ἀληθῶς ἁγιωτέρα.

      Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.Ὄρθρος φαεινός, τῆς δικαιοσύνης τὸν ἥλιον, ἔφυς προμηνύων Βαπτιστά, παρθενικῆς νεφέλης ἀνίσχοντα, καὶ περιαυγάζοντα, κόσμον καὶ νόμον τὸ σκιῶδες λύοντα.Πτέρυξι χρυσαῖς, τῆς ἁγίας σκέπης σκέπασον, ὥσπερ ἀετὸς τὴν νοσσιάν, τὴν ἑαυτοῦ σκεπάζει καὶ ῥῦσαί με, θηράτρων τοῦ ὄφεως, καὶ τῶν ποικίλων βρόχων καὶ παγίδων αὐτοῦ.Ῥήμασι τοῖς Σοῖς, εὐσεβῶς ἑπόμενοι Δέσποινα, Σὲ τὴν μακαρίαν ἀληθιῶς, αἱ γενεαὶ καὶ γλῶσσαι καὶ πᾶσαι φυλαί, Δυνάστην μακάριον Θεὸν τεκοῦσαν, πόθῳ μακαρίζομεν.

      ᾨδὴ ε΄. Ὡς εἶδεν Ἡσαΐας.Σαλεύει τρικυμία, καὶ καταιγὶς καὶ ζάλη συνταράσσει με, καὶ χειμάζει κλύδων παιῶν βαρύτατος, ἀλλ’ ἔχων τὴν σὴν πρεσβείαν, ὥσπερ εὔδιον λιμένα γαληνόν, καὶ ἄκλυστον ὅρμον διασωθείην Πρόδρομε.Ἐν δόξῃ ἀπροσίτῳ, τῷ τοῦ Δεσπότου θρόνῳ παριστάμενος, καὶ τριφώτῳ αἴγλῃ περιεχόμενος, φωτί με τῆς μετανοίας, καταφώτισον ἐν σκότει καὶ σκιᾷ, καὶ νυκτὶ βαθείᾳ ἁμαρτίας καθεύδοντα.Χριστοῦ Σε θείαν βίβλον, ἐσφραγισμένην Δέσποινα τῷ Πνεύματι, ὁ Προφήτης πάλαι προεθεάσατο, ἐν Σοὶ γὰρ ἐγράφη λόγος, ἀλογίας ὁ ῥυσάμενος ἡμᾶς, Ὃν δυσώπει βίβλῳ, τῆς ζωῆς καταγράψαι με.

      ᾨδὴ στ΄. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων.Ὑπογραμμὸς ἀΰλου βίου, ἀρετῆς κανὼν εὐθύτατος, ἀγγελικῆς διαγωγῆς, ἀπεικόνισμα καὶ μίμημα, ὁ βίος σου Προφῆτα, ἀνάδειξον καὶ ἡμᾶς, κἂν ἐκ μέρους.Ῥεῖθρον ἀφέσεως ἐν ῥείθροις, ζωηρὸν ὕδωρ ἐν ὕδασι, μέγαν εἰρήνης ποταμόν, ὁ βαπτίσας ἐν ῥοαῖς ποταμοῦ, παθῶν τοὺς βορβορώδεις καὶ θολερούς, καὶ ἁλμυροὺς ποταμοὺς ξήρανόν με.Ἱσχὺς καὶ ὕμνησίς μου Κόρη, Ἰησοῦς Χριστὸς ὁ Κύριος, ὁ τὴν ἁγίαν Σου νηδύν, ὡς εὐρύχωρον παλάτιον, οἰκήσας καὶ τηρήσας ταύτην ἁγνήν, Ὃν αἴτησαι τοῦ πυρὸς ῥύσασθαί με.

      ᾨδὴ ζ΄. Ὡς πάλαι τοὺς εὐσεβεῖς.Τὴν ἄβατον καὶ ξηράν, καὶ ἄνυδρον ἔρημον, ὡς οὐρανὸν ὤκησας σοφέ, θείαις θεωρίαις, ἀεὶ ἐπεντρυφῶν ὑψηλοῖς νοήμασιν, ἀγγελικῶς ἡδόμενος ὁ ἐπίγειος Ἄγγελος.Ὑψαύχενα λογισμόν, καρδίαν ἀγέρωχον, καὶ ἐπηρμένην ψυχήν, δέδοικα τὴν ἄσβεστον φλόγα τοῦ πυρός, ἐν ᾗ δένδρα καίεται, τὰ ὑψηλὰ καὶ ἄκαρπα, ἧς με ῥῦσαι Χριστοῦ Βαπτιστά.Φιλάνθρωπον ἀληθῶς, καὶ εὔσπλαγχνον Κύριον, καὶ ἐλεήμονα σαρκικῶς, Δέσποινα τεκοῦσα, συνήθως ἐπ’ ἐμοὶ τὴν φιλανθρωπίαν Σου, καὶ εὐσπλαγχνίαν γνώρισον ἐλεῆμον καὶ σῶσόν με.

      ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.Λαὸν περιούσιον θεῖον, κατεσκευασμένον παντοκράτορι Κυρίῳ, ἑτοιμάσαι προαπεστάλης οὗ καὶ προπεπόρευσαι ἐν δυνάμει μάκαρ, Ἠλιοῦ καὶ πνεύματι, ὁ ὑπὲρ Ἠλίαν καὶ πάντας τοὺς προφήτας.Ἔχων παῤῥησίαν μεγάλην, πρὸς τὸν ὑπὸ σοῦ ἐν Ἰορδάνῃ βαπτισθέντα, Βαπτιστὰ Ἰωάννη μάκαρ, σῶσον ἐν βορβόρῳ τῶν ἡδονῶν με, ὅλον καταβαπτιζόμενον, καὶ παθῶν ἰλύϊ δεινῶς ἐμπεπαρμένον.Ξένα καὶ παράδοξα Κόρη, καὶ ὑπεφυῆ καὶ ὑπὲρ ἔννοιαν καὶ λόγον, τὰ μεγάλα Σου μεγαλεῖα· σύλληψιν γὰρ ἄσπορον ἔσχες μόνη, τόκον ἄφθορον ἀμόλυντον· ὅθεν τοὺς τιμῶντάς Σε σῶσον Θεοτόκε.

      ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.Ὡς ὢν συγγενὴς τοῦ Κτίσαντος, καὶ φίλος τοῦ νυμφίου Χριστοῦ, καὶ θεῖος νυμφοστόλος, καὶ φαιδρότατος νυμφαγωγός, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, τὴν νυμφευθεῖσαν Χριστῷ τοῦ οὐρανίου νυμφῶνος, καταξίωσόν με Πρόδρομε.Νεφέλαις ὑδάτων Πρόδρομε, ὁ περιβάλλων τὸν οὐρανόν, καὶ ταύταις ὑετίζειν ἐντελλόμενος ἐπὶ τὴν γῆν· σὲ ὀμβροτόκον νεφέλην, ἄνωθεν ἥπλωσε, τῆς μετανοίας τὸν ὄμβρον μυστικῶς ἡμῖν ὀμβρίζουσαν.Ὁ νόμος ἀργεῖ καὶ πέπαυται, ἦλθεν ὁ νομοθέτης καὶ γάρ, τὸ γράμμα τὸ σκιῶδες, ὡς γηράσαν καὶ παλαιωθέν, ὑποχωρεῖ τῇ ἐκφάνσει τῆς νέας χάριτος, ἧς ἐλλαμφθῆναι τῇ αἴγλῃ, καταξίωσόν με Πρόδρομε.Ὑμνῶ Σου τὴν χάριν Δέσποινα, γεραίρω τὴν ἀντίληψιν, τὴν σκέπην μεγαλύνω, ὁ μυρίων εὐεργεσιῶν, παρὰ τῆς Σῆς ἀπολαύσας ἀγαθοδώρου ῥοπῆς· ἀλλά μου πρόστηθι Κόρη, καὶ ἐν ὥρᾳ τῆς ἐτάσεως.

      ΗΧΟΣ Δ΄.ᾨδὴ α΄. Ὁ πατάξας Αἴγυπτον.Ἐκ τῆς γῆς ἀλήθεια προανατείλας Πρόδρομε, μηνύεις διακάπτειν ἐξ οὐρανοῦ δικαιοσύνην, δι’ οἰκτιρμῶν ἄβυσσον, ἀνθρώποις ὁμιλήσασαν μετὰ σώματος.Ἀσιτίαν ἄμετρον, σκληραγωγίαν σύντονον, ἐσχάτην ἀσαρκίαν, ὡς εἷς Ἀγγέλων, ἐπεδείξω ἀγγελικῶς Πρόδρομε, βιῶν μετὰ τῆς ὕλης καὶ πρὸ τῆς λύσεως.Ῥητορεύων ἄνωθεν, ὁ Γαβριὴλ ἐφίσταται, καὶ χαῖρέ Σοι κραυγάζει, Παρθένε κεχαριτωμένη, χαῖρε χαρᾶς σκήνωμα, τρυφῆς ἀδιαῤῥεύστου, χαῖρε Παράδεισε.

      ᾨδὴ γ΄. Ἐστερεώθη ἡ καρδία μου.Οὐκ ἐφικνεῖται τοῦ μεγέθους τῆς σῆς ἀξίας, καὶ τοῦ ὕψους σου Προφῆτα, ἀνθρωπίνων ἐγκωμίων ἔπαινος, πάντα γὰρ καόπιν, χωρεῖ τῆς σῆς ἁγιότητος.Ἀπεγνωσμένος, διὰ πλῆθος ἁμαρτημάτων, καὶ μὴ ἔχων ἐλπίδα σωτηρίας, εἰς τὴν σὴν καταφυγὼν ἀντίληψιν, σοὶ προσεπεῤῥίπτω, τὴν τῆς ψυχῆς μου ἀπόγνωσιν.Σαλευομένην τὴν καρδίαν στερέωσόν μου, ἡ τεκοῦσα Θεὸν Θεογεννήτωρ, γῆν τῷ νεύματι σαλεύοντα, καὶ μὴ σαλευθεῖσα, τῆς παρθενίας τὰ σήμαντρα.

      Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      ᾨδὴ δ΄. Εἰσακήκοα ὁ Θεός.Ἀπὸ βρέφους τὴν ἀγαθήν, καλῶς μερίδα ἐπιποθήσας, ταῖς ἐρήμοις προσεχώρησας, αἷς ἐνδιαιτώμενος, ταῖς ἀρεταῖς ἰσάγγελος γέγονας.Ὁ κοσμήσας τὸν οὐρανόν, ἀστέρων πλήθει, καὶ τῷ ἡλίῳ, ὡς πολύφωτόν σε ἥλιον, ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας, ἔπτηξε Πρόδρομε.Ἰαμάτων ἀνελλιπῆ, πηγὴν γινώσκων, καὶ χαρισμάτων, θησαυρόν σε ἀδαπάνητον, ἱκετεύω Δέσποινα, τὸν ψυχικῶς νοσοῦντά με ἴασαι.

      ᾨδὴ ε΄. Τὸν φωτισμόν Σου, Κύριε.Λελαμπρυσμένος χάρισι, φαιδραῖς τῶν ἀρετῶν, καὶ μαρτυρίου ἐμπρέπων πορφύρα, Πρόδρομε Χριστῷ, συμβασιλεύεις ὑπὲρ πάντων δεόμενος.Κατὰ παθῶν ἐνίσχυσον, ἡμᾶς φθοροποιῶν, καὶ δίδου χεῖρα κλυδωνιζομένοις, σάλῳ πειρασμῶν, καὶ τρικυμία περιστάσεων Πρόδρομε.Ὡς ἀληθῶς γεννήσασαν, Θεὸν ἀληθινόν, καὶ ὡς κυρίως τεκοῦσαν, τὸν πάντων Κύριον Ἁγνή, Σὲ Θεοτόκον ἀληθῶς καὶ κυρίως φρονῶ.

      ᾨδὴ στ΄. Ζάλη με.Εὕροιμι παραστάτην καὶ προστάτην, σὲ Κυρίου Πρόδρομε, ἐν ὥρᾳ τῆς ἐκδημίας, καὶ ἡμέρᾳ τῆς δίκης τῆς φρικτῆς, ῥυόμενον πάσης με, αἰωνιζούσης κολάσεως.Γέεναν κατεσκεύασα πυρφόρον, ἐμαυτῷ τοῖς ἔργοις μου, καὶ ταύτην ἑπταπλασίως, ἐν ἀκάνθαις ἐξέκαυσα παθῶν· διὸ δός μοι Πρόδρομε, δάκρυα ταύτην σβεννύοντα.Ὄρος Σε ἀλατόμητον Παρθένε, Δανιὴλ ἑώρακε, κατάσκιον ἀρεταῖς δέ, ὁ Προφήτης προεῖδεν Ἀββακούμ, ἐξ’ οὗ ἡμῖν ἔπνευσεν ἀναψυχῆς, πνεῦμα ἔνδροσον.

      ᾨδὴ ζ΄. Τῇ εἰκόνι τῇ χρυσῇ.Ἑωσφόρος πεφηνώς, τοῦ ἀνεσπέρου ἡλίου, ταῖς σαῖς ἀκτῖσι, καὶ φεγγοβόλοις αὐγαῖς, καταφωτίσαις μου τὴν καρδία, τὴν ὀμίχλην τοῦ νοός, καὶ τὴν ἀχλὺν τοῦ λογισμοῦ, σκεδάζων καὶ διδούς μοι φῶς μετανοίας ἰδεῖν, καὶ σκότους πεῖραν φυγεῖν.Μοναστῶν ὑπογραμμός, καὶ ἀσκητῶν ποδηγέτης, τῆς παρθενίας ἔμψυχον ἄγαλμα, τῆς σωφροσύνης ἔμπνοος στήλη, ἀρετὰς τὰς γενικάς, ἐγγεγραμμένας ἐν αὐτῇ ὡράθης κεκτημένη, καὶ ἀρχηγὸς Βαπτιστά, τοῦ Χριστωνύμου λαοῦ.Ὁ συνάναρχος Πατρί, καὶ συναΐδιος Λόγος, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ ἀοράτου Πατρός, ἀνεκφοιτήτως ἀδιαστάτως ἐκ τῶν κόλπων τοῦ Πατρός, ὅλον κενώσας ἑαυτὸν ἐν κόλποις Σου Παρθένε, ἤνοιξε κόλπους ἡμῖν τοῦ ἱεροῦ Ἀβραάμ.

      ᾨδὴ η΄. Γῆ καὶ πάντα.Αὔρα γένοιτό μοι λεπτή, ἔνδροσος νεφέλη σκιερά, πνεῦμα ζεφύρου λιγυρόν, ἀναψύχον με καὶ δροσίζον, παθῶν ἐν καμίνῳ παφλαζούσῃ, δεινῶς φλογιζόμενον, ἡ σὴ θεία χάρις Πρόδρομε καὶ ἡ σκέπη.Ὅλος ἄϋλος ἐν σαρκί, ἄσαρκος ἐν ὕλης μετοχῇ, ὤφθης Κυρίου Βαπτιστά, ὥστις Ἄγγελος σαρκοφόρος, καὶ γὰρ ἐκ σπαργάνων, ἁπαλῶν τε ὀνύχων τὴν ἔρημον, ἔσχες κατοικίαν, τρυφῶν ἐν ἀτροφίᾳ.Στάμνος μάννα τὸ νομικόν, φέρουσα ἐτύπου μυστικῶς, Σὲ τὴν τὸ Μάννα τῆς ζωῆς, Κόρη φέρουσα θείαν στάμνον, ἐκ Σοῦ γὰρ ἐκβλύζει, γλυκασμὸς ἀγαλλίασις καὶ τρυφῆς χειμάῤῥους, γλυκάζων ὑπὲρ μέλι.

      ᾨδὴ θ΄. Κρυπτὸν θεῖον.Ὡς ὄρθρος ἀνέτειλας ἐν τῇ σκοτίᾳ τοῦ σκιώδους γράμματος, καὶ τῇ τοῦ νόμου νυκτί, τὰς φωταυγεῖς ἀκτῖνας τῆς χάριτος, αὐγάζων μάκαρ, καὶ τὸν τῆς δικαιοσύνης φαίνων Ἥλιον.Νομὴν ἕλκη βρύουσα σηπεδονώδη, τῶν παθῶν μου ξήρανον Κυρίου Πρόδρομε, ὁ ποταμοὺς εἰς ἔρημον θέμενος, καὶ διεξόδους ὑδάτων τῆς ἀσεβείας εἰς γῆν ἄνυδρον.Ἡ πρώην οὐ τίκτουσα καὶ ἀτεκνοῦσα, Ἐκκλησία Πρόδρομε, τῶν ἐθνῶν δέδεικται σαῖς διδαχαῖς πολύπαις καλλίτεκτος γονιμωτάτη, ἡ στεῖρα προφητικῶς ἑπτὰ γὰρ ἔτεκεν.Σκηνὴν χαριτόπλοκον, χρυσῆν παστάδα, λογικὸν παράδεισον, οὐρανὸν ἔμψυχον, πορφυραγῆ χρυσόμορφον θάλαμον τοῦ Βασιλέως ὑπάρχουσαν, μεγαλύνομέν Σε Δέσποινα.

      ΗΧΟΣ ΠΛ. Α΄.ᾨδὴ α΄. Ἵππον καὶ ἀναβάτην.Ἔχων ταῖς ἁμαρτίαις νενεκρωμένην ψυχήν, εἰς τὴν σὴν καταφεύγω ζωοποιὸν ἀντίληψιν, μακάριε Πρόδρομε, ζώωσόν με πράξεσιν ἐναρέτοις, τῇ μεσιτείᾳ σου.Πρόληψις ὀλεθρίων πολιορκεῖ με παθῶν, καὶ συνηθείᾳ φαύλῃ, παγιωθεῖσα χρόνῳ μακρῷ, ὡς τύραννος ἕλκει με, εἰς δουλείαν πρόφθασον, ἐξελοῦ με Κυρίου Πρόδρομε.Τέτοκας ὑπὲρ λόγον τὸν διὰ λόγου τὸ πᾶν, συστησάμενον Λόγον, Λόγου Θεοῦ λοχεύτρια· διὸ ἐξ ἀλόγων με παθῶν ῥῦσαι, ὅπως ὑμνολογῶσι τὴν πολυΰμνητον.

      ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.Νεφέλη Χριστιανοὺς σκεπάζουσα καὶ σκιάζουσα, καὶ παθῶν τοῦ καύσωνος ἀναψύχουσα, καὶ φωτοειδὴς πυρός, Πρόδρομε χρηματίζεις, νέου λαοῦ προπορευόμενος, καὶ πρὸς σωτηρίαν ἰθύνων ἡμᾶς.Ἐτρώθην τῆς ἡδονῆς ῥομφαία καὶ τέθνηκα, καὶ θανῶν ἐν τάφῳ κεῖμαι πορώσεως, λίθῳ καλυπτόμενος βαρεῖ, ἄκρας ἀναισθησίας, ἀναλγησίας ἀπογνώσεως, σῶσον Βαπτιστὰ τὸν οἰκέτην σου.Ῥομφαῖαι αἱ τοῦ ἐχθροῦ εἰς τέλος ἐξέλιπον, πόλεις γὰρ καθεῖλεν αὐτοῦ ὁ Ὕψιστος· Σοὶ γὰρ ὡς ἐν πόλει λογικῇ, ἱδρύσας ὁ Σωτήρ μου, τὰ Ἑαυτοῦ βασίλεια Κόρη, τῶν ἐχθρῶν τὰς πόλεις κατέδραμον.

      Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας Σου.Ἰδοὺ κηρύσσων ἔκραζες, ἤγγικεν ἡ Βασιλεία τῶν οὐρανῶν, μετανοήσατε ἕκαστος, καὶ μετανοίας γνησίας, ποιήσατε ἀξίους καρποὺς ἐν Χριστῷ.Ὁ φίλος τοῦ Νυμφίου Χριστοῦ τοῦ Θεοῦ, ὁ ἐστηκὼς καὶ ἐν χαρᾷ τῆς τοῦ Νυμφίου ἀκούων φωνῆς, τοῦ οὐρανίου νυμφῶνος, μετόχους ἐν χαρᾷ, πάντας ποίησον.Ἰσχύς μου Σὺ καὶ ὕμνησις Δέσποινα, ἐγένου γάρ μοι προφανῶς, εἰς σωτηρίαν γεννήσασα, τὴν σωτηρίαν τοῦ κόσμου, Χριστὸν τὸν Λυτρωτὴν καὶ Σωτῆρά μου.

      ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.Ῥείθροις κατανύξεως δρόσισον Πρόδρομε, τὴν τετηγμένην καὶ ἐψυγμένην, τῷ φλογμῷ καὶ καύσωνι, τῷ τῆς ἁμαρτίας, πολυπαθῆ καρδίαν μου.Στάσεως καὶ τάξεως καὶ κατασχέσεως, τῶν σῶν προβάτων ἀξίωσόν με, διὰ τοῦ Προδρόμου σου, ὁ ἀμνὸς ὁ αἴρων, τὴν ἁμαρτίαν κόσμου παντός.Φλόγα τὴν ἀκάματον καὶ ἀνυπόστατον, εἰς πνεῦμα δρόσου διασυρίζον, καὶ εἰς ἀναψύχουσαν αὔραν ὁ Σὸς τύπος, μετήψειμε Πανύμνητε.

      ᾨδὴ στ΄. Ἐκύκλωσέ με.Ῥεόντων φορὰν ἄστατον, καὶ ὕδωρ παθῶν ἀνυπόστατον, καὶ τὴν πολυτάραχον τῶν ἡδονῶν θάλασσαν, ἀκλυδωνίστως με μάκαρ διαβίβασον.Νεφέλης ἀνατείλαντα, Παρθένου τὸν ἄδυτον Ἥλιον, ἐμήνυσας Πρόδρομε, ὡς λύχνος πολύφωτος, ὃν ὁ τῶν φώτων, Πατὴρ Χριστῷ ἡτοίμασεν,Σὲ πύλην ἀδιόδευτον, καλοῦμεν καὶ χώρα ἀνήροτον, καὶ γῆν ἀγεώργητον, ζωὴν γεωργήσασαν Μαρία πάναγνε, χαρμονὴ τῶν δούλων Σου.

      ᾨδὴ ζ΄. Ὁ ἐν καμίνῳ πυρός.Συγχυτικαῖς τῶν παθῶν, ἐπαγωγαῖς σκοτιζομένην, τὴν ταπεινήν μου ψυχήν, φώτισον Πρόδρομε.Ἵλως ὣν τῆς φωνῆς, τῶν ἱκετῶν καὶ οἰκετῶν σου, μὴ ἐπιλάθη φωνὴ τοῦ λόγου Πρόδρομε.Κατὰ τὸ πλῆθος Ἁγνή, τῶν ὀδυνῶν μου τῆς καρδίας, αἱ παρακλήσεις Σου νῦν μὲ εὐφρανάτωσαν.

      ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.Τρέμω ἐννοῶν τὸ φοβερόν Σου βῆμα, καὶ ἀπροσωπόληπτον Χριστὲ κριτήριον, ἔνθα βοῶ Σοι διὰ τοῦ Βαπτιστοῦ Σου· μὴ μὲ καταισχύνῃς τὸν κατηχρειωμένον.Σὲ ὡς διαυγῆ καὶ φεγγοβόλον λίθον, λυχνίτην πυρσεύοντα φωτὶ τῆς χάριτος, καὶ ὡς πολύτιμον ἕνα μαργαρίτην, ἔπηξε Χριστὸς Ἐκκλησίας ἐν τῷ στέφει.Ὄμβρος ἐπὶ Σὲ ζωαρχικὸς κατέβη, ἁγνὴ καὶ ἐμέθυσε τῆς γῆς τὰς αὔλακας, καταδροσίζων καρδίας καυσωμένας, καὶ ἐπαναψυχῶν ψυχὰς λιποψυχούσας.

      ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.Ὡς τρυγὼν φιλέρημος, ὡς ὡραία μάκαρ ἀηδών, ὡς εὔλαλος χελιδών, μέλος μυστικόν, ἡμῖν ἐκελάδησας, καὶ συγκαλεῖς γλώσσῃ λιγυρᾷ, πρὸς τῆς χάριτος, θεῖον ἔαρ τοὺς ῥιγῶντας κακοῖς.Νοητοὶ συσχόντες με ὁδοστάται, ἄσαρκοι λησταί, ᾐκίσαντο πικρῶς καὶ ἀνηλεῶς, πληγαῖς με συγκόψαντες ἡμιθανῆ, ἔλιπον σοφέ, αἷς τὸ σὸν ἔλαιον, ὥσπερ ἔλαιον ἐπίχεε.Θεοτοκίον.

      ΗΧΟΣ ΠΛ. Β΄.ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ.Ὡς παντοδύναμος Λόγε ἀγγελικάς, ὑπεστήσω φάλαγγας, ἀσωμάτων λειτουργῶν, ἐπ’ ἐσχάτων δὲ τὸν Βαπτιστήν, σαρκοφορὸν ἐπὶ γῆς, Ἄγγελον ἔκτισας.Ῥερυπωμένην καρδίαν καὶ λογισμόν, μολυσμοῖς σπιλούμενον, ἀκαθάρτων ἐννοιῶν, κεκτημένος δέομαι ῥοαῖς, κατανύξεως θερμῆς, πλύνον με Πρόδρομε.Ὁ κατοικῶν Θεὸς Λόγος ἐν οὐρανοῖς, ὁ ἐν ἀρχῇ ἄναρχος, οὐρανόν Σε λογικόν, ἐπὶ γῆς δειμάμενος Ἁγνή· μὴ λιπὼν τοὺς οὐρανοὺς ἐν Σοὶ ἐσκήνωσεν.

      ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.Ῥοαῖς ὁ λούσας ποταμοῦ, ποταμὸν τῆς εἰρήνης, καὶ πηγὴν τῆς σοφίας, καὶ χειμάῤῥουν οἰκτιρμῶν, Αὐτὸν δυσώπει σοφέ, τὸν χειμάῤῥουν τῆς τρυφῆ ποτίσαι με.Μερὶς καὶ κλῆρος ἡ ἐλπίς, ἐν ἐμοὶ σωτηρίας οὐχ ὑπάρχει ἐξ ἔργων, διὰ τοῦτο πρὸ τῶν σῶν, προκυλινδοῦμαι ποδῶν, δυσωπῶ σε, σῶσόν με Χριστοῦ Βαπτιστά.Πλατυτέρα οὐρανῶν, ὡς τῆς γῆς ἀνωτέρα, ὡς ἁγία ἁγίων, Χερουβὶμ καὶ Σεραφίμ, ὡς ὑπερτέρα Σεμνή, ἀσυγκρίτως, τὸν Θεὸν ἐχώρησας.

      Κάθισμα. Ἦχος πλ. β΄. Ἐλπὶς τοῦ κόσμου.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      ᾨδὴ δ΄. Χριστός μου δύναμις.Ἐξ ἀμελείας μοι, κακὴ συνήθεια, ἐκ δὲ τῆς συνηθείας οὐκ ἀγαθή, ἕξις προσεγένετο, ἥτις τῷ χρόνῳ παγεῖσα, ὡς δευτέρα φύσις ἄγχει με.Στενά μοι πάντοθεν, πάντα καὶ ἄπορα, καὶ μετὰ κατηφείας καὶ ὀδυρμοῦ, καὶ δακρύων ἄξια, γνήσιε φίλε τοῦ Χριστοῦ, εἰς χαρὰν τὸ πένθος τρέψον μου.Ἰδού Σε Δέσποινα θεομακάριστε, μακαρίζουσι πᾶσαι αἱ γενεαί, τὴν ἀειμακάριστον, ὡς μακαρίους ποιοῦσαν, τοὺς ἀεί Σε μακαρίζοντας.

      ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου.Ἐν θρήνοις Λόγε καὶ στεναγμοῖς, Σὲ τὸν ἀμνησίκακον Θεόν, ἐκδυσωπῶ καὶ Σωτῆρά μου, σῶσόν με δεήσεσι τοῦ Προδρόμου Σου, καὶ ῥῦσαι τῶν ἐν ᾍδου τιμωριῶν Ἀγαθέ.Τῆς Βασιλείας τῶν οὐρανῶν, θεῖος εἰσηγήτωρ γεγονὼς καὶ μετανοίας διδάσκαλος, ἔργα μετανοίας ἀξίωσόν με ποιεῖν, δι’ ὧν ἡ Βασιλεία τῶν οὐρανῶν ὠνητή.Ἡ καλλονὴ τοῦ Ἰακώβ, ἡ ἐκλελεγμένη τῷ Θεῷ πρὸ τοῦ γενέσθαι τὰ σύμπαντα, ἡ ἁγιωσύνην καὶ καθαρότητα, ἀσύγκριτον πλουτήσασα χαῖρε Δέσποινα.

      ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.Πηγὴν χαριτόβρυτον, εὐσπλαγχνίας ποταμόν, φιλανθρωπίας πέλαγος, ἀγαθωσύνης ἄβυσσον Βαπτιστά, βαπτίσας διασώσον, ἐν βορβόρῳ, παθῶν με βαπτιζόμενον.Οἰκίαν αἰώνιον, ἐκ Θεοῦ οἰκοδομήν, σκηνὴν ἀχειροποίητον, ἐν οὐρανοῖς νῦν ἔσχηκας Βαπτιστά, ἐπὶ κατελύθη σου, ἡ τοῦ σκήνους οἰκία ἡ ἐπίγειος.Σκηνὴ θεοχώρητε, ὄρος ἅγιον Θεοῦ, χρυσοῦν θυμιατήριον, πύρινε θρόνε, πάγχρυσε κιβωτέ, λυχνία πολύφωτε, ἀδιόδευτε πύλη, χαῖρε Δέσποινα.

      ᾨδὴ ζ΄. Δροσοβόλον μέν.Ἑωσφόρος φεγγοβόλος ἀνατέταλκας, ἥλιον προμηνύων ἡμῖν, τὸν ἐκλάμψαντα ἐκ νεφέλης Κόρης καθαρᾶς, οὗ νῦν ἐλλαμφείην, ταῖς αὐγαῖς τῆς φωτοχύτου καλλονῆς, καὶ ὡραιότητος.Ὥσπερ Ἄγγελος ἀσώματος ἐν σώματι, ὡς ἄϋλος ἐν ὕλῃ σαρκός, πεπολίτευσαι, Βαπτιστὰ καὶ Πρόδρομε Χριστοῦ· διό με παθῶν σωματικῶν, καὶ ὑλικῶν περισπασμῶν, δεῖξον ἀνώτερον.Οὐκ ἰσχύει τὸ μυστήριον τοῦ τόκου Σου, διερμηνεῦσαι γλῶσσα βροτῶν· τὸν γὰρ ἄναρχον καὶ ἀόρατον καὶ ἀναφῆ, καὶ πάσης ἐπέκεινα φωνῆς, σάρκα γενόμενον ἐκ Σοῦ, Δέσποινα τέτοκας.

      ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.Ὑπερβὰς τὴν τῶν ὄντων δυάδα Πρόδρομε, τῆς Ἁγίας Τριάδος αὐτόπτης γέγονας, καὶ τὴν ὑλικὴν ἐκφυγὼν περιπέτειαν, ἄϋλος ἀΰλοις Ἀγγέλοις ἠριθμήθης.Ὁ ἐκ πέτρας ἀνίκμου πηγάσας ὕδατα, ἐξ ἀγόνων λαγόνων σὲ ἀναδέδωκε, καὶ στειρωτικῶν ἐξ ὠδίνων παρήγαγεν, ὁ ἐκ τοῦ μὴ ὄντος παραγαγὼν τὰ πάντα.Σελασφόρον λαμπάδα καὶ χρυσαυγίζουσα, φωτοφόρον παστάδα καὶ πορφυρίζουσαν, στάμνον γλυκασμοῦ, κιβωτὸν ἁγιάσματος, ἔγνωμέν Σε Κόρη ὑπερευλογημένη.

      ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.Ὡς νόμου πλήρωμα καὶ κεφάλαιον, ὡς ἀρχηγὸν Χριστὸν τελειωτήν τε τῆς πίστεως, καταγγείλας Προφῆτα γεγένησαι, νόμου σφραγὶς καὶ τέλος, ἀρχὴ δὲ χάριτος, καὶ τῆς προφητείας εὐκλεὲς ὄντως συμπέρασμα.Νοὸς εὐθύτητος προορώμενος, τὴν τῶν ἐθνῶν γλυκεῖαν προσδοκίαν τὸν Κύριον, φυγαδεύων παιδόθεν ἐμάκρυνας Πρόδρομε, ἐν ἐρήμοις αἷς αὐλιζόμενος, Χριστὸν ἐθεάσω τὸν Θεὸν Ὃν προσδέχου ἀεί.Ἡλίου λύχνε διαφανέστατε, Λόγου φωνὴ Προφῆτα καὶ τῆς χάριτος Πρόδρομε, τοῦ νυμφίου Χριστοῦ φίλε γνήσιε, πάντων ἡμῶν ἐν ὥρᾳ τῆς ἐξετάσεως, μνήσθητι καὶ πρόστηθι τῶν σὲ μακαριζόντων πιστῶς.Σκιαὶ καὶ τύποι καὶ τὰ αἰνίγματα, τὰ νομικὰ παρῆλθον, τῇ γεννήσει Σου Δέσποινα, ὡς γὰρ κουφὴ νεφέλη ἀνέτειλας, τὸν τῆς Δικαιοσύνης ἄδυτον ἥλιον, οὗ ταῖς γλυκεραῖς μαρμαρυγαῖς καταυγασθείημεν.

      ΗΧΟΣ ΠΛ. Β΄.ᾨδὴ α΄. Κύματι θαλάσσης.Ὕμνος ἀνθρωπίνου, ἐκ στόματος μάκαρ, οὐδεὶ προέρχεται, τῆς σῆς ἐπάξιος, ὑπεροχῆς τε καὶ δόξης, ὃν γὰρ φρίττουσι τὰ πάντα Θεόν, Ἰορδάνου νάμασιν, αὐτὸς ἐχειροθέτησας.Ὥσπερ ἑωσφόρος, Χριστοῦ τοῦ ἡλίου προτρέχεις Πρόδρομε, ἐκ γῆς ἀλήθεια, προανατείλας καὶ πάσιν, οὐρανόθεν διακύπτουσαν, εὐαγγελίσαμενος δικαιοσύνης Κύριον.Νόμοι ἐν Σοὶ Κόρη, τῆς φύσεως ὄντως, κεκαινοτόμηνται κυοφορούσῃ Χριστόν, τὸν νομοδότην καὶ νόμου, ποιητὴν τὸν ἐπιστρέφοντας, δικαιοῦντα χάριτι, τοὺς πρὶν ἀνόμους ἅπαντας.

      ᾨδὴ γ΄. Σὲ τὸν ἐπὶ ὑδάτων.Μίαν ἐν Ἰορδάνῃ, θεότητα τρισὶ μεριζομένην, προσώποις ἀμερίστως, ἑνιζομένην δὲ φύσεως ὑπερφυεῖ ταυτότητι, μεμυσταγώγησαι, Ἰωάννη παναοίδιμε.Στένῳ κατανοῶν μου, τὴν ἄμετρον πληθὺν τῶν ἐγκλημάτων, ἐν ὥρᾳ καὶ ἡμέρᾳ τῆς φοβερᾶς ἐξετάσεως, μή με παρίδης δέομαι Κυρίου Πρόδρομε, ἀλλὰ σῶσόν με τὸν δοῦλόν σου.Μόνη μετὰ τὸν τόκον, μεμένηκας ὥσπερ ἧς πρὸ τοῦ τόκου, πανάμωμος Παρθένε, καὶ ἀδιάφθορος μόνη ἐν Σοί, καινοπρεπῶς συνέδραμον τόκος ἀπόῤῥητος, παρθενίας τε παράδοξος.

      ᾨδὴ δ΄. Τὴν ἐν σταυρῷ Σου θείαν.Λογοθεσίου δεινοῦ σῶσόν με, φορολόγων πικρῶν τελωνῶν τοῦ ἀέρος, καὶ ἐκ τοῦ κοσμοκράτορος, ῥῦσαι Βαπτιστά, τὴν ψυχήν μου, ὁπόταν τῆς γῆς μεθίσταται.Ἐν τῇ ἀξίνῃ ἐκτημηθῆναί με, τῆς ὀργῆς τοῦ Θεοῦ, ὥσπερ ἄκαρπον δένδρον, πυρὸς δὲ παρανάλωμα τοῦ ἀειφλεγοῦς, γεγονέναι εὐχαῖς σου Πρόδρομε κώλυσον.Ἰσχὺν καὶ σθένος καὶ κραταίωμα, προσφυγὴν βοηθὸν ὀχύρωμα καὶ τεῖχος, ἀντίληψιν παράκλησιν, καὶ μετὰ Θεόν, προστασίαν καὶ σκέπην, Σὲ ἔχω Δέσποινα.

      ᾨδὴ ε΄. Πρὸς σὲ ὀρθρίζω.Ἐνώπιόν σου τῆς ἐμῆς καρδίας νοῦν ἐκχέω Προφῆτα, τὴν δέησιν καὶ ταύτης, προσαπαγγέλω μετ’ ὀδύνης τὴν θλίψιν καὶ κράζω σοι· ὥσπερ οἶδάς με σῶσον τὸν οἰκέτην σου.Ὅταν λαμβάνῃς Δέσποτα τῆς γῆς με, ἐκ χειρὸς τοῦ παμφάγου, καὶ ὄντως ἀκορέστου, λύτρωσαι ᾍδου τὴν ψυχήν μου, λιταῖς τοῦ Προδρόμου Σου, ὁ τὸν ᾍδην σκυλεύσας καὶ τὸν θάνατον.Ὑπέρκειταί Σου Πάναγνε τὸ θαῦμα, ἀνθρωπίνης σοφίας, καὶ γνώσεως Ἀγγέλων, καὶ ὑπερβαίνει κατὰ κράτος τῶν λόγων τὴν δύναμιν, ἐγκωμίων γὰρ νόμον οὐχ ὑπόκεινται.

      ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.Ὁ θείας ἁψάμενος, τῇ χειρί σου κορυφῆς, τοῦ ἁπτομένου ὥς φησιν ἡ Γραφή τῶν ὀρέων καὶ καπνισμῷ, αὐτὰ ὑποβάλλοντες, τὴν αὐτοῦ ἆρον χεῖρα πρὸς Θεὸν δι’ ἐμέ.Διεξόδους ξήρανον, τῆς ῥεούσης ἐν ἐμοί, ὑδατηρᾶς μακάριε, ἁμαρτίας ἡδύτητα τῷ ἐχθρῷ, πολλὴν καὶ ἀπόλαυσιν, προξενούσης ἐμοὶ δὲ πῦρ ἀκάματον.Ἐλέους ἀκτῖνά μοι, τότε φᾶνον ἡ τὸ φῶς, τεκοῦσα τὸ ἀΐδιον, ἐξ ἀστραπῆς τῆς θείας αἱ ἀστραπαί, ὅτε Τούτου φάνωσι, πάσῃ τῇ οἰκουμένῃ καὶ κλονεῖτε ἡ γῆ.

      ᾨδὴ ζ΄. Ἄφραστον θαῦμα.Πολλαῖς ἀκάνθαις, βιωτικῶν περιστάσεων, μεριμνῶν τε, Βαπτιστὰ Χριστοῦ, καὶ τῶν σαρκικῶν μᾶλλόν με ὀρέξεων συμπεπνιγμένον, καὶ οὐ τελεσφοροῦντα, νῦν προφθάσας, διάσωσον εὐχαῖς σου.Τὴν ζωὴν πᾶσαν, ἐν ἀμελείᾳ παρῆλθόν μου, ἀλλὰ δός μοι κᾂν ἐν τελευτῇ, θεῖε Βαπτιστά, καρποὺς ἐπιδείξασθαι τῆς μετανοίας, ἀξίους ἐκήρυξας, πρῶτος πάντων μετάνοιαν ἐν κόσμῳ.Ἡ φλογοφόρος λαβίς, ἡ ἄνθρακα φέρουσα, τοῦ ἀΰλου κόλποις Σου πυρός, ἄνθρακας ἐμῶν, παθημάτων δρόσῳ Σου, τῆς εὐσπλαγχνίας, κατάσβεσον Παρθένε, καὶ ἀνθράκων ἀσβέστων λύτρωσαί με.

      ᾨδὴ η΄. Ἔκστηθι φρίττων.Ἵλεως ἔσομαι Σωτήρ, ἡνίκα μέλλω σου, παραστῆναι τῷ φρικτῷ, ὁ τάλας καὶ ἀστέκτῳ βήματι, καὶ εὐμενῶς ἐπ’ ἐμέ, ἐπίβλεψον ὄμματι ἰλέῳ, καὶ μή με τὸν θυμώδη, ἐν θυμῷ σου ἐλέγξας, μή με τὸν ὀργίλον παιδεύσας ἐν ὀργῇ σου.Ἄρας ἀξίνην τμητικήν, τῆς ἀντιλήψεως καὶ τῆς σκέπης σου σοφέ, Προφῆτα προθέλιμνον ἔκκοψον, ὡς γεωργὸς ἀγαθός, τὸ δένδρον ἐν ἐμοὶ τὸ βλαστῆσαν, παρὰ τὰς διεξόδους, τῆς ὑγρᾶς ἁμαρτίας, καὶ καρποφορῆσαν καρποὺς θανατηφόρους.Νοῦν ὑπερήφανον ὁ Σός, τόκος Πανάχραντε, ἐταπείνωσεν εἰς γῆν, καὶ τύφον τοῦ ἐχθροῦ κατέσπασε καὶ ἐπηρμένην ὀρφῦν, πιστῶν ὑποτάξας ποσὶ τοῦτον, ὡς τὴν ὀλεθροτόκον, κεφαλὴν συμπατοῖτο, καὶ τὴν μιαιφόνον, συντρίβοιτο καρδίαν.

      ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.Ἡδὺ τοῖς φίλοις φίλων αἰτήματα, ἀποπληροῦν οὐκ ἔστι γὰρ πιστοῦ φίλου ἀντάλλαγμα, Ἰωάννη τῶν ὄντων οὐδὲν ἀτεχνῶς, σὺ σὲ Κυρίου φίλος εἶ γνησιώτατος· ὅθεν αἴτησαι σωθῆναί με, καὶ γὰρ οὐ παρακούσει σου.Ἀστέκτῳ θρόνῳ ὁ παριστάμενος, σεραφικὸς οἷά τις παραστάτης ἐμοῦ καὶ προστάτης γενοῦ, καὶ ὑπερασπιστής μου, ὅτε τοῦ σώματος, ἡ πολυαμάρτηρος ἐμὴ ψυχὴ χωρίζεται.Ἡ γέεννά μοι παρετοιμάζεται, τῆς τελεθυτῆς ἀξίνη τμητικὴ παραθήγεται, τὴν τομὴν ἀκαρπία μνηστεύεται, Πρόδρομε ταῖς εὐχαῖς σου σβέσον τὴν κάμινον, θήλυνον τὸ ξίφος, τὴν τομὴν ἐπέσχες κώλυσον.Νοὸς ἐκ πένητος διανοίας τε, ἐξ ἐμπαθοῦς ἡλίκον Σοι προσοίσω ἐγκώμιον, τῇ Θεὸν πλουτησάσῃ ἀῤῥήτως Υἱόν, ἄχραντε Θεοτόκε· ὅθεν τὴν πρόθεσιν, ὅση καὶ τὴν πίστιν, τὴν ἐμὴν εἰδεῖα σῶσόν με.

      ΗΧΟΣ ΒΑΡΥΣᾨδὴ α΄. Νεύσει σου.Νόμοις οὐχ ὑποπίπτει, βροτοπρεπῶν ἐγκωμίων, ἡ δόξα σου Πρόδρομε, ἡ θεία καὶ ἀσύγκριτος· ὅθεν τὸν πάντων Δεσπότην, ἐγκωμιαστὴν ἐπαξίως εὐτύχησας.Βέλη τῆς ἁμαρτίας, τὴν βεβλημένην ψυχήν μου, θεράπευσον Πρόδρομε, φαρμάκῳ τῆς πρεσβείας σου, καὶ τὸν τὴν ἐμὴν καρδίαν, τρώσαντα βελίαρ κυρίως ἀντίτρωσον.Δόξα τῷ ἐν ὑψίστοις, θεοπρεπῶς ὑμνουμένῳ, πυρίνοις ἐν στόμασι, καὶ φλογεροῖς ἐν χείλεσιν, ὅτι ἐκ Παρθένου Κόρη, διὰ τὴν ἡμῶν σωτηρίαν σεσάρκωται.

      ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς.Μνήμη δικαίων ἱερῶς, μετ’ ἐγκωμίων τελεῖται, ἀλλ’ ἡ μνήμη Πρόδρομε  ἡ σή, ἐπαίνου παντὸς ὑπερανέστηκε, καὶ ἐγκωμίων ἀτεχνῶς, ὑψηλοτέρα ὁρᾶται, πάσης εὐφημίας γὰρ ὑπέρκειται.Στεῖραν καὶ ἄγονον ψυχήν, καὶ ἀτεκνοῦσαν καρδίαν, κεκτημένος Πρόδρομε Χριστοῦ, πρὸς σὲ τὸ τῆς στείρας γλυκὺ βλάστημα, καταφυγὼν ἐκδυσωπῶ, τὴν χερσωθεῖσαν ψυχήν μου, δράγμασιν ἐνθέοις δεῖξον γόνιμον.Ὁ πλήρης ὢν καθὸ Θεός, ἐν ἀκενώτῳ κενώσει ἐκενώθη Δέσποινα ἐν Σοί, καὶ πάντες ἡμεῖς σαφῶς ἐλάβομεν, ἐκ τοῦ πληρώματος Αὐτοῦ, καὶ ἀντὶ χάριτος χάριν, ἐκ Σοῦ γὰρ ὁ Λόγος σὰρξ ἐγένετο.

      Κάθισμα. Ἦχος βαρύς. Ὁ καρπός.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.Περιπεσὼν βρόχοις ἡδονῶν, καὶ ἐμπεσὼν εἰς ψυχοφθόρων χεῖρας ληστῶν, ἐξεδύθην τὸ οὐράνιον τῆς ἁγνείας ἔνδυμα, ἀλλὰ σύ με σκέπασον Πρόδρομε.Ὁ προδραμὼν μάκαρ τοῦ Χριστοῦ, τῆς ἐπὶ γῆς καὶ ὑπὸ γῆν καθόδου φρικτῆς, καὶ κηρύξας τοῖς ἐν ᾅδῃ ζωήν· ζωῆς με ἀξίωσον, τῆς ἐν τῷ αἰῶνι τῷ μελλόντι.Σοῦ τὴν σεπτὴν σκέπην καὶ θερμήν, μὴ ἀντανέλης ἀπ’ ἐμοῦ Πανύμνητε, βοηθὸς δέ μοι τῷ πένητι, γενοῦ καὶ προσφύγιον, ἐν ταῖς εὐκαιρίαις καὶ θλίψεσιν.

      ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου.Ἄλαλα γεννηθήτω, τοῦ πικροῦ τυράννου καὶ μισανθρώπου, τὰ χείλα τὰ δόλια, καιρῷ τῆς ἐξόδου μου, καὶ μὴ εὕρῃ λόγον λαλῆσαι, κατ’ ἐμοῦ τοῦ δολίου σου Πρόδρομε.Ὥσπερ ἐν ἀκυμάντῳ, Βαπτιστὰ λιμένι, προσέδραμόν σοι, ἐκ τῆς πολυκύμονος θαλάσσης τοῦ βίου φυγών, δός μοι νοῦν βεβηκότα, καὶ ἀπερικτύποτον ἔννοιαν.Μήτηρ ἐν ταῖς παρθένοις, καὶ παρθένος ὤφθης ἐν ταῖς μητράσιν, ἀπείρανδρε Δέσποινα, Θεὸν γὰρ ἐγέννησας, τὸν καινοτομοῦντα τὰς φύσεις, καὶ μεταποιοῦντα τῷ νεύματι.

      ᾨδὴ στ΄. Ναυτιῶν τῷ σάλῳ.Κεκμηκὼς ὁ νόμος, καὶ καταγηράσαν τὸ γράμμα, ἐλθούσης τῆς χάριτος ἀπεπαύθη, καὶ τῆς ἡμέρας φανείσης, παρῆλθεν ἡ νύξ, τὰ γὰρ προσκιάσματα τοῦ κόσμου, ὁ τῆς ἀληθείας χαρακτὴρ ἐπέχρωσεν.Ῥυπαρῶν χειλέων, καὶ μεμολυσμένης καρδίας, τὴν δέησιν Πρόδρομε μὴ ἀπώσῃ, ἀλλὰ εὐσπλάγχνως τῆς ποίμνης σου μνήσθητι, τῆς συναγωγῆς σου ἧς ἐκτήσω, καὶ λύτρωσαι ῥάβδῳ τὴν κληρονομίαν σου.Μακαρία ὄντως, Σοῦ ἡ μακαρία κοιλία, Χριστὸν ἡ βαστάσασα τὸν Σωτῆρα, θεομακάριστε Κόρη πανάμωμε, καὶ εὐλογημένοι οἱ μαστοί Σου, οὓς ὁ τρέφων ἅπασαν πνοὴν ἐθήλασεν.

      ᾨδὴ ζ΄. Κάμινον παῖδες.Λῦσον δεσμοῦ με, παθῶν καὶ τῷ φόβῳ Χριστοῦ, ἀλύτως με σύνδεσον, ὁ τῆς μητρὸς διαλύσας τὴν στείρωσιν, πατρός τε τὴν κώφωσιν, καὶ αὐτῷ ἀποδοὺν ἣν ἀφηρέθη φωνήν.Ἴθυνον μάκαρ, τοῦ Πνεύματος αὔραις, πρὸς τὸν λιμένα τὸν ἄκλυστον, τὴν ναυτιῶσαν ψυχήν μου τοῖς πάθεσι, καὶ ὅρμῳ προσόρμισον, μετανοίας αὐτὴν ἐνηχομένην κακοῖς.Τίς ποτὲ εἶδε ἢ ἤκουσεν ὅλως Κόρην Παρθένον ἐγκύμονα, ἄνευ ἀνδρὸς συλλαβοῦσαν καὶ τέξασαν, ἐν Σοὶ μόνη Δέσποινα, τὰ ἀνήκουστα ἤκουσται καὶ πέπρακται.

      ᾨδὴ η΄. Ἄφλεκτος πυρί.Ἔκτεινον τὴν σὴν δεξιὰν Προφῆτα χεῖρα, ἣ κορυφῆς ἐφήματο, τοῦ ἁπτομένου τῶν ὀρέων Χριστοῦ, καὶ τρέμοντα ψαλμικῶς φόβῳ, δεικνύοντος αὐτὰ καὶ καπνιζόμενα, καὶ διὰ ταύτης τῇ σῇ με σημείωσιν σφραγίδι, μήπως ἄψηταί μοι, φονία χεὶρ δολία.Ὅτε μητρικῆς ἐκ νηδύος ἡγιάσθης, ὤφθης παθῶν ἀμέτοχος, καὶ ἀπαθείας θείας μέτοχος, συμμέτοχός τε Χριστοῦ καὶ Βασιλείας τῆς Αὐτοῦ, κοινωνὸς Πρόδρομε, ἧς μετασχεῖν με, τὸν μέτοχον πάσης ἁμαρτίας, διὰ μετανοίας ἀξίωσον εὐχαῖς σου.Σὲ τὸ καθαρὸν ἐνδιαίτημα τοῦ Λόγου, τὸ λογικὸν παλάτιον, τοῦ βασιλέων Βασιλέως Χριστοῦ, τὸν ἔμψυχον οὐρανόν, τὴν θεοδόχον κιβωτόν, καὶ θεοφόρον σκηνήν, ἅπας ὁ κόσμος Παρθένε, μετὰ τῶν ἐγκωμίων, καὶ ὑπερκοσμίων ὑμνοῦσι παγκοσμίως.

      ᾨδὴ θ΄. Μὴ τῆς φθορᾶς.Ὡς οὐρανὸς Ἰωάννη, ἐπὶ τῆς γῆς λογικός, τὴν ἀδιήγητον δόξαν ἐκδιηγῆ τοῦ Θεοῦ, καὶ πρὸς ἐπίτευξιν Αὐτοῦ τῆς Βασιλείας, καὶ πρὸς ἐπιτυχίαν Αὐτοῦ τῆς μετουσίας, ἀναφλέγεις τὰς τῶν ἀνθρώπων ψυχάς.Νομοθετῶν ἀνομοῦσι λαοῖς μετάνοιαν, τὸν Νομοδότην ὡς νόμου σφραγὶς ἐκήρυττες· Ὅν μάκαρ αἴτησαι, τὰς ἐμὰς ἀνομίας εἰς τέλος ἐξαλεῖψαι, καὶ τῆς τῶν σωζομένων, μέτοχόν με ποιῆσαι στάσεως.Ὁ τὸν χειμάῤῥουν βαπτίσας τῶν οἰκτιρμῶν Βαπτιστά, τοὺς θολεροὺς τῶν κακῶν μου χειμάῤῥους ξήρανον, βορβόρῳ τῶν παθῶν μου, ἀνέλκυσον καὶ σῶσον, ἐκτείνας μοι τὴν χεῖρα, τὴν βαπτίσασαν τὸν Σωτῆρά μου.Ὑπὸ ἐλέους ἀπείρου κατακαμπτόμενος, ὁ θελητὴς τοῦ ἐλέους, οὐ περιεῖδεν ἡμᾶς, εἰς ᾅδου βάραθρον, κατώτατον πεσόντας· ἐκ Σοῦ δὲ φιλανθρώπως Ἁγνὴ ἐνανθρώπησας, ἀπωσμένους ἀνεκαλέσατο.

      ΗΧΟΣ ΠΛ. Δ΄.ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.Ὕψει πολιτείας ὑπερφυοῦς, οὐρανὸς ὡράθης, καὶ στερέωμα λογικόν, Χριστὸν μὲν ὡς ἥλιον ἐν μέσῳ, τὰς ἀρετὰς δὲ ὡς ἄστρα κτησάμενος.Ἤκουσεν Ἡρώδης τὴν ἀκοήν, Ἰησοῦ καὶ εἶπε· τοῖς παισὶν αὐτοῦ, δεδιὼς ἐκ νεκρῶν ἀνέστη Ἰωάννης, καὶ ἐν αὐτῷ ἐνεργοῦσι δυνάμεις πολλαί.Θεοτοκίον.

      ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.Στειρευούσης νηδύος πολυανθὲς βλάστημα, τὴν ἐστειρωμένην ψυχήν μου, δεῖξον πολύγονον, καλῶν βλαστήμασιν, ἄμπελον οἷα κομῶσαν, ἀρετῶν περκάζουσι, γλυκεροῖς βότρυσιν.Στεναγμοὺς ἀσιγήτους καὶ συνεχὲς δάκρυον, καὶ συντετριμμένην καρδίαν καὶ πνεῦμα μέτριον, δός μοι πανεύφημε, καὶ ἐνδιάθετον πένθος, καὶ θερμὴν κατάνυξιν, καὶ πόνον ἔμμονον.Θεοτοκίον.

      Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.Δόξα. Καὶ νῦν. Θεοτοκίον.

      ᾨδὴ δ΄. Σύ μου ἰσχύς.Οὐχ ἱκανοῖ, στόμα βροτῶν εὐφημῆσαί σε, ὃν τὸ στόμα τοῦ Χριστοῦ εὐφήμησε, τὸ γλυκερὸν καὶ μελισταγές, καὶ ζωὴν ἔμπνεον, καὶ λόγον πᾶσι δωρούμενος, πλὴν δέξαι μου τὸν ὕμνον, συγγινώσκων τῷ πόθῳ, ἡ αὐτοῦ τυραννὶς καὶ γὰρ ἄφυκτος.Τὴν ἐκτομήν, τὸ τῆς ἀξίνης ὑπόγειον, ἐγγυᾶται καὶ διαμαρτύρεται, ὅτι πᾶν δένδρον τὸ μὴ ποιοῦν καλὸν καρπόν, ξίφει χτυπήσεται καὶ ῥιφήσεται, εἰς πῦρ τὸ τῆς γεέννης· διὸ φρίξον ψυχῆς μου, καὶ καρποὺς μετανοίας προσένεγκαι.Θεοτοκίον.

      ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.Ὀμβροτόκον νεφέλην, ὕδωρ ἐπιῤῥαίνουσαν τῆς ἐπιγνώσεως, καὶ τοὺς ἐκτακέντας, ἀγνωσίας φλογμῷ καὶ ἐκλείποντας, ἀναψύχουσάν τε, καὶ δροσερῶς ἀνακτωμένην, ὁ Χριστός σε ἀνέδειξε Πρόδρομε.Ῥυπαρὰς ἐνθυμήσεις, καὶ φθοροποιοὺς λογισμοὺς ἐκβλαστήσασα, ἡ ψυχή μου μάκαρ, τῶν παθῶν ταῖς ἀκάνθαις κεχέρσωται, ἣν ὑλομανοῦσαν, σῶν προσευχῶν πυρὶ καθάρας, φόβον θεῖον αὐτῇ ἐγκατάσπειρον.Θεοτοκίον.

      ᾨδὴ στ΄. Τὴν δέησιν.Ὁ θάλαμος, τῆς εὐώδους ἁγνείας, ὁ λειμὼν τῆς εὐανθοῦς παρθενίας, τῶν ἀρετῶν, ὁ εὐτόρευτος κύκλος, ὁ τῶν χαρίτων χρυσόπλοκος στέφανος, ὁ Πρόδρομος ὁ τοῦ Χριστοῦ, Ἱερεῖς εὐφημείσθω ἐν ᾄσμασιν.Τῆς φύσεως, τὸ ἐξαίρετον ἄνθος, τὴν κοινήν φιλοτιμίαν τοῦ Κτίστου, τῶν γηγενῶν, τὸ περίπτυστον κλέος, τὸ λογικόν τε καὶ ἔμψυχον ἄγαλμα, ὃ ἔξεσαν χεῖρες Θεοῦ, οἱ πιστοὶ εὐφημοῦμέν σε Πρόδρομε.Θεοτοκίον.

      ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.Ὑπερβὰς διανοίας, τὴν ὑλώδη δυάδα τῶν ὁρωμένων σοφέ, τὸν ἕνα τῆς Τριάδος, ἐβάπτισας φωνῆς τε, τῆς πατρώας ἀκήκοας, ἑωρακὼς τὸ Πνεῦμα, περιστερᾶς ἐν εἴδει.Ἀπὸ μητρὸς κοιλίας, ἐνεπλήσθης Ἁγίου Πνεύματος Πρόδρομε, καὶ σίκηρα καὶ οἶνον, οὐκ ἔπιες ὡς ἔφης, τῷ πατρί σου ὁ Ἄγγελος· ὅθεν ἐκλήθης μέγας ἐνώπιον Κυρίου.Ὁ βαπτίσας ἀνθρώπους, ἐν πυρὶ καὶ Ἁγίῳ Πνεύματι πρότερον, πυρὶ γεέννης μόνῳ, βαπτίσει τελευταῖον, τοὺς Αὐτῷ ἀπειθήσαντας, ὧν τοῦ πικροῦ βαπτισμοῦ, Βαπτιστὰ λύτρωσαί με.Στάμνος ἄψυχος πάλαι Σὲ τὴν ἔμψυχον στάμνον ἐδήλου Δέσποινα, ζωῆς γὰρ μάννα φέρεις, Χριστὸν τὸν τοῦ θανάτου, τὴν πικρίαν ἀμβλύναντα, τὸν ἀληθῆ γλυκασμόν, καὶ φωτισμὸν τοῦ κόσμου.

      ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.Μετ’ ἐγκωμίων Πρόδρομε, ἐκτελοῦσι τὴν μνήμην σου, σύλλογος Δικαίων, Προφητῶν κατάλογος, Μαρτύρων στρατεύματα, καὶ Ἀσκητῶν συστήματα, τάγματα Ὁσίων, Ἀποστόλων χορεῖαι, πληθὺς Ἀρχιερέων, καὶ Ἁγίων ἁπάντων· μνήμη γὰρ τῶν Δικαίων, ὄντως μετ’ ἐγκωμίων.Ὁ οὐρανὸς ὁ ἔμψυχος, ἀρεταῖς ὁ κατάστερος, ὁ χρυσοφαὴς καὶ χρυσαυγίζων ἥλιος, ὁ λύχνος τῆς χάριτος, ὁ θησαυρὸς τοῦ Πνεύματος, ὁ τῆς Βασιλείας διαπρύσιος κῆρυξ, ὁ ῥήτωρ ὁ πυρίπνους, ἡ βροντόφωνος γλῶσσα, σάλπιγξ ἡ μεγάλη, ὁ Πρόδρομος ὑμνείσθω.Ἐν τῷ τῆς Ἐκκλησίας σε, μυστικῷ διαδήματι, λίθον ὡς λυχνίτην ὁ Χριστὸς κατέπηξεν, ὡς ἕνα πολύτιμον, σπινθηροβόλον ἄνθρακα, ὡς λευκοφαῆ καὶ διαυγῆ μαργαρίτην, πυρσεύοντα τὴν κτίσιν, λευκοπύρσοις ἀκτῖσι, καὶ ταῖς ἀστραπηβόλοις, αὐγαῖς καὶ φωτοχύτοις.Ξένα καὶ πέρα πίστεως, τὰ φρικτὰ διηγήματα, τοῦ ξενοπρεποῦς καὶ παραδόξου τόκου Σου, Μαρία πανύμνητε· τὸν γὰρ τῆς δόξης Κύριον, τὸν τοῖς Χερουβὶμ καὶ Σεραφὶμ ἐφεστῶτα, τὸν ἕνα τῆς Τριάδος, ἀσυγχύτως ἀτρέπτως, ἐγέννησας ἀσπόρως, ἐκ Σοῦ σεσαρκωμένον.

      ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτο.Ὡς νάρδου πολυτίμου καὶ πιστικῆς λίτραν μύρου, πρὸς δὲ καὶ θυμίαμα, ὡς ἐκλεκτόν, οὐκ ἐξ ἀρωμάτων μυρεψικῶν, συντεθειμένον Πρόδρομε, ἀλλ’ ἀπὸ ῥημάτων ᾀσματικῶν, τὸν ὕμνον τοῦτον δέξαι, καὶ δός μοι τῶν κακῶν μου, λύσιν τελείαν καὶ συγχώρησιν.Νυμφῶνος οὐρανίου νυμφαγωγέ, τοῦ νυμφίου Χριστοῦ φίλε γνήσιε, ὁ ἑστηκώς, καὶ φωνῆς ἀκούων χαροποιοῦ, τῆς τοῦ Νυμφίου ἄξιον, δεῖξον τῆς εὐκταίας φωνῆς, κἀμὲ τῆς τοὺς εὐλογημένους, εἰς κλῆρον Βασιλείας, Θεοῦ καλούσης ἀναφαίρετον.Οὐ σθένων τὰς μεγάλας σου δωρεάς, ὁ σὸς δοῦλος δι’ ἔργων ἀμείψασθαι, τὸν λογικόν, ἔπλεξά σοι στέφανον τοὐτονί· ὡς μὲν ἡ χεὶρ ἠπίστατο, πλὴν τῆς σῆς οὐκ ἄξιον κεφαλῆς, ἀλλ’ ὅμως Χριστοῦ φίλε, εὐμενῶς δέξαι τοῦτον, καὶ σωτηρίας με ἀξίωσον.Ὑπέραγνε Παρθένε Μῆτερ Θεοῦ, τοῦ ἀΰλως φλογίζοντος ἄνθρακος, ὕλην ψυχῶν, ἔμψυχε πυράγρα σεραφική, καὶ φλογοφόρον ὄχημα, τοῦ ἐποχουμένου τοῖς Χερουβίμ, τὴν ὕλην τῆς ψυχῆς μου, πυρὶ ἀΰλω φλέξον, καὶ τοῦ ἀσβέστου πυρὸς ῥῦσαί με.

      ΗΧΟΣ ΠΛ. Δ΄.ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.Ἀμνὸν Θεοῦ τὴν ἁμαρτίαν αἵροντα, παντὸς τοῦ κόσμου Χριστόν, τὸν τὰς ἡμῶν νόσους, συμπαθῶς βαστάσαντα, τὸν ἅπασαν ἰώμενον, μαλακίαν καὶ νόσον, βαπτίσας Τίμιε Πρόδρομε, ἴασαι νοσοῦντα τὸν δοῦλόν σου.Τῆς εὐσπλαγχνίας τὴν μεγάλην ἄβυσσον, τῶν οἰκτιρμῶν τὴν πηγήν, σωματικῶς λούσας Ἰορδάνου νάμασιν, ὡς νάματα ἰάματα, βλῦσόν μοι θεοκῆρυξ, τῶν ὀδυνῶν μου τὰ κύματα, καὶ τὴν καταιγίδα κοιμίζοντα.Ἴασαι Κόρη τὰς πικρὰς ὀδύνας μου, αἵ με συνέχουσι νῦν, ἡ τὸν Θεὸν Λόγον, ἀνωδύνως τέξασα, καὶ πάσης διαλύσασα, τὰς ὠδῖνας τῆς Εὔας, καὶ τὰ ἀνίατα τραύματα, τοῦ Ἀδὰμ Ἁγνὴ ἰατρεύσαντα.

      ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.Τῶν παθῶν τὸ χωρίον, τὴν τῶν κακῶν θάλασσαν, τοῦτον τὸν πολύδακρυν βίον καὶ πολυστένακτον, ἀνταλλαξάμενος, τοῦ τῆς τρυφῆς Παραδείσου, ὡς ἀγνώμων μάστιξι, νόσων ἐτάζομαι.Χαρμονῆς παγκοσμίου χαροποιὲ Πρόδρομε, στρέψον εἰς χαράν τοῦ σοῦ δούλου τὸν κοπετὸν τὸν βαρύν, καὶ περιζώσας με, ὑγιεινὴν εὐφροσύνην, τὸν τῆς ἀσθενείας μου, σάκκον διάῤῥηξον.Ῥεῖθρον ἀθανασίας, ὕδωρ λαλοῦν ἄϋλον, ζῶν τε καὶ ἁλλόμενον ὄντως καὶ ἐνυπόστατον, βλύσασα Δέσποινα, τὸ ἐνυπόστατον ὕδωρ, τῶν ἐμῶν κατέναυσον, πολυωδύνων παθῶν.

      ᾨδὴ δ΄. Σύ μου ἰσχὺς, Κύριε.Σοῦ τῇ χειρί, καὶ τῇ παλάμῃ πανεύφημε, τὸν κρατοῦντα, τῆς ζωῆς παλάμη Χριστόν, οὗ ἐν χειρὶ πάντων ἡ πνοή, ὡς χειροθετήσας, χάριν ἰάσεων εἴληφας· διό μου τὰς ὀδύνας, ἀνωδύνῳ καυτῆρι, ἀναφεῖ χειρουργίᾳ θεράπευσον.Ὁ πυρετός, ὑποτυφόμενος λαύρας ἐντός, τὴν νοτίδα, πᾶσαν ἀπηθάλωσε, καὶ τὴν ἱκμάδα τὴν ζωτικήν, ὅλων ὠπτημένον, ἠνθρακωμένον με, δείξας δαυλόν, ἐπίσταξόν μοι δρόσον, εὐσπλαγχνίας Προφῆτα, ἔσται γάρ μοι ἡ σὴ δρόσος ἴαμα.Ὑπὸ πολλῆς, Σοῦ συμπαθείας Πανάμωμε, ἄνοιξόν με θύραν τοῦ ἐλέους Σου, καὶ χεῖρα ὄρεξον βοηθόν, ὅτι τοῦ θανάτου, πύλας ἰδοὺ προσεπέλασα, καὶ ἤγγισε τῷ ᾅδῃ, ψαλμικῶς ἡ ζωή μου, ἀλλὰ σῶσόν με Σὺ καὶ σωθήσομαι.

      ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.Ἀσελγαίνων ἀθέσμως, καὶ τῶν ἡδονῶν τῷ βορβόρῳ φυρόμενος, νῦν ἐπικαρπίας, καὶ ἐπίχειρα τρυγῶ καὶ δρέπομαι, τῶν ἐμῶν καμάτων, πόνους Χριστὲ τετρυχομένος, ὧν μὲ λύτρωσαι διὰ τοῦ Σοῦ Βαπτιστοῦ.Σφοδρῷ ῥίγει κροτοῦντες, καὶ συντεριγότες καὶ προσαλασσόμενοι, τῇ τοῦ κρύους βίᾳ, οἱ ὀδόντες μου, καὶ συγκλονούμενον, τῶν ὀστῶν τὸ πῆγμα, φρικώδη ψόφον ἐκτελοῦσιν, ὅνπερ στήσαις πρεσβείαις σου Πρόδομε.Ὁ βρυγμὸς τῶν ὀδόντων, καὶ ὁ κρυσταλλώδης ἀθέρμαντος τάρταρος, πρὸ τῆς καταδίκης, τῆς ἐκεῖ βασανίζει με Δέσποινα· ἀλλὰ λῦσον τούτου, τὸν παγετὸν θέρμη ῥοπῆς Σου, καὶ ῥιγῶντά με θάλψον τῇ σκέπῃ Σου.

      ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.Ἠσθένησεν, ἡ ἰσχὺς τοῦ σώματος, ὡς γὰρ ὄστρακον σαφῶς ἐξηράνθη, καὶ ἰδοὺ νῦν, ἡ ζωή μου ἐκλείπει, ὡς εἰς ἀέρα καπνὸς σκεδαννύμενος, ἡ πίστις δέ μου καὶ ἐλπίς, ἰσχυρὰ καὶ βεβαία πρὸς σὲ Βαπτιστά.Ὡς ἄψυχος, καὶ ἀναίσθητος φόρτος, ἐπὶ σκίμποδος ἀκίνητος μένω, μόνῃ πνοῇ, τῆς φερούσης με κλίνης, διεστηκὼς καὶ βραχὺ ζωῆς λείψανον, πλουτῶν τὴν ἐλπίδα τὴν εἰς σέ, τὸν ἐμὸν ἀντιλήπτορα Πρόδρομε.Νοσήσασα, καὶ ἐξασθενήσασα πολλοῖς, πάθεσιν ἀνθρώπων ἡ φύσις, ἐν Σοὶ Σεμνή, τὴν ἀρχαίαν ὑγείαν, καὶ εὐεξίαν τὴν πρώτην ἀπείληφε· διό με νοσοῦντα καθαρᾶς, ὑγείας ἀξίωσον Δέσποινα.

      ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.Οἷα πεπεδημένος σιδηραῖς χειροπέδαις ὦ Βαπτιστὰ τοῦ Χριστοῦ, ὑψοῦ τὰς χεῖρας ἆραι, εἰς γῆν τὸ γόνυ κλῖναι, καὶ προσᾶξαί σοι δέησιν, ἀδυνατῶ παντελῶς, ταριχευθεὶς τῇ νόσῳ.Σὺ φωνὴ Θεοῦ Λόγου διακόπτοντος φλόγα πυρὸς ὡς ψάλλει Δαυΐδ · διὸ φωνή σου μάκαρ, διάκοψον τὴν φλόγα, τοῦ πυρὸς τοῦ συντήκοντος, οἷα κηρὸν εὐτελῆ, σαρκός μου τὴν οὐσίαν.Πολυώδυνα πάθη ἀνωδύνῳ Σου τόκῳ ἔλυσας Δέσποινα· διὸ διάλυσόν μου, τοὺς πόνους τὰς ὀδύνας, καὶ τὸ βάρος ἐλάφρυνον, τὰ ὀστά μου συνθλῶν, τοῦ πικροτάτου ῥίγους.

      ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.Νέφει καὶ γνόφῳ μελάνι, συμφορῶν καλυπτόμενος, καὶ νυκτὶ βαθείᾳ, δυσχερῶν κυκλούμενος, φωτίσαι καὶ λῦσαί μου, τὸ σκυνθρωπὸν ὁμοῦ καὶ στυγνόν, αἴγλῃ φεγγοβόλῳ, σελασφόρων εὐχῶν σου, αἰτοῦμαί σου Προφῆτα, τοῦ ἡλίου τῆς δόξης, τὸν Πρόδρομον ἀστέρα, τὸν ἄδυτον φωστῆρα.Ὕλη καὶ πρῶτον αἴτιον, τοῦ νοσεῖν με τῷ σώματι, ψυχῆς ἀῤῥωστούσης, νοσηρὰ διάθεσις, νοσεῖ γὰρ ἑκάστοτε, διὰ πληθώραν αὕτη παθῶν, ἥνπερ ὡς χυμὸν διεφθορότα κενώσας, φαρμάκοις μετανοίας ὁ κῆρυξ, διπλὴν τὴν εὐεξίαν, παράσχου μοι τρισμάκαρ.Σοῦ ζωγραφοῦσα Δέσποινα, τὴν νηδὺν τὴν ἀκήρατον, ἡ χαλδαϊκὴ βαβυλωνία κάμινος, τοὺς Παῖδας ἀνέψυξε, μέσον πυρὸς χορεύοντας, πρὶν αὔρα μαλακή, λεπτῇ πνοῇ δροσοβόλῳ· διὸ λειποψυχοῦσαν, πυρετῶν ἐν καμίνῳ, Παρθένε τὴν ψυχήν μου, ἀνάψυξον Σῇ δρόσῳ.

      ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.Ὡς μάννα γλυκερὰ σταγών, καὶ ὡς δρόσος Ἀερμὼν παναοίδιμε, ἡ καταβαίνουσα, ἐπὶ τὰ ὄρη Σιὼν ὡς γέγραπται, τῆς ἀντιλήψεως τῆς σῆς ἡ δρόσος σταλάξειεν ἐν τῇ καρδίᾳ μου, τὸν φλογμὸν τὸν ἐν αὐτῇ καταψύχουσα.Νόσοι με τρύχουσι σφοδραί, καὶ συνέχουσί με πόνοι βαρύτατοι, καὶ ἀναγκῶν χαλεπῶν, πικραὶ ὀδύναι διαμερίζονται, φαρμάκοις οὖν ὑγιεινοῖς, τῆς σκέπης σου Πρόδρομε, καὶ ἐπιθέμασιν, ἁπαλοῖς καὶ μαλακοῖς με ὑγίωσον.Ὀνείρου δίκην καὶ σκιᾶς, αἱ ἡμέραι τῆς ζωῆς μου παρέδραμον, καὶ νῦν προσήγγισα, θανάτου πύλαις καὶ ᾅδου χάσματι, ὁ τοῖς ἐν ᾅδου τὴν ζωὴν εὐαγγελισάμενος, θανατηφόρον με, ῥῦσαι νόσου καὶ ζωήν μοι πρυτάνευσον.Ὑπνώσας Σῶτερ ἐν Σταυρῷ, τοὺς ὑπνοῦντας ἐν τοῖς τάφοις ἐξύπνησας· διό με κείμενον, νῦν ἐπὶ κλίνης ὀδύνης ἔγειρον, ζωαρχικῇ Σου δεξιᾷ, μήποτε εἰς θάνατον ὑπνώσω Δέσποτα, τῆς ἀχράντου Σου Μητρὸς ταῖς δεήσεσιν.

       

       

       

       

       

    5. Θεοτοκίον.

    6. Νάουσαν πέτραν καὶ πηγήν, ἀναβλύζουσαν ὡς νάματα θαύματα, τῶν οἰκτιρμῶν ἡ πηγή, τῆς εὐσπλαγχνίας τὸ μέγα πέλαγος, Χριστὸς ἡ πέτρα τῆς ζωῆς, ἔδειξέ σε Πρόδρομε· διὸ ἰάσεως, ῥεῖθρα βλῦσόν μοι τακέντι νοσήμασιν.

    7. Ἄνωθεν ἐπικαταπτάς, συγκατέβη τοῖς Παισί, θεῖος Ἄγγελος, πρὸς εἰς τὴν κάμινον, τὴν καιομένην καὶ ἐξετίναξε, τήν  φλόγα ταύτης· σὺ δὲ νῦν, ἐμοὶ συγκατάβηθι, μάκαρ τῷ δούλῳ σου, πυρετῶν διακαῶν εἰς τὴν κάμινον.

    8. Ἴαμα ὡς ἀπὸ πηγῆς, σωτηρίου τῆς παλάμης σου βλύσον μοι, δι’ ἧς τὴν ἄβυσσον, τῆς εὐσπλαγχνίας ἐχειροθέτησας, τῆς ἀκηράτου κορυφῆς, ἁψάμενος Πρόδρομε, Οὗ ὡς ὁ ψάλλων φησίν· ἁπτομένου τῶν ὀρέων καὶ καπνίζονται.

    9. Θεοτοκίον.

    10. Ὁ πρὸ ταφῆς καὶ μνήματος, καὶ θανῆς καὶ νεκρότητος, ἔμψυχος νεκρὸς καὶ ἡμιθανὴς δεικνύμενος, κᾀμοὶ γὰρ ὡς γέγραπται, τύμβος ἡ κλίνη γέγονε, παραλελυμένῳ κατακλίσει χρονίᾳ, προσπίπτῳ σοι Προφῆτα, ὡς γὰρ γνήσιος φίλος, Χριστοῦ τοῦ πάντων Κτίστου, συσφίξαι δύνασαί με.

    11. Ὁ προσδραμὼν τῆς χάριτος, ὄμβρησόν μοι τὴν χάριν σου, ἐξ ὑπερφυοῦς καὶ οὐρανίας ἄντυγος· αὐτὴν γὰρ πεπλούτηκας, κληρονομίας σχοίνισμα, μετὰ τῶν Ἀγγέλων ἰσαγγέλων βιώσας· διὸ πυριφρυγεῖ με, μαρασμῷ συμφρυγέντα, ἀνάψυξον ῥανίσι, τῆς σῆς φιλανθρωπίας.

    12. Θεοτοκίον.

    13. Ὕλης ὄντες ῥεούσης χαλεπαῖς ἀσθενείαις πυκναῖς παλαίομεν, ὁ πρὶν ἠλαττωμένος, βραχύ τι παρ’ Ἀγγέλοις, νῦν δὲ ἄϋλος Ἄγγελος, κάμνοντας σῶσον ἡμᾶς, ἐξ ἀταξίας ὕλης.

    14. Τῆς ἐξόδου δειλία καὶ θανάτου με φόβος περιεκύκλωσεν, ἐκάλυψέ με σκότος, ἐπέπεσέ με τρόμος, ᾅδου κίνδυνοι εὕροσαν, προέφθασάν με πικραί, τῆς τελευτῆς παγίδες.

    15. Θεοτοκίον.

    16. Μὴ φέρων, τὸν ἐμπρησμὸν τὸν ἄσβεστον, ὑποτύφοντα νυκτὸς καὶ ἡμέρας, λάβρῳ πυρί, τῶν ἐγκάτων τὴν θέσιν, ἐπὶ τὴν σὴν καταφεύγω ἀντίληψιν, γενοῦ μοι Πρόδρομε Χριστοῦ, δροσοβόλος πνοὴ ἀναψύχουσα.

    17. Νυττόμενος, ἀλγηδόσιν ὀξείαις, σπαραττόμενος ὀδύναις δριμείαις, καὶ ἀναγκῶν στροβουσῶν τὴν καρδίαν, πεπυρωμέναις βολίσι βαλλόμενος, τὴν σὴν χάριν εὕροιμι σοφέ, μαλακὸν ἀκεσώδυνον φάρμακον.

    18. Θεοτοκίον.

    19. Ὑπομένων ἐν θλίψει, Σῶτερ ὑπομένω Σε τὸν ἀμνησίκακον, ἀλλ’ εἰσάκουσόν μου, τῆς δεήσεως ταύτης καὶ πρόσχες μοι, συμπαθῶς καὶ ῥῦσαι, τῆς πιεζούσης με ὀδύνης, ταῖς λιταῖς τοῦ Σοῦ φίλου καμπτόμενος.

    20. Παλαιᾶς ἀπὸ ῥίζης, στέλεχος ἀνέδραμες νέον τῆς χάριτος, Παλαιᾶς καὶ Νέας Διαθήκης, μεσίτης γενόμενος, πολλοῖς τοῖς δεινοῖς με, ἀλγεινοῖς παλαιωθέντα, νεοποίησον χάριτι Πρόδρομε.

    21. Θεοτοκίον.

    22. Ταῖς ἀρεταῖς, ὑπερβαλὼν πάντα ἄνθρωπον, καὶ τὸ σῶμα τὸ τῆς ταπεινώσεως, ὡς ἀληθῶς, ὑπεραναβάς, ὅμως οἶδας τούτου, τὴν συγγενῆ πολυπάθειαν, ὑπόκειται γὰρ νόσων, ἀμετρήτων ἰδέαις, ὧν μὲ νῦν ἐλευθέρωσον Ἅγιε.

    23. Ἰατρική, πεῖρα καὶ τέχνη καί μέθοδος, συνδραμοῦσαι ἐπ’ ἐμοὶ ἠλέγχθησαν, σπουδὴ ματαία κενὴ τριβή, μείζων γὰρ ἡ νόσσος, τῆς τῶν φαρμάκων δυνάμεως· διὸ ἐν γεννητοῖς σε, γυναικῶν μείζων πάντων, εὖ εἰδὼς σοὶ προσέδραμον Πρόδρομε.

    24. Θεοτοκίον.

    25. Ἀναφθέντες οἱ πρῶτοι καὶ σαρκικοὶ ἄνθρακες, ἄνθρακας δευτέρους πυρφόρους, ἐρημικοὺς ψαλμικῶς, διακαῶν πυρετῶν, προσεπανῆψάν μοι μάκαρ, οὓς ἐρήμου βλάστημα, Προφῆτα μάρανον.

    26. Σβέσον ἔμφυτον φλόγα πυρκαϊὰν ἔνοικον, διαβοσκομένην τὰ σπλάγχνα καὶ τὴν καρδίαν μου, καὶ ὑποσμύχουσαν, τὰς τῶν ὀστῶν ἁρμονίας, ταῖς ῥανίσι Πρόδρομε, τῆς εὐσπλαγχνίας σου.

    27. Θεοτοκίον.

    28. Πόθου θερμοῦ καὶ διαπύρου πίστεως, δεικνύων σύμβολον, τῶν λογισμῶν πᾶσαν, διψυχίαν ἄπιστον, μακρὰν ἐκτιναξάμενος, ἐν στεῤῥᾷ πεποιθήσει, πρὸς τὴν ἀντίληψιν Πρόδρομε, σοῦ καταφυγών, σωτηρίαν αἰτῶ.

    29. Βαπτιζομένους νοσημάτων κλύδωνι, καὶ τρικυμίᾳ παθῶν, καὶ πρὸς βυθὸν ᾅδου, καὶ θανάτου χάρυβδιν, ὦ Βαπτιστὰ τοὺς δούλους σου, φερομένους εὐχῶν σου, τῷ πηδαλίῳ κυβέρνησον, πρὸς ὑγείας ὅρμον ἀκύμονα.

    30. Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς: Βαπτιστὰ Χριστοῦ, παῦσον ἡμῶν τοὺς πόνους. Ἰωάννου.

    31. Θεοτοκίον.

    32. Ναμάτων ψυχοτρόφων ζωοποιῶν, ποταμὸν καὶ πηγήν σε χρυσόῤῥειθρον, ἐπεγνωκώς, βόρβορον ἐκπλύνουσαν ψυχικόν, ἐκδυσωπῶ σε Πρόδρομε, πλῦνόν με τοῦ ῥύπου τῶν ἡδονῶν, καὶ δεῖξον τὴν ψυχήν μου, χιόνος λευκοτέραν, κρυστάλλου δίκην ἀπαστράπτουσαν.

    33. Ἀνάγνων ἐκ χειλέων καὶ ῥυπαρῶν, τῆς πανάγνου Παρθένου τὸν πάναγνον, σὲ συγγενῆ, μάκαρ ἱκετεύω καὶ δυσωπῶ, ὁ ἐναγὴς καὶ βέβηλος, καὶ μεμολυσμένος ταῖς ἡδοναῖς, καθάρισον τὸ σῶμα, καθάγνισον τὸ πνεῦμα, καὶ τὴν ψυχήν μου καθαγίασον.

    34. Ἰδού σοι τῷ Δεσπότῃ μου καὶ θερμῷ, τῆς ψυχῆς τῆς ἐμῆς ἀντιλήπτορι, τὴν πενιχρὰν ταύτην προσενήνοχα προσφοράν, τὸ δουλικὸν λειτούργημα, μάκαρ εὐγνωμόνως ἀποπληρῶν, ᾗ πρόσχες ἀγαπήσας, τὴν γνώμην πρὸ τῶν ἔργων, καὶ πρὸ τοῦ δώρου τὴν προαίρεσιν.

    35. Θεοτοκίον.

    36. Στεῖρας ἐκ γῆς ἀνέδραμες, τῆς ἁγνείας τὸ στέλεχος, ὁ νεοθαλής, τῆς παρθενίας ῥάδαμνος, λειμὼν ὁ μυρίπνοος, ὁ εὐθαλὴς παράδεισος, ὁ τῶν ἀρετῶν καὶ τῶν χαρίτων τοῖς κλάδοις, καταπεπυκασμένος καὶ ταῖς ταῖς συνειρεφέσι, κομῶν ἀναδεδράσι, τῶν λογικῶν βροτύων.

    37. Νέος Μωσῆς γεγένησαι, ὁ Μωσέως ἐπέκεινα, τέμνων ἀθεΐας ἐρυθραῖον πέλαγος, καὶ στύλος πυρίμορφος, τοῦ ἐξ ἐθνῶν πιστοῦ Ἰσραήλ, προοδοιπορῶν καὶ προηγούμενος μάκαρ, καὶ τοῦτον ἐμβιβάζων, εἰς ὁδὸν ἀπαθείας, εἰς τρίβον σωτηρίας, εἰς τὴν αὐτογνωσίαν.

    38. Ὕδωρ γλυκὺ καὶ πότιμον, ἀπειθεῖ καὶ ἀγνώμονι, ἔβλυσε λαῷ Ἰσραηλίτῃ ῥάβδου πληγή· ἡ πέτρα ἡ ἄνικμος, ἡ στερεὰ ἀκρότομος, ἐκ στειρωτικῶν δέ, καὶ ἀγόνων λαγόνων, ἡμῖν ἀνεστομώθη, ποταμὸς ἰαμάτων, πηγή τε χαρισμάτων, ὁ Πρόδρομος ὁ μέγας.

    39. Θεοτοκίον.

    40. Τῶν παθῶν μου τὴν ὕλην, μετανοίας ἀξίνη καθάρας Πρόδρομε, ὡς θεῖος ὑλοτόμος, ψυχῶν κεχερσωμένων, ἀρετῶν ἐμφυτείσαις μοι, τὰ τεθηλότα φυτά, καὶ εὐθαλῆ στελέχη.

    41. Μυστικὸν πᾶσι νέκταρ, κατανύξεως θείας, πηγάζεις Πρόδρομε, καὶ γλεῦκος μετανοίας, παθῶν ἐξαῖρον μέθην, σωφροσύνης μητέρα δέ, μέθην μεθύσκον πιστούς, αὐτοῦ τῇ μεταλήψει.

    42. Προφητῶν κορωνίδα Ἀποστόλων σφραγῖδα καὶ ἀσκητῶν κορυφήν, ἀκρότητα Δικαίων, στεῤῥότητα Μαρτύρων, σὲ Χριστὸς μάκαρ ἔδειξεν, ἡ ἀληθὴς κεφαλή, πάσης τῆς Ἐκκλησίας.

    43. Σὺ κλῖμαξ, οὐρανομήκης Δέσποινα, ἀπὸ γῆς εἰς οὐρανὸν τεταμένη, Σὺ ἀληθῶς, ἀδιόδευτος πύλη, θεοδιόδευτος μᾶλλον δὲ γέφυρα, ἀνάγουσα πρὸς οὐρανόν, καὶ ζωῆς τὰς εἰσόδους ἀνοίγουσα.

    44. Ὁ μέγας, Χριστιανῶν ἀντιλήπτωρ, ὁ θερμὸς ἁμαρτωλῶν παρακλήτωρ, τῆς οὐρανῶν, Βασιλείας ὁ ῥήτωρ, ὁ εἰσηγήτωρ τοῦ θείου Βαπτίσματος, ὁ κῆρυξ τοῦ μετανοεῖν, μετανοίας με τρόποις βελτίωσον.

    45. Ὑπέρλαμπρος, ἐν τοῖς ἄστροις ἥλιος, ἐν ταῖς ὥραις δὲ γλυκύτατον ἔαρ, τοῦ δὲ παντός, τῶν Ἁγίων συλλόγου, σὺ ὡς ἀστέρων ὑπέρκεισαι ἥλιος, ἀσύγκριτον ὑπεροχήν, κατὰ πάσης πλουτήσας τῆς φύσεως,

    46. Ὡς ἄσαρκος, Βαπτιστὰ καὶ ἄϋλος, μελετῶν ἀθανασίας ἀΰλων, ἐν τῇ θνητῇ, καὶ ὑλώδει σαρκί σου, φιλοσοφίαν τε ἄκραν ὡράθης ἀσκῶν, καὶ γέγονας ἀγγελικῆς, καὶ βροτείας οὐσίας μεθόριον.

    47. Μυριώνυμε Κόρη, πόλις περιώνυμε τοῦ Βασιλέως Χριστοῦ, ἡ εὐφραινομένη, τοῖς ὁρμήμασι τοῦ νοητοῦ ποταμοῦ, ἔνθα δὲ πάντων, εὐφραινομένων κατοικία, τὴν ἀθλίαν ψυχήν μου διάσωσον.

    48. Οὐρανόθεν φοιτήσας, ὁ τὴν ὑψηλὴν καὶ οὐράνιον ἄντυγα, κατοικίαν ἔχων, Ἰωάννη μακάριε Πρόδρομε, ὡς ἀεροπόρος, νεφελοδρόμος ὑψιπέτης, ἀετὸς καὶ σκεπάσαις τὴν σὴν νοσσίαν.

    49. Δωρεαῖς ἀκηράτοις, καὶ εὐεργεσίαις ἐνθέοις καὶ χάρισι, καταπλούτισόν με, τὸν πτωχεύοντα καὶ γυμνητεύοντα, ἀρετῆς ἁπάσης, καὶ τὴν σὴν σκέπην ἔνδυσόν με, σωτηρίου ὡς θεῖον ἱμάτιον.

    50. Ῥητορεύουσα γλῶσσα, καὶ τῷ διατόρῳ βροντῶσα τῶν λέξεων, καὶ ῥημάτων ὄγκῳ, καὶ ῥυθμῷ καὶ συνθήκῃ βρενθύουσα, καὶ κεκροτημένη, ὑψηγορία νοημάτων, εὐφημεῖν σε ἀξίως οὐ δύναται.

    51. Πίστις θερμή, ἡγείσθω καὶ μὴ ἀπόδειξις, τοῦ φρικώδους Κόρη μυστηρίου Σου, κατανοούμενον γὰρ αὐτό, ἄφραστον ἐστί πως καὶ θεωρούμενον ἄληπτον, ἑστὼς γὰρ παρατρέχει, καὶ ληφθὲν διαφεύγει, καὶ φανέντι μικρὸν ἀποκρύπτεται.

    52. Ὡς ἐσχηκώς, ἐν οὐρανοῖς τὸ πολίτευμα, ἐξεδέχου τὴν πόλιν τὴν ἔχουσαν, τοὺς θεμελίους τοὺς ἀῤῥαγεῖς, πόλιν γὰρ ἐνταῦθα, οὐκ ἐπεπόθησας μένουσαν, τὴν Ἱερουαλὴμ δέ, τὴν σαφῶς ἐλευθέραν, τὴν μητέρα τοῦ Παύλου τὴν ἄνω Σιών.

    53. Ἡ καθαρά, ὤφθη καρδία σου Πρόδρομε, μυροθήκη τοῦ Ἁγίου Πνεύματος, ἀρωματίζουσα ἀρετάς, μυρίζουσα γνῶσιν, εὐωδιάζουσα χάριτας, μακάριοι γοῦν ὅσοι, καθαροὶ τῇ καρδίᾳ, τὸν Θεὸν γὰρ αὐτοὶ φησὶν ὄψονται.

    54. Διὰ παντός, σοί μοι μάκαρ φῶς ἀδιάκοπον, ἀνατέλλει, οὐχ ὑποστελλόμενον νυχτεριναῖς, ἐν περιδρομαῖς, οὐδὲ περιόδους, ἡμεριναῖς συμμετρούμενον, τομῆς καὶ συστολῆς γάρ, καὶ ὑφέσεως πάσης, ἀπειράκις ἀπείρως ὑπέρκειται.

    55. Τῶν Ἀσωμάτων Σου Χριστὲ καὶ τοῦ Προδρόμου, τῶν Μαθητῶν καὶ Προφητῶν καὶ τῶν Μαρτύρων, καὶ Ἁγίων ἁπάντων καὶ τῆς Θεοτόκου, πρεσβείαις, τῆς ἀπειράνδρου καὶ ἀγαθῆς, Μητρός Σου ἐκδυσωπούμενος δίδου ἡμῖν, τῷ φωτί Σου πορεύεσθαι, καὶ καταξίωσον ἡμᾶς, τυχεῖν τῆς Βασιλείας Σου, διὰ σπλάγχνα ἐλέους Σου.

    56. Τῆς φοβερᾶς Σου καὶ φρικτῆς καὶ ἀδεκάστου, κρίσεως Δέσποτα Χριστὲ ἐν ᾧ λαμβάνων, τὴν ἡμέραν καὶ ὥραν τρέμω ὡς κακοῦργος· αἰσχύνης ἔργα καὶ πράξεις ἔχων δεινάς, ἃς μόνος διεπραξάμην ἐπιμελῶς· ὅθεν φόβῳ προσπίπτω Σοι, ἀναβοῶν ὀδυνηρῶς· πρεσβείαις τοῦ Προδρόμου Σου, Πολυέλεε ἡμᾶς τότε οἴκτειρον.

    57. Γηγενοῦς ἐκφυεῖσα ῥίζης ἁγνὴ Δέσποινα, τὸ ἀειθαλὲς καὶ ὡραῖον, ἕρνος τῆς φύσεως, Χριστὸν ἐξήνθησας, τὸ τῆς θεότητος ἄνθος, ἡ ἀαρωνῖτις γάρ, ῥάβδος ἐτύπου Σε.

    58. Οὐρανὸν ὁ τανύσας ἐπ’ οὐδενὸς πήγματος, κλίνας οὐρανὸς σαρκοφόρος, ἡμῖν ὡμίλησε, καὶ σοὶ ὑπέκλινε, τὴν κορυφὴν Αὐτοῦ μάκαρ, κορυφὴν δεικνύων σε, τοῦ χριστωνύμου λαοῦ.

    59. Ἱερᾶς ὄντως ῥίζης καὶ ἱεροῦ σπέρματος, ἱερογενὲς ἀνεφύης ὡραῖον στέλεχος, καὶ τὸν ἐκφύεντα, Χριστὸν τῆς Ἰεσσαὶ θείας ῥίζης, ζωηφόρον ὅρπηκα, μάκαρ ἐβάπτισας.

    60. Ἡ χρυσήλατος σάλπιγξ καὶ λιγυρὸν ἄδουσα, ἡ πνευματοχάλκευτος ὄντως καὶ θεοκρότητος, ἡ διηχήσασα, τῆς οὐρανῶν Βασιλείας, μέλος ἐναρμόνιον, σῶσόν με Πρόδρομε.

    61. Ἐν Σοὶ κατοικήσας ὁ Λυτρωτής, ἐξώκισε Κόρη, τὴν οἰκήσασαν ἐν ἡμῖν, πολύδακρυν ὄντως ἁμαρτίαν, καὶ Παραδείσου οἰκήτορας ἔδειξεν.

    62. Δακρύων ἀπείρων ἐπιῤῥοήν, παράσχου μοι μάκαρ, προσδεξάμενος τὴν ἐμήν, ὀλίγην λιβάδα τῶν δακρύων, καὶ τῶν ἐν ᾅδου δακρύων με λύτρωσαι.

    63. Τίμιος ὁ θάνατός σου σοφέ, ἔναντι Κυρίου, τοῦ τυθέντος ὑπὲρ ἡμῶν, ὡς πρόβατον ἄμωμον καὶ ἄρσεν, καὶ ὡς ἀμνὸς λογικὸς ἐνιαύσιος.

    64. Ἄγγελον οὐράνιον ἐσχηκώς, τοῦ θείου σου τόκου, προσημάντορα εὐκλεῆ, ἐπίγειος Ἄγγελος ἐδείχθης, καὶ ἐπουράνιος ἄνθρωπος Πρόδρομε.

    65. Οὗ ἡ ἀκροστιχίς: Αὕτη ἡ δέησις ὀγδόη τῷ Προδρόμῳ. Οὗτος πύματος ὕμνος ἐξ Ἰωάννου.

    66. Θεοτοκίον.

    67. Νυμφαγωγὸν ἱερόν σε, καὶ νυμφοστόλον εἰδώς, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἣν ἐνυμφεύσατο, ὁ ἐπουράνιος Νυμφίος καὶ Δεσπότης, ἐν πίστει δυσωπῶ σε, Χριστοῦ νυμφίου φίλε, ἀξιῶσαί με τοῦ νυμφῶνος αὐτοῦ.

    68. Ἀπὸ ἐρήμων ὀρέων, ἀπὸ ἀβάτων κρημνῶν, ἀπὸ ἀνύδρων βαράθρων, τῶν ἀκαθάρτων παθῶν, πρὸς μετανοίας δροσώδεις πεδιάδας, καὶ τόπους χλοηφόρους, ἰθύνας ἐπὶ πόαν κατανύξεως, μάκαρ ἔκθρεψον.

    69. Ἱερατεύοντι πάλαι τῷ ἱερῷ Ἱερεῖ, ὁ ἱερὸς οὐρανόθεν ἐπιφοιτᾷ Γαβριήλ, καὶ φοβοῦ φησί, Προφῆτα Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου· ὅθεν τέξεταί σοι ἡ Ἐλισάβετ υἱόν.

    70. Θεοτοκίον.

    71. Ποίαν σὲ ὠδήν, ὁ πτωχὸς ἐγὼ καὶ πένης τῇ σῇ μεγαλειότητι προσοίσω Πρόδρομε κατάλληλον; ἀλλ’ ὅμως φίλε Χριστοῦ, ἐπείπερ φίλον καὶ Θεῷ τῷ κατὰ δύναμιν, ὥσπερ ἐκείνος, τὰ δύο λεπτὰ τῆς πάλαι χήρας, οὕτω σύ μου δέξον τὸν ὕμνον καὶ τὸν αἶνον.

    72. Οἶκος ἱερός, ἀνεδείχθης Ἰωάννη, τὰς ἀρετὰς καὶ χάριτας συγχορευούσας ἔχων ἔνδοθεν, καὶ θάλαμος μυστικός, ἁγιωσύνης ἀκραιφνοῦς καὶ καθαρότατος, καὶ πανευώδης λειμὼν παρθενίας καὶ ἁγνείας, ἀείζωα φέρων φυτὰ καὶ τεθηλότα.

    73. Θεοτοκίον.

    74. Ἔθου εἰς δίψαν, ὑδάτων ἐξόδους καὶ ποταμούς, εἰς ἐρήμωσιν, κατακλεισμὸν ἀσεβείας εἰργάσω γάρ, πλημμύρᾳ τῆς χάριτος Βαπτιστά, καὶ βροχὴ τοῦ κηρύγματος.

    75. Ἔθετο πάντων, Χριστὸς Προφητῶν σε, καὶ κορυφὴν καὶ ἀκρότητα, καὶ γὰρ Προφήτην οὐδένα σοῦ μείζονα προέφησε Πρόδρομε, ἐγηγέρθαι σαφώς, ἐν γεννητοῖς γυναικῶν.

    76. Θεοτοκίον.

    77. Ἀνηρέθης μάκαρ, διὰ τὸν θεόσδοτον νόμον, καὶ σοῦ μὲν τὸ τίμιον ἡ γῆ αἷμα· ὁ δὲ Ἠρώδης τὸ κρῖμα ἐδέξατο, καὶ ὁ τῶν πνευμάτων βασιλεύων Ἰησοῦς Χριστός, τὸ πνεῦμα προσελάβετο.

    78. Ἀληθῶς οὐκ ἔφυς, κατὰ τὸν σωτήριον λόγον, εὐρίπιστος κάλαμος Ἰωάννη, ὑπὸ ἀνέμου παντὸς σαλευόμενος, ἀλλὰ στηριγμὸς ἡμῶν καὶ βάσις τῶν σαλευομένων, πονηρίας πνεύμασιν.

    79. Θεοτοκίον.

    80. Λύχνος ὢν τοῦ Ἡλίου τῆς δικαιοσύνης, σὺ φωτιεῖς μου τὸν λύχνον πανεύφημε, καὶ γὰρ φῶς ταῖς τρίβοις μοι, καὶ ποσὶν ἐμοῖς λύχνος φαίνων, ἡ πρὸς σὲ ἐλπὶς καὶ πεποίθησις.

    81. Λόγου φωνὴ Προφῆτα, τὰς ἐμὰς φωνὰς τὰς ἱκετηρίους δεξάμενος ἄξιον, εὐχαῖς σου μὲ ποίησον τῆς εὐκταίας φωνῆς, ἀκοῦσαι τῆς πρὸς Βασιλείαν καλούσης Θεοῦ.

    82. Θεοτοκίον.

    83. Ῥάβδος ἡμῖν μάκαρ ἐκ Θεοῦ, τοῖς ἀσθενοῦσι ψυχικῶς δεδώρησαι, καὶ ἰσχύος τῆς δυνάμεως· διὸ πάντας στήριξον, βακτηρίᾳ σῆς ἀντιλήψεως.

    84. Ἰσοσθενῆ Λόγον τῷ Πατρί, ἐν ἀσθενείᾳ τῆς σαρκὸς γενόμενον, ὁ βαπτίσας κατοικτείρησον, τὴν ἐμὴν ἀσθένειαν, ὅτι ἀσθενὴς καὶ πτωχός εἰμι.

    85. Προστασία θερμὴ καὶ ἀντίληψις, Χριστιανῶν ὑπάρχεις Θεοτόκε πανύμνητε· διὸ σὺν τῷ Προδρόμῳ, τὸν Υἱόν Σου δυσώπησον, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος.

    86. Ὡς ἡ πόρνη προσπίπτω Σοι Φιλάνθρωπε, εἰ καὶ δακρύων ὅλως ἀπορῶ κατανύξεως, πρεσβείαις τοῦ Προδρόμου, ὡς ἐκείνην κατάνυξον ὁ Θεός μου καὶ σῶσόν με.

    87. Θεοτοκίον.

    88. Ὡς Παλαιᾶς τε καὶ Καινῆς, Προφῆτα θεῖος μεσίτης, μεσιτείαις σου ταῖς ἱεραῖς, πεπαλαιωμένον με καινούργησον, ἀνακαινίσας ψαλμικῶς, ὡς ἀετοῦ παραδόξως, μάκαρ τῆς ψυχῆς μου τὴν νεότητα.

    89. Ὁ κατενώπιον Θεοῦ, παρεστηκὼς ἐν ὑψίστοις, τῶν Ἀγγέλων ἄρχων Γαβριήλ, ἐστὼς δεξιὰ τοῦ θυμιάματος, ὤφθη σοφὲ τῷ σῷ πατρί, ἐν τῷ ναῷ θυμιῶντι, τὴν σὴν προμηνύων θείαν σύλληψιν.

    90. Θεοτοκίον.

    91. Ἔσχες ἐν ὀστρακίνῳ, συγκαλυπτόμενον σκεύει, τῷ σώματι Πρόδρομε, τὸν θησαυρὸν τοῦ Πνεύματος, κρύπτων σαρκός ἐν ἐλύτρῳ, τὸν λευκοφαῆ μαργαρίτην τῆς χάριτος.

    92. Ἔγνωσε ὁ γινώσκων, πρὸ τοῦ γενέσθαι τὰ πάντα, καὶ πρὸ τοῦ πλασθῆναί σε, ἡγίασέ σε Πρόδρομε, ἔτι ἐκ μητρὸς κοιλίας, Πνεύματος Ἁγίου ἔμπλησας καὶ χάριτος.

    93. Οὗ ἡ ἀκροστιχίς: Ἐν ἑβδόμῳ σοι προσλαλῶ μάκαρ μέλει, τὸ ἔπος Ἰωάννου.

    94. Θεοτοκίον.

    95. Μετάνοιάν μοι παράσχου Πρόδρομε, καὶ στεναγμὸν καὶ πένθος καὶ κλαυθμὸν καὶ κατάνυξιν, καὶ δακρύων πηγὴν ἀνεξάντλητον, καὶ συντριβὴν καρδίας καὶ νοῦ ταπείνωσιν, ἵνα μου θρηνήσω τὴν πληθύν, τῶν ἀμετρήτων κακῶν.

    96. Στενά μοι πάντοθεν καὶ ἐπώδυνα, καὶ στεναγμῶν πολλῶν τῶν ἐν ἐλπίσιν ἐπάξια, τῆς γεέννης καὶ γάρ μοι ἐνέχυρον, πλῆθος τὸ τῶν κακῶν μου ἀπαραλόγιστον, ταύτην μοι ἐχέγγυον ἐκεὶ ταμιευόμενον.

    97. Νόησαι μόλις ὃ ἠδυνήθησαν, συμβολικῶς Προφῆται τοῦ Θεοῦ σὺ ἑώρακας, ὀφθαλμοῖς καὶ χερσί σου ἐκράτησας, ἄϋλον πῦρ ἐν ὕλῃ σώματος· ὅθεν μου τῶν ἁμαρτημάτων τὴν ὕλην, σοφὲ κατάφλεξον.

    98. Θεοτοκίον.

    99. Ὥραν ἐκείνην τὴν φρικτὴν τῆς ἐξέτασεως, ὅταν λάβω κατὰ νοῦν, θορύβου καὶ δειλίας πίμπλαμαι καὶ ἀγωνίας Χριστέ, ἐν ᾗ προκαθίσεις Κριτὴς μέγας, πνοῆς ἁπάσης ἔργα, διευθῦναι δικαίως, καὶ ἀνταποδοῦναι ἑκάστῳ κατ’ ἀξίαν.

    100. Νῦν ἀναλόγισαι ψυχή, τὰ πεπραγμένα σοι ἐν κρυφῇ καὶ φανερῶς, καὶ γνῶθι τὰς ἐκεῖ μενούσας σοι ἀτελευτήτους ποινάς, βασάνους κολάσεις τιμωρίας, καὶ πρόσδραμε τῷ Κτίστῃ, ἐν θερμῇ μετανοίᾳ, διὰ τοῦ Προδρόμου, οἴκτειρόν με βοῶσα.

    101. Θεοτοκίον.

    102. Ὁ ἀνασπάσας, ἀπὸ ῥιζόθεν ἐλέγχων σου, τῇ μαχαίρᾳ μῖσος μοιχικόν, καὶ τὴν ἐν ἐμοὶ παιδιόθεν βλαστήσασαν, νῦν δὲ κομῶσαν, ποικίλην ἁμαρτίαν, σὺ προθέλιμνον ἔκτιλλον Προφῆτα.

    103. Σὲ τῆς ψυχῆς μου, τὸν ἀντιλήπτορα ἴδοιμι, παρεστῶτα τότε δεξιά, ὅτε ἐξ ἐμοῦ, ἐκλείπει τὸ πνεῦμά μου, τοὺς ἐκζητοῦντας, Πρόδρομε τὴν ψυχήν μου, ἐκδιώκοντα ῥάβδῳ τῆς σῆς σκέπης.

    104. Θεοτοκίον.

    105. Σὲ ὅνπερ εὐφήμησε, τοῦ Χριστοῦ μου τὸ σεπτόν, στόμα καὶ πλῆρες Πνεύματος, παρ’ οὗ πᾶν στόμα λόγον τε καὶ πνοήν, ἐμπνέεται Πρόδρομε, εὐφημήσαι ἀξίως τίς ἰσχύσειεν.

    106. Λουτρῷ μετανοίας με, καὶ δακρύων προχοαῖς, ζεούσαις θέρμη Πνεύματος, ὁ Ἰορδάνου πάλαι ταῖς προχοαῖς, ἐλέους τὴν ἄβυσσον, Βαπτιστὰ καταδύσας νῦν ἀπόπλυνον.

    107. Θεοτοκίον.

    108. Δακρύων μάκαρ, τῶν ἐν τῇ γεέννῃ, ῥῦσαι τοὺς ὀφθαλμούς μου, δακρύων τῶν ἐνταῦθα, τῇ χορηγίᾳ καί ψυχῆς μου τοὺς πόδας συντήρησον, ἐκ τοῦ τῆς ἁμαρτίας ὀλισθήματος.

    109. Στενάζοντά με μὴ ἀποποιήσῃς, Βαπτιστὰ τοῦ Κυρίου, μηδέ μου τῶν δακρύων, ῥοὰς παρίδῃς Ἰορδάνου, ῥοὰς ὁ βαπτίσας Θεόν, ἀειῤῥόους χειμάῤῥους τὸν ποιήσαντα.

    110. Θεοτοκίον.

    111. Παλαιωθεῖσαν πλημμελήμασι, τὴν ψυχήν μου πολλοῖς νεοποίησον μάκαρ, ὁ νέας ὅρπηξ χάριτος, ὁ ἐκ παλαιᾶς, στειρευούσης νηδύος ἀναθηλήσας καινῶς.

    112. Ἐν τῇ ἐτάσει τῇ φρικώδει με, ὅταν μέλλω γυμνὸς καὶ τετραχηλισμένος, ἐν τρόμῳ σοὶ παρίστασθαι, σῶσον ὁ Θεός, εὐπροσδέκτοις δεήσεσι τοῦ Προδρόμου Σου.

    113. Θεοτοκίον.

    114. Ὅλως ἀπεγνωσμένος, κατάκριτος ὅλον ἀπηλπισμένος, ἐκ πλήθους τῶν κακῶν μου, ἐπὶ τὴν σὴν καταπέφευγα δραστικωτάτην Πρόδρομε, πρεσβείαν ῥῦσαί με, ἀπὸ πάσης περιστάσεως.

    115. Ὕδατα τῶν παθῶν μου, καὶ ῥεύματα ῥεούσης ἁμαρτίας, ἀνάστειλον Προφῆτα, ὁ Ἰορδάνου τοῖς ὕδασι, Θεὸν ἐλέους ἄβυσσον, λούσας σταλάζοντα ὕδασι, τὰ ὑπερῶα αὐτοῦ.

    116. Θεοτοκίον.

    117. Νύμφης Ἐκκλησίας, Χριστοῦ νυμφοστόλος, φαιδρὸς γεγένησαι, Ἅγιε Πρόδρομε, τοῦ ἑτοιμᾶσαι λαὸν γάρ, προαπέσταλσαι νεόλεκτον, κατεσκευασμένον τε Κυρίῳ Παντοκράτορι.

    118. Σὲ τὸν ἐκ τοῦ πάντων, Θεοῦ καὶ Δεσπότου μείζονα, ἐν γεννητοῖς γυναικῶν μαρτυρηθέντα ὑμνῆσαι, τίς ἰσχύσει θεῖε Πρόδρομε, τίς ἐγκωμιάσει δέ, ὃν ὁ Χριστὸς εὐφήμησεν.

    119. Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς: Συνώνυμος μέλεπι σε δοῦλος Δεσπότου. Ἰωάννης. Ἀμήν.

    120. Θεοτοκίον.

    121. Νομίμων θείων σὺ ἀντεχόμενος, διακενῆς Ἠρώδην ἀνομοῦντα διήλεγξας, παῤῥησίᾳ ἐν νόμῳ χρησάμενος· ὅθεν ἀνόμῳ φόνῳ σὲ καθυπέβαλεν, ὁ παρανομίας ὑπουργὸς καὶ ἀνομίας υἱός.

    122. Ἀγγέλων βίον ἀναλαβόμενος, ἀγγελικῶς ἐβίωσας ὁ ἔνσαρκος Ἄγγελος, κἂν γὰρ ᾗς ἠλαττωμένος πρότερον, βραχύ τι παρ’ Ἀγγέλοις· ἀλλὰ τὸ δάνειον, τὸν χοῦν τῷ χοΐ νοῦ ἀποδούς, ὤφθης ἰσάγγελος.

    123. Ἰδοὺ πρὸς πρόσωπον βλέπεις πρόσωπον, τὴν τριφεγγῆ Τριάδα καὶ τρισήλιον Πρόδρομε, τῶν ἐμφάσεων καὶ τῶν σκιῶν λυθεισῶν, καὶ περιαιθέντος παραπετάσματος, παντὸς ὑλικοῦ τοῦ τὴν αὐγὴν διατειχίζοντος.

    124. Θεοτοκίον.

    125. Τὴν οὐράνιον πόλιν πατρίδα ἔσχηκας, ἐπειδὴ τὴν ἐνταῦθα οὐκ ἐπεπόθησας, πόλιν γὰρ ἀεὶ ἐξεδέχου μακάριε, τὴν τοὺς θεμελίους ἔχουσαν ἀσαλεύτους.

    126. Ἀσελγῆ βασιλέα Ἠρώδην ἤλεγξας, τὸν συγχέαντα νόμους καὶ θεσμοὺς φύσεως, λέγων πρὸς αὐτόν· ὡς οὐκ ἔξεστιν ἔχειν σε, τὴν τοῦ ἀδελφοῦ σου γυναῖκα τοῦ Φιλίππου.

    127. Θεοτοκίον.

    128. Ῥαθυμίας ἐπὶ κλίνης με κοιμώμενον, ἔγειρον σαῖς ἀγρύπνοις εὐχαῖς, καὶ ἀγρυπνεῖν με, νοερῶς ἐνίσχυσον σοφέ, ὡς ἄγρυπνος φύλαξ τῶν πιστῶν, καὶ κατακοίμησον παθῶν ἄγρια κύματα.

    129. Φερωνύμως Ἰωάννης προσηγόρευσε, Πρόδρομε χαριτώνυμε, οὐρανόθεν γάρ, καταπτὰς ὁ μέγας Γαβριήλ, πρὶν ἢ συλληφθῆναί σε, γαστρὶ ἔσται φησίν, Ἰωάννης αὐτοῦ τὸ ὄνομα.

    130. Θεοτοκίον.

    131. Ῥεόντων τὴν ἄστατον, καὶ ὑγρὰν περιφοράν, παραδραμὼν ἀκύμαντος, οὐ παρεσύρθη ῥοΐζω τῶν ἡδονῶν, ἀλλ’ ὤφθης ἀσάλευτος, ὡς ἀνήλατος ἄκμων καὶ ἀτύπωτος.

    132. Νεφέλη σκιάζουσα, ἀναψύχουσα πνοή, αὔρα λεπτὴ δροασίζουσα, διασυρίζον πνεῦμα ψυχαγωγοῦν, γενοῦ μοι μακάριε, ἡδονῶν ἐν καμίνῳ φλεγομένῳ δεινῶς.

    133. Θεοτοκίον.

    134. Καλάμου δίκην διηνεκῶς, αὔραις ῥιπιζόμενον παθῶν, καὶ σαλευόμενον Πρόδρομε, στήριξον τὸν νοῦν μου· αὐτὸς γὰρ κάλαμος, οὐκ ἔφυς ὑπὸ πνεύματος σαλευόμενος.

    135. Νεκροῖς ἀνάστασιν καὶ ζωήν, Σὲ τὴν ἐνυπόστατον ζωήν, ὁ Βαπτιστής Σου ἐκήρυξεν, οὗ ταῖς ἱκεσίαις νενεκρωμένον με, ἀνάστησον ζωώσας, αὐτοζωὴ Ἰησοῦ.

    136. Θεοτοκίον.

    137. Ἡ τῆς πρεσβείαις σου, ἀξίνη Πρόδρομε, ἀποτένοι ῥιζόθεν, τὴν ἐν ἐμοὶ θάλλουσαν πικρὰν ἡδονήν, καὶ στήσοι ταύτης τὴν νομήν, ψυχολέτειραν ὡς γάγγραιναν.

    138. Δεινῶς χειμάζει με σαρκὸς ὀρέξεων, ἀνυπόστατος κλύδων τυφωνικαῖς, αὔραις κυμαινόμενος, ὃν εἰς γαλήνην βαθεῖαν, Βαπτιστὰ Χριστοῦ μετάβαλε.

    139. Τῶν πρὸ αἰώνων ἐκ Πατρός, πλὴν μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ’ ἐσχάτων τῶν χρόνων, ἐκύησάς Συ σαρκώμενον ἐξ ἁγνῶν αἱμάτων Σου, Θεοκυῆτορ πλὴν ἀνδρός, Ὃν αἴτησαι δωρήσασθαι, ἡμῖν ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.

    140. Παθῶν με ζάλη καὶ δεινή, τρικυμία πταισμάτων, εἰς ἀπογνώσεως βυθὸν κατεπόντισε Σῶτερ, ἀλλ’ ἔκτεινον τὴν κραταιάν μοι δεξιάν, καὶ σῶσόν με ὥσπερ τὸν Πέτρον, ἱεραῖς πρεσβείαις τοῦ Προδρόμου, ἐκ βάθους τῶν δεινῶν Λόγε ἀνομιῶν μου.

    141. Θεοτοκίον.

    142. Οὐ σθένει γλῶσσα γηγενῶν, εὐφημῆσαι ἀξίως, τὸν ἐπέκεινα πάσης, εὐφημίας ἀληθῶς, ἐν γεννητοῖς γυναικῶν, μείζων γάρ σου, μάκαρ οὐκ ἐγήγερται.

    143. Δακρύων χύσιν δαψιλῆ, ὄμβρησόν μοι Προφῆτα, τῶν παθῶν τὴν ῥῦσιν, τὴν πικρὰν καὶ θολεράν, ξηραίνουσα παντελῶς, καὶ τὴν λύσιν τῶν κακῶν μου δίδου μοι.

    144. Θεοτοκίον.

    145. Πεπορωμέναις βολίσι τῶν ἡδονῶν, καὶ πυρφόροις ἄνθραξι, τῶν παθῶν ἐρημικοῖς, κεκαυμένον δρόσισόν με νῦν, ἀπαθείας δροσισμῷ ἐρήμου βλάστημα.

    146. Τὸ τρισυπόστατον κράτος καὶ ἀμερές, τὸ ταὐτὸ τῆς φύσεως, ἡ τρισήλιος λαμπάς, τῆς ἐμῆς ψυχῆς τὸ τριμερές, ἁμαρτίαις ζοφωθέν, λάμπρυνον δέομαι.

    147. Οὗ ἡ ἀκροστιχίς: Τῷ Προδρόμῳ δέησιν ἕκτην προσφέρω· ὁ αὐτὸς Ἰωάννης.

    148. Σὲ πηγὴν καὶ πρόξενον καὶ αἰτίαν, ῥίζαν καὶ ἀχλὺν εἰδὼς παντὸς ἀγαθοῦ, Κύριε δυσωπῶ, ἐλέησον σῶσόν με, Σὲ γὰρ ἔχω ἄγκυραν στερεάν, τεῖχος ἀπόρθητον, καὶ ἐλπίδος πέτραν ἄῤῥηκτον.

    149. Ἡ φωνὴ ἡ λύσασα ἀφωνίαν, πάλαι πατρικήν, κατεύθυνον πρὸς Θεόν, τὰς ἐμὰς φωνάς, καὶ δεῖξόν με μέτοχον, τῆς εὐκταίας τοῦ Χριστοῦ φωνῆς, ἣ πρὸς οὐράνιον Βασιλείαν τοὺς δικαίους καλεῖ.

    150. Ἀρετῶν πηξάμενος, Ἰωάννη ὄχημα σαυτῷ, εἰς ὄρος ὑπερνεφές, θείων ἐννοιῶν, εἰς ἄκραν ἀκρώρειαν θεωριῶν, ἤρθης μυστικῶν, καὶ ἀνελήλυθας εἰς Ἀγγέλων ἁγιότητα.

    151. Ἰησοῦν τὸν Κύριον, καὶ Σωτῆρα καὶ Δημιουργόν, δυσώπει Βαπτιστά, σῶσαί με φθορᾶς, καταβαπτιζόμενον τῶν ἡδονῶν, ῥείθρῳ θολερῷ, καὶ βυθιζόμενον ἐν βορβόρῳ ἰλύϊ παθῶν.

    152. Θεοτοκίον.

    153. Ἥπλωσας ἐν γῇ τὰς νοητὰς ἀκτῖνας, τοῦ θείου κηρύγματος ὡς μέγας ἥλιος, καὶ τὰς ἀπίστους καρδίας καταυγάσας, ἡλιοειδεῖς ἀπειργάσω θεοκῆρυξ.

    154. Ἔλυσας πατρὸς τὴν ἀφωνίαν μάκαρ, μητρός τε τὴν στείρωσιν τεχθεὶς κατέπαυσας· ὅθεν κακῶν μου διάλυσον τοὺς βρόχους, καὶ τὰς πολυπλόκους, σειράς μου τῶν πταισμάτων.

    155. Θεοτοκίον.

    156. Ὁ ἐκ κοιλίας μητρός, Ἅγιον Πνεῦμα δεδεγμένος, ἁγίασον τοὺς νεφροὺς καὶ τὴν καρδίαν μου.

    157. Ὁ ἐξ ἀκάρπου γαστρός, καὶ ἐξ ἀγόνων, σὲ λαγόνων παραγαγῶν Βαπτιστά, εὐλογητὸς ὁ Θεός.

    158. Θεοτοκίον.

    159. Ἄσαρκος ἁμιλλώμενος, Ἀγγέλοις ὁ ἔνσαρκος Ἄγγελος, σαρκὸς ἔξω γέγονας, καὶ σάρκα γενόμενον, βουλῆς μεγάλης, τὸν Ἄγγελον ἐβάπτισας.

    160. Ὁ χρόνος μου ἐξέλιπεν, ὁ δρόμος εἰς τέλος κατήντησε, ἡ ἔξοδος ἤγγισεν, ὁ κλέπτης ἐφέστηκεν, καὶ ὁ θερίζων, τὸ νεῦμα ἀπεκδέχεται.

    161. Θεοτοκίον.

    162. Ὅλην μου τὴν ἔφεσιν, μετάθες Πρόδρομε, ἐκ τῶν ἀστάτων πρὸς τὰ ἑστῶτα, καὶ πρὸς τὰ ἀΐδια, τὴν ἐπιθυμίαν, διέγειρόν με δέομαι.

    163. Πλύνον με τοῖς δάκρυσι καὶ ἀποκάθαρον, παθῶν ἰλύος, καὶ κάθαρόν με, τῷ Χριστῷ παράστησον, τῷ θερμῶς ποθοῦντι, τὴν ἡμετέραν κάθαρσιν.

    164. Θεοτοκίον.

    165. Συνέχει καὶ χειμάζει με κλύδων παθῶν, καὶ τρικυμίαι ἡδονῶν, καὶ λογισμῶν αἱ ἀντίπνοιαι, καταβαπτίζουσι σῶσον· διό με Βαπτιστὰ κινδυνεύοντα.

    166. Ἐκ βρέφους φυγαδεύων ἐμάκρυνας, τῶν κοσμικῶν περισπασμῶν, καὶ ἐν ἐρήμοις καὶ ὄρεσιν, ὡς ἱεροῖς ἐν ἀδύτοις, ηὐλίζου τὸν Θεὸν προσδεχόμενος.

    167. Ἡ τὸ ἄνθος τὸ θεῖον ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα ζωῆς τὸν ἄρτον φέρουσα, ὡς Υἱόν Σου καὶ Θεὸν ἐκδυσώπησον Αὐτόν, σὺν τῷ Ἁγίῳ Προδρόμῳ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς Θεοτόκον ὁμολογοῦντάς Σε.

    168. Ἁμαρτίας εἰς βάθη με ὀλισθήσαντα, τρικυμία χειμάζει τῆς ἀπογνώσεως, ἀλλὰ πρόφθασον Χριστὲ ὡς παντοδύναμος, κυβερνήτης τοῦ παντός, καὶ πρὸς λιμένα γαληνόν, προσόρμισον ἀπαθείας, πρεσβείαις τοῦ Σοῦ Προδρόμου, δι’ εὐσπλαγχνίαν Σῶτερ καὶ σῶσόν με.

    169. Θεοτοκίον.

    170. Φιάλαι τῶν ἀρωμάτων αἱ σιαγόνες σου, μυρεψικὴν χάριν ἀρωματίζουσαι, καὶ εὐωδιάζουσαι σοφέ, μυστικὴν εὐωδίαν, τὸ γὰρ πολύτιμον καὶ ἄχραντον μῦρον, τὸν Χριστὸν ἀποπνέουσιν.

    171. Ἠλίας ἐξ οὐρανῶν εὐχῇ πῦρ κατήγαγε, καὶ πεντηκοντάρχους διττοὺς κατέφλεξε· τοὺς πεντηκοντάρχους τοιγαροῦν, καὶ τοὺς ἑκατοντάρχους καὶ χιλιάρχους τῶν ἐμῶν παθῶν, φλέξον Βαπτιστά, πρεσβειῶν σου πυρί.

    172. Θεοτοκίον.

    173. Μόνος ἐν γῇ ἐρήμῳ ἐναυλιζόμενος, κατὰ μόνας ὡμίλεις, τῷ κατὰ μόνας πλάσαντι ἡμῶν τὰς καρδίας, καὶ κατὰ μόνας Πρόδρομε, ἐπ’ ἐλπίδι σὲ κατοικίσαντι.

    174. Πτέρυξιν ἀπαθείας περιστερᾶς νοητῆς, περιηργυρωμέναις τῶν ἀρετῶν λευκότητι· εἰς ὕψος ἀοίδιμε θεωρίας, ἀρθεὶς τὸ Πνεῦμα εἶδες ἐν εἴδει περιστερᾶς.

    175. Οὗ ἡ ἀκροστιχίς: Πέμπτην φέρει σοι προσφορὰν σοί· ἱκέτης ὁ Ἰωάννης.

    176. Θεοτοκίον.

    177. Νεκροῖς ἐξανάστασιν, εὐηγγελίσω· αἰχμαλώτοις λύτρωσιν σαφῶς ἐκήρυξας· διὸ κἀμὲ νεκρὸν καὶ αἰχμάλωτον ὄντα, Προφῆτα ζωώσας, δουλοπαθείας ἐλευθέρωσον.

    178. Ἀξίνῃ πρεσβείαις σου τμητικωτάτη, τὰς ἀκάνθας Πρόδρομε, τῶν ἐγκλημάτων μου ἀποτεμών, προῤῥίζους κατάφλεξον πυρὶ ἀΰλῳ, καὶ ῥῦσαί με τῆς γεέννης τοῦ ἀσβέστου πυρός.

    179. Ἰῷ φαρμαχθέντα με τῷ δρακοντείῳ, ἰατρὲ φιλόψυχε Χριστὲ ἰάτρευσον, ὁ κεφαλὴν συνθλάσας τοῦ δράκοντος τὴν ἰοβόλον, καὶ σῶσόν με ταῖς πρεσβείαις τοῦ Προδρόμου Σου.

    180. Θεοτοκίον.

    181. Χεῖρας αἴρων σε δυσωπῶ Πρόδρομε, χειρί σου παναλκεῖ, χειρῶν με ῥῦσαι τοῦ ἐχθροῦ, ὄρεξόν μοι χεῖρα κειμένῳ· χερσὶν ὁ βαπτίσας, τὸν ἀνοίγοντα τὴν ἀγαθόβρυτον χεῖρα ἐμπιπλῶντα πᾶν ζῶον εὐδοκίας.

    182. Νοῦν ὑψαύχενα καὶ θρασύν, ἥττονα παντοίων ἡδονῶν, οὐκ αὐτοκράτορα παθῶν κεκτημένος, κατεκρημνίσθην εἰς βόθρον κακίας, καὶ εἰς πέταυρον ᾍδου, κατήντησα· ἀλλ’ αὐτὸς ἐκεῖθεν, ἀνέλκυσόν με μάκαρ.

    183. Θεοτοκίον.

    184. Οὐκ ἐγήγερται φησί, τὸ ἀψευδέστατον στόμα, Προφήτης μείζων ἐν γεννητοῖς γυναικῶν, σοῦ τοῦ Προφήτου καὶ ἐκ Προφήτου, Ἀποστόλων γὰρ σφραγίδας, καὶ Προφητῶν σὺ κορωνίς, καὶ στέφανος Μαρτύρων, καὶ Παλαιᾶς καὶ Καινῆς, μεσίτης Πρόδρομε.

    185. Ῥαθυμίας νυσταγμῷ, τὴν τῆς ψυχῆς μου λαμπάδα, ἐσκοτισμένην ἐπιφερόμενος καὶ ἐσβεσμένην ἐξ ἐπηῤῥείας, τοῦ βορβόρου τῶν παθῶν, καὶ τοῦ πηλοῦ τῶν ἡδόνων, προσπίπτω σοι Προφῆτα, ἄναψον ταύτην βοῶν, ἀδύτου λύχνε φωτός.

    186. Θεοτοκίον.

    187. Ἤχησε τοῦ κηρύγματος ὁ φθόγγος τοῦ σοῦ, εἰς τὰ πέρατα ἁπάσης τῆς οἰκουμένης, ὡς χρυσήλατος σάλπιγξ λιγηρά, καλῶν πρὸς ἐπίγνωσιν τοῦ Ποιητοῦ τὰ ποιήματα.

    188. Θρήνησον ὦ ψυχὴ πρὸ τῆς ἐξόδου, σεαυτὴν καὶ πένθησον, καὶ δάκρυσι μετανοίας, καὶ θερμαῖς κατανύξεως ῥοαῖς, τὸν ῥῦπον ἀπόσμηξον, τὸν ἐκ παθῶν προστριβέντα σοι.

    189. Θεοτοκίον.

    190. Ἐν ἀνομίαις Πρόδρομε, τελέσας τὴν ζωήν, καὶ δαπανήσας, ἀσώτως τὸν βίον, νῦν ἐπὶ τὴν σὴν δραστικωτάτην προστασίαν κατέφυγον.

    191. Πολυανθὴς παράδεισος, μυρίπνους λειμών, εὐώδης κῆπος, τὰς χάριτας πνέων, ὤφθης Βαπτιστά· διὸ μυρίζεις μυστικῶς τὰς καρδίας ἡμῶν.

    192. Θεοτοκίον.

    193. Στειρευούσης καὶ παλαιᾶς, ἐκ ῥίζης ὅρπηξ ἀναθηλήσας, εὐθαλὴς τῆς νέας χάριτος, τὴν ἐμὴν νεότητα, ὡς ἀετοῦ σοφὲ ἀνακαίνισον.

    194. Μετανοίας καθηγητήν, καὶ σωτηρίας ὑφηγητήν σε, καὶ ἁγνείας εἰσηγήτορα, καὶ ἀποσοβήτορα δεινῶν πνευμάτων, ἔχομεν Πρόδρομε.

    195. Ἐκαίνισας Ἄχραντε τῷ θείῳ τόκῳ Σου, φθαρεῖσαν τοῖς πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν Σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

    196. Ψυχὴ μετανόησον πρὸ τῆς ἐξόδου σου, ἡ κρίσις ἀδέκαστος τοῖς ἁμαρτάνουσιν, ὑπάρχει καὶ ἄστεκτος, βόησον τῷ Κυρίῳ, κατανύξει καρδίας, ἥμαρτόν Σοι ἐν γνώσει, καὶ ἀγνοίᾳ Οἰκτίρμον, πρεσβείαις τοῦ Βαπτιστοῦ Σου, οἴκτειρον σῶσόν με.

    197. Θεοτοκίον.

    198. Νενεκρωμένην πολυτρόποις παθῶν ἰδέαις τὴν ψυχήν μου, καὶ τεθανατωμένην, ἡδονῶν θανατηφόροις δήγμασι, τῇ σῇ μεσιτείᾳ, τῇ ζωηρᾷ ζωοποίησον.

    199. Τοὺς ἐν τῷ νόμῳ, καὶ πρὸ νόμου καὶ μετὰ νόμον, ὑπερῆτας, δικαίους Ἰωάννη, τὸν Θεὸν γὰρ Ὅν αὐτοὶ ἐκήρυξαν, σὺ σεσαρκωμένον ἐν Ἰορδάνῃ ἐβάπτισας.

    200. Θεοτοκίον.

    201. Τοῦ νοὸς τὴν πόρωσιν, καὶ τῆς ψυχῆς τὴν στείρωσιν, διάλυσον ὁ λύσας, στειρωτικὰς μητρὸς ὠδῖνας, καὶ γεωργεῖν δίδου μοι ὠρίμους, μετανοίας ὡραίοις βότρυας.

    202. Τὸ τῆς στείρας γέννημα, καὶ τῆς ἐρήμου βλάστημα, τὸν Ἄγγελον τοῖς τρόποις, μετὰ σαρκὸς ἐν γῇ φανέντα, τὸν τοῦ Χριστοῦ Πρόδρομον, ᾠδαῖς παναρμονίοις ὑμνολογήσωμεν.

    203. Οὗ ἡ ἀκροστιχίς: Τέταρτον ᾆσμα σοὶ πλέκω θεηγόρε· ὁ μοναχὸς Ἰωάννης.

    204. Θεοτοκίον.

    205. Νηστείας ὅρος ἀκρότατος, καὶ ἐγκρατείας ἄκρας κανών, καὶ γνώμων σωφροσύνης, καὶ σεμνότητος ὑπογραμμός, καὶ παρθενίας ἀρχέτυπον, καὶ ἁγνείας εἰκών, καὶ ἀρετῶν στήλη ζῶσα, ἡ ζωή σου ὤφθης Πρόδρομε.

    206. Ἀστὴρ τοῦ ἡλίου Πρόδρομε, σημαίνων θείαν ἀνατολήν, ἐξ ὕψους τὴν φανεῖσαν, τοῖς ἐν σκότει τῶν ἁμαρτιῶν, καὶ ἐν σκιᾷ καθημένοις θανάτου δέδειξαι· διὸ φωτὶ μετανοίας, καταφώτισόν με δέομαι.

    207. Ἰδεῖν ὁρατῶς ἠξίωσαι, Πνεῦμα τὸ ὁμοούσιον Πατρὶ τῷ ἀοράτῳ, καὶ τῷ λόγῳ τῷ διὰ σαρκός, καθοραθέντι ἀνθρώποις, ὡς πέλειαν κατελθόν, ἐκ τοῦ Πατρὸς οὐρανόθεν, καὶ προσμένων τῷ Υἱῷ Βαπτιστά.

    208. Θεοτοκίον.

    209. Ἐν μήτρᾳ φερόμενος βρέφος, κῆρυξ ἐχρημάτισας τῆς χάριτος, τεχθεὶς δέ, τοῖς ἀνθρώποις εὐηγγελίσω, ταύτην ἧν ἐμήνυσας, καὶ ἐν ᾍδου πᾶσι, τοῖς ἐκεῖ καθεύδουσι, θανὼν διὰ ξίφους ὡς μάρτυς ἀληθείας.

    210. Ἰδοὺ τοῖς λαοῖς ἀνεβόας, ὁ ἀμνὸς ὁ αἴρων τὴν τοῦ κόσμου ἁμαρτίαν, καὶ θυόμενος ὑπὲρ πάντων, τοῦτον οὖν δυσώπησον Ἰωάννμη, ἆραι τὰ πολλά μου πταίσματα, καὶ τὰς ἁμαρτίας μου πάσας ἐξαλεῖψαι.

    211. Θεοτοκίον.

    212. Ὁ λύχνος ὁ τοῦ φωτός, ὁ μύστης τῆς χάριτος, ὁ ἑωσφόρος τοῦ νοητοῦ, τῆς δικαιοσύνης Ἠλίου, ἐκ Πατρὸς τοῦ ἐξανατείλαντος πρὸ ἑωσφόρου, φώτισον τὴν ζοφώδη καρδίαν μου.

    213. Στειρώσεως μητρικῆς, δεσμὰ πολυχρόνια, καὶ ἀφωνίας τῆς πατρικῆς, στεῤῥὰν γλωττοπέδην, ὁ ῥήξας Βαπτιστά, τοὺς δεσμοὺς διάῤῥηξον, καὶ τὸν ζυγὸν ἀπόῤῥιψον, ἀπ’ ἐμοῦ τῶν πολλῶν μου κακῶν.

    214. Θεοτοκίον.

    215. Χεῖρα τὴν σὴν τὴν ἁψαμένην, τῆς ἀχράντου κορυφῆς τοῦ Χριστοῦ, τοῦ ἁπτουμένου ψαλμικῶς, τὸν ὀρέων καὶ καπνίζονται, ἁπλώσας σκέπασόν μου τὴν κεφαλήν, καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος μάκαρ.

    216. Οὐκ ἐξαρκέσει πᾶσα γλῶσσα, γηγενῶν ἀνευφημῆσαί σε, ὃν ὁ Δεσπότης τοῦ παντὸς ἀνευφήμησε πανεύφημε, σοῦ μείζονα μηδένα φήσας τρανῶς, ἐν γεννητοῖς γυναικῶν ἐγήγερθαι.

    217. Θεοτοκίον.

    218. Δολίως μὲ τῷ λείῳ, τῆς ἡδονῆς ὁ δόλιος ἠγκίστρευσε, καὶ ἰχθῦν ὡς ἄφωνον ἐσαγήνευσεν, ἀλλ’ ἔχων φρουρόν σε θεῖον τῶν ἀρκύων, καὶ δικτύων τῶν αὐτοῦ ἐν τάχει ῥυσθείην, Ἰωάννη πανεύφημε.

    219. Ὃν εἶδεν Ἡσαΐας, σεραφικοῖς στρατεύμασι κυκλούμενον, καὶ Ἀγγέλων ᾄσμασιν ἀνυμνούμενον, ἐν θρόνῳ ἀστέκτου δόξης, ἐφ’ ὑδάτων σὺ βαπτίσας Βαπτιστά, πάντων τῶν Ἁγίων ἀνεδείχθης ὑπέρτερος.

    220. Θεοτοκίον.

    221. Νύκτα ζοφεράν, τῶν ἁμαρτιῶν μου διάλυσον, φέγγους ἀνεσπέρου κοινωνέ, φωτὸς ἀδύτου λύχνε πολύφωτε, καὶ δεῖξόν με μέτοχον, καὶ κληρονόμον φωτὸς καὶ ἡμέρας υἱόν.

    222. Τέκνον Ἀβραάμ, συγγενείᾳ τρόπων με δεῖξον Χριστέ, γέννημα καὶ τέκνον ἐχιδνῶν, τῇ πονηρίᾳ ὄντα καὶ σῶσόν με· διὰ τοῦ Προδρόμου Σου, ὁ ἐκ τῶν λίθων τέκνα Ἀβραὰμ ἀνιστῶν.

    223. Ἀκατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα, Θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ Σοί, φρικτὸν Θεοῦ μυστήριον, τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων Σου, Ὃν πάντοτε Ἁγνὴ ὡς Υἱόν Σου, δυσώπει τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

    224. Τὴν ῥαθυμίαν σου, ψυχὴ ταλαίπωρε, πρὸ τῆς ἐξόδου σου, ἀποτινάξασα, ἐν μετανοίᾳ καὶ κλαυθμῷ, ἐπίστρεψον κραυγάζουσα, πρὸς τὸν ἀνεξίκακον, Ἰησοῦν καὶ φιλάνθρωπον, ἥμαρτόν Σοι Δέσποτα, ἀλλ’ ὡς εὔσπλαγχνος σῶσόν με, πρεσβείαις τοῦ Ἁγίου Προδρόμου, ὁ μόνος ὑπάρχων ἀναμάρτητος.

    225. Θεοτοκίον.

    226. Τῆς παναγίας Παρθένου τῆς ὑπὲρ νοῦν, τεκούσης τὸν Κύριον, συγγενὴς ὀφθεὶς Πρόδρομε, κανὼν ἐχρημάτισας, τῆς παρθενίας, καὶ γνώμων τῆς ἁγνείας.

    227. Τὸν τὰ μὴ ὄντα ὡς ὄντα πρὸ τῆς αὐτῶν, καλοῦντα γενέσεως, καὶ σὲ φίλον καὶ Πρόδομον, πάλαι προορίσαντα, καθικετεύεις σωθῆναί με Προφῆτα.

    228. Θεοτοκίον.

    229. Λύχνον ὢν φεγγοβόλος, τοῦ πρὸ ἡλίου Ἡλίου, τὸν ἐσβεσμένον μου λύχνον, Βαπτιστὰ ἄναψον, καὶ τῷ ἐλαίῳ τῆς σῆς, θείας ἀντιλήψεως, τὴν τῆς ψυχῆς μου λαμπάδα, φαιδρύνας εἰσάγαγε πρὸς τὸν νυμφῶνα Χριστοῦ.

    230. Μετανοίας ἡ σάλπιγξ, ἡ διηχήσασα μέγα, καὶ διαπρύσιον μέλος, τῷ Θεῷ πρέσβευε, μετανοεῖν με θερμῶς, Πρόδρομε ἑκάστοτε, καὶ ἐν εἰρήνῃ τὸν βίον, διελθεῖν καὶ μέτοχον γενέσθαι, θείας ζωῆς.

    231. Οὗ ἡ ἀκροστιχίς: Μέλος τὸ τρίτον προσδέχου, Χριστοῦ φίλε· ἐξ Ἰωάννου.

    232. Θεοτοκίον.

    233. Νηχόμενόν με κύμασι παθῶν, ἐπαλλήλων καὶ ἀντιπνοίαις, καταποντιζόμενον, ὀρέξων ἐμφύτων καὶ τῶν ἡδονῶν τῷ κλύδωνι, ἀσυστροφοῦντα· καὶ εἰς πηλὸν ἰλύος καὶ βόρβορον πεσεῖν Πρόδρομε, κινδυνεύοντα σῶσον, χεῖρά μοι δοὺς δεξιὰν γεέννης.

    234. Ἀκάρπου ῥίζης, ἔγκαρπος πολύφορος ὄρπηξ ὀτρείφας ἀμπέλου κλῆμα γονιμώτατον, γλυκύτατός τε βότρυς, γλεῦκος μετανοίας Πρόδρομε, ἐκβλύζων ἔφης, μέθην παθῶν ἐξαῖρον, ἀσχήμονα σαφῶς, μέθην δὲ σωφροσύνης μεθύσκον, τοὺς μετασχόντας αὐτοῦ.

    235. Ἰσχὺν καὶ σθένος, δύναμίν τε ἄμαχον ἔχων περίζωσόν με, δύναμιν εἰς πόλεμον ἀόρατον καὶ μάχην, καὶ τῷ ὑψηλῷ βραχίονι τῆς θείας σκέπης καὶ ἀντιλήψεώς σου Προφῆτα, ψαλμικῶς ὥσπερ κυκλοτερές, χαλκοῦν τόξον θοῦ τοὺς βραχίονάς μου.

    236. Θεοτοκίον.

    237. Γεωργικῆς πολλῆς σπουδῆς, καὶ συντόνου μετασχὼν ἐπιμελείας, παρὰ τοῦ γεωργοῦντος, τὰς τῶν ἀνθρώπων ψυχάς, ὡς κλῆμα κατάρας ἐπάξιον, βότρυν μετανοίας οὐκ ἤνεγκα τῷ Κτίστῃ.

    238. Ὡς καθαρὰ περιστερά, ὡς φιλέρημων τρυγὼν σωφρονεστάτη, ἀηδὼν ὡς ὡραία, ὡς λιγηρὰ χελιδών, τὸ ἔαρ μηνύεις τῆς χάριτος, καὶ πρὸς μετανοίας θάλψον ἀθροίζεις πάντας.

    239. Θεοτοκίον.

    240. Φωνῆς πατρικῆς, τὴν υἱότητα Χριστῷ προσμαρτυρούσης, ἐκ τοῦ Πατρὸς τῶν φώτων ἄνωθεν, καταβαινούσης ἀκήκοας, ὄντως γὰρ ἐπὶ τῶν ὑδάτων φωνὴ Κυρίου ἐγένετο, δόξης ἐβρόντησε Θεός, ἐπὶ ὑδάτων πολλῶν.

    241. Ὁ κόλποις Πατρός, ὡς Υἱὸς μονογενὴς ἠγαπημένος, ἀπεριγράπτως αὐλιζόμενος, ἐν ἑαυτῷ δὲ τὸ ἅγιον, φέρων καὶ ὁμότιμον Πνεῦμα, σὲ τοῦ Πνεύματος ἔδειξεν, ἔσοπτρον μάκαρ διαυγές, πέμπον θαυμάτων βολάς.

    242. Θεοτοκίον.

    243. Ἱλέῳ σου ἐν ὄμματι ἐπιβλέψας Πρόδρομε, εἰς τὴν ταπείνωσιν, καὶ ἀσθένειάν μου, ῥῦσαί με ἰλύος τῶν παθῶν, καὶ θερμῇ πρεσβείᾳ σου, τὸν Σωτῆρα κἀμοὶ ἐξιλέωσαι.

    244. Συνέτριψε δρακόντων τὰς κεφαλὰς ὁ Κύριος, ἐπὶ τοῦ ὕδατος, Ὃν ἐβάπτισας ἐν ὕδασι· διὸ τὴν κεφαλὴν σύντριψον τοῦ δράκοντος, τοῦ ζητοῦντος ὀλέσαι με Πρόδρομε.

    245. Θεοτοκίον.

    246. Ῥάβδῳ τῆς σῆς, ἀντιλήψεως ῥήξας τὴν πόρωσίν μου, δάκρυα πηγάζειν ἀξίωσόν με, τὴν φονικὴν δέ, τῶν παθῶν μου πλημμύραν, ὥσπερ ἄλλη διατέμων ἐρυθρᾶν, πρὸς γῆν ἀπαθείας, τὸν νοῦν μου ὁδήγησον.

    247. Τὸν ποταμόν, τῆς εἰρήνης τὸν μέγαν, τῆς εὐσπλαγχνίας τὴν μή  κενουμένην ἐν τῷ κενοῦσθαι, πηγὴν ὁ λούσας, ποταμίοις ἐν ῥείθροις, τῶν κακῶν μου τοὺς θολεροὺς ξήρανον, καὶ ῥεῖθρα δακρύων παράσχου μοι.

    248. Θεοτοκίον.

    249. Διακόψας τοῦ πυρός μοι τὴν φλόγα, εὐχῶν σου φωνῇ, φωνὴ καὶ γὰρ γέγονας, τοῦ διακόπτοντος φλόγα πυρός, ἔκθρεψόν με Πρόδρομε, ἐν χλοερᾷ καὶ δροσώδει Παραδείσου νομῇ.

    250. Ἰθύνας μου πρὸς Θεὸν τοῦ νοὸς τὰ κινήματα, καὶ τὰ διαβήματα, τὰ πρὸς Αὐτὸν κατευθύνας μου, δεῖξον τὴν καρδίαν μου, τρίβον εὐθεῖαν Κυρίου πρὸς ἐπίβασιν.

    251. Προστασία θερμὴ Χριστιανῶν, τὸν Υἱόν Σου ἱκέτευε ἀεὶ Θεοτόκε, πάσης κακουργίας καὶ δεινότητος, ῥύσασθαι ἡμᾶς τοῦ πολεμήτορος, καὶ δοῦναι συγχώρησιν ἡμῖν ὧν ἡμάρτομεν, διὰ σπλάγχνα οἰκτιρμῶν, ταῖς Σαῖς ἱκεσίαις Μητροπάρθενε.

    252. Διὰ σπλάγχνα ἐλέους Ἀγαθέ, εἰς τὸ σῶσαι τὸ πλάσμα Σου Χριστὲ παρεγένου, κλίνας οὐρανοὺς τῇ καταβάσει Σου· ὅθεν τὴν φρικτὴν οἰκονομίαν Σου, ὑμνοῦντες βοῶμέν Σοι· λιταῖς τοῦ Προδρόμου Σου, ἱλασμὸν ἁμαρτιῶν, παράσχου ἡμῖν ὡς μόνος Εὔσπλαγχνος.

    253. Θεοτοκίον.

    254. Ἐξήνθησας ὡς φοῖνιξ ἐν ταῖς ἐρήμοις, ὑψώθης ὡς κυπάρισσος ἐν λιμῶνι καὶ κέδρος ἐπληθύνθης ἡ τοῦ λιβάνου, ἀναδενδράσι δὲ τῶν ἀρετῶν σου, Θεοῦ κέδρους κατεκάλυψας, μάκαρ Πρόδρομε.

    255. Νηχόμενον, πελάγει πλημμελημάτων, ποντούμενον θαλάσσῃ παραπτωμάτων, κυκλούμενον ἀβύσσῳ ἁμαρτημάτων καὶ βαπτιζόμενον, παθῶν με κλύδωνι, Βαπτιστὰ κυβέρνησον καὶ διάσωσον.

    256. Θεοτοκίον.

    257. Ὑπερβὰς δυάδος ὑλικῆς, μικτὴν παχυμέρειαν, τὴν ψυχικήν τε λεπτύνας τριμέρειαν, Τριάδα τὴν ἄκτιστον, ἐν ἀΰλοις καὶ ὑλικοῖς εἶδες ὄμμασι, καὶ τὸν ταύτης ἕνα, ἔγνως ἐν δυσὶ τελείαις φύσεσιν.

    258. Τὸν κρατῆρα τὸν ὑπερχειλῆ, πάσης ἀγαθότητος, καὶ τὴν πηγὴν τῆς σοφίας καὶ γνώσεως, λούσας ἐν τοῖς ὕδασιν, Ἰωάννη θεομακάριστε Πρόδρομε, στάξον μοι σταγόνα γνώσεως, ὑμνῆσαί σε τολμήσαντι.

    259. Οὗ ἡ ἀκροστιχίς: Ταύτην δέησιν δευτέραν σοὶ προσφέρω· ἐγὼ Ἰωάννης.

    260. Νόμος ἐγκωμίων ἥττηται, ὑποχωρεῖ δὲ σύμπας ἀνθρώπων ἔπαινος, τῷ ὑπερμεγέθει, τῆς ἀξίας μεγέθει σου· τί γὰρ ἂν ἐπαινέσειεν ἄνθρωπος, ὃν ὁ Δεσπότης πάντων, πάντων ἀνθρώπων ἔφη μείζονα.

    261. Ἅπαν ἐμπαθὲς ἐνθύμημα, καὶ χαμερπὲς γεῶδες πρόσυλον νόημα, ἐκλικμήσαι μου, τῆς διανοίας ὡς ἄχυρον, καὶ πυρὸς τῆς γεέννης ὑπέκκαυμα, ἀξίωσον ἐννοίας, σιτοποιοὺς ἀναβλαστάνειν με.

    262. Ἴδε ὁ ἀμνὸς ἀνέκραζες, ὁ ἁμαρτίας κόσμου αἴρων ὡς εὔσπλαγχνος, δακτυλοδεικτῶν, ἐν Ἰορδάνῃ Χριστὸν τοῖς λαοῖς, Ὃν δυσώπει μακάριε Πρόδρομε, δωρεὰν ἐξαλεῖψαι, τὰς ἁμαρτίας μου καὶ σῶσαί με.

    263. Θεοτοκίον.

    264. Παρ’ Ἀγγέλων, ἀγγελιπρεπῶς ἔπρεπέ σε ὑμνεῖσθαι, τὸν πρὶν μὲν ἠλαττωμένον, παρ’ Ἀγγέλοις τι βραχύ, νυνὶ δὲ ἰσάγγελον γεγονότα, καὶ σὺν Ἀγγέλοις, ἀΰλως ἀνυμνοῦντα, τὸν ὑπὸ Ἀγέλων ὑμνούμενον ἀΰλως.

    265. Ὡς ἐκ ζάλης καὶ ἐκ ταραχῆς, καὶ κλύδωνος τοῦ βίου, εἰς εὔδιον καὶ γαλήνιον προσφυγήν, τὴν σκέπην σου Πρόδρομε, δυσωπῶ σε, πρὸς τὸν λιμένα τῆς ἄνω Βασιλείας, τὴν χειμαζομένην ψυχήν μου κυβερνῆσαι.

    266. Θεοτοκίον.

    267. Ῥεῖθρά μοι δός, μάκαρ κατανύξεως, ὁ λούσας ῥείθροις ποταμοῦ, τῆς εἰρήνης τὸν ποταμόν, ὄμβρον τῆς χρηστότητος, ῥεῖθρον τῆς ἀφέσεως, γλυκὺν χειμάῤῥουν τῆς χάριτος, ζωῆς πηγὴν οἰκτιρμῶν προχοήν, ἐλέους ἄβυσσον.

    268. Ὁ δειξιᾷ σου χειρὶ μακάριε, χειροθετήσας δεξιὰν τοῦ Ὑψίστου οὗ τῇ χειρί, πάντα περιέχεται, πρόσδεξαι τὴν ἔπαρσιν, τὴν τῶν χειρῶν μου καὶ ῥῦσαί με ἐχθροῦ χειρός, κραταιᾷ σου χειρί, καὶ παναλκεῖ δεξιᾷ.

    269. Θεοτοκίον.

    270. Ὡς Ἄγγελον καὶ Μάρτυρα καὶ κήρυκα, καὶ μύστην καὶ Ἀπόστολον, Βαπτιστὴν ἑτοιμαστὴν νυμφαγωγόν, ὡς φωνὴν ὡς λύχνον ἑωσφόρον τε, ὡς τοῦ Χριστοῦ γνήσιον φίλον, ὑμνῶ σε Πρόδρομε.

    271. Ἱστίῳ κυβερνήσας με τῆς σκέπης σου, τὸν πλοῦν τὸν πολυκύμωνα, καὶ τὴν ἄστατον τοῦ βίου καὶ πικράν, θάλασσαν ἀκλύστως διαβίβασον, καὶ γαληνῷ τῆς σωτηρίας ὅρμῳ προσόρμισον.

    272. Θεοτοκίον.

    273. Ἀπὸ βρέφους, τὸν ὡς βρέφος ἐν μήτρᾳ φερόμενον τῆς Παρθένου, καὶ τὰ νήπια βρέφη φυλάσσοντα, Κύριον ἐγνώρισας, καὶ προσεκύνησας ἐν μήτρᾳ, τῆς Ἐλισάβετ φερόμενον.

    274. Σὲ μεσίτην, καὶ προστάτην καὶ πρόμαχον ἄμαχον, ἐν ἡμέρᾳ τῆς φρικτῆς ἐξετάσεως εὕροιμι, καὶ ῥυσθείην Πρόδρομε, τῇ σῇ ἐνθέῳ παῤῥησίᾳ, αἰωνιζούσης κολάσεως.

    275. Θεοτοκίον.

    276. Ἔλυσας Προφῆτα μητρικὴν πάλαι στείρωσιν, καὶ ἀφωνίαν πατρικήν, εἰς εὐφωνίαν μυστικήν, μετέβαλες· ὅθεν με, πνιγμῷ παθῶν, ὄντα ἰσχνόφωνον, κάθαρον δι’ ἀπαθείας, καὶ δεῖξον εὐρύφωνον.

    277. Ὤριμον ὡς ῥάγα ἐν ἀώρῳ τῷ βότρυϊ ἤνεγκε σοι ἡ κλιματίς, τῶν Ἰουδαίων ἡ πικρά, ὡς στάχυν ἐν ἄλωνι, ἡ ἐν αὐτῷ τοῦ σίτου μάκαρ τῷ στάχυϊ, ὡς ἕνα κόκκον, μονώτατον πέπειρον.

    278. Ἀνύμφευτε ἁγνή, Θεοτόκε Μαρία, ἡ μόνη τῶν πιστῶν, σωτηρία καὶ σκέπη, κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ Σοὶ τὰς ἐλπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις Σου.

    279. Λησταῖς περιπεσών, λογισμοῖς ἐσυλήθην, τὸν νοῦν τραυματισθείς, καὶ ψυχὴν ἁμαρτίαις, καὶ κεῖμαι ἀνίατος, Ἰησοῦ πολυέλεε, ἀλλ’ ἐπίχεε, ταῖς τοῦ Προδρόμου πρεσβείαις, Σοῦ τὸ ἔλεος, καὶ τὰ δεινὰ τῆς ψυχῆς μου, θεράπευσον τραύματα.

    280. Θεοτοκίον.

    281. Λικμήσας τῆς χάριτος τῆς σῆς, τῷ πτύῳ καὶ τῷ πνεύματι, τὰς θημωνίας τῶν ἐγκλημάτων μου, τὴν τῆς ψυχῆς μου κάθαρον ἅλωνα, καὶ ὡς σῖτον ὤριμον, καθαρὸν καὶ ἄῤῥυπον, οὐρανῶν ἀποθήκαις με σύναξον.

    282. Ναμάτων ὑπάρχων ζωτικῶν, τοῦ Πνεύματος ἀνάπλεως, ὡς ποταμοῦ Θεοῦ ἐξ ἐρήμου φανείς, εἰς διεξόδους ὑδάτων ἔθηκας, γῆν ὡς ἄλλην ἄνυδρον, νοῦν Ἑβραίων ἄνικμον, ταῖς ποτίμοις ἀρδείαις τῶν λόγων σου.

    283. Θεοτοκίον.

    284. Ὥσπερ ἑωσφόρος πρωϊνός, στειρωτικῶν ἐκ λαγόνων ἀνέτειλας, μάκαρ τὸν ἀνίσχοντα, παρθενικῶς ἀπὸ νεφέλης ἥλιον, τῆς δικαιοσύνης, τρανῶς εὐαγγελιζόμενος.

    285. Πηλίνῃ γλώσσῃ ῥυπαρᾷ, καὶ μολυνθείσῃ ἐν ψεύδεσι χείλεσι, Πρόδρομε γεραίροντα μή με βδελύξη, μᾶλλον δὲ ἁγίασον, διὰ τῶν σῶν ὕμνων, τὸ στόμα καὶ τὴν καρδίαν μου.

    286. Οὗ ἡ ἀκροστιχίς: Πρῶτον μέλισμα σοὶ τῷ Προδρόμῳ· ἔπος Ἰωάννου.

DEC

27

    1. Παρακλητικός Κανών Ὁσίου ΝΕΙΛΟΥ τοῦ Γηρομερίου0 Προσθέστε ένα σχόλιο

    2. Δημοσιεύτηκε 27th December 2015 από τον χρήστη Καθηγητής Αντ.Μάρκου  

    3. Ετικέτες: Παρακλητικοί Κανόνες

    4. Ποίημα  Ἀρχιμανδρίτου Μεθοδίου Ντελῆ (1999)

      Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ· εἶτα τά Τροπάρια. ῏Ηχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.Δόξα. Τό αὐτό.Οὐ σιωπήσωμέν ποτέ, Θεοτόκε τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ Σοῦ· Σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

      Ὁ Ν’ (50) Ψαλμός. 

      Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Πρόσδεξαι δέησιν σῶν δούλων θεῖε Νεῖλε.Πρός σέ καταφεύγω ὁ δυσμενής, καί τήν σήν αἰτοῦμαι προστασίαν καί τῶν δεινῶν, κόπασον τόν τάραχον, ὦ Νεῖλε, καί τήν εἰρήνην παράσχου τοῖς δούλοις σου.Ὁ κτίτωρ καί φύλαξ τῆς σῆς Μονῆς, καί καύχημα, Νεῖλε, σύ ὑπάρχεις ὡς ἀληθῶς, διό σκέπε ταύτην ἐκ παντοίων, πειρατηρίων δεινῶν τε καί θλίψεων.Σωμάτων τήν ῥώσιν καί τῶν ψυχῶν, καί τῶν ἰαμάτων ἀφθονώτατον χορηγόν ἀπέτεκες, Κόρη Παναγία, ἡ προστασία ἡμῶν τῶν ὑμνούντων Σε.

      ᾨδή γ’. Οὐρανίας ἁψῖδος.Ἐλευθέρωσον, Πάτερ θαυματουργέ  Ὅσιε,  πάντας τούς ἐν θέρμῃ και πίστει προσκαλουμένους σε,  τοῦ πολεμήτορος, δεινῆς μανίας καί ζάλης, καί αὐτούς ἐνίσχυσον τῇ θείᾳ χάριτι.Θεοτοκίον.

      Διάσωσον, ἀπό  κινδύνων καί θλίψεων, πάτερ Νεῖλε, τούς ἐν πίστει καί πόθῳ σέ μεγαλύνοντας, καί λύτρωσαι, νόσων καί πάσης βλάβης.

      Κάθισμα.῏Ηχος β’. Τά ἄνω ζητῶν.

      ᾨδή δ’. Εἰσακήκοα Κύριε.Δυναστείας ἁπάσης, τοῦ μισανθρώπου δολίου ὄφεως, καί παντοίας ἐπηρείας τε, βλάβης καί δεινῶν μέ ἐλευθέρωσον.Θεοτοκίον.

      ᾨδή ε’. Φώτισον ἡμᾶς.Ἵλαθι ἡμῖν, καθ᾿ ἑκάστην ἁμαρτάνουσι, καί ἱκέτευε τόν μόνον Ἀγαθόν, πλημελημάτων, δωρηθῆναι τήν συγχώρησιν.Θεοτοκίον.

      ᾨδή ς’. Τήν δέησιν.Νεότητος, κατεφρόνησας Νεῖλε, ἀπολαύσεων καί πλούτου καί δόξης, καί τήν πτωχείαν ἡγάπησας, Πάτερ,  καί  τόν σταυρόν σου ἐπ᾿ ὤμων ἀράμενος, διό βοήθει μοι, σοφέ, πορευθῆναι ὁδόν τήν ἐνάρετον.Θεοτοκίον.

      Διάσωσον,  ἀπό  κινδύνων καί θλίψεων, πάτερ Νεῖλε, τούς ἐν πίστει καί πόθῳ σέ μεγαλύνοντας, καί λύτρωσαι νόσων καί πάσης βλάβης.

       

      Κάθισμα.῏Ηχος β’. Προστασία τῶν Χριστιανῶν.

      Εἶτα οἱ Ἀναβαθμοί· τό α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.Στ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.Δόξα. Ἦχος β’. Ταῖς τοῦ Σοῦ ῾Οσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.Προσόμοιον. ῏Ηχος πλ. β’. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με ὁ Θεός…

      ᾨδή ζ’. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.Λυτρωτήν ἐν κινδύνοις, καί προστάτην σέ πάντες, Πάτερ, κεκτήμεθα· προφθάνεις γάρ καί σώζεις, ἐκ πάσης ἐπηῤῥείας, τούς εἰς σέ καταφεύγοντας, καί ἐκβοῶντας θερμῶς· Θεός εὐλογητός εἶ.Θεοτοκίον.

      ᾨδή η’. Τόν Βασιλέα.Ἐν τοῖς ἀγώσιν,  ὑπέρ τῆς δόξης Κυρίου,  βιοτήν τήν σήν  ἐμπόνως διῆλθες, χάρισαι οὔν μάκαρ, ἀγώνα μετανοίας.Θεοτοκίον.

      ᾨδή θ’. Κυρίως Θεοτόκον.Εἰκόνα σου τήν θείαν,  πίστει  προσκυνοῦμεν,  καί  τῷ σῷ μνήματι πάντες προσπίπτομεν, καί τῆς σῆς θείας πρεσβείας, Νεῖλε δεόμεθα.Λαμπρῶς  ἀνακηρύττω,  καί ὁμολογῶ σου, τήν κραταιάν προστασίαν καί τήν πολλήν, ἧν πρός Θεόν παῤῥησίαν ἔχεις, θεσπέσιε.Ἐλέους ἡ τεκοῦσα, ἄβυσσον Παρθένε, μή διαλίπης πρεσβεύειν Χριστῷ ἑκτενῶς, ὑπέρ ἡμῶν τῶν ὑμνούντων τά μεγαλεία Σου.

      Μεγαλυνάρια.Χαίροις Βυζαντίου γόνος λαμπρός  καί Γηρομερίου,  τῆς Μονῆς σου θεῖος φρουρός· χαίροις μοναζόντων ὑπογραμμός καί τύπος,  Πατέρων μέγα κλέος, Νεῖλε τρισόλβιε.Χαίρει Θεσπρωτία πνευματικῶς καί ῎Ηπειρος πᾶσα  κεκτημένη ὡς θησαυρόν·  χαίρει ἐξαιρέτως ἡ εὐαγής Μονή σου, κατέχουσα ἐν κόλποις, Νεῖλε, σόν σκήνωμα.Νεῖλε, τῶν Ἁγίων ὁ μιμητής καί τῆς ἰσαγγέλου πολιτείας καθηγητής, πρέσβευε δοθῆναι τοῖς πόθῳ σέ τιμῶσι, παρά Κυρίου χάρις καί μέγα ἔλεος.

      Τὸ Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως· καὶ Ἀπόλυσις· μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι Τροπάρια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.῏Ηχος δ’.῏Ηχος α’.

      Ἀπολυτίκιον.῏Ηχος α’. Τῆς ἐρήμου πολίτης.

       

       

       

       

       

       

            

       

       

       

       

       

    5. Θεσπρωτίας τό κλέος καί Ὁσίων τό καύχημα, Κωνσταντινουπόλεως γόνον, ἀσκητῶν τό ἀγλάϊσμα, ὑμνήσωμεν τόν Νεῖλον οἱ πιστο,ί βοῶντες πρός αὐτόν εἰλικρινῶς, σκέπε, φρούρει Ὅσιε καί ἡμᾶς, τούς πόθῳ ἐκβοῶντας σοι· δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ ἁγιάσαντι, δόξα τῷ δωρησαμένῳ σέ ἡμῖν, πρέσβυν ἀκοίμητον.

    6. Τῇ πρεσβεῖᾳ Κύριε, πάντων τῶν Ἁγίων καί τῆς Θεοτόκου, τήν σΣν εἰρήνην δός ἡμῖν καί ἐλέησον ἡμᾶς ὡς μόνος Οἰκτίρμων.

    7. Ἐκ παντοίων κινδύνων τούς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σέ δοξάζομεν τήν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

    8. Πάντων δεομένων βοηθός,  καί τῶν ἐν ἀνάγκαις προστάτης, καί ἀσθενῶν ἰατρός,  σύ ὑπάρχεις  Ὅσιε, καί τῶν πενήτων τροφεύς,  τούς ἐν πίστει καί πόθῳ σε, καλούντας προφθάνεις, καί παρέχεις ἄφθονον τήν μεσιτείαν σου·  ὅθεν καί ἡμᾶς τούς αἰτοῦντας, πάτερ Νεῖλε, φύλαξον πάντας, ἀπό πειρασμῶν καί περιστάσεων.

    9. Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ  Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

    10. Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, θεοφόρον Νεῖλον, τόν δοξάσαντα τόν Χριστόν καί ἀναδειχθέντα δι᾿ ἀρετῆς ἐνθέου, ἡμῶν παραμυθία καί καταφύγιον.

    11. Χαίροις Ὀρθοδόξων προασπιστής καί τῶν κακοδόξων, Νεῖλε ὅσιε, ἐλεγκτής· χαίροις Ἐκκλησίας ὡράϊσμα καί δόξα, καί ἀσκητῶν ἀκρότης, Πάτερ θεόσοφε.

    12. Ἄξιόν ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν·  τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

    13. Θεοτοκίον.

    14. Ἵλεως φάνηθί μοι, Νεῖλε θεοφόρε, καί τῆς δεήσεως ταύτης ἐπάκουσον, καί γάρ μου σκέπη ὑπάρχεις καί καταφύγιον.

    15. Νεάζων κἄν ἐν γήρει, προθύμως ὑπακούσας, καί ὡκοδόμησας Νεῖλε, σεμνεῖον τό σόν, ἐν ᾧ προσφεύγουσιν πάντες καί σέ γεραίρουσι.

    16. Ἐπαγγελίας, καρπός ὑπάρχεις, Παρθένε, καί ἐκπλήρωσις προφητικῶν λογίων, ἄκουσον οὔν Κόρη, ἱκέσιον φωνήν μου.

    17. Ἵλαθι, Πάτερ, ἡμῖν τοῖς πάντοθεν νόσων, καί ποικίλλων πειρασμῶν βαλλομένοις, καί μανίας τούτων, ἀπάλλαξον καί ζάλης.

    18. Θεολογίας, τῆς ἀληθοῦς ὑποφήτης, ἀνεδείχθης ἀληθῶς,  Νεῖλε πάτερ, ὅθεν ἡμῖν δίδου, λαλεῖν ὁσίους λόγους.

    19. Νικητάς ἡμᾶς πάντας, εἰς ἀγώνα τόν θεῖον τῆς τελειώσεως, ἀνάδειξον, Παρθένε, καί θύραν τοῦ ἐλέους, τοῦ Υἱοῦ Σου ὑπάνοιξον, ἵνα βοῶμεν ἀεί· Εὐλογημένη χαῖρε.

    20. Ὦ τῆς θείας προνοίας, δι᾿ ἧς ὤφθη σοι, Νεῖλε, φῶς τό οὐράνιον, ἀνήγειρας δέ οὔτω, Μονήν σου τήν ἁγίαν, ἧν καί νῦν διαφύλαττε, καί διατήρει ἀεί, ἀλώβητον κινδύνων.

    21. Ὑπέρ ἄνθρωπον ὅντως, ὁ σός βίος,  θεόφρον Νεῖλε μακάριε,  κανών ὁμοῦ καί τύπος,  ὑπάρχει  τοῖς ποθοῦσι, θεαρέστως πορεύεσθαι,  ὅθεν παράσχου κἀμοί, σωτήριον πορείαν.

    22. Νεῖλε παμμακάριστε,  τῶν μοναστῶν ὡραιότης, καί ὁ τῆς ἀσκήσεως στύλος ἀδιάσειστος καί ἑδραίωμα· τῶν πιστῶν στήριγμα, ᾿Εκκλησίας δόξα, κακοφρόνων ἡ καθαίρεσις, σοφός διδάσκαλος καί δογμάτων πίστεως πρόμαχος· καί πάντων τῶν τιμώντων σε,  φύλαξ καί ἀσφάλεια γέγονας, ὅθεν σοί βοῶμεν, δυσώπει τόν Χριστόν ὑπέρ ἡμῶν τῶν εὐλαβῶς προσκυνούντων σου τό σεπτόν εἰκόνισμα.

    23. Καί νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

    24. Εὐαγγέλιον ἐκ τοῦ Ματθαῖον (ζήτει τῇ 5η Δεκεμβρίου, τῇ ἑορτῇ τοῦ ἁγ. Σάββα).

    25. Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

    26. Προστασία  τῶν προσφευγόντων σοι,  Ὅσιε,  καί στεῤῥά ὑπάρχεις σκέπη καί ἀντίληψις,  πρόσδεξαι οὖν τά πρός σωτηρίαν αἰτήματα ἡμῶν καί διαφύλαξον πάντας ἡμᾶς ἀπό ποικίλλων πειρασμῶν καί παθῶν τε καί θλίψεων·  πρόφθασον ἐν ἀνάγκαις, καί ῥῦσαι παντός κινδύνου, Νεῖλε ἡμῶν ἡ χαρμονή, καί βεβαία ἀντίληψις.

    27. Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν. 

    28. Ὁδήγησον, Θεοτόκε  Δέσποινα,  πρός ὁδόν με σωτηρίας  καί ῥῦσαι, τῆς τοῦ ἐχθροῦ δεσποτείας τόν νοῦν μου, καί εἰς χαράν τήν πικρίαν μετάβαλε, ὑπάρχεις γάρ καταφυγή,  καί  βοήθεια πάντων Θεόνυμφε.

    29. Διάνοιξον,  τούς ὀφθαλμούς  τῆς  ψυχῆς μου, θεοφόρε πάτερ Νεῖλε, καί δός μοι, πηγάς δακρύων τοῦ κλαῦσαι πταισμάτων,  ὑπέρ ἐν βίῳ ὁ τάλας ὧν ἔπραξα, καί αἴτησαι τόν ἱλασμόν, τῷ σῷ δούλῳ δωρήσασθαι πάντοτε.

    30. Ὡράϊσμα, ἀσκητῶν καί στήριγμα, μοναζόντων σύ ὑπάρχεις παμμάκαρ, ὁ σός γάρ βίος ἐγένετο τύπος, καί φωτεινότατον ὅντως ὑπόδειγμα, τοῖς ἐκ ψυχῆς διακαῶς ,σωτηρίαν ποθούσι καί ἔλεος.

    31. Σῶσον μέ Ἁγνή, Θεοτόκε Ἀειπάρθενε, ἡ τεκοῦσα τόν Σωτήρα τοῦ παντός, ἔχεις γάρ ἄνωθεν, τό θέλειν καί τό δύνασθαι.

    32. Νόσων  ἀλγεινῶν,  καί παθῶν  καί περιστάσεων, καί κινδύνων μέ ἀπάλλαξον ταχύ, καί τήν εἰρήνην, παράσχου ταῖς ἱκεσίαις σου.

    33. Στύλος ἀρραγής, τῶν δογμάτων καί τῆς πίστεως, ἀνεδείχθης, πάτερ Νεῖλε θαυμαστέ, διό ἐν ταύτη, ἡμᾶς πάντοτε στερέωσον.

    34. Ἡ οὐράνιος πύλη,  καί τοῦ Βασιλέως θρόνος ὁ πάγχρυσος, Σύ ὑπάρχεις Παναμώμητε, ὅθεν τήν εἰρήνην ἡμῖν δώρησαι.

    35. Ἐνδυνάμωσον Ὅσιε, Νεῖλε Πάτερ πάντας τούς δεομένους σου, καί παράσχου τῇ πρεσβείᾳ σου, θεῖον φωτισμόν καί μέγα ἔλεος.

    36. Ἱκετεύων μή παύσῃ, τοῦ συγχωρηθῆναι ἡμῖν τά πταίσματα, καί δοθῆναι πᾶσιν ἄφεσιν, τοῖς τό σόν ὑμνοῦσι μέγα ὄνομα.

    37. Προστάτης θερμός καί σκέπη καί κραταίωμα,  ὑπάρχεις πιστῶν, ἁπάντων καί βοήθεια, πρεσβεύεις γάρ Ὅσιε ἀεννάως πρός τόν Κύριον, τοῦ δωρηθῆναι ἡμῖν ἱλασμόν, καί τῶν παραπτωμάτων τήν διόρθωσιν.

    38. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.

    39. Ἁμαρτῖαι παντοῖαι καί λογισμοί πάντοθεν, σώματα μολύνουσι Κόρη καί τήν διάνοιαν,  ἀχρείων δούλων Σου, Παρθένε Μῆτερ Κυρίου, ἀλλά Σύ προφθάσασα, τούτων ἀπάλλαξον.

    40. Ξενητείαν  καί πάσαν ἀσκητικήν ὥδευσας, τρίβον καί διῆλθες τοῦ κόσμου, Νεῖλε τρισόλβιε, ἐν κακουχίᾳ πολλῇ, πλείστας Μονάς καί ἐσχάτως, ἐν Ἠπείρῳ ἔφθασας, ἧν διαφύλαττε.

    41. Δέξαι, Νεῖλε θεόφρον, σῶν ἱκετῶν δέησιν, καί τῶν διαβόλου παγίδων, ἡμᾶς διάσωζε, καί φρούρει πάντοτε, ἀπό παθῶν τε καί νόσων, καί ποικίλων θλίψεων τούς προσιόντας σοι.

    42. Θεοτοκίον.

    43. Ῥεόντων τόν φόρτον καί γεηρῶν, ἀπέφυγες, Πάτερ, καί ἀπήλαυσας τῶν τερπνῶν, τοῦ Πνεύματος θείων χαρισμάτων, δι᾿ ὧν τούς δούλους σου φύλαττε πάντοτε.

    44. ᾨδή α’. ῏Ηχος πλ. δ’. ῾Υγράν διοδεύσας.

    45. Καί νῦν. Θεοτοκίον ὅμοιον.

    46. Τό τῶν Πατέρων ἱερώτατον  κλέος  καί  μοναστῶν καθηγητήν καί προστάτην, τόν ἐν Ὁσίοις μέγιστον καί θεῖον ἀσκητήν, Νεῖλον εὐφημήσωμεν καί βοήσωμεν πίστει, φύλαττε τούς πόθῳ σε ἐκ καρδίας τιμώντας,  καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἐπηρειῶν τε πασῶν τοῦ ἀλάστορος.

DEC

26

    1. Παρακλητικός Κανών ΑΓΙΑΣ ΖΩΝΗΣ τῆς Ὑπεραγίας Θεοτόκου0 Προσθέστε ένα σχόλιο

    2. Δημοσιεύτηκε 26th December 2015 από τον χρήστη Καθηγητής Αντ.Μάρκου  

    3. Ετικέτες: Παρακλητικοί Κανόνες

    4. Ποίημα ἁγ. Ἰωσήφ τοῦ Ὑμνογράφου          Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ· εἶτα τά Τροπάρια. Ἦχος δ’. Ὁ ὑψωθείς.

Δόξα. Τό αὐτό.

Καί νῦν. Ὅμοιον.

Ἀρωματίζουσαν πηγήν Σε γινώσκομεν, καί τῇ Σορῷ Σου προσπελάζοντες λέγομεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα ἀπάλλαξον, δυσωδίας πταισμάτων, μῦρον τό ἀκένωτον ἀναβλύζουσα πᾶσι, τοῖς ὀχετοῖς Ἁγνή τῆς Σῆς Σοροῦ, ἐν ἧ ἡ Ζώνη ἡ Σή τεθησαύρισται.

Ὁ Ν’ (50) Ψαλμός.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Ζώνης με σεπτῆς δυνάμει σῶσον Κόρη· Ἰωσήφ.

ᾨδή α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.

Ζώνης μοι θείας καί σεπτῆς Σου Πάναγνε, ἐφιεμένῳ ὑμνεῖν, τά θεῖα πελάγη, τῶν θαυμάτων ἄνωθεν, χάριν δώης τῷ δούλῳ Σου καί ἀχρείῳ ἱκέτῃ, πυρός ὑπέκαυμα πέλοντι, ταῖς ἐξ ἰοβόλου κακώσεσιν.

Ὡς ὑπερτέρα τῶν Ἀγγέλων πέλουσα, Παρθενομῆτορ Ἁγνή, καί οὐρανός θεῖος, μόνη ἐχρημάτισας, τοῦ οὐρανοῦ τανύσαντος, οὕτω Ζώνην Σου θείαν, κατέλιπες ἀδιάφθορον, καί πηγήν χαρίτων τοῖς δούλοις Σου.

Νειλῶα ῥεῖθρα ἐξ αὐτῆς ἀρδεύονται, οἱ προσιόντες πιστῶς, νοσημάτων λύσιν, καί πταισμάτων ἄφεσιν, οἱ πιστοί ἐφαπτόμενοι, τῆς Σοροῦ τῆς ἁγίας, ἐν ἧ σεπτῶς ἀποτίθεται, Ζώνη, τῶν πιστῶν καταφύγιον.

Ἡ τόν Δεσπότην τοῦ παντός πανέντιμε, Ζώνη τῆς μόνης Ἁγνῆς, ἐν κοιλίᾳ ὄντα, βρέφος περιστείλασα, καί χάριν τῶν ἰάσεων, παρ’ Αὐτοῦ δεξαμένη, νέμοις πλουσίως τοῖς δούλοις σου, τήν τῶν αἰτημάτων ἐκπλήρωσιν.

ᾨδή γ’. Οὐρανίας ἁψίδος.

Σωτηρίας λιμένα, τῶν ψυχικῶν Δέσποινα, καί σωματικῶν ἀλγηδόνων, Σέ ἐπιγράφομεν, πάντες οἱ δούλοις Σου, καί τῇ Σορῷ τῇ ἁγίᾳ, Ζώνης προσπελάζοντες, ἁγιαζόμεθα.

Μολυσμάτων παντοίων, καί λοιμικῆς θλίψεως, πάσης συμφορᾶς καί κινδύνων, ῥῦσαι τούς δούλους Σου, τούς Σοί προστρέχοντας, καί αἰτουμένοις ἐν πίστει, τήν θερμήν ἀντίληψιν, Κόρη, τῆς ζώνης Σου.

Ἐλεήμων ὑπάρχεις, καί συμπαθής Ἄχραντε, ὡς τόν  Ἐλεήμονα κόσμου ἀποκηύσασα, δυνάμει Ζώνης Σου, χειμαζομένους Σούς δούλους, ἀσθενείας λαίλαπι, πικρῷ ἀπάλλαξον.

Συνεργόν τόν τεχθέντα, ἐκ Σῆς γαστρός Ἄχραντε, τόν τάς ἀσθενείας τοῦ κόσμου, πάσας ἰώμενον, κατέχεις ὅλον ἐν Σοί, νόσων δυνάμει Σῆς Ζώνης, χαλεπῶν ἀπάλλαξον, Σούς δούλους, Ἄχραντε.

Διάσωσον ἀπό κινδύνων τούς δούλους Σου Θεοτόκε, τῇ τῆς παντίμου Σου Ζώνης δυνάμει καί χάριτι, ἐν αὐτῇ γάρ καταγεύγομεν ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Κάθισμα. Ἦχος β’. Πρεσβεία θερμή.

Τήν Ζώνην τήν Σήν, κεκτήμεθα ὦ Δέσποινα, φρουρόν ἀρρωγόν, ἐν πάσαις περιστάσεσι, τῇ Σορῷ αὐτῆς προστρέχοντες ἀεί καί πίστει κράζοντες, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, δυνάμει αὐτῆς, ἰσχύει καί χάριτι.

ᾨδή δ’. Σύ μου ἰσχύς, Κύριε.

Ἐφ’ ἡμῖν νῦν σκιά θανάτου ἐκύκλωσε, καί τοῦ Ἅδου πύλας προσεγγίσαμεν, ἀλλά Σύ Μήτηρ ὡς ἀγαθή, χάριτι Σῆς Ζώνης θαυμάστωσον τά ἐλέη Σου, καί σῶσον τούς ἐν πίστει ἀδιστάκτῳ βοῶντας, τῇ δυνάμει Σου δόξα Πανάχραντε.

Πόνοις δεινοῖς, καί ἀμετρήτοις βαλλόμενοι, τῇ τιμίᾳ Ζώνῃ Σου προσπίπτομεν, τῇ ἀκηράτῳ Μῆτερ Ἁγνή, μεθ’ ἧς διεζώσω, τό πανακήρατον σῶμα Σου, διό τήν καταγίδα, τῆς δεινῆς ἀρρωστίας, καί τά ἄλγη ἐξίασον Δέσποινα.

Τίς ἐξειπεῖν δύναται τά μεγαλεῖα σου, καί σημεῖα, Ζώνη παρακήρατε, τοῖς προσιοῦσί σοι εὐλαβῶς, καί ἐφαπτομένοις, παρέχεις ὡς ἀδιάφθορος· ὅθεν παντοίας λύμης, ἐπηρείας τε πάσης, τῇ δυνάμει σου ῥῦσαι τούς δούλους σου.

Ἡ τόν Θεόν ἔνδον κοιλίας ὑπάρχοντα, Θεοτόκου ἄνθρωπον γενόμενον, καί μή λιπόντα τούς πατρικούς, κόλπους σεπτή Ζώνη, θεοπρεπῶς περιστείλασα, τήν χάριν ἐκομίσω, ἐξ Αὐτοῦ ἰαμάτων, ἥν ἀφθόνως βραβεύεις τοῖς χρήζουσιν.

ᾨδή ε’. Ἵνα τί με ἀπώσω.

Συνεπάγησαν βέλη, τά τῆς ἀσθενείας μου ἄμετρα πταίσαντα, καί εἰς βυθόν Ἅδου, τόν πανάθλιον συνωθοῦσί με, ἀλλ’οἰκτείρησόν με, ἐλέους οὖσα ἡ Μήτηρ, τῇ δυνάμει τῆς Ζώνης Σου, Ἄχραντε.

Δέχου νῦν τῶν Σῶν δούλων, τάς δεήσεις Πάναγνε τῶν προσφυγόντων Σοι, καί ἐξαιτουμένων, τήν ἀντίληψιν τῆς προστασίας Σου, οἴκτειρον οὖν τούτους, ὡς συμπαθής καί ἐλεήμων, καί ἐκ πάσης κακώσεως λύτρωσαι.

Ὑπό νύκτα τοῦ βίου, θύελλα κατέλαβε πάσης στενώσεως, καί ἐσκότασέ με, ἀσθενείας Παρθένε σκοτόμαινα, ἀλλ’ ἀνάτειλόν μοι, ἀναψυχῆς ἄδυτον φέγγος, τῆς Σῆς Ζώνης δυνάμει καί χάριτι.

Νῦν ἐφ’ ἡμῖν Κόρη, καταιγίδες φέρονται τῶν περιστάσεων, ἡμᾶς συγκαλύψαι, τῇ δικαίᾳ ὀργῇ κατεπείγονται· ἀλλά μή παρίδῃς, δεινῶς ἡμᾶς χειμαζομένους, τῇ δυνάμει Σῆς Ζώνης ἐλπίζοντας.

ᾨδή στ’. Ἱλάσθητί μοι, Σωτήρ.

Ἁμαρτιῶν νῦν ἡμᾶς, ζάλαι πικρῶς καταιγίζουσι, καί λοιμικῆς συμφορᾶς, χειμάζουσι κύματα, Ζώνη πανακήρατε ἔκχεον σήν χάριν, ἐφ’ ἡμῖν τοῖς ἁμαρτάνουσι.

Μαρία Μῆτερ Θεοῦ, τό καθαρόν ἐνδιαίτημα, καθάρισον τούς πιστούς, ἐκ νόσων καί θλίψεων, καί τῆς συνεχούσης νῦν, ἀσθενείας ῥῦσαι, τῇ Σῇ Ζώνῃ καταφεύγοντας.

Εἰς πέλαγος ἀχανές, ἀσθενειῶν περικείμεθα, τό πέλαγος δέ τοῦ Σοῦ, αἰτούμεθα Δέσποινα, ἐλέους οἱ τάλαινες, ἵνα ἀναγάγῃς ἐκ βυθοῦ τοῦ τῆς κακώσεως.

Ἱλάσθητι, Ἀγαθή, τοῖς δούλοις Σου κακῶς πάσχουσι, ἐκ νόσου ὀδυνηρᾶς, καί σφοδρᾶς φλογώσεως, κραταιᾷ δυνάμει δέ, τῆς Σῆς Ζώνης δίδου, τήν ὑγείαν Μητροπάρθενε.

Διάσωσον ἀπό κινδύνων τούς δούλους Σου Θεοτόκε, τῇ τῆς παντίμου Σου Ζώνης δυνάμει καί χάριτι, ἐν αὐτῇ γάρ καταγεύγομεν ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Κοντάκιον. Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.

Προστασίαν ἐν συμφοραῖς Σέ κεκτήμεθα, καί μεσῖτιν πρός Σόν Υἱόν προβαλλόμεθα, οἱ ταπεινοί ἱκέται Σου Μῆτερ Θεοῦ, καί νῦν πρόφθασον ὡς συμπαθής, εἰς τήν βοήθειαν ἡμῶν, τῇ τῆς Ζώνης Σου χάριτι· τάχυνον εἰς πρεσβείαν καί ῥῦσαι πάσης ἀνάγκης, ἵνα ὑμνῶμεν ἀεί, τά θεῖα μεγαλεῖα Σου.

Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ  καί γενεᾷ.

Στ. Ἄκουσον θύγατερ…

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν. Ἐν ταῖς ἡμέραις ἐκείναις…

Δόξα. Τῇ τῆς πανσέπτου Ζώνης Παντάνασσα δυνάμει, σῶζε τούς Σούς οἰκέτας, ἀπό παντοίας βλάβης.

Καί νῦν. Χάριτι καί δυνάμει τῆς Ζώνης Σου Παρθένε, ἐκ πάσης ἐπηρείας, ἀπάλλαξον τούς δούλους Σου.

Προσόμοιον.Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός…

Ζώνη πανακήρατε, τῆς Παναγίας Παρθένου, σεπτή, ἀδιάφθορε, καί σειρά οὐράνιε, τῶν τιμώντων σε, ἡ τόν Θεόν Λόγον, ἐν κοιλίᾳ ὄντα, ἐνειλήσασα σαρκούμενον, ἐξ Οὖ τήν ἄφθονον, χάριν ἐκομίσω παρέχουσα, τοῖς πάντοθεν προστρέχουσα, καί παραμυθίαν λαμβάνουσιν, ἐκ τῆς ἀκενώτου, πηγῆς σου τῶν θαυμάτων δωρεάν, ἥνπερ πηγάζεις ἑκάστοτε, τοῖς προσκαλουμένοις σε.

ᾨδή ζ’. Παῖδες Ἑβραίων.

Στῆσον τῶν σάλων τῶν κυμάτων, καί κατεύνασον τήν ζάλην τῶν ἀμέτρων, συμφορῶν καί δεινῶν, ἡμῖν ἐπαναστάσεων, τῶν πεποιθότων Δέσποινα, τῇ δυνάμει τῆς Σῆς Ζώνης.

Ὥσπερ ποτέ αἱμορροοῦσα, ἀψαμένη πιστῶς, κρασπέδων τοῦ Υἱοῦ Σου, κατεξήρανε δεινήν, πληγῆς ῥύσιν αἱμάτων, οὕτω πιστῶς οἱ ψαύοντες, Ζώνης Σῆς παθῶν λυτροῦνται.

Σῶσον Ἁγνή παντοίας λώβης, καί κακώσεως, καί πάσης ἐπηῥείας, τόν προστρέχοντα νῦν λαόν Σου μετά πόθου, σορῶ τῆς θείας Ζώνης Σου, καί τήν χάριν ἐξαιτοῦντα.

Ὅλην μου πᾶσαν ἐλπίδα, ἀναθέμενον πρός Σέ τήν Θεοτόκον, μή παρίδῃς με νῦν εἰς βάθη ἀπωλείας, περιπεσόντα Δέσποινα, ἀλλ’ ἀνάστησον καί σῶσον.

Νόσων παντοίων καί κινδύνων, ἐλευθέρωσον Μητρόθεε Σούς δούλους, τούς αἰτοῦντας θερμῶς, χάριν Σῆς θείας Ζώνης, καί τάς αἰτήσεις πλήρωσον, ἵνα πόθῳ Σε ὑμνοῦμεν.

ᾨδή η’. Ἑπταπλασίως κάμινον.

Κόσμος καθάπερ ἅγιος ἡ Σορός ἀναδέδεικται, Ζώνης τῆς παντίμου, τῆς ἁγνῆς Θεόπαιδος, πηγή τε ἀνέκλειπτος, τῶν ἰαμάτων πᾶσι πιστοῖς, τοῖς μετ’εὐλαβείας, ἐν αὐτῇ προσιοῦσιν, ἐξ ἧς ἄφθονα ῥεῖθρα προχέουσι ζακόρως, τοῖς πίστει προσκυνοῦσιν αὐτήν εἰς τούς αἰῶνας.

Ὀδυνηρῶς στενάζομεν ἀπό κλίνης κακώσεων, καί ἀπό παντοίας νόσου πιεζόμενοι, πρός Σέ τήν Πανάμωμον, τά τῆς καρδίας ὄμματα, ὅλως ἐπασχολοῦντες, θεραπείαν αἰτοῦμεν, δυνάμει τῆς Σῆς Ζώνης, ἥν ἐκ πόθου τιμῶμεν, καί καταλιπαροῦμεν πιστῶς εἰς τούς αἰῶνας.

Ῥᾶνον Σεμνή τήν χάριν Σου, τοῖς δεινῶς ἤδη πάσχουσι, καί κακουχουμένοις ὑπό τοῦ ἀλάστορος, δυνάμει τῆς Ζώνης Σου, τῆς πανολβίου καί χρυσαυγοῦς· καί ἔγειρον ἐκ τάφου ἀπογνώσεως ψάλλειν, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαός ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Ἡ κραταιά βοήθεια, καί ἑτοίμη ἀντίληψις, τῶν ἀπηλπισμένων, ἐλπίς ἀκαταίσχυντε, ἐπίσκεψαι κάμνοντας, ὀδυνηρῶς τούς δούλους Σου, κούφισον τό βάρος, τῆς δεινῆς ῥαθυμίας, ἀπέλασον τήν νόσον, τῆς λοιμώδους ἀνάγκης, δυνάμει τῆς Σῆς Ζώνης, Παρθένε Θεοτόκε.

ᾨδή θ’. Ἐξέστη ἐπί τούτῳ.

Ἰδού τῶν ἰαμάτων ὁ θησαυρός, καί θαυμάτων τό ἄπειρον πέλαγος, δεῦτε πιστοί, πόθῳ ἐξαντλήσατε ἐξ αὐτῆς, τῆς ἀκενώτου χάριτος, ῥῶσιν, εὐλογίαν, ἁγιασμόν, ἐν ἧ πᾶς ὁ προσφεύγων, ἐκ πίστεως εὑρίσκει, τῶν αἰτημάτων δόσιν ἄμισθον.

Ὡραίως διεζώσω παναληθῶς, τήν τό γένος ἡμῶν ὡραΐσασαν μόνην Ἁγνήν, τήν ὑψηλοτέραν τῶν οὐρανῶν, τήν τόν Θεόν χωρήσασαν, ὄντα ἐν κοιλίᾳ σωματικῶς, ἐξ Οὗ τήν ἀφθονίαν, τῆς χάριτος ἐδέξω, τῶν ἰαμάτων, Ζώνη ἄφθορε.

Σημείων καί τεράτων ὠκεανόν, ἀνεδείξω τήν Ζώνην Σου Ἄφθορε, δι’ἧς ἡμῖν, τοῖς διακειμένοις ὀδυνηρῶς, καί θλιβομένοις πάντοθεν, ἐκ τῶν ἀμετρήτων ἁμαρτιῶν, τήν ἴασιν παράσχοις, ψυχῶν τε καί σωμάτων, ὅπως σωθέντες Σέ γεραίρωμεν.

Ἡ Ζώνη Σου ἡ θεία καί φεραυγής, ἀπαστράπτει βολάς Θεονύμφευτε, τῶν ὑπέρ νοῦν, ὄντως καί θαυμάτων ὑπερφυῶν, τοῖς προσιοῦσι πάντοτε, πόθῳ  καί καρδίᾳ εἰλικρινεῖ, δι’ἧς καί νῦν τόν σάλον, πράϋνον Θεοτόκε, τῆς συνεχούσης ἡμᾶς θλίψεως.

Φιλίας με δολίας τοῦ πονηροῦ, καί παθῶν ψυχοφθόρων ἀπάλλαξον, τόν ἐπί Σοί, πᾶσαν τήν ἐλπίδα ὡς κραταιᾷ, Παρθένε ἀνατείνοντα, καί προσφεύγοντα ὅλῃ ψυχῇ, καί πόθῳ καί καρδίᾳ, τήν ἄμεσον αἰτοῦντα, τῶν ἐπταισμένων ἥν μοι δώρησαι.

Μεγαλυνάρια.

Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν  ἀειμακάριστον  καί παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ, τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγή τῶν θαυμάτων, καί χαρίτων ὁ θησαυρός, σῶσον τούς σούς δούλους, ἀπό παντοίας βλάβης, ὡς τῆς ζωῆς τό σκεῦος σύ περιζώσασα.

Ζώνη πανακήρατε τῆς Ἁγνῆς καί Μητρός τοῦ Λόγου, τοῦ Θεοῦ μου παναληθῶς, ῥῦσαι πάσης λώβης καί ψυχοφθόρου πάθους, πάντας τούς ἐν ἀναγκαις εἰς σέ προστρέχοντας.

Σκέπην καί κραταίωμα τοῖς πιστοῖς, φύλακα καί ῥύστην τοῖς τιμῶσι πανευλαβῶς, καί μετά ζεούσης, καρδίας προσκυνοῦσι, τήν πάντινόν Σου Ζώνην, Παρθένε δέδωκας.

Θρόνος ὥσπερ ἅγιος ἡ Σορός, ἔνδον ἐν ἀδύτοις, κατατίθεται ἱεροῖς, Ζώνην ἔνδον σχοῦσα, τῆς μόνης Θεοτόκου, ἐξ ἧς οἱ προσιόντες, ῥῶσιν ἀρύονται.

Λύσιν μοι βραβεῦσαι, τῶν δυσχερῶν, καί ἀρίστου κτῆσιν, πανακήρατε τοῦ Θεοῦ, Ζώνη Μητρός Λόγου, δέομαι τῷ σῷ δούλῳ, ἐπικαλουμένῳ τήν σήν ἀντίληψιν.

Δέσποινα καί Μήτηρ τοῦ Λυτρωτοῦ, Σάς ἀχράντας χεῖρας, αἷς ἐβάστασας τόν Θεόν, ἆρον πρός Υἱόν Σου, χάριτι καί δυνάμει, τῆς Ζώνης Σου τῆς θείας, τοῦ οἰκτιρῆσαι ἡμᾶς.

Στέφανον ὑπέρλαμπρον ἡ σεπτή, πιστῶν Ἐκκλησία, περιέθετο εὐαγῶς, τήν θείαν Σου Ζώνην, Παντάνασσα Παρθένε, δι’ ἧς τροποῦται πάντα, ἐχθρῶν φρυάγματα.

Πᾶσαι  τῶν  Ἀγγέλων  αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων  ἡ  δωδεκάς, οἱ  Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.

Τό  Τρισάγιον  καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.

          Ἐλέησον  ἡμᾶς, Κύριε,  ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.

Δόξα.

          Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.

Καί  νῦν.

          Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς Σέ  μή  ἀστοχήσωμεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Ὑπό  τοῦ  Ἱερέως  Ἀπόλυσις. Καί  τῶν  Χριστιανῶν  ἀσπαζομένων  τήν  Εἰκόνα  τῆς Ὑπεραγίας Θεοτόκου  καί  χριομένων  δι’ ἁγίου  ἐλαίου, ψάλλονται  τά  παρόντα  Τροπάρια. Ἦχος β’. Ὅτε  ἐκ  τοῦ  ξύλου.

Πάντας ἡμᾶς οἴκτειρον, Ἁγνή, τούς τήν Σήν ἀκήρατον Ζώνην, προσπτυσσομένους πιστῶς, καί τήν Σήν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, καί τῶν νόσων τήν κάκωσιν, ἐκποδών ποιοῦσα, σκέπε καί περίσωζε, ἐξ ἐπηρείας ἐχθρῶν, ῥῦσαι καί φθορᾶς καί κινδύνων, καί ἐπιτυχεῖν τοῦ Υἱοῦ Σου, Βασιλείας, Κόρη, καταξίωσον.

Ἦχος  πλ. δ’.

          Δέσποινα  πρόσδεξαι  τάς  δεήσεις  τῶν  δούλων  Σου  καί  λύτρωσαι  ἡμᾶς  ἀπό  πάσης  ἀνάγκης  καί  θλίψεως.

Ἦχος  β’.

          Τήν  πᾶσαν  ἐλπίδα  μου  εἰς  Σέ  ἀνατίθημι, Μῆτερ  τοῦ  Θεοῦ, φύλαξόν  με  ὑπό τήν  σκέπην  Σου.

 

  1.  

     

  2.           

  3. Τῆς Θεοτόκου τῇ Σορῷ νῦν προσδράμωμεν, τῆς πανεντίμου Αὐτῆς Ζώνης σύν δάκρυσιν, ἀπό βαθέων κράζοντες ἐκ μέσου ψυχῆς, Ζώνη πανακήρατε τῆς Μητρός τοῦ Κυρίου, λύτρωσαι τούς δούλους σου, πάσης νόσου καί βλάβης, καί λοιμικοῦ θανάτου ἀπειλῆς· εἰς σέ γάρ πᾶσαν, ἐλπίδα ἡμῶν ἀνεθέμεθα.

http://orthodoxhymnography.blogspot.gr/2015/02/blog-post_4.html

 

Σχολιάστε