20 IOYNIΟΥ 2015
Σάββατον
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
καὶ ψάλλομεν τετράκις εἰς ἦχον πλ. δ’ τό,
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ β’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Στίχ. Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ β’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Ἦχος β΄
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. ‘
ὁ β’ χορὸς
Δόξα Πατρί…Νεκρώσιμον
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ Σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ὁ α’ χορὸς
Καθίσματα Μαρτυρικὰ
Ἦχος α’
Τοῦ λίθου σφραγισθέντος
Ὡς καλοὶ στρατιῶται ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐλάβετε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.
ὁ β’ χορὸς
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.
ὁ α’ χορὸς
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος,πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς
Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως.
ὁ β’ χορὸς
Δόξα…
Τὸ τοῦ θανάτου κράτος, Χριστὲ κατήργησας, καὶ ἀφθαρσίαν τοὶς ἐπὶ γῆς ἐπήγασας, καὶ οἱ εἰς σὲ πιστεύοντες οὐ θνῄσκουσιν, ἀλλὰ ζῶσιν ἐν σοί. Ἀνάπαυσον οὖν Κύριε, τὰς ψυχὰς τῶν δούλων σου, καὶ κατάταξον αὐτοὺς μετὰ τῶν Ἁγίων σου, πρεσβείαις τῆς Θεοτόκου, χαριζόμενος αὐτοῖς τὰ ἐλέη σου.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Μετὰ τὸν Ἄμωμον
τὰ Εὐλογητάρια.
Ἦχος πλ. α’
ὁ β’ χορὸς
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὓρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
ὁ α’ χορὸς
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ παλάμῃ(ἢ ὁ πάλαι μέν,) ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
ὁ β’ χορὸς
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.
ὁ α’ χορὸς
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλούς σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.
ὁ β’ χορὸς
Δόξα Πατρί… Τριαδικὸν
Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἁγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
ὁ α’ χορὸς
Καὶ νῦν…
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
ὁ β’ χορὸς
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορὸς
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορὸς
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορὸς
Καί ἀνάπαυσον τοὺς δούλους Σου.
ὁ ῾Ιερεύς: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
ὁ α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ ῾Ιερεύς: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.
ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ ῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται·
ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ ῾Ιερεύς: Τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.
ὁ β Χορός: Παράσχου, Κύριε. (χύμα).,.
ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν
ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ.)
Εἶθ’ οὕτως,
ὁ ῾Ιερεύς:
τήν εὐχήν
῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.
ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ).
ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καθίσματα Ἦχος πλ. α’
ὁ β’ χορὸς
Ἀμήν.
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.
ὁ β’ χορὸς
Καὶ νῦν…Θεοτοκίον
Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χύμα
Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ θ’ ᾨδῇ. Ἰωσήφ.
ᾨδὴ α’ Ἦχος α’ Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χερσὶν ὡμοιώθης Προφητῶν, ὁ τῇ χειρί σου συνέχων τὰ πέρατα, τούτων παρακλήσεσι, τὸ τῶν ἐμῶν ἁμαρτιῶν χειρόγραφον, Λόγε διαρρήξας, ἐχθροῦ χειρῶν με ἐξάρπασον.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Θείων ἐπιλάμψεων τὸν νοῦν, προφητικῶς δεκτικὸν ἐργασάμενοι, φῶς ἐχρηματίσατε, τὴν νοητὴν ἀνατολὴν κηρύττοντες, ἔνδοξοι Προφῆται, φωταγωγοὶ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Αἵμασιν ὑμῶν ἀθλητικοῖς, πολυθεΐας ξηράναντες πέλαγος, τῶν ἀνομιῶν ἡμῶν, τοὺς ποταμοὺς ξηράνατε μακάριοι, θείαις ἑπομβρίαις, τῶν ἱερῶν προσευχῶν ὑμῶν.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Νέφος ἀθλητῶν φωτοειδές, τὸν ἐκ Παρθένου νεφέλης ἐκλάμψαντα, Ἥλιον δυσώπησον, τὰ σκοτεινὰ νέφη, τῶν καρδιῶν ἡμῶν ἐναποδιῶξαι, καὶ τῆς γεέννης λυτρώσασθαι.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Γνώμῃ ὀλισθαίνοντα ἀεί, καὶ λογισμοῖς πονηροῖς ἐξελκόμενον, καὶ δελεαζόμενον, φρενοβλαβῶς δέ, τοῖς ἐχθροῖς εὐχείρωτον, ὅλον γεγονότα, μὴ ὑπερίδῃς με Δέσποινα.
Κανὼν Νεκρώσιμος, οὗ ἡ Ἀκροστιχίς.
Πιστῶς θανοῦσιν πρῶτον ὕμνον προσφέρω.
Εἱρμὸς ὁ αὐτὸς
ὁ α’ χορὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Πύλας τοῦ θανάτου καὶ μοχλούς, τῷ σῷ θανάτῳ συντρίψας, ἀθάνατε, πύλας ἀναπέτασον, τῆς ὑπὲρ νοῦν ἀθανασίας Δέσποτα, τοῖς κεκοιμημένοις, πρεσβείαις τῶν ἀθλοφόρων σου.
ὁ β’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ἵνα τῆς ἐνθέου σου ζωῆς, ἀξιωθῶμεν κατῆλθες πρὸς θάνατον, τούτου προνομεύσας δέ, τοὺς θησαυρούς, ἡμᾶς ἐκεῖθεν εἵλκυσας, νῦν δὲ ζωοδότα, τοὺς μεταστάντας ἀνάπαυσον.
ὁ α’ χορὸς
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Σύ μου τὸ φθαρτόν τε καὶ θνητόν, ἀναλαβὼν ἀφθαρσίαν ἐνέδυσας, καὶ πρὸς ἀτελεύτητον, διαγωγὴν καὶ μακαρίαν ὕψωσας, ἔνθα ὡς οἰκτίρμων, οὓς προσελάβου ἀνάπαυσον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τὴν κυοφορήσασαν πιστοί, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ὑμνήσωμεν· αὕτη γὰρ ἡ Πάναγνος, ὁδὸς ζωῆς τοὶς τεθνεῶσι γέγονεν, ἣν ὡς θεοδόχον καὶ Θεοτόκον δοξάζομεν.
Καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς.
Τῆς ἀρετῆς μέθοδόν με, πανόλβιε μύστα, δίδαξον.
Θεοφάνους.
ᾨδὴ α’ Ἦχος βαρὺς
Νεύσει σου πρὸς γεώδη
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τρίβου συντονωτάτης, πρὸς τὸν Θεὸν με φερούσης, δεικνύων τὴν μέθοδον, Ἱερομύστα δίδαξον, ὅπως τῆς ἀτελευτήτου, τύχοιμι ζωῆς, ταῖς πρεσβείαις σου πάνσοφε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τρίβου συντονωτάτης……
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἤστραψας φωτοφόρος, ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, διτταῖς λαμπρυνόμενος, Ἱεροφάντα χάρισιν· ὅθεν διπλοῖς σε στεφάνοις, ἱεροπρεπῶς ὁ Χριστὸς ἐστεφάνωσε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Στέφει τοῦ μαρτυρίου, Ἱερωσύνης τε μύρῳ, Παμμάκαρ κοσμούμενος, δι’ ἀμφοτέρων ἤστραψας· ὅθεν τῆς ἀληθεστάτης, καὶ θεοειδοῦς κληρουχίας τετύχηκας.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ἄμωμος ὡς θυσία, καὶ Ἱερὰ τῷ Δεσπότη, καὶ ζῶσα καὶ ἔμψυχος, ἱερουργήθης ἔνδοξε· ὅθεν θυσιαστηρίῳ, τῷ ἐν οὐρανοῖς προσεδέχθης Μεθόδιε.
ὁ β’ χορὸς
Καὶ νῦν…Θεοτοκίον
Ῥύστην βροτείου γένους, καὶ λυτρωτὴν καὶ Σωτῆρα, Χριστὸν ἡμῖν τέτοκας, Παρθενομῆτορ ἄχραντε· ὅθεν σαφῶς σε εἰδότες, πρόξενον ζωῆς αἰωνίου δοξάζομεν.
ᾨδὴ γ’ Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Δοχεῖα τοῦ Πνεύματος σοφοί, Προφῆται χρηματίσαντες, τὴν πρὸς ἡμᾶς τοῦ Λόγου κατάβασιν, φαεινοτάτως διετρανώσατε· διὸ δυσωπήσατε, φωτισμὸν καὶ ἔλεος, δωρηθῆναι τοῖς πίστει τιμῶσιν ὑμᾶς.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πλαξὶ καρδιῶν ὑμῶν σοφοί, τὸν νόμον τὸν σωτήριον, ἐγγεγραμμένον πίστει ἐσχήκατε· διὸ τῷ νόμῳ τῆς ἁμαρτίας με, χαλεπῶς τροπούμενον, θείαις παρακλήσεσι, θεηγόροι Προφῆται λυτρώσασθε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Φρύαγμα τυράννων δυσσεβές, γενναίως συνετρίψατε, πρὸς τὸν Θεὸν ὑψούμενοι μάρτυρες· διὸ κραυγάζω, κατεπαιρόμενον, καὶ σοβαρευόμενον, κατ’ ἐμοῦ τὸν δράκοντα, ταῖς ὑμῶν ἱκεσίαις συντρίψατε.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Θείων παθημάτων κοινωνοί, μελλούσης βασιλείας τε, ἀδιαδόχου μάρτυρες ἔνδοξοι, παθῶν σαρκός με ἀπολυτρώσασθε, καὶ γεέννης ῥύσασθε, καὶ μελλούσης κρίσεως, ταῖς ὑμῶν πρὸς τὸν Κτίστην δεήσεσιν.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σκηνὴ πλατυτέρα οὐρανῶν, λαόν σου συνερχόμενον, ἐν τῇ σκηνῇ σόυ ταύτῃ ὑμνῆσαί σε, σκηνῶν ἀΰλων μέτοχον ποίησον, τῇ θερμῇ δεήσει σου, τῇ πρὸς Χριστὸν ὅν ἔτεκες, τὸν Δεσπότην ἁπάντων καὶ Κύριον.
Κανὼν εἰς Κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
ὁ α’ χορὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου
Ὡς μόνος ὑπάρχων ἀγαθός, καὶ μόνος πολυέλεος, τοὺς εὐσεβῶς πρὸς σὲ ἐκδημήσαντας, ἐν οὐρανίαις σκηναῖς ἀνάπαυσον, ἔνθα ἡ ἀνέκφραστος, χαρὰ καὶ ἀπόλαυσις, ἔνθα νέφος Μαρτύρων εὐφραὶνεται.
ὁ β’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Σὺ μόνος ἐφάνης ἐπὶ γῆς, Σωτήρ μου ἀναμάρτητος, ὁ ἁμαρτίας αἴρων ὡς εὔσπλαγχνος, τοῦ κόσμου τούτου τῶν μεταστάντων πιστῶς, τὰς ψυχὰς ἀνάπαυσον, ἐν αὐλαῖς Ἁγίων σου, ἐν τρυφῇ Παραδείσου φιλάνθρωπε.
ὁ α’ χορὸς
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Θανάτου τὸ κράτος καθελών, ζωὴν τὴν ἀτελεύτητον, πᾶσι πιστοῖς ἐπήγασας, Δέσποτα, ἐν ταύτῃ τούτους τοὺς ἐκδημήσαντας, εὐσεβῶς κατάταξον, παρορῶν τὰ πταίσματα, συγχωρῶν ἁμαρτίας Ἀθάνατε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἀσπόρως συνέλαβες Ἁγνή, τὸν Λόγον τὸν ἀΐδιον, σωματικῶς ἡμῖν ὁμιλήσαντα, τὸν τοῦ θανάτου τὴν ἰσχὺν λύσαντα, καὶ ζωὴν πηγάσαντα, καὶ θνητοῖς ἀνάστασιν, τῇ αὐτοῦ εὐσπλαγχνίᾳ παρέχοντα.
ᾨδὴ γ’
Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανοὺς
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐπιπολάζουσαν ἰδών, τὴν τοῦ Ὠριγένους ἀπάτην, ὡς ὑπάρχων ἄριστος ποιμήν, τῷ θείῳ πυρὶ συντόμως ἔφλεξας, πᾶσαν ἐκείνου τὴν ἀχλύν, τὴν ἀπαστράπτουσαν αἴγλην, ἅψας τῆς σοφίας θεόληπτε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐπιπολάζουσαν ἰδών, τὴν τοῦ Ὠριγένους ἀπάτην……..
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς παρθενίας τὸ σεπτόν, καὶ τῆς ἁγνείας τὸ κάλλος, διὰ πείρας, Ἔνδοξε μαθών, σοφίᾳ τῇ σῇ καὶ λόγων χάριτι, πᾶσι τὴν τούτων καλλονήν, ὑποδεικνύεις θεόφρον, καὶ τὴν αἰωνίζουσαν φαιδρότητα.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ τῶν σῶν λόγων ἀστραπή, καὶ ἡ τῆς γνώσεως σάλπιγξ, καὶ δογμάτων εὔσημος φθογγή, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν Ὅσιε, πάντας καλοῦσα τοὺς πιστούς, πρὸς μετουσίαν παμμάκαρ, τῶν ἐπουρανίων ἀπολαύσεων.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Στερεωτέρας ἐδωδῆς, πνευματικῶν συμποσίων, οἱ πλησθέντες Πάνσοφε τῶν σῶν, τὴν ὄντως τρυφὴν ἐκεῖθεν τρέφονται, τὴν διαμένουσαν ἀεί, συμφυομένην ἀρρεύστως, καὶ συναυξουμένην τοῖς μετέχουσι.
ὁ β’ χορὸς
Καὶ νῦν…Θεοτοκίον
Μετὰ τοῦ θείου Γαβριήλ, εὐλογημένη τὸ Χαῖρε, σοὶ Παρθένε κράζομεν ἀεί· χαρᾶς γὰρ ἡμῖν αἰτία γέγονας, καὶ εὐφροσύνης ἀληθοῦς, τὸν Λυτρωτὴν καὶ Σωτῆρα, πάντων μετὰ σώματος κυήσασα.
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…
Μαρτυρικόν Κοντάκιον
Ἦχος πλ. δ’
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ Φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.
ὁ β’ χορὸς
Κάθισμα Ἦχος δ’
Ὁ ὑψωθεὶς
Θυσιαστήριον τερπνὸν τὴν καρδίαν, ἀποτελέσας ἐν αὐτῷ ἀναιμάκτους, Ἱερουργὲ προσήγαγες θυσίας Θεῷ, ἀθλήσας δὲ στερρότατα, καὶ τυθεὶς προσηνέχθης, θυσία ὦ Μεθόδιε, δι’ ἡμᾶς τῷ τυθέντι, ὃν ἐκτενῶς ἱκέτευε ἀεί, πάντας σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντάς σε.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.
ᾨδὴ δ’ Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λαμπάδες ἐν Πνεύματι, ζωῆς λόγον φαίνουσαι, καὶ τὰ πληρώματα τῆς γῆς, φωταγωγοῦσαι μυστικῶς, Προφῆται ὡράθητε· διὸ βοῶ· Εὐχαῖς ἡμῶν συντηρήσατε, τὴν τῆς ψυχῆς μου λαμπάδα ἀκοίμητον.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς πλήρεις ναμάτων, ζωηρρύτων τοῦ Πνεύματος, ἀναφανέντες ποταμοί, καὶ καταρδεύοντες τὴν γῆν, Προφῆται θεσπέσιοι, τὴν τῷ αὐχμῷ κατατακεῖσαν καρδίαν μου, καταδροσίσατε ταύτην πανεύφημοι.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Αἱμάτων πανεύφημοι, ῥανίσι τοὺς ἄνθρακας, ἐναποσβέσαντες σοφοί, τῆς ἀθεΐας ἀθληταί, τοῖς πεπυρωμένοις με, τοῦ πονηροῦ καταφλεγόμενον βέλεσι, καταδροσίσατε δρόσῳ τοῦ Πνεύματος.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μαρτύρων Χριστέ μου, τὰς λιτὰς προσδεξαμενος, ἐναθλησάντων ὑπὲρ σοῦ, καὶ νικησάντων τὸν ἐχθρόν, ἐχθρῶν ὀρωμένων με, ὡς ἀγαθός, καὶ ἀοράτων ἐξάρπασον, ἐπιζητούντων ἀεὶ θανατῶσαί με.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ναὀν σε τῆς δόξης, ἐπιστάμενοι Ἄχραντε, ἐν τῷ ναῷ σου τῷ σεπτῷ, συναθροιζόμενοι πιστῶς, τὴν σὴν ἐξαιτούμεθα, θεοπρεπῶς ἁγνὴ Παρθένε βοήθειαν, καὶ τῇ σεπτῇ σου πρεσβείᾳ σῳζόμεθα.
Κανὼν εἰς κοιμηθέντας
\Εἱρμὸς ὁ αὐτὸς
ὁ β’ χορὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Νεκρώσας τὸν ᾅδην, ἀηττήτῳ δυνάμει σου, ὁ λογισθεὶς ἐν τοῖς νεκροῖς, μόνος ἐλεύθερος Χριστέ, ψυχὰς ἐλευθέρωσον, τῶν εὐσεβῶν τῆς ἐν αὐτῷ κατακρίσεως, ταῖς τῶν ἁγίων μαρτύρων δεήσεσιν.
ὁ α’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ὁ πάντων ὑπάρχων, ὡς Δεσπότης ἀντάξιος, τοὺς ἐξ Ἀδὰμ τῆς σῆς σφαγῆς, λύτρον ἐδέξω καὶ τιμήν· διό σου δεόμεθα, τῶν οἰκτιρμῶν τοὺς μετασταντας ἀνάπαυσον, τὴν τῶν πταισμάτων παρέχων συγχώρησιν.
ὁ β’ χορὸς
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε
Ὑπέστης Σωτήρ μου, τὴν ἐν τάφῳ κατάθεσιν, καὶ τοὺς ἐν τάφοις κατοικεῖν, κατακριθέντας γηγενεῖς, νεκροὺς ἐξανέστησας, νῦν δὲ ζωῆς τῆς ἀϊδίου, ἀξίωσον τούς μεταστάντας, ὡς μόνος φιλάνθρωπος.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σέσωσται τὸ γένος, τῶν ἀνθρώπων τῷ τόκῳ σου· σὺ γὰρ ἐκύησας ἡμῖν, τὴν ἐνυπόστατον ζωήν, θανάτου καθαίρεσιν καὶ πρὸς ζωὴν ἐργαζομένην ἐπάνοδον, Θεογεννῆτορ πανάμωμε Δέσποινα.
ᾨδὴ δ’
Ὁ πατρικοὺς κόλπους
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς ἀρετῶν σὺ περιωπήν, μαρτυρικῶς τελειωθεὶς διέδραμες, μεγαλόδωρον ἀντίδοσιν, τῆς ἱερουργίας σου, κομισάμενος Παμμακάριστε.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς ἀρετῶν σὺ περιωπήν,….
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θρόνον λαχὼν ἱεραρχικόν (ἱερωτάτην γὰρ ζωὴν ἐκέκτησο), τὴν ὀρθόδοξον ἐκήρυξας, πίστιν Πανσεβάσμιε, καὶ ἐδίδαξας σοῦ τὸ ποίμνιον.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ γλυκασμὸς ὁ ψυχωφελής, τῶν σῶν δογμάτων ὡς πηγὴ προέρχεται, τοὺς μετέχοντας εὐφραίνουσα, καὶ καταγλυκαίνουσα, τὰ τῆς ψυχῆς ἡμῶν αἰσθητήρια.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Διαφανὲς ὡς ἔσοπτρον Θεοῦ, θείας ἐμφάσεις ἀπλανῶς δεχόμενος, ἀναδέδειξαι Μεθόδιε· δι’ εὐτονωτέρας γάρ, σεαυτὸν σπουδῆς ἀπεστίλβωοας.
ὁ α’ χορὸς
Καὶ νῦν…Θεοτοκίον
Ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ ἐκ Παρθένου σαρκωθείς, Χριστὸς ὁ Θεός, διαφύλαξον τὴν ποίμνην σου, τῆς οἰκονομίας σου,…
ὁ β’ χορὸς
….. προσκυνοῦσαν τὰ θεῖα σύμβολα.
ᾨδὴ ε’ Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ τοῦ Νόμου τῇ σκιᾷ, εὐσεβῶς διαπρέψαντες, καὶ τὸ φέγγος τῆς ἐνθέου, μηνύσαντες χάριτος, τῆς σκιᾶς με ῥύσασθε, θανατηφόρου ἁμαρτίας, Θεοῦ Προφῆται πανένδοξοι.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐπορθρίσας πρὸς Θεόν, ἐκ νυκτὸς θεαυγέστατε, Ἡσαΐα, ἐφωτίσθης, καὶ φῶς ἐχρημάτισας· διὸ ἱκετεύω σε, τὴν σκοτισθεῖσάν μου καρδίαν, σαῖς προσευχαῖς φωταγώγησον.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τεινόμενοι καὶ τὸ σῶμα, ποιναῖς συντριβόμενοι, πανεύφημοι ἀθλοφόροι, Θεὸν ἐδοξάσατε, τοῖς οἰκείοις μέλεσιν, ὃν ἱκετεύσατε τυχεῖν με, δόξης ἐνθέου μακάριοι.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Συλλαβεῖν με ἐν γαστρί, διανοίας τὸν φόβον σου, καὶ κυῆσαι σωτηρίας σου, πνεῦμα ἀξίωσον, διὰ τῶν Μαρτύρων σου, τῶν ὁλικῶς σε ποθησάντων, Λόγε Θεοῦ ὑπεράγαθε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Μητέρα σε τοῦ τὰ πάντα, βουλήσει ποιήσαντος, γινώσκοντες τῷ ναῷ σου, τῷ θείῳ προστρέχομεν, ἐν αὐτῷ αἰτούμενοι, τῇ μεσιτείᾳ σου Παρθένε, λύσιν σφαλμάτων κομίσασθαι.
Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
ὁ α’ χορὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Ἰώμενος τὸν ἰὸν τοῦ θανάτου, τὸν θάνατον κατεδέξω, καὶ θανάτου τὸ κέντρον ἠμαύρωσας, ἀλλ’ αὐτὸς ἀνάπαυσον, οὓς προσελάβου ζωοδότα, ταῖς τῶν Μαρτύρων δεήσεσιν.
ὁ β’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Νεκρώσεως καὶ φθορᾶς, τοὺς ἀνθρώπους ἀπήλλαξας, τὰ πνεύματα τῶν πιστῶς, μεταστάντων κατάταξον, ἐν σκηναῖς Ἁγίων σου· ὅθεν ἀπέδρα πᾶσα λύπη, καὶ εὐφροσύνη πεφύτευται.
ὁ α’ χορὸς
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Παράδεισον τῷ σὺν σοί, κρεμασθέντι ὡς ἤνοιξας, νῦν προσδέχου τὰς ψυχάς, τῶν πρὸς σὲ διὰ πίστεως, μεταστάντων Δέσποτα, διδοὺς αὐτοῖς ἐν Ἐκκλησίᾳ, τῶν πρωτοτόκων αὐλίζεσθαι.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ῥυομένη τοὺς ἐν σοί, τῆς ἐλπίδος τὴν ἄγκυραν, κατέχοντας, πρὸς λιμένα τοῦ θείου θελήματος, εὐμενῶς ὁδήγησον, τῇ μητρικῇ σου παρρησίᾳ, εὐλογημένη Πανάμωμε.
ᾨδὴ ε’
Κύριε ὁ Θεός μου
ὁ α’ χορὸς
Νέκρωσιν ζωηφόρον, ἐνεδύσω Πάτερ πρὸ τελευτῆς σου, καὶ ξίφει τεμνόμενος, τῷ τοῦ μαρτυρίου σου, πρὸς ζωὴν ἀπειροπλασίως, μετετέθης ἔνδοξε κρείττονα.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νέκρωσιν ζωηφόρον,…….
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μύστα τῶν ἀπορρήτων, κοινωνὲ τῆς ἄνω χοροστασίας, τοὺς πόθῳ τιμῶντάς σε, σῶσον Παναοίδιμε, πειρασμῶν δεινῶν τὰς ἐφόδους, διαλύων ταῖς ἱκεσίαις σου.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔχων πρὸς τὸν Δεσπότην, παρρησίαν Πάτερ, οὗ καὶ τὸ πάθος, προθύμως ἐζήλωσας, διὰ τῶν ἀγώνων σου, τοῖς πιστοῖς τὴν θείαν εἰρήνην, καὶ γαλήνην αἴτησαι πάνσοφε.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Πρῶτον ἱερουργήσας, τὸν ἀμνὸν Θεοῦ τὸν τὰς ἁμαρτίας, τοῦ κόσμου καθαίροντα, ὕστερον θυόμενος, λογικὴ καὶ ζῶσα θυσία, προσηνέχθης τούτῳ Μεθόδιε.
ὁ β’ χορὸς
Καὶ νῦν…Θεοτοκίον
Ἄχραντε Θεοτόκε, τὴν ἐμὴν ψυχὴν τὴν ἐσκοτισμένην, δοχεῖον ὑπάρξασα, τοῦ ἀκαταλήπτου φωτός, καὶ ναὸς τῆς θείας ἀκτῖνος,…..
ὁ α’ χορὸς
….. τῷ φωτί σου λάμπρυνον δέομαι.
ᾨδὴ ς’
Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πελάγει με τοῦ βίου κινδυνεύοντα, καὶ κήτει προσριπτούμενον ἁμαρτίας, ἀναμάρτητε Χριστέ, ὡς τὸν Ἰωνᾶν ἐκ φθορᾶς ἐξάρπασον, καὶ πρὸς ζωῆς γαληνοτάτους, λιμένας ἴθυνον.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Χορὸς προφητικὸς καθικετεύει σε, οἱ Νόμῳ διαλάμψαντες, τὸν πρὸ Νόμου θεραπεύσαντες Χριστόν, σὲ τὸν ἐν αὐτοῖς ἀναπαυόμενον, ἁμαρτιῶν πᾶσι παράσχου, λύσιν ὡς εὔσπλαγχνος.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Κυκλούμενοι ποιναῖς καὶ μαστιγώσεσι, Χριστὸν οὐκ ἐξηρνήσασθε, παμμακάριστοι· διό με τοῦ ἐχθροῦ, ταῖς ἐπαγωγαῖς περικυκλούμενον, ταὶς πρὸς Θεὸν ὑμῶν πρεσβείαις, ἀπολυτρώσασθε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τῶν ἄθλων καλλοναῖς ὡραϊζόμενοι, τῇ πάντων ὡραιότητι, πλησιάζετε ὁπλῖται τοῦ Χριστοῦ· ὅθεν δυσωπῶ τῆς διανοίας μου, τὸ ἀκαλλὲς καθωραΐσαι, θείαις δεήσεσιν.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Μαρία καθαρὸν τοῦ Λόγου σκήνωμα, παθῶν ἐναποκάθαρον, τὴν καρδίαν μου καὶ σκεῦος καθαρόν, Πνεύματος τοῦ θείου ἀποτέλεσον, ἵνα ὑμνῶ καὶ μεγαλύνω, σὲ τὴν Πανύμνητον.
Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
ὁ β’ χορὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Ὡς εὔπλαγχνος τοῖς μεταστᾶσι δώρησαι, πταισμάτων τὴν συγχώρησιν, τὴν αἰώνιον ἀπόλαυσιν διδούς, ἔνθα καταλάμπει τοῦ προσώπου σου, ὁ φωτισμός, καὶ καταυγάζει, τοὺς ἀθλοφόρους σου.
ὁ α’ χορὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Ὡς εὔπλαγχνος τοῖς μεταστᾶσι δώρησαι,…….
ὁ β’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Τῷ αἵματι τῷ ἐκ πλευρᾶς σου ῥεύσαντι, τὸν κόσμον ἠλευθέρωσας, τοὺς ἐν πίστει μεταστάντας οὖν πρὸς σέ, ῥῦσαι τῇ δυνάμει τῶν παθημάτων σου· σὺ γὰρ τιμήν, τὴν ὑπὲρ πάντων, σεαυτὸν δέδωκας.
ὁ α’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεαν καί γενεάν.
Ὁ πλάσας με χερσὶν ἀχράντοις πρότερον, καὶ πνεῦμα χαρισάμενος, καὶ πρὸς γῆν καταπεσόντα χαλεπῶς, πάλιν ἀναπλάσας ὡραιότερον, νῦν τὰς ψυχάς, τῶν μεταστάντων, αὐτὸς ἀνάπαυσον.
ὁ β’ χορὸς
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε
Νυμφῶνά σου τὸν φωτοφόρον Κύριε, σκηνῶσαι καταξίωσον, τοὺς ἐν πίστει κοιμηθέντας τῇ εἰς σέ, τούτων παρορῶν τὰ ἁμαρτήματα, ὡς ἀγαθός, καὶ ἐλεήμων, καὶ πολυέλεος.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὑμνοῦμέν σε, εὐλογημένη Ἄχραντε, δι’ ἧς ἡμῖν ἀνέτειλε, τοῖς ἐν σκότει τοῦ θανάτου καὶ σκιᾷ, τῆς δικαιοσύνης ἄδυτος Ἥλιος· σὺ γὰρ ἡμῖν τῆς σωτηρίας, πρόξενος γέγονας.
ᾨδὴ ς’
Ναυτιῶν τῷ σάλῳ
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νυσταγμὸν βλεφάροις, καὶ τοῖς ὀφθαλμοὶς δέ σου ὕπνον, Παμμάκαρ οὐκ ἔδωκας ἕως πάντων, τῶν παθημάτων σαυτὸν ἠλευθέρωσας καὶ χωρητικὸν ναὸν εἰργάσω, τῆς ἀκτινοβόλου ἀστραπῆς τοῦ Πνεύματος.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁλικῶς τῇ θείᾳ, καὶ θεοειδεῖ λαμπηδόνι, θεόφρον ἑνούμενος τῆς ἐνθέου, Ἱερωσύνης κανὼν ἐχρημάτισας, καὶ πρὸς τὸν Θεὸν μεσίτης, ὤφθης, πάσης Ἐκκλησίας τῶν πιστῶν Μεθόδιε.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Λαμπροτάτῳ βίῳ, ἡ φωτιστικὴ συνελθοῦσα, τῶν ὄντων κατάληψις θεορρῆμον, φωτὸς λαμπτῆρα τῷ κόσμῳ σε ἔδειξε, τὴν αἱρετικὴν ἀδολεσχίαν, καὶ τῆς ἀθεΐας τὴν ἀχλύν διώκοντα.
ὁ α’ χορὸς
Καὶ νῦν…Θεοτοκίον
Βασιλίδα πάντων, σὲ τῶν γεγονότων εἰδότες, Θεὸν ὡς γεννήσασαν, Θεομῆτορ τὸν ἐκ μὴ ὄντων, τὰ πάντα ποιήσαντα, τὴν χαρμονικὴν ὑμνολογίαν, μετὰ τοῦ ἀγγέλου Γαβριὴλ σοι κράζομεν.
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενον ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενον, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.
Συναπτὴ μικρά, μεθ’ ἣν Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ βασιλεύς…
Κοντάκιον
Ἦχος πλ. δ’
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τάς ψυχάς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Ὁ Οἶκος
Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα.
Συναξάριον
Τῇ Κ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.
Στίχοι
- Μέθοδον Μεθόδιος βίου πρὸς βίον,
- Μεθεὶς ὁδεύει, οὗ μέθοδος οὐ πέλει.
- Εἰκάδι ἀρχιθύτην Μεθόδιον ἄορ κατέπεφνεν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ὁ β’ χορὸς
εἱρμὸς η’ ᾠδῆς
Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις· ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας
ὁ Διάκονος: Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ
ὁ α’ χορὸς
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
ᾨδὴ θ’ Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἵνα ἱεροῖς σκηνώμασι, προδηλωθῇ Χριστέ, σοῦ ἡ συγκατάβασις, σκεύη ἐκλεκτὰ τοὺς σοὺς Προφήτας ἀνέδειξας, δι’ αὐτῶν προδηλῶν τὰ ἐσόμενα, δι’ ὧν σε δυσωποῦμεν, τοὺς οἰκτιρμούς σου ἡμῖν δώρησαι.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὤφθης τοῖς Προφήταις Δέσποτα, καθὼς ἐχώρουν βλέπειν σου τὴν λαμπρότητα, τούτων προσευχαῖς, χωρητικοὺς ἡμᾶς ποίησον, τῶν ἐν σοὶ καθαρῶν ἐπιλάμψεων, παθῶν ἐξ ἁμαρτίας, ἀποκαθάρας τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σῶμα παραδόντες μάστιξι, τὰ τῶν δαιμόνων στίφη κατεμαστίξατε, ἄπληγον τὸν νοῦν, διατηρήσαντες Μάρτυρες· πληγωθεῖσαν διὸ τὴν καρδίαν μου, τῷ βέλει τῆς κακίας, ταῖς προσευχαῖς ὑμῶν ἰάσασθε.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἤλγει διωκτῶν κακόνοια, τὰς ἐκ πληγῶν ὀδύνας ὑμῖν προσφέρουσα, Μάρτυρες σεπτοί, τῆς εὐσεβείας ὑπέρμαχοι· τῆς ψυχῆς μου διὸ θεραπεύσατε, τὰς χαλεπὰς ὀδύνας, καὶ τῆς καρδίας μου τὰ τραύματα.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Φρίττει νοερὰ στρατεύματα, τὸ τοῦ Πατρὸς ὁρῶντα θεῖον ἀπαύγασμα, σοῦ ἐν ταῖς χερσίν, ἀνερμηνεύτως κρατούμενον, καὶ τὸ σὸν κεκτημένον ὁμοίωμα, ἵνα βροτούς θεώσῃ, Παρθενομῆτορ Παναμώμητε.
Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
ὁ α’ χορὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Φεῖσαι ὡς Θεὸς φιλάνθρωπος, καὶ ἐλεήμων τοῦ ἰδίου σου πλάσματος, καὶ ἀνάπαυσον, ἐν ταῖς σκηναῖς τῶν Ἁγίων σου, ἔνθα Μάρτυρες πάντες ἀγάλλονται, τοὺς πίστει μεταστάντας, ἐκ τῶν προσκαίρων Πολυέλεε.
ὁ β’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ἔχων τοῦ ἐλέους ἄβυσσον, ὑπερνικῶσαν τὰ τῶν δούλων σου πταίσματα, προσδεξάμενος, οὓς ἐξελέξω ἀνάπαυσον, Ἀβραὰμ ἐν τοῖς κόλποις φιλάνθρωπε, καὶ μετὰ τοῦ Λαζάρου, ἐν τῷ φωτί σου κατασκήνωσον.
ὁ α’ χορὸς
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ῥύστης καὶ Σωτὴρ γενόμενος, τοῦ τῶν ἀνθρώπων γένους διὰ σταυρώσεως, οὓς νῦν ἐξ ἡμῶν, ὡς εὐεργέτης μετέστησας, ἀπολαύσεως θείας ἀξίωσον, καὶ ζωῆς ἀκηράτου, καὶ εὐφροσύνης καὶ λαμπρότητος.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη, ὑπὲρ τὸν ἥλιον, πᾶσι δέδωκας, κατανοεῖν τὸ καινότατον, θαῦμα Πάναγνε, τῆς σῆς γεννήσεως, τὸ τῆς ἀκαταλήπτου· διό σε πάντες μεγαλύνομεν.
ᾨδὴ θ’
Μήτηρ Θεοῦ καὶ Παρθένος
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Διαπαντὸς τὸν Χριστὸν ἱκέτευε, θεομακάριστε Πάτερ, τῶν αἱρέσεων παῦσαι, τὰ καθ᾽ ἡμῶν μηχανουργήματα, καὶ τὸν νῦν ζόφον ἐκ μέσου ποιῆσαι· ὡς γὰρ Ἱεράρχης, δυνατὸς πρέσβυς πέφηνας.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Διαπαντὸς τὸν Χριστὸν ἱκέτευε, ….
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπὸ τῆς γῆς πρὸς τὴν ἐπουράνιον, διαγωγὴν μετετέθης, λειτουργίας γέρας, τοῦτο λαβών, καὶ τῆς ἀθλήσεως, ἔνθα ζωῆς ἀκηράτου μετέχων, συνδιαιωνίζειν τῷ Χριστῷ κατηξίωσαι.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ξύλου ζωῆς τὸν καρπὸν ἐτρύγησας, τῆς ἀθανάτου Παμμάκαρ, τῆς ζωῆς τῶν ἀνθρώπων, τὸν ἀρχηγὸν ἐμπορευσάμενος, οὗ τῆς χαρᾶς ἀπολαύων πλουσίως, ὑπὲρ τῶν ὑμνούντων σε, πιστῶς ἐκδυσώπησον.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ὅλον τὸν νοῦν ἀνατείνων Ὅσιε, διὰ χρηστότητος βίου, τῆς Χριστοῦ θεωρίας, καὶ τῆς τερπνῆς ἀγαλλιάσεως, κατηξιώθης ὡς Ἱερομάρτυς, ὡς ὑφηγητὴς τῆς εὐσεβείας καὶ πρόμαχος.
.ὁ β’ χορὸς
Καὶ νῦν…Θεοτοκίον
Νόμου καινοῦ κιβωτὸν καλοῦμέν σε, καὶ θεοχάρακτον πλάκα, ἐν ᾗ ὁ Λόγος ἐγράφη, ὁ τοῦ Θεοῦ βροτὸς γενόμενος, διὰ τὸ σῶσαι τὸν κόσμον ἐκ πλάνης, κεχαριτωμένη Θεοτόκε πανύμνητε.
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Μήτηρ Θεοῦ καὶ Παρθένος τεκοῦσα, καὶ παρθενεύουσα πάλιν, οὐχὶ φύσεως ἔργον, ἀλλὰ Θεοῦ συγκαταβάσεως· ὅθεν ὡς μόνην τῶν θείων θαυμάτων, καταξιωθεῖσάν σε ἀεὶ μεγαλύνομεν.
ὁ β’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Συναπτὴ μικρά, μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορὸς
Αὐτόμελον Ἦχος γ’
Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός, καὶ διὰ τῶν σῶν Ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.
ὁ β’ χορὸς
Ἦχος γ’
Ὁ οὐρανὸν τοῖς ἄστροις
Νεκρώσιμον
Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν· εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ’ οὐκ ἀπέστησαν ἐκ σοῦ.
ὁ α’ χορὸς
Θεοτοκίον
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, ……
ὁ β’ χορὸς
……τῶν αἰωνίων βασάνων.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος α’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στιχηρὰ Μαρτυρικὰ
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τοὺς ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεοΟὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὑμᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἐπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπ’ οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ὁ α’ χορός
Δόξα…
Ἔργῳ Σωτήρ μου δεικνύς, ὅτι σὺ εἶ ἡ πάντων ἀνάστασις, λόγῳ Λόγε Λάζαρον ἐκ νεκρῶν ἐξανέστησας. Τότε μοχλοὶ συνετρίβησαν, πύλαι δὲ ᾅδου συνεταράχθησαν, τότε ὕπνος ὁ τῶν ἀνθρώπων θάνατος ἀπεδείκνυτο, ἀλλ’ ὁ εἰς τὸ σῶσαι τὸ πλάσμα σου, καὶ οὐκ εἰς τὸ κρῖναι παραγενόμενος, οὓς ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Χαῖρε Μαρία Θεοτόκε, ὅτι ἔτεκες τὸν Βασιλέα, τὸν Σωτῆρα καὶ φωστῆρα πάντων τῶν αἰώνων.
Ὁ προεστὼς:
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἀναγνώστης χύμα τὸ
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινήν…Σὸν γὰρ ἐστὶν… Εἰς τὰ Ἀπόστιχα
Ἀπόστιχα τῶν Αἴνων, Νεκρώσιμα
ὁ β’ χορὸς
Σούς, Χριστέ, δούλους γράψον ἐν ζώντων βίβλῳ.
Πανεύφημοι Μάρτυρες ὑμᾶς
Σοῦ Σῶτερ δεόμεθα τῆς σῆς, γλυκείας μεθέξεως, τοὺς μεταστάντας ἀξίωσον, καὶ κατασκήνωσον, ἐν σκηναῖς Δικαίων, ἐν μοναῖς Ἁγίων σου, καὶ ἐν ἐπουρανίοις σκηνώμασι, τῇ εὐσπλαγχνίᾳ σου, παρορῶν τὰ πλημμελήματα, καὶ παρέχων αὐτοῖς τὴν συγχώρησιν.
ὁ α’ χορὸς
Στίχ. α’. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Οὐδεὶς ἀναμάρτητος οὐδείς, τῶν ἀνθρώπων γέγονεν, εἰμὴ σὺ μόνε Ἀθάνατε· διὸ τοὺς δούλους σου, ὡς Θεὸς οἰκτίρμων, ἐν φωτὶ κατάταξον, σὺν ταῖς χοροστασίαις Ἀγγέλων σου, τῇ εὐσπλαγχνίᾳ σου, παρορῶν τὰ ἀνομήματα, καὶ παρέχων αὐτοῖς τὴν συγχώρησιν.
ὁ β’ χορὸς
Στίχ. β’. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ὑπὲρ τὰ ὁρώμενα τὰ σά, Σῶτερ ἐπαγγέλματα! ἃ ὀφθαλμὸς οὐ τεθέαται, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν, οὐκ ἀνέβη πώποτε, ἀνθρώπου, δυσωποῦμέν σε Δέσποτα, τυχεῖν εὐδόκησον, τοὺς πρὸς σὲ μεταχωρήσαντας, καὶ παράσχου ζωὴν τὴν αἰώνιον.
ὁ α’ χορὸς
Στίχ. γ’. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν καί γενεάν.
Σταυρῷ σου γηθόμενοι Σωτήρ, θαρροῦντες οἱ δοῦλοί σου, πρὸς σὲ μετέστησαν Κύριε, ὃν νῦν ἀντίλυτρον, τῶν αὐτῶν πταισμάτων, ὡς δεσπότης δώρησαι, ἐφ οὗ σου τὸ ζωήρρυτον ἔχεας, αἷμα καὶ τίμιον, καὶ τῆς δόξης ἀνεσπέρου σου, ἀπολαύειν τούτους καταξίωσον.
ὁ β’ χορὸς
Δόξα… Καὶ νῦν… Θεοτοκίον, ὅμοιον
Χριστὸν ἐκδυσώπησον τὸν σόν, τόκον Μητροπάρθενε, τὴν τῶν πταισμάτων συγχώρησιν, δοῦναι τοῖς δούλοις σου, τοῖς σὲ Θεοτόκον, εὐσεβῶς κηρύξασι, καὶ λόγῳ ἀληθεῖ δογματίσασι, καὶ τῆς λαμπρότητος, τῶν ἁγίων καὶ φαιδρότητος, ἀξιῶσαι ἐν τῇ βασιλείᾳ αὐτοῦ.
ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.
ὁ α’ χορὸς
Ἦχος β΄
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. ‘
ὁ β’ χορὸς
Δόξα Πατρί…Νεκρώσιμον
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ Σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
ὁ α’ χορός
Ἦχος β´.
Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα…
ὁ β’ χορός
Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
ὁ β’ χορός
Ἦχος πλ. α’
Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Δόξα Πατρί…
ὁ α’ χορός
Καὶ νῦν…
ὁ β’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον γ’
ὁ α’ χορὸς
Στίχ. α’ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ἦχος β’
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β’χορὸς
Στίχ. β’ Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι,…
ΕΙΣΟΔΟΣ
ὁ α’ χορὸς
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
ὁ β’χορὸς
…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
ὁ α’ χορὸς
Ἀπολυτίκιον
ἦχος β’
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β’χορὸς
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς στύλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Μεθόδιε· ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ, διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
ὁ α’ χορὸς
Ἀπολυτίκιον
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος διδάσκαλος, καὶ ὑποφήτης σοφός, δογμάτων τῆς πίστεως, καὶ ἀρετῶν ἱερῶν, Νικόλαε Ὅσιε, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ βίου καὶ λόγου. Ὅθεν Θεσσαλονίκη, τῇ σῇ δόξῃ καυχάται, καὶ πόθῳ ἑορτάζει, τὴν πάνσεπτον μνήμην σου.
ὁ β’χορὸς
Τοῦ Ναοῦ
Ἐκ τοῦ Βήματος
Ἦχος πλ. δ’
Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ α’ χορὸς
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Ἦχος πλ. δ’
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε
Τρισάγιον
᾽Απόστολος
Προκείμενον Ἦχος πλ. β’
Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.
Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (3:28-31; 4:1-3)
Ἀδελφοί, λογιζόμεθα πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. Ἤ ᾿Ιουδαίων ὁ Θεὸς μόνον; Οὐχὶ δὲ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν, ἐπεί περ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν. Τί οὖν ἐροῦμεν ᾿Αβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Εἰ γὰρ ᾿Αβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ᾿ οὐ πρὸς τὸν Θεόν. Τί γὰρ ἡ γραφὴ λέγει; «Ἐπίστευσε δὲ ᾿Αβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
Ἀλληλούϊα (γ΄)
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(ζ΄ 24 – 29, η΄ 1 – 4)
Εἶπεν ὁ Κύριος· πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον· καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό, Ἐξαιρέτως
ὁ α’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικὸν
ὁ β’ χορὸς
Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ὁ β’ χορός
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις