Αρχείο ετικέτας ΟΡΘΟΔΟΞΗ ΛΑΤΡΕΡΙΑ

«ΔΕΥΤΕ ΕΚΚΑΘΑΡΩΜΕΝ ΕΑΥΤΟΥΣ» ΗΧΟΣ ΠΛ. Δ΄ ΑΡΓΟΝ ΙΔΙΟΜΕΛΟΝ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Ἦχος πλ. δ’
Ἰδιόμελον
Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς, ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων, μὴ σαλπίζοντες, μὴ δημοσιεύοντες ἡμῶν τὴν εὐποιΐαν, μὴ ἐπιγνώτω ἡ ἀριστερά, τῆς δεξιᾶς τὸ ἔργον, μὴ σκορπίσῃ ἡ κενοδοξία, τὸν καρπὸν τῆς ἐλεημοσύνης, ἀλλ’ ἐν κρυπτῷ, τῷ τὰ κρυπτὰ εἰδότι κράξωμεν· Πάτερ, ἄφες τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος.