Αρχείο ετικέτας ΝΕΑ ΡΩΜΗ

Πατριαρχική Ἀπόδειξις ἐπί τῷ Ἁγίῳ Πάσχα 2017.

Αποτέλεσμα εικόνας για οικουμενικοσ πατριαρχησ βαρθολομαιοσ ΠΑΣΧΑ

Ἀδελφοὶ ἠγαπημένοι καὶ τέκνα θεοφιλῆ ἐν τῷ Ἀναστάντι Κυρίῳ,

«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε˙ ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον» (Ἰωάν. ις΄, 33), διαβεβαιώνει ὁ θανάτῳ τὸν θάνατον μόνος πατήσας Κύριος τὰς γενεὰς τῶν ἀνθρώπων. Χριστὸς Ἀνέστη! ἀναφωνοῦμεν καὶ ἡμεῖς πρὸς πάντας τοὺς ἐγγὺς καὶ τοὺς μακρὰν ἀπὸ τῆς Ἱερᾶς ταύτης Αὐλῆς τοῦ βιωματικοῦ ἐν τῷ κόσμῳ σταυροῦ καὶ τῆς θλίψεως∙ ἀλλὰ καὶ ἀπὸ τῆς Αὐλῆς τῆς Ἀναστάσεως∙ ἀπὸ τῆς κόγχης ταύτης τῆς γῆς, τῆς Κωνσταντίνου Πόλεως, ἀπὸ ὅπου διακηρύττεται ὅτι «ζωὴ πολιτεύεται», διαλυομένης τῆς κάθε εἴδους φθορᾶς καὶ αὐτοῦ τοῦ θανάτου.

 

Συνέχεια ανάγνωσης Πατριαρχική Ἀπόδειξις ἐπί τῷ Ἁγίῳ Πάσχα 2017.