Αρχείο ετικέτας ΜΕΓΑΛΑ ΘΕΟΦΑΝΕΙΑ

Καταπληκτικός Λόγος αγίου Ιωάννου Χρυσοστόμου στα άγια Θεοφάνεια!!

Εἰς τὰ Ἁγια Θεοφάνια

Του Ἁγίου Ἰωάννου Χρυσοστόμου

Ἡ πηγὴ τῶν εὐαγγελικῶν διδαγμάτων ἀνεῳγμένους ἔχει τοὺς ῥύακας, καὶ εἴ τις διψῶν πίνει ἐξ ἐκείνης τῆς πηγῆς, καὶ ζωοποιεῖται· ζωοποιεῖται δὲ κατὰ πνεῦμα καὶ τὸν νόμον τῶν ἐντολῶν, εὐφροσύνην ὑπὲρ οἶνον δεχόμενος. 

Συνέχεια ανάγνωσης Καταπληκτικός Λόγος αγίου Ιωάννου Χρυσοστόμου στα άγια Θεοφάνεια!!

«ΑΠΟΡΕΙ ΠΑΣΑ ΓΛΩΣΣΑ» ΕΙΡΜΟΣ Θ΄ΩΔΗΣ ΘΕΟΦΑΝΕΙΩΝ ΗΧΟΣ Β΄ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.

Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε• ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου• καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν• σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν

«ΕΡΜΗΝΕΙΑ ΑΠΟΣΤΟΛΙΚΟΥ ΑΝΑΓΝΩΣΜΑΤΟΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ» ΠΑΤΗΡ ΝΙΚΟΛΑΟΣ ΛΟΥΔΟΒΙΚΟΣ

 

Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα  2:11-14, 3:4-7

Τέκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου.