Αρχείο ετικέτας ΑΓΙΑ ΑΙΚΑΤΕΡΙΝΗ

«ΤΩ ΤΟΥ ΝΥΜΦΙΟΥ ΣΟΥ ΕΡΩΤΙ» ΗΧΟΣ ΠΛ. Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΑΙΚΑΤΕΡΙΝΗΣ

 

 

Δόξα Πατρί…  Ἦχος πλ. δ΄.

Τῷ τοῦ νυμφίου σου ἔρωτι τετρωμένη Αἰκατερῖνα σεμνή, παρθενομάρτυς καὶ πάνσοφε,  πᾶσαν κοσμικὴν προσπάθειαν προθύμως κατέλιπες, καὶ τῷ σημείῳ τοῦ σταυροῦ σφραγισαμένη ἑαυτήν,  τὴν τῶν εἰδώλων πλάνην πανσόφως διήλεγξας, καὶ ῥητόρων ἔπαυσας τὰς ληρώδεις ἐνστάσεις,  τοῦ Χριστοῦ τὸ ὄνομα λαμπρῶς πᾶσι κηρύξασα· ὅθεν καὶ στέφει οὐρανίῳ ἀναδησαμένη τὴν κεφαλήν, σὺν ἀγγέλοις χορεύεις ὡς ἁγνὴ περιστερά,  καὶ πρεσβεύεις ἀπαύστως,  ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν παναοίδιμον μνήμην σου.