ΧΟΡΩΔΙΑ ΣΙΓΑΛΑΣ ΑΝΤΩΝΙΟΣ

«Ἱεραρχῶν τὴν καλλονήν» .. «Σπήλαιον εὐτρεπίζου·» ΗΧΟΣ ΠΛ. Β΄ ΧΟΡΩΔΙΑ «ΑΝΤΩΝΙΟΣ ΣΙΓΑΛΑΣ»

  Δόξα… Ἦχος πλ. β’ Ἱεραρχῶν τὴν καλλονήν, καὶ τῶν Πατέρων κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ τῶν πιστῶν ἀντιλήπτορα μέγιστον, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· Χαίροις ὁ τῶν Μυρέων φρουρός, καὶ πρόεδρος σεπτός, καὶ στῦλος ἀπερίτρεπτος. Χαίροις φωστὴρ παμφαέστατε, ὁ τὰ τοῦ κόσμου πέρατα, διαλάμπων τοῖς θαύμασι.Χαίροις τῶν θλιβομένων ἡ θεία χαρμοσύνη, […]

«ΣΗΜΕΡΟΝ Ο ΤΟΙΣ ΝΟΕΡΟΙΣ ΘΡΟΝΟΙΣ» ΧΟΡΩΔΙΑ ΣΙΓΑΛΑΣ ΑΝΤΩΝΙΟΣ ΗΧΟΣ ΠΛ. Β΄

Ἦχος πλ. β’ Σεργίου Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης, φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.