ΧΟΡΩΔΙΑ ΜΟΝΤΡΕΑΛ

«ΤΑΣ ΜΥΣΤΙΚΑΣ ΣΗΜΕΡΟΝ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ» ΗΧΟΣ ΠΛ. Β΄ ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΒΥΖΑΝΤΙΝΗ ΧΟΡΩΔΙΑ ΤΟΥ ΜΟΝΤΡΕΑΛ

Δόξα… Ἦχος πλ. β’ Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριάδα μίαν, ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας Ἀρείου, καὶ ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.