ΧΟΡΟΣ ΜΟΝΗΣ ΓΡΗΓΟΡΙΟΥ

«Μυσταγωγῶν σου Κύριε τοὺς Μαθητάς» ΙΕΡΑ ΜΟΝΗ ΓΡΗΓΟΡΙΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ

Ἦχος πλ. α’ Μυσταγωγῶν σου Κύριε τοὺς Μαθητάς, ἐδίδασκες λέγων. Ὦ φίλοι, ὁρᾶτε, μηδεῖς ὑμᾶς χωρίσει μου φόβος· εἰ γὰρ πάσχω, ἀλλ’ ὑπὲρ τοῦ Κόσμου· μὴ οὖν σκανδαλίζεσθε ἐν ἐμοί· οὐ γὰρ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχήν μου, λύτρον ὑπὲρ τοῦ Κόσμου. Εἰ οὖν ὑμεῖς φίλοι μού ἐστε, ἐμὲ μιμεῖσθε· ὁ θέλων […]

«Ἑορτὴ χαρμόσυνος, ἐπέλαμψε τοῖς πέρασι σήμερον» ΔΟΞΑΣΤΙΚΟ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ ΗΧΟΣ ΠΛ. Β΄ ΧΟΡΟΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ

  Δόξα… Ἦχος πλ. β’ Ἐφραὶμ Καρίας Ἑορτὴ χαρμόσυνος, ἐπέλαμψε τοῖς πέρασι σήμερον, ἡ πάνσεπτος μνήμη τῶν σοφωτάτων Ἀποστόλων, καὶ κορυφαίων Πέτρου καὶ Παύλου· διὸ καὶ Ῥώμη συγχαίρει χορεύουσα. Ἐν ᾠδαῖς καὶ ὕμνοις ἑορτάσωμεν καὶ ἡμεῖς ἀδελφοί, τὴν πανσεβάσμιον ταύτην ἡμέραν, βοῶντες πρὸς αὐτούς· Χαῖρε, Πέτρε Ἀπόστολε, καὶ γνήσιε φίλε, τοῦ σοῦ διδασκάλου Χριστοῦ τοῦ […]