Αρχείο κατηγορίας ΧΟΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΙΤΩΝ

«Ἐξεπλήττετο ὁ Ἡρῴδης» ΗΧΟΣ ΒΑΡΥΣ ΧΟΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΙΤΩΝ

Ἦχος βαρὺς

Ἐξεπλήττετο ὁ Ἡρῴδης, ὁρῶν τῶν Μάγων τὴν εὐσέβειαν, καὶ τῷ θυμῷ νικώμενος, τοῦ ἔτους ἠκριβολόγει τὸ διάστημα. Μητέρες ἠτεκνοῦντο, καὶ ἡ ἄωρος ἡλικία τών βρεφῶν, πικρῶς κατεθερίζετο· μαζοὶ ἐξηραίνοντο, καὶ πόροι γάλακτος συνεστέλλοντο. Μέγα ἦν τὸ δεινόν! διὸ εὐσεβῶς πιστοὶ συνελθόντες, προσκυνήσωμεν τοῦ Χριστοῦ τὴν γέννησιν.

«ΔΑΝΙΗΛ ΑΝΗΡ ΕΠΙΘΥΜΙΩΝ» ΔΟΞΑΣΤΙΚΟ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ ΗΧΟΣ ΠΛ. Β΄

http://www.dailymotion.com/video/x2cytt2_%CE%B4%CE%B1ni%CE%B7%CE%BB-%CE%B1n%CE%B7%CF%81-%CE%B5%CF%80i%CE%B8%CF%85%CE%BCi%CF%89n-%CE%B7%CF%87o%CF%83-%CF%80%CE%BB-%CE%B2_music

Δόξα… Ἦχος πλ. β’

Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, λίθον ἄνευ χειρὸς τμηθέντα, θεωρήσας σε Κύριε, βρέφος ἄνευ σπορᾶς, τεχθῆναι προηγόρευσε, σὲ τὸν ἐκ Παρθένου σαρκωθέντα Λόγον, τόν ἀναλλοίωτον Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

«Αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ» ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΗΝ ΓΕΝΝΗΣΙΝ ΗΧΟΣ ΠΛ. Δ΄ΧΟΡΟΣ C.M.K.

http://www.dailymotion.com/video/x18yk6y_%CE%B1i%CE%BC%CE%B1-%CE%BA%CE%B1i-%CF%80%CF%85%CF%81-%CE%B4o%CE%BE%CE%B1%CF%83%CF%84i%CE%BAon-%CE%BA%CF%85%CF%81i%CE%B1%CE%BA%CE%B7%CF%83-%CE%BC%CE%B5%CF%84%CE%B1-%CF%84%CE%B7n-%CE%B3%CE%B5nn%CE%B7%CF%83in-%CF%80%CE%BB-%CE%B4_music

Δόξα ΠατρίἮχος πλ. δ‘  Ἀνατολίου

Αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ, τέρατα γῆς, ἃ προεῖδεν Ἰωήλ΄ αἷμα τὴν Σάρκωσιν΄ πῦρ τὴν Θεότητα, ἀτμίδα δὲ καπνοῦ, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐπελθὸν τῇ Παρθένῳ, καὶ κόσμον εὐωδιάσαν. Μέγα τὸ μυστήριον, τῆς σῆς ἐνανθρωπήσεως, Κύριε δόξα σοι.

 

«ΣΗΜΕΡΟΝ ΠΡΟΕΡΧΕΤΑΙ Ο ΣΤΑΥΡΟΣ ΤΟΥ ΚΥΡΙΟΥ» ΧΟΡΩΔΙΑ C.M.K. ΗΧΟΣ ΠΛ. Β

Δόξα…Καὶ νῦν…

Ἦχος πλ. β’

Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

«ΟΝΠΕΡ ΠΑΛΑΙ ΜΩΥΣΗΣ» ΧΟΡΩΔΙΑ C.M.K ΗΧΟΣ ΠΛ. Δ΄

Δόξα… Καὶ νῦν… Ἦχος πλ. δ’

Ἰωάννου Μοναχοῦ

Ὃν περ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε σὺν τῷ Ληστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.

» ΚΥΡΙΕ ΑΝΑΒΑΙΝΟΝΤΟΣ ΣΟΥ ΕΝ ΤΩ ΣΤΑΥΡΩ » ΧΟΡΟΣ ΚΩΝ/ΤΩΝ

Δξα Πατρί… χος πλ. δ’

Κύριε, ἀναβαίνοντός σου ἐν τῷ σταυρῶ, φόβος, καὶ τρόμος ἐπέπεσε τῇ Κτίσει, καὶ τὴν γῆν μὲν ἐκώλυες, καταπιεῖν τοὺς σταυροῦντάς σε, τῷ δὲ ᾍδῃ ἐπέτρεπες, ἀναπέμπειν τοὺς δεσμίους εἰς ἀναγέννησιν βροτῶν. Κριτὰ ζώντων καὶ νεκρῶν, ζωὴν ἦλθες παρασχεῖν, καὶ οὐ θάνατον, Φιλάνθρωπε δόξα σοι.

«ΗΔΗ ΒΑΠΤΕΤΑΙ ΚΑΛΑΜΟΣ » ΧΟΡΟΣ ΚΩΝ/ΤΩΝ

 

Κα νν… Ἦχος πλ.δ΄

δη βάπτεται κάλαμος ἀποφάσεως, παρὰ κριτῶν ἀδίκων, καὶ Ἰησοῦς δικάζεται, καὶ κατακρίνεται σταυρῷ, καὶ πάσχει ἡ Κτίσις, ἐν σταυρῷ καθορῶσα τὸν Κύριον. Ἀλλ’ ὁ φύσει σώματος δι’ ἐμὲ πάσχων, ἀγαθὲ Κύριε δξα σοι.