ΧΟΡΟΣ ΑΘΑΝΑΣΙΟΥ ΚΑΡΑΜΑΝΗ

«Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων∙» ΔΟΞΑΣΤΙΚΟΝ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΩΝ ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ ΗΧΟΣ ΠΛ. Α΄ ΧΟΡΟΣ ΑΡΧΟΝΤΟΣ ΠΡΩΤΟΨΑΛΤΟΥ ΑΘΑΝΑΣΙΟΥ ΚΑΡΑΜΑΝΗ

Δόξα… Ἦχος πλ. α’ Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων∙ χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ πανδήμῳ πανηγύρει τῶν Διδασκάλων ἡμῶν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τοὺς Ἱεράρχας κροτείτωσαν ἐν ὕμνοις, ὡς δογμάτων βλύσαντας, ποταμοὺς ὑπερμεγέθεις, τρεῖς καλλιρρόους ἀειζώους τοῦ Πνεύματος∙ ποιμένες καὶ Διδάσκαλοι, τοὺς τῆς σεπτῆς Τριάδος, τρισσοὺς Ἱερομύστας, συνελθόντες εὐφημήσωμεν∙ οἱ φιλόσοφοι τοὺς σοφούς, […]