Αρχείο κατηγορίας ΦΩΤΙΟΣ ΓΙΑΝΝΑΚΑΚΗΣ

«Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως» Ἦχος πλ. δ’ ΙΔΙΟΜΕΛΟΝ ΤΟΥ ΣΤΑΥΡΟΥ ΦΩΤΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ

Ἦχος πλ. δ’
Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῷ Σταυρῷ προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται· χολῆς καὶ ὄξους γεύεται ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, στέφανον ἐξ ἀκανθῶν περιβάλλεται ὁ καλύπτων οὐρανὸν τοῖς νέφεσι , χλαῖναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνῃ χειρὶ ὁ τῇ χειρὶ πλάσας τὸν ἄνθρωπον,τόν νῶτον φραγγελοῦται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται ὀνειδισμοὺς καὶ κολαφισμοὺς, καὶ πάντα ὑπομένει δι’ ἐμὲ τὸν κατάκριτον ὁ Λυτρωτής μου καὶ Θεὸς ἵνα σώσῃ Κόσμον ἐκ πλάνης ὡς εὔσπλαγχνος

«Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος» Ἦχος πλ. δ’ ΔΟΞΑ..ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ ΓΕΡ. ΠΡΕΒΕΖΙΑΝΟΣ/ ΦΩΤΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ / ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ ΛΕΩΝΙΔΑΣ ΑΣΤΕΡΗΣ

Δοξαστικὸν, Τῶν Πατέρων 
Ἦχος πλ. δ’ 
Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν Γέννησιν, τοῖς πρὸ τοῦ νόμου τὴν Χάριν εὐαγγελιζομένοις, ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν· ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὔσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως. Κύριε δόξα σοι.

Συνέχεια ανάγνωσης «Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος» Ἦχος πλ. δ’ ΔΟΞΑ..ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ ΓΕΡ. ΠΡΕΒΕΖΙΑΝΟΣ/ ΦΩΤΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ / ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ ΛΕΩΝΙΔΑΣ ΑΣΤΕΡΗΣ

«Τὴν ὑψηλόφρονα γνώμην» ΗΧΟΣ ΠΛ. Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗΣ Γ΄ΝΗΣΤΕΙΩΝ ΦΩΤΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ/ ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ Φ.ΚΕΤΣΕΤΖΗΣ

Δόξα… Ἰδιόμελον τοῦ Τριῳδίου
Ἦχος πλ. δ’
Τὴν ὑψηλόφρονα γνώμην τῶν κακίστων Φαρισαίων ὁ πάντων Κύριος παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε καὶ μὴ ὑψηλοφρονεῖν, παρ’ ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν ὑπογραμμὸς καὶ τύπος ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσεν. Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν, ὁ παθὼν ὑπὲρ ἡμῶν καὶ ἀπαθής διαμείνας Θεὸς τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Συνέχεια ανάγνωσης «Τὴν ὑψηλόφρονα γνώμην» ΗΧΟΣ ΠΛ. Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗΣ Γ΄ΝΗΣΤΕΙΩΝ ΦΩΤΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ/ ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ Φ.ΚΕΤΣΕΤΖΗΣ

«Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς» ΗΧΟΣ ΠΛ. Δ΄ ΙΔΙΟΜΕΛΟΝ ΑΠΟΣΤΙΧΩΝ Β΄ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ ΓΙΑΝΝΑΚΑΚΗΣ Φ./ΣΤΑΝΙΤΣΑΣ ΘΡ.

Ἦχος πλ. δ’ 
Ἰδιόμελον 
Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς, ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων, μὴ σαλπίζοντες, μὴ δημοσιεύοντες ἡμῶν τὴν εὐποιΐαν, μὴ ἐπιγνώτω ἡ ἀριστερά, τῆς δεξιᾶς τὸ ἔργον, μὴ σκορπίσῃ ἡ κενοδοξία, τὸν καρπὸν τῆς ἐλεημοσύνης, ἀλλ’ ἐν κρυπτῷ, τῷ τὰ κρυπτὰ εἰδότι κράξωμεν· Πάτερ, ἄφες τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος

«Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας» ΗΧΟΣ ΠΛ. Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ ΓΙΑΝΝΑΚΑΚΗΣ/ΠΑΪΚΟΠΟΥΛΟΣ/ΘΕΟΔΟΣΟΠΟΥΛΟΣ/ΚΑΡΑΜΠΑΣΗΣ

 

Δόξα… Ἦχος πλ. β’ 
Ἰδιόμελον 
Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας, Νόμον ἐδέξατο, καὶ λαὸν ἐπεσπάσατο, Ἠλίας νηστεύσας, οὐρανοὺς ἀπέκλεισε· τρεῖς δὲ Παῖδες Ἀβραμιαῖοι, τύραννον παρανομοῦντα, διὰ νηστείας ἐνίκησαν. Δι’ αὐτῆς καὶ ἡμᾶς Σωτὴρ ἀξίωσον, τῆς Ἀναστάσεως τυχεῖν, οὕτω βοῶντας· Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. 

Συνέχεια ανάγνωσης «Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας» ΗΧΟΣ ΠΛ. Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ ΓΙΑΝΝΑΚΑΚΗΣ/ΠΑΪΚΟΠΟΥΛΟΣ/ΘΕΟΔΟΣΟΠΟΥΛΟΣ/ΚΑΡΑΜΠΑΣΗΣ

«Ἔφθασε καιρός»ΗΧΟΣ ΠΛ. Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ/ ΠΑΪΚΟΠΟΥΛΟΣ/ΤΑΛΙΑΔΩΡΟΣ/ΚΑΡΑΜΠΑΣΗΣ/ΣΤΑΝΙΤΣΑΣ/ΘΕΟΔΟΣΟΠΟΥΛΟΣ

Δόξα…Ἦχος πλ. β’
Ἔφθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παρρησία· δι’ αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ Κτίστῃ συνόμιλος, καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο· Κύριε, δι’ αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τὴν ἁγίαν Ἀνάστασιν, ὡς φιλάνθρωπος.

Συνέχεια ανάγνωσης «Ἔφθασε καιρός»ΗΧΟΣ ΠΛ. Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ/ ΠΑΪΚΟΠΟΥΛΟΣ/ΤΑΛΙΑΔΩΡΟΣ/ΚΑΡΑΜΠΑΣΗΣ/ΣΤΑΝΙΤΣΑΣ/ΘΕΟΔΟΣΟΠΟΥΛΟΣ