Αρχείο κατηγορίας ΦΑΚΙΝΟΣ ΔΗΜΗΤΡΙΟΣ

«ΑΓΓΕΛΟΣ ΕΚ ΣΤΕΙΡΩΤΙΚΩΝ» ΔΟΞΑΣΤΙΚΟΝ ΑΠΟΣΤΙΧΩΝ ΕΟΡΤΗΣ ΣΥΛΛΗΨΕΩΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ ΗΧΟΣ ΠΛ. Β΄ΔΗΜΗΤΡΙΟΣ ΦΑΚΙΝΟΣ

«Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων» ΗΧΟΣ ΠΛ. Β΄ ΔΟΞΑΣΤΙΚΟ ΟΡΘΡΟΥ ΕΟΡΤΗΣ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ ΔΗΜ. ΦΑΚΙΝΟΣ

Δόξα… Ἦχος πλ. β’

Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων, προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὂν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας, Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν Υἱότητα· καὶ τὸ Πνεῦμα εἶδες περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον. Ἀλλ’ ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὰ μνημόσυνα.