Αρχείο κατηγορίας ΤΣΑΜΚΙΡΑΝΗΣ ΜΑΤΘΑΙΟΣ

«ΤΙΣ ΛΑΛΗΣΕΙ ΤΑΣ ΔΥΝΑΣΤΕΙΑΣ ΣΟΥ » ΗΧΟΣ ΠΛ. Δ΄Δ. ΚΑΡΑΜΠΑΣΗΣ/Μ. ΤΣΑΜΚΙΡΑΝΗΣ/ ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ ΔΗΜ. ΠΑΪΚΟΠΟΥΛΟΣ/ΦΩΤΙΟΣ ΚΕΤΣΕΤΖΗΣ

«Ὢ πόσων ἀγαθῶν» ΗΧΟΣ Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ ΔΗΜ. ΠΑΪΚΟΠΟΥΛΟΣ/ ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ ΜΑΤΘ. ΤΣΑΜΚΙΡΑΝΗΣ

Ἦχος β’ 
Ὢ πόσων ἀγαθῶν, ὁ ἄθλιος ἐμαυτὸν ἐστέρησα! ὢ ποίας βασιλείας ἐξέπεσα ὁ ταλαίπωρος ἐγώ! τὸν πλοῦτον ἠνάλωσα, ὅν περ ἔλαβον, τὴν ἐντολὴν παρέβην. Οἴμοι τάλαινα ψυχὴ! τῷ πυρὶ τῷ αἰωνίῳ λοιπὸν καταδικάζεσαι· διὸ πρὸ τέλους βόησον Χριστῷ τῷ Θεῷ. Ὡς τὸν Ἄσωτον δέξαι με υἱόν, ὁ Θεός, καὶ ἐλέησόν με.

«ΜΕΤΑ ΜΥΡΩΝ ΠΡΟΣΕΛΘΟΥΣΑΙΣ» ΗΧΟΣ Β’ ΕΩΘΙΝΟΝ Β΄ Λ. ΑΣΤΕΡΗΣ-Δ.ΓΑΛΑΝΗΣ/ Π. ΝΕΟΧΩΡΙΤΗΣ/ Μ. ΤΣΑΜΚΙΡΑΝΗΣ

¨ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ» ΜΑΤ. ΤΣΑΜΚΙΡΑΝΗΣ

 

Προκείμενον. Ἦχος βαρὺς 
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. 
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. 
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 1:18-24 
δελφοί, ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· «Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεός την σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ἐπειδὴ καὶ ᾿Ιουδαῖοι σημεῖον αἰτοῦσι καὶ ῞Ελληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ᾿Ιουδαίοις μὲν σκάνδαλον, ῞Ελλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, ᾿Ιουδαίοις τε καὶ ῞Ελλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. 

«ΤΑΙΣ ΕΞ ΕΡΓΩΝ ΚΑΥΧΗΣΕΣΙΝ» ΘΡ. ΣΤΑΝΙΤΣΑ ΗΧΟΣ ΠΛ. Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΟΡΘΡΟΥ ΚΥΡΙΑΚΗΣ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ ΜΑΤΘΑΙΟΣ ΤΣΑΜΚΙΡΑΝΗΣ