Αρχείο κατηγορίας ΤΑΛΙΑΔΩΡΟΣ ΧΑΡΙΛΑΟΣ

«Ἔφθασε καιρός»ΗΧΟΣ ΠΛ. Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ/ ΠΑΪΚΟΠΟΥΛΟΣ/ΤΑΛΙΑΔΩΡΟΣ/ΚΑΡΑΜΠΑΣΗΣ/ΣΤΑΝΙΤΣΑΣ/ΘΕΟΔΟΣΟΠΟΥΛΟΣ

Δόξα…Ἦχος πλ. β’
Ἔφθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παρρησία· δι’ αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ Κτίστῃ συνόμιλος, καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο· Κύριε, δι’ αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τὴν ἁγίαν Ἀνάστασιν, ὡς φιλάνθρωπος.

Συνέχεια ανάγνωσης «Ἔφθασε καιρός»ΗΧΟΣ ΠΛ. Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ/ ΠΑΪΚΟΠΟΥΛΟΣ/ΤΑΛΙΑΔΩΡΟΣ/ΚΑΡΑΜΠΑΣΗΣ/ΣΤΑΝΙΤΣΑΣ/ΘΕΟΔΟΣΟΠΟΥΛΟΣ

ΕΣΠΕΡΙΑ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΩΝ ΕΙΣΟΔΙΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΣΤΑΝΙΤΣΑΣ ΘΡ. ΚΑΙ ΤΑΛΙΑΔΩΡΟΣ ΧΑΡ.

«ΝΑΜΑΤΑ ΙΟΡΔΑΝΕΙΑ» ΔΟΞΑΣΤΙΚΟ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ ΗΧΟΣ ΠΛ. Β΄ ΧΑΡΙΛΑΟΣ ΤΑΛΙΑΔΩΡΟΣ

Δόξα… Ἦχος πλ. β’ Ἀνατολίου

Νάματα Ἰορδάνια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον• καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.

«Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου» ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ ΗΧΟΣ ΠΛ. Β΄ ΧΑΡΙΛΑΟΣ ΤΑΛΙΑΔΩΡΟΣ

Δόξα… Ἦχος πλ. β’ Γερμανοῦ

Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο, τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ σου· διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη· τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη. Διὸ σοι προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τήν χρηματικὴν φορολογίαν, ὀρθοδόξου πλουτισμὸν θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

«Δεῦτε ἐργασώμεθα ἐν τῷ μυστικῷ ἀμπελῶνι» ΗΧΟΣ Α΄ ΔΟΞΑΣΤΙΚΟ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Δ΄ΝΗΣΤΕΙΩΝ ΧΑΡΙΛΑΟΣ ΤΑΛΙΑΔΩΡΟΣ

Δόξα…

Ἦχος α’

Δεῦτε ἐργασώμεθα ἐν τῷ μυστικῷ ἀμπελῶνι καρποὺς μετανοίας, ἐν τούτῳ ποιούμενοι οὐκ ἐν βρώμασι καὶ πόμασι κοπιῶντες, ἀλλ’ ἐν προσευχαῖς καὶ νηστείαις τάς ἀρετὰς κατορθοῦντες, τούτοις ἀρεσκόμενος, ὁ Κύριος τοῦ ἔργου δηνάριον παρέχει δι οὗ ψυχὰς λυτροῦται, χρέους ἁμαρτίας, ὁ μόνος πολυέλεος.

«Ὅτε καιρός» ΔΟΞΑΣΤΙΚΟ ΑΙΝΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ ΗΧΟΣ ΠΛ. Β΄ΧΑΡΙΛΑΟΣ ΤΑΛΙΑΔΩΡΟΣ

 

Δόξα… Ἦχος πλ. β’ Γερμανοῦ

Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο, τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ σου· διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη· τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη. Διὸ σοι προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τήν χρηματικὴν φορολογίαν, ὀρθοδόξου πλουτισμὸν θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

«ΣΕ ΤΟΝ ΑΝΑΒΑΛΛΟΜΕΝΟΝ» ΤΑΛΙΑΔΩΡΟΣ ΧΑΡΙΛΑΟΣ

χος πλ. α’

 

Ἰδιόμελον

Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν. Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβω ἐκυμαίνετο, καὶ διεῤῥήγνυτο ναοῦ τὸ καταπέτασμα, ἀλλ’ ἰδοὺ νῦν βλέπω σε, δι’ ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον, πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἰλήσω; ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποῖα ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου, σὺν τῇ Ἀναστάσει, κραυγάζων. Κριε δξα σοι.

«ΕΞΕΔΥΣΑΝ ΜΕ ΤΑ ΙΜΑΤΙΑ ΜΟΥ» ΤΑΛΙΑΔΩΡΟΣ ΧΑΡΙΛΑΟΣ

 

Δξα Πατρὶ… χος πλ. β’

ξέδυσάν με τὰ ἱμάτιά μου, καὶ ἐνέδυσάν με χλαμύδα κοκκίνην, ἔθηκαν ἐπὶ τὴν κεφαλήν μου, στέφανον ἐξ ἀκανθῶν, καὶ ἐπὶ τὴν δεξιάν μου χεῖρα, ἔδωκαν κάλαμον, ἵνα συντρίψω αὐτούς, ὡς σκεύη κεραμέως.