Αρχείο κατηγορίας ΣΥΜΕΩΝΙΔΗΣ ΧΑΡΗΣ

«Ἀτελεύτητος ὑπάρχει τῶν Ἁγίων ἡ χάρις»ΗΧΟΣ ΠΛ. Β΄ΔΟΞΑ ΕΣΠΕΡΙΩΝ ΕΟΡΤΗΣ ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ ΧΑΡΗΣ ΣΥΜΕΩΝΙΔΗΣ

Δοξαστικὸν
Ἦχος πλ. β’
Ἀνατολίου
Ἀτελεύτητος ὑπάρχει τῶν Ἁγίων ἡ χάρις, ἣν παρὰ Χριστοῦ ἐκομίσαντο· ὅθεν αὐτῶν καὶ τὰ λείψανα, ἐκ θείας δυνάμεως, διηνεκῶς ἐνεργοῦσι τοῖς θαύμασιν, ὧν καὶ τὰ ὀνόματα μόνα, ἐκ πίστεως ἐπιβοώμενα, τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι. Δι’ ὧν Κύριε καὶ ἡμᾶς, τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος παθῶν ἐλευθέρωσον, ὡς φιλάνθρωπος.

Advertisements

«Ὥσπερ ἀλάβαστρον » ΗΧΟΣ ΠΛ. Α΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΧΑΡΑΛΑΜΠΟΥΣ ΝΙΚ.ΠΑΠΑΔΗΜΗΤΡΙΟΥ/ ΧΑΡ.ΣΥΜΕΩΝΙΔΗΣ

 

Δοξαστικὸν
Ἦχος πλ. α’
Ὥσπερ ἀλάβαστρον πλῆρες, ἡ τιμία σου κάρα θεσπέσιε, προχέει οἷόν τι μύρον πολύτιμον, τὰ ἰάματα, τούς τε πιστοὺς εὐωδιάζει θαυμασίως, καὶ τοὺς μετὰ πίστεως αὐτῇ προσιόντας, τῶν δεινῶν πάντων ῥύεται, τὴν δυσώδη τε πλάνην, καὶ νόσους παντοίας· καὶ τὴν πανώλην λοιμικὴν καταπαύουσα, εὐρωστίαν δωρεῖται πᾶσι, καὶ εἰρήνην καὶ μέγα ἔλεος.

«Ἱερεὺς ἐννομώτατος» ΗΧΟΣ ΠΛ. Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΧΑΡΗΣ ΣΥΜΕΩΝΙΔΗΣ

 

Δοξαστικὸν 
Ἦχος πλ. β’ 
Ἱερεὺς ἐννομώτατος, μέχρι τέλους ἐχρημάτισας, μάκαρ Ἐλευθέριε· ἱερουργῶν γὰρ τὰ θεῖα καὶ ἄρρητα μυστήρια, τὸ αἷμά σου ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐπρόσδεκτον σεαυτὸν προσήγαγες· διὸ παρρησίαν ἔχων πρὸς αὐτόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων σὴν ἀεισέβαστον μνήμην, καὶ τοὺς αὐτὴν γεραίροντας ῥυσθῆναι πειρασμῶν, καὶ παντοίων κινδύνων καὶ περιστάσεων.