ΡΩΜΑΪΚΟ ΜΕΛΟΣ

«Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε» ΗΧΟΣ ΠΛ. Α΄ ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΤΩΝ ΑΓΙΩΝ ΑΣΩΜΑΤΩΝ ΔΥΝΑΜΕΩΝ ΒΑΤΟΠΑΙΔΙΝΟΣ ΧΟΡΟΣ

Δόξα… Ἦχος πλ. α’ Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ  φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος· Διὸ αἰτοῦμέν σε τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ’ ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε.