ΠΕΤΡΙΔΗΣ ΛΥΚΟΥΡΓΟΣ

«ΛΕΙΤΟΥΡΓΙΚΑ Κ. ΠΡΙΓΓΟΥ ΣΕ ΗΧΟ ΒΑΡΥ» ΛΥΚΟΥΡΓΟΣ ΠΕΤΡΙΔΗΣ

«ΓΕΝΕΘΛΙΩΝ ΤΕΛΟΥΜΕΝΩΝ» ΠΕΤΡΙΔΗΣ ΛΥΚΟΥΡΓΟΣ ΗΧΟΣ ΠΛ.Β΄

Δόξα…Ἦχος πλ. β’ Ἰωάννου Μοναχοῦ Γενεθλίων τελουμένων, τοῦ ἀναιδεστάτου Ἡρῴδου, τῆς ἀσελγοῦς ὀρχηστρίδος, ἐπληροῦτο ἡ διάθεσις τοῦ ὅρκου· τοῦ γὰρ Προδρόμου ἡ κεφαλὴ ἀποτμηθεῖσα, ὡς ὀψώνιον ἐφέρετο, ἐπὶ πίνακι τοῖς ἀνακειμένοις. Ὢ συμποσίου μισητοῦ, ἀνοσιουργήματος καὶ μιαιοφονίας πλήρους! Ἀλλ’ ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν.