ΠΑΤΗΡ ΡΩΜΑΝΟΣ ΑΝΑΣΤΑΣΙΑΔΗΣ

ΙΔΙΟΜΕΛΑ Α΄ ΩΡΑΣ ΘΕΟΦΑΝΕΙΩΝ

Ἦχος πλ. δ᾽ Σήμερον τῶν ὑδάτων ἁγιάζεται ἡ φύσις· καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον. Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ. Ἦχος πλ. δ᾽ Ὡς ἄνθρωπος ἐν ποταμῷ ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ […]