Αρχείο κατηγορίας ΠΑΣΧΑ ΜΕΓΑ

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΑΠΟΔΟΣΕΩΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΠΑΣΧΑ

12 ΙΟΥΝΙΟΥ 2013

Τετάρτη. †

«᾿Απδοσις τς κολουθίας το Πσχα».

᾿Ονουφρου σίου (δ΄ α.). Πτρου το ν Αθ (†734).

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΑΠΟΔΟΣΕΩΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΠΑΣΧΑ

Advertisements

ΕΣΠΕΡΙΝΟΣ ΑΠΟΔΟΣΕΩΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΠΑΣΧΑ

12 ΙΟΥΝΙΟΥ 2013

Τετάρτη. †

«᾿Απδοσις τς κολουθίας το Πσχα».

᾿Ονουφρου σίου (δ΄ α.). Πτρου το ν Αθ (†734).

Τῌ ΤΡΙΤῌ ΤΟΥ ΤΥΦΛΟΥ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (11/6/2013)

Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΑΠΟΔΟΣΕΩΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΠΑΣΧΑ

«Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει» ΗΧΟΣ ΠΛ. Α΄

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.


«Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς» ΒΥΖΑΝΤΙΝΗ ΧΟΡΩΔΙΑ ΠΕΙΡΑΙΩΣ 6 ΑΠΡΙΛΙΟΥ 2009 ΑΓΙΟΣ ΜΗΝΑΣ ΛΕΥΚΑΔΟΣ ΗΧΟΣ ΠΛ. Α΄

  Ἦχος πλ. α’

Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς, ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρόν, γυμνόν, ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι! γλυκύτατε Ἰησοῦ, ὃν πρὸ μικροῦ ὁ Ἥλιος ἐν σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ’ ἰδοὺ νῦν βλέπω σε, δι’ ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον. Πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποῖα ᾄσματα μέλψω τῇ σῇ ἐξόδῳ οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν ταφήν σου, σὺν τῇ Ἀναστάσει κραυγάζων· Κύριε, δόξα σοι.