Αρχείο κατηγορίας ΟΣΙΟΣ ΠΑΪΣΙΟΣ ΑΓΙΟΡΕΙΤΗΣ

«Απολυτίκια Αγίου Παϊσίου του Αγιορείτου» Μετεωρίτικο Ψαλτήρι

Ἀπολυτίκιον
Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ ́. Ταχὺ προκατάλαβε.
Παΐσιε γέγονας, τῶν ἀσκητῶν ἡ κρηπίς, τοῦ Ἄθωνος κλέϊσμα, καὶ Σουρωτῆς ὁ τροφός, Κονίτσης τὸ καύχημα, σὺ γὰρ ἐπὶ τὰ ἴχνη, Ἀρσενίου ὁδεύσας, εἴληφας χαρισμάτων, τὴν πληθὺν Παρακλήτου, ἀφθόνως τοῖς σὲ τιμῶσιν, παρέχων τὰ πρόσφορα.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα, τοῦ ὄρους Ἄθωνος, τὸν ἐπ’ ἐσχάτων τῶν χρόνων, καθάπερ φάος λαμπρόν, τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα, καὶ νοσήματα ψυχῶν, καὶ σαρκὸς ἐπιφοράς, ἰώμενον ὑπὲρ φύσιν, τῆς προοράσεως λύχνον, νέον Παΐσιον τιμήσωμεν.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ ́. Θείας πίστεως.
Ὥσπερ ἄγγελος, φανεὶς ἐν κόσμῳ, ἐν τοῖς ἔτεσι, τοῖς τελευταίοις, χριστομίμητε Παΐσιε ὅσιε, ἀσκητικῶς γὰρ βιώσας ἐν Ἄθωνι, ὡς παμφαέστατος ἥλιος ἔλαμψας, καὶ κατηύγασας, πιστῶν τὰ πλήθη τῇ χάριτι, τοῖς ῥήμασι σημείοις καὶ τοῖς θαύμασι.

 

Advertisements

Απολυτίκιον Αγίου Παϊσίου Αγιορείτου – Θεοτοκίον

 

Ἀπολυτίκιον Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος,ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν, Παΐσιε θεοφόρε· καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπὲρ παντὸς τοῦ κόσμου, Ὅσιε.

Θεοτοκίον

Χαῖρε ἅγιον ὄρος, καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε, καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν

«᾽Ανέτειλε σήμερον ἡμῖν φωταυγὴς ἑορτή» ΗΧΟΣ ΠΛ. Α΄ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ

Ψάλλουν οι πατέρες του κελιού αγ. Ιωάννου του Θεολόγου Σκήτης Κουτλουμουσίου

Δόξα Πατρί… Ἦχος πλ.α΄.

Ανέτειλε σήμερον ἡμῖν φωταυγὴς ἑορτή, τὰς καρδίας ἡμῶν φαιδρύνουσα καὶ τὸν νοῦν πρὸς οὐρανὸν ἀναβιβάζουσα· ἄνθρωπος γὰρ οὐράνιος καὶ ἐπίγειος ἄγγελος ἑορτάζεται, ὁ θεόφρων Παΐσιος. Οὗτος διάγων ἐπὶ γῆς, ὡς ἐν οὐρανῷ ἐπολιτεύετο, οὐδόλως περὶ τῶν γηΐνων μεριμνῶν ἀλλὰ τοῦ Κυρίου ἀεὶ κατατρυφῶν καὶ τῷ φωτὶ Αὐτοῦ περιπατῶν· διὰ νηστείας καθαρᾶς ἄρτον Ἀγγέλων ἐδέξατο, διὰ προσευχῆς ἀδιαλείπτου τὴν καρδίαν οὐρανὸν ἐποίησεν· ἀναβάσεις δὲ θείας ἀναβὰς ὁ μακάριος, σὺν τοῖς Ἀγγέλοις ἀνέμελπε τὴν ἱερὰν δοξολογίαν. Ἅπαντες οὖν πανευλαβῶς βοήσωμεν αὐτῷ· Ἰσάγγελε Παΐσιε, ποίησον ἡμᾶς μετόχους τῆς ἀλήκτου λαμπρότητος ταῖς πρὸς Κύριον πρεσβείαις σου.

ΣΥΖΗΤΗΣΗ ΜΕ ΑΣΚΗΤΗ ΜΟΝΑΧΟ ΓΙΑ ΤΑ ΜΕΛΛΟΝΤΑ ΝΑ ΣΥΜΒΟΥΝ ΣΤΗΝ ΠΕΡΙΟΧΗ ΜΑΣ…

«…ΟΤΑΝ ΤΟΝ ΣΚΟΤΩΣΟΥΝ, ΜΕΣΑ ΣΕ ΕΝΑ ΜΗΝΑ ΝΑ ΠΕΡΙΜΕΝΕΙΣ ΠΟΛΕΜΟ! »

Συνέχεια ανάγνωσης ΣΥΖΗΤΗΣΗ ΜΕ ΑΣΚΗΤΗ ΜΟΝΑΧΟ ΓΙΑ ΤΑ ΜΕΛΛΟΝΤΑ ΝΑ ΣΥΜΒΟΥΝ ΣΤΗΝ ΠΕΡΙΟΧΗ ΜΑΣ…

ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ (2016)

12 ΙΟΥΛΙΟΥ 2016

+ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Τ ΔΕΥΤΕΡΑ  ΕΣΠΕΡΑΣ (11/07/16)

Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ (2016)