Αρχείο κατηγορίας ΟΡΘΟΔΟΞΗ ΘΕΟΛΟΓΙΑ

«Ὅσιε Πάτερ μακάριε, Σπυρίδων.. «Ἦχος α’ ΔΟΞΑ..ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΣΠΥΡΙΔΩΝΟΣ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ

Ἦχος α’ 
Ἀνατολίου 
Ὅσιε Πάτερ μακάριε, Σπυρίδων σοφέ, τὴν νεκρὰν ὥσπερ ζῶσαν, ἐπηρώτας δι’ ἀγάπην Θεοῦ, ὄφιν δὲ μετέβαλες εἰς χρυσόν, ὁ πενίαν ἀσκῶν· ῥύσιν δὲ ἐπέσχες ποταμοῦ, συμπαθήσας λαῷ, Βασιλεῖ δὲ παρέστης ἰατήρ, τῇ προνοίᾳ Θεοῦ· νεκροὺς δὲ πάλιν ἤγειρας, ὡς αὐτοῦ μαθητής, τὴν πίστιν δὲ ἐτράνωσας, ἀναμέσον Πατέρων πολλῶν. Πάντα οὖν ἰσχύων ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, αὐτὸν καὶ νῦν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Advertisements

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΥΛΙΑΝΟΥ

ΝΟΕΜΒΡΙΟΥ ΚΣΤ’ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΥΛΙΑΝΟΥ

ΕΝ   Τῼ  ΕΣΠΕΡΙΝῼ

Συνέχεια ανάγνωσης ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΥΛΙΑΝΟΥ

«Ὅσιε πάτερ, ἔχων ἐν τῇ καρδίᾳ σου» Ἦχος πλ. α΄ΔΟΞΑ… ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΙΑΚΩΒΟΥ ΤΣΑΛΙΚΗ

Δόξα… Ἦχος πλ. α΄.
Ὅσιε πάτερ, ἔχων ἐν τῇ καρδίᾳ σου, τὸν
ἀγαθὸν θησαυρὸν κεκρυμμένον, πάντα
ἀπέῤῥιψας, τὰ γεηρὰ καὶ ὑλώδη, ἐπιθυμίαν
ἔχων σὺν Χριστῷ ἀναλῦσαι, καὶ αἰωνίως αὐτῷ
συνεῖναι· ὅθεν ὁλοκαρδίως τὸν Ἰησοῦν
ἠγάπησας, καὶ λόγοις τε καὶ πολλοῖς σημείοις,
γνωστὸν τοῖς πᾶσιν τοῦτον ἐποίησας, ὃν
καθικέτευε πάτερ Ἰάκωβε, ὑπὲρ τῆς ἁγίας
Μονῆς σου, καὶ πάντων τῶν τιμώντων, τὴν
ἀεισέβαστον μνήμην σου.

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΙΑΚΩΒΟΥ ΤΟΥ ΤΣΑΛΙΚΗ 22 ΝΟΕΜΒΡΙΟΥ

Αποτέλεσμα εικόνας για οσιοσ ιακωβοσ τσαλικησ

22. ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΙΑΚΩΒΟΥ ΤΟΥ ΤΣΑΛΙΚΗ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΕΔΕΣΣΗΣ ΙΩΗΛ

http://www.imepa.gr/iotaepsilonrhoepsilonsigma-alphakappaomicronlambdaomicronupsilonthetaiotaepsilonsigma.html

«Σήμερον τῷ Ναῷ προσάγεται»Ἦχος β’ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ / ΧΡΥΣΑΝΘΟΣ ΘΕΟΔΟΣΟΠΟΥΛΟΣ

Ἦχος β’ 
Λέοντος Μαΐστορος 
Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· ταύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη

«Μετὰ τὸ τεχθῆναί σε»Ἦχος πλ. δ’ ΒΥΖΑΝΤΙΝΗ ΧΟΡΩΔΙΑ ΑΓΡΙΝΙΟΥ/ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ

Ἦχος πλ. δ’ 
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ (14 ΝΟΕΜΒΡΙΟΥ 2018)

14 ΝΟΕΜΒΡΙΟΥ 2018

+Τοῦ  Ἁγίου ἐνδόξου Νεομάρτυρος Κωνσταντίνου τοῦ Ὑδραίου

Αποτέλεσμα εικόνας για ΑΓΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΥΔΡΑΙΟΣ 

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ (14 ΝΟΕΜΒΡΙΟΥ 2018)